Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ Βήρωνος καὶ Ἑλίκωνος (Νόθος)

Ἱππόλυτος Ῥώμης

Το άτρεπτον του Θεού Λόγου και η διατήρηση των φυσικών ιδιωμάτων

Εισαγωγή στην αναλλοίωτη θεία φύση του Λόγου κατά την υποστατική ένωση και η πιστοποίηση της σαρκώσεως μέσω των ενεργειών της θεότητας και της ανθρωπότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 3

Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Πόρτου ἤγουν τοῦ λιμένος Ῥώμης καὶ μάρτυρος τῆς ἀληθείας ἐκ τοῦ κατὰ Βήρωνος καὶ Ἡλίκονος τῶν αἱρετικῶν περὶ θεολογίας καὶ σαρκώσεως κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχή· “Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαὼθ„ ἀσιγήτῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸν θεὸν δοξάζουσιν. Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ θεοῦ καὶ γέγονε πάντα καὶ σώζεται τὰ γενόμενα κατὰ τοὺς ἑαυτῶν εὐκρινῶς ἕκαστα συντηρούμενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ θεῷ καὶ ποιητῇ τῶν ὅλων τῆς θείας αὐτοῦ θελήσεως, ᾗ τὰ πάντα πεποίηκέ τε καὶ κινεῖ τοῖς ἑαυτῶν ἕκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου συνδιαμενούσης. τὸ γὰρ ἄπειρον κατ᾽ οὐδένα τρόπον ἢ λόγον ἐπιδέχεται κίνησιν, οὐκ ἔχον ὅπου καὶ περὶ ὃ κινηθήσεται. τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου κινεῖσθαι μὴ πεφυκότος ἡ κίνησις. διὸ καὶ καθ᾽ ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως, ὅσα τῆς φύσεώς ἐστιν ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι᾽ ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινε, μηδενὶ παντελῶς. ὃ ταυτόν ἐστι τῷ πατρί, γενόμενος ταυτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν.

ἀλλ᾽ ὥσπερ ἦν δίχα σαρκός, πάσης ἔξω περιγραφῆς μεμένηκε καὶ διὰ σαρκὸς θεϊκῶς ἐνεργήσας, ἅπερ θεότητός ἐστιν, ἀμφότερα δεικνὺς ἑαυτόν, δι᾽ ὧν ἀμφοτέρως, θεϊκῶς δή φημι καὶ ἀνθρωπίνως, ἐνήργησε, κατ᾽ αὐτὴν τὴν ὄντως ἀληθῆ καὶ φυσικὴν ὕπαρξιν θεὸν ἄπειρον ὁμοῦ καὶ περίγραπτον ἄνθρωπον ὄντα τε καὶ νοούμενον, τὴν οὐσίαν ἑκατέρου τελείως τελείαν ἔχοντα μετὰ τῆς αὐτῆς ἐνεργείας ἤγουν φυσικῆς ἰδιότητος. ἐξ ὧν μένουσαν ἀεὶ κατὰ φύσιν δίχα τροπῆς τὴν αὐτῶν ἴσμεν διαφοράν, ἀλλ᾽ οὐχ, ὥς τινές φασι, κατὰ σύγκρισιν, ἵνα μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ αὐτό, παρ᾽ ὃ δεῖ, μείζονα καὶ μείονα λέγωμεν· ὁμοφυῶν γάρ, οὐχ ἑτεροφυῶν, αἱ συγκρίσεις. θεῷ δὲ ποιητῇ τῶν ὅλων ποιητόν, ἀπείρῳ τε περατόν, καὶ ἀπειρίᾳ πέρας κατ᾽ οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς ἀλλήλων, ἀλλ᾽ οὐ συγκριτικῶς, διαφέροντα, κἂν ἄρρητός τις καὶ ἄρρηκτος εἰς μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν. τὸ γὰρ θεῖον, ὡς ἦν πρὸ σαρκώσεως, ἔστι καὶ μετὰ σάρκωσιν κατὰ φύσιν ἄπειρον, ἄσχετον, ἀπαθές, ἀσύγκριτον, ἀναλλοίωτον, ἄτρεπτον, αὐτοσθενὲς καὶ τὸ πᾶν εἰπεῖν ὑφεστὸς οὐσιῶδες μόνον ἀπειροσθενὲς ἀγαθόν.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. βʹ Γέγονεν οὖν ἀληθῶς κατὰ τὰς γραφὰς μὴ τραπεὶς ὁ τῶν ὅλων θεὸς ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος, ὑπάρχων τεχνίτης φυσικὸς τῶν ὑπὲρ ἔννοιαν, κατ᾽ αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν οὐ περιγραφομένην αὐτῇ διὰ τὴν κένωσιν, οὐδ᾽ ὥσπερ τῆς αὐτοῦ θεότητος, οὕτω καὶ αὐτῆς φυσικῶς ἐκφυομένην, ἀλλ᾽ ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε, δι᾽ αὐτῆς ἐκφαινομένην. οὐ γὰρ γέγονε φύσει θεότης μεταβληθεῖσα τὴν φύσιν ἡ σὰρξ γενομένη τῇ φύσει θεότητος σάρξ, ἀλλ᾽ ὅπερ ἦν, καὶ θεότητι συμφυεῖσα μεμένηκε τὴν φύσιν καὶ τὴν ἐνέργειαν, καθὼς εἶπεν ὁ σωτήρ· “τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής„. καθ᾽ ἣν ἐνεργήσας τε καὶ παθών, ἅπερ ἦν ἀναμαρτήτου σαρκός, τὴν ὑπὲρ ἡμῶν ἐπιστώσατο κένωσιν θεότητος θαύμασι καὶ σαρκὸς παθήμασι φυσικῶς βεβαιουμένην. διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος ὁ τῶν ὅλων θεός, ἵνα σαρκὶ μὲν παθητῇ πάσχων ἅπαν ἡμῶν τὸ τῷ θανάτῳ πραθὲν λυτρώσηται γένος, ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν πρὸς τὴν ἀκήρατον αὐτοῦ καὶ μακαρίαν ἐπαναγάγῃ ζωὴν καὶ τὰ κατ᾽ οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώσῃ πρὸς ἀτρεψίαν τῷ μυστηρίῳ τῆς αὐτοῦ σωματώσεως, ἧς ἔργον ἡ τῶν ὅλων ἐστὶν εἰς αὐτὸν ἀνακεφαλαίωσις.

μεμένηκεν οὖν καὶ σαρκωθεὶς κατὰ τὴν φύσιν θεὸς ὑπεράπειρος, τὴν ἑαυτῷ συγγενῆ καὶ κατάλληλον ἔχων ἐνέργειαν, τῆς μὲν θεότητος οὐσιωδῶς ἐκφυομένην, διὰ δὲ τῆς αὐτοῦ παναγίας σαρκὸς ἐν τοῖς θαύμασιν οἰκονομικῶς ἐκφαινομένην, ἵνα πιστευθῇ θεὸς εἶναι, δι᾽ ἀσθενοῦς φύσει σαρκὸς αὐτουργῶν τὴν τοῦ παντὸς σωτηρίαν.