Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Πρὸς τὴν αἵρεσιν Νοήτου

Ἱππόλυτος Ῥώμης

Γραφική αναίρεση της αιρέσεως και διάκριση των θείων προσώπων

Θεολογική ανασκευή της νοητιανής ταύτισης Πατρός και Υιού μέσω της ορθής ερμηνείας προφητικών και ευαγγελικών χωρίων, τα οποία αναδεικνύουν τη διάκριση και τη σχέση των θείων προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 4

πρότερον γὰρ ὄντως ἐστὶν διηγήσασθαι ὅτι εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ πᾶσα πατριά, δι᾽ οὗ τὰ πάντα ⌞καὶ ἐξ οὗ τὰ πάντα⌟, καὶ ἡμεῖς ἐν αὐτῷ. ἴδωμεν, ὡς εἶπον, τὴν αὐτοῦ ἀνατροπήν, εἶθ᾽ οὕτως τὴν ἀλήθειαν διηγησώμεθα. φησὶν γάρ, Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ καὶ τὰ λοιπά, ἵνα εἴπῃ, Σὺ γὰρ ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ, οὐ νοῶν τὸ προειρημένον. ὁπόταν γὰρ θελήσωσιν πανουργεύεσθαι, περικόπτουσι τὰς γραφάς. ὁλοκλήρως δὲ εἰπάτω καὶ εὑρήσει τὴν αἰτίαν πρὸς τίνα λέγεται. ἀνωτέρω γὰρ μικρὸν ἀρχὴ τοῦ κεφαλαίου τυγχάνει, ὅθεν δεῖ ἀρξάμενον δεῖξαι πρὸς τίνα λέγει καὶ περὶ τίνος. ἄνωθεν γὰρ ἡ ἀρχὴ τοῦ κεφαλαίου τοῦτ᾽ ἔχει, Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου ⟦ἐντελεῖσθαί μοι⟧ καὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς· ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν· ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα αὐτόν, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν Κύριος Σαβαώθ.

οὕτως εἶπεν Κύριος Σαβαώθ, Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπόρια Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνήσουσιν καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν καὶ οὐκ ἔστιν Θεὸς πλὴν σοῦ. σὺ γὰρ ἦς Θεὸς καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.

Ἐν σοὶ οὖν, φησίν, ὁ Θεός ἐστιν. ἐν τίνι δὲ ὁ Θεὸς ἀλλ᾽ ἢ ἐν Χριστῷ Ἰησοῦ τῷ πατρῴῳ Λόγῳ καὶ τῷ μυστηρίῳ τῆς οἰκονομίας; περὶ οὗ πάλιν δεικνύων τὸ κατὰ σάρκα αὐτοῦ σημαίνει, Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. τί οὖν; περὶ τίνος μαρτυρεῖ Πατήρ; περὶ τοῦ Υἱοῦ ⟦αὐτοῦ⟧ Πατὴρ λέγει, Ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης. ὅτι δὲ Πατὴρ ἤγειρεν αὐτοῦ τὸν Υἱὸν ἐν δικαιοσύνῃ μαρτυρεῖ ὁ ἀπόστολος Παῦλος λέγων, Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἰδοὺ συνέστηκεν τὸ διὰ τοῦ προφήτου εἰρημένον, Ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης. τὸ δὲ εἰπεῖν, Ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, ἐδείκνυεν μυστήριον οἰκονομίας· ὅτι σεσαρκωμένου τοῦ Λόγου καὶ ἐνανθρωπήσαντος ὁ Πατὴρ ἦν ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί, ἐνπολιτευομένου τοῦ Υἱοῦ ἐν ἀνθρώποις. τοῦτο οὖν ἐσημαίνετο, ἀδελφοί, ὅτι ὄντως μυστήριον οἰκονομίας ἐκ πνεύματος ἁγίου ἦν οὗτος ὁ Λόγος καὶ παρθένου ἕνα Υἱὸν Θεῷ ἀπεργασάμενος. τοῦτο δὲ οὐκ ἐγὼ λέγω, ἀλλ᾽ αὐτὸς μαρτυρεῖ ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ. οὕτως γὰρ λέγει, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. τί οὖν ζητεῖ παρὰ τὸ εἰρημένον; μήτι ἐρεῖ ὅτι ἐν οὐρανῷ σὰρξ ἦν;

ἔστιν μὲν οὖν σὰρξ ἡ ὑπὸ τοῦ Λόγου τοῦ πατρῴου προσενεχθεῖσα δῶρον, ἡ ἐκ πνεύματος καὶ παρθένου τέλειος Υἱὸς Θεοῦ ἀποδεδειγμένος. πρόδηλον οὖν ὅτι αὐτὸς ἑαυτὸν προσέφερεν τῷ Πατρί. πρὸ δὲ τούτου ἐν οὐρανῷ σὰρξ οὐκ ἦν. τίς οὖν ἦν ἐν οὐρανῷ ἀλλ᾽ ἢ Λόγος ἄσαρκος, ὁ ἀποσταλεὶς ἵνα δείξῃ αὐτὸν ἐπὶ γῆς ὄντα εἶναι καὶ ἐν οὐρανῷ; Λόγος γὰρ ἦν, πνεῦμα ἦν, δύναμις ἦν. ὃς τὸ κοινὸν ὄνομα καὶ παρὰ ἀνθρώποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, τοῦτο καλούμενος ἀπ᾽ ἀρχῆς, υἱὸς ἀνθρώπου, διὰ τὸ μέλλον, καίτοι μήπω ὢν ἄνθρωπος. καθὼς ὁ Δανιὴλ μαρτυρεῖ λέγων, Εἶδον καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενον ὡς υἱὸν ἀνθρώπου. δικαίως οὖν ἐν τῷ οὐρανῷ ὄντα ἔλεγεν τὸν τῷ ὀνόματι τούτῳ ἀπ᾽ ἀρχῆς ὄντα καλεῖσθαι ἀπ᾽ ἀρχῆς, Λόγον Θεοῦ. ἀλλὰ τί μοι, φησίν, λέγει ἐν ἑτέρῳ, Οὗτος ὁ Θεός· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν; καλῶς εἶπεν. πρὸς γὰρ τὸν Πατέρα τίς λογισθήσεται; ὃ δὲ λέγει, Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξηῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ, ⌞καλῶς λέγει⌟. τίς γάρ ἐστιν Ἰακὼβ ὁ παῖς αὐτοῦ, Ἰσραὴλ ὁ ἠγαπημένος ὑπ᾽ αὐτοῦ, ἀλλ᾽ ἢ οὗτος περὶ οὗ βοᾷ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ηὐδόκησα· τούτου ἀκούετε;

πᾶσαν οὖν τὴν ἐπιστήμην παρὰ τοῦ Πατρὸς λαβὼν ὁ τέλειος Ἰσραήλ, ὁ ἀληθινὸς Ἰακώβ, μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

Ἰσραὴλ δὲ τίς ἐστιν ἀλλ᾽ ἢ ἄνθρωπος ὁρῶν τὸν Θεόν; ὁρῶν δὲ τὸν Θεὸν οὐδεὶς εἰ μὴ μόνος ὁ παῖς καὶ τέλειος ἄνθρωπος καὶ μόνος διηγησάμενος τὴν βουλὴν τοῦ Πατρός. λέγει γὰρ καὶ Ἰωάννης, Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς αὐτὸς διηγήσατο. καὶ πάλιν, Ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὃ ἤκουσεν καὶ ἑώρακεν μαρτυρεῖ. οὗτος οὖν ἐστιν ᾧ πᾶσαν ἐπιστήμην Πατὴρ ἔδωκεν· ὃς ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὃ δὲ λέγει ὁ ἀπόστολος, Ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, καλῶς διηγεῖται καὶ λαμπρὸν τὸ τῆς ἀληθείας μυστήριον. οὗτος ὢν ἐπὶ πάντων, Θεός ἐστιν. λέγει γὰρ οὕτω μετὰ παρρησίας, Πάντα μοι παραδέδοται ὑπὸ τοῦ Πατρός. ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς γεγέννηται, καὶ ἄνθρωπος γενόμενος Θεός ἐστιν εἰς τοὺς αἰῶνας. οὕτως γὰρ καὶ Ἰωάννης εἶπεν, Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ Θεὸς ὁ παντοκράτωρ. καλῶς εἶπεν παντοκράτορα Χριστόν. τοῦτο γὰρ εἶπεν ὅπερ καὶ αὐτῷ μαρτυρήσει ὁ Χριστός. μαρτυρῶν γὰρ Χριστὸς ἔφη, Πάντα μοι παραδέδοται παρὰ τοῦ Πατρός. καὶ πάντων κρατεῖ· παντοκράτωρ παρὰ Πατρὸς κατεστάθη Χριστός.

ἤδη δὲ καὶ Παῦλος, δεικνὺς ὅτι πάντα αὐτῷ παραδέδοται, οὕτως ἔφη, Ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ, πάντα ὑποτέτακται αὐτῷ, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς πάντα ἐν πᾶσιν. εἰ οὖν τὰ πάντα ὑποτέτακται αὐτῷ ἐκτὸς τοῦ ὑποτάξαντος, ⟦καὶ⟧ πάντων κρατεῖ· αὐτοῦ δὲ ὁ Πατήρ, ἵνα ἐν πᾶσιν εἷς Θεὸς φανῇ, ᾧ τὰ πάντα ὑποτάσσεται ἅμα Χριστῷ, ᾧ τὰ πάντα Πατὴρ ὑπέταξε παρὲξ ἑαυτοῦ. τοῦτο γὰρ Χριστὸς ἔφη, ὡς ἐν τῷ εὐαγγελίῳ καὶ Πατέρα ἴδιον καὶ Θεὸν ὡμολόγησεν. λέγει γὰρ οὕτως, Ὑπάγω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. εἰ οὖν Νοητὸς τολμᾷ λέγειν αὐτὸν εἶναι τὸν Πατέρα, ⟦καὶ⟧ πρὸς ποῖον Πατέρα ἐρεῖ πορεύεσθαι Χριστὸν κατὰ τὴν εὐαγγελικὴν φωνήν; εἰ δὲ ἀξιοῖ καταλείψαντος ἡμᾶς τὸ εὐαγγέλιον τῇ αὐτοῦ ἀφροσύνῃ πιστεύειν, μάτην κάμνει. Πειθαρχεῖν γὰρ δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. ἐὰν δὲ λέγῃ, Αὐτὸς εἶπεν, Ἐγὼ καὶ ὁ Πατὴρ ἐν ἐσμέν, ἐπιστανέτω τὸν νοῦν καὶ μανθανέτω ὅτι οὐκ εἶπεν ὅτι ἐγὼ καὶ ὁ Πατὴρ ἐν εἰμί, ἀλλ᾽ ἓν ἐσμέν.

τὸ γὰρ ἐσμὲν οὐκ ἐφ᾽ ἑνὸς λέγεται, ἀλλ᾽ ἐπὶ δύο· 〈δύο〉 πρόσωπα ἔδειξεν, δύναμιν δὲ μίαν. αὐτὸς δὲ αὐτὸ ἀπέλυσεν εἰπὼν περὶ μαθητῶν πρὸς τὸν Πατέρα, Τὴν δόξαν ἢν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. τί πρὸς ταῦτα ἔχουσιν λέγειν Νοητιανοί; μὴ πάντες ἓν σῶμά ἐστιν κατὰ τὴν οὐσίαν; ἢ τῇ δυνάμει καὶ τῇ διαθέσει τῆς ὁμοφρονίας ἓν γινόμεθα. τὸν αὐτὸν δὴ τρόπον ὁ παῖς ὁ πεμφθεὶς καὶ ὑπ᾽ αὐτῶν μὴ γινωσκόμενος ὄντων ἐν κόσμῳ ὡμολόγησεν εἶναι ἐν τῷ Πατρὶ δυνάμει, διαθέσει. εἷς γὰρ νοῦς Πατρὸς ὁ παῖς· οἱ δὲ νοῦν Πατρὸς ἔχοντες οὕτω πιστεύομεν. οἱ δὲ τὸν νοῦν μὴ ἔχοντες τὸν Υἱὸν ἤρνηνται. εἰ δὲ καὶ Φίλιππον ἐπερωτᾶν περὶ Πατρὸς βούλοιντο λέγειν— Δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν· πρὸς ὃν ἀπεκρίθη ὁ Κύριος λέγων, Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, Φίλιππε, καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; —καὶ θέλουσιν λέγειν διὰ τούτου κρατύνεσθαι τὸ δόγμα αὐτῶν, ὁμολογοῦντος αὐτοῦ ἑαυτὸν Πατέρα, γνώτωσαν ὅτι μέγιστον ἑαυτοῖς ἐναντίωμα ἐπιφέρουσιν, ὑπ᾽ αὐτοῦ τοῦ ῥητοῦ ἐλεγχόμενοι. τοῦ γὰρ Χριστοῦ ἑαυτὸν ἐν πᾶσιν Υἱὸν εἰπόντος καὶ δείξαντος οὐκ ἐπέγνωσαν· οὐδὲ καταλάβεσθαι ἢ ἀτενίσαι τὴν δύναμιν ἐδυνήθησαν.

καὶ τοῦτο μὴ χωρήσας Φίλιππος καθ᾽ ὃ ἦν ἰδεῖν τὸν Πατέρα ἠξίου βλέπειν. πρὸς ὃν ὁ Κύριος ἔφη, Φίλιππε, τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα; τοῦτ᾽ ἐστιν, εἰ ἐμὲ ἑώρακας, δι᾽ ἐμοῦ τὸν Πατέρα γνῶναι δύνῃ. διὰ γὰρ τῆς εἰκόνος ὁμοίας τυγχανούσης εὔγνωστος ὁ Πατὴρ γίνεται. εἰ δὲ τὴν εἰκόνα, ἥτις ἐστὶν ὁ Υἱός, οὐκ ἔγνως, πῶς ἰδεῖν θέλεις τὸν Πατέρα; ὅτι ταῦθ᾽ οὕτως ἔχει, τὰ ἐπικείμενα τῷ κεφαλαίῳ καὶ ὑποκείμενα ἀπολύει, τὸν προκείμενον Υἱὸν ἀπεσταλμένον παρὰ Πατρὸς καὶ πρὸς Πατέρα πορευόμενο〈ν〉 σημαίνοντα. πολλὰ δὲ καὶ ἕτερα, μᾶλλον δὲ πάντα ἐστὶ μαρτυροῦντα τῇ ἀληθείᾳ. ἀνάγκην οὖν ἔχει καὶ μὴ θέλων ὁμολογεῖν Πατέρα Θεὸν παντοκράτορα καὶ Χριστὸν Ἰησοῦν Υἱὸν Θεοῦ Θεὸν ἄνθρωπον γενόμενον· ᾧ πάντα Πατὴρ ὑπέταξε παρεκτὸς ἑαυτοῦ καὶ πνεύματος ἁγίου· καὶ ταῦτ᾽ εἶναι ὄντως τρία. εἰ δὲ βούλεται μαθεῖν πῶς εἷς Θεὸς ἀποδείκνυται, γιγνωσκέτω ὅτι μία δύναμις τούτου· καὶ ὅσον μὲν κατὰ τὴν δύναμιν εἷς ἐστιν Θεός, ὅσον δὲ κατὰ τὴν οἰκονομίαν τριχὴς ἡ ἐπίδειξις, ὡς ὕστερον ἀποδειχθήσεται ἀποδιδόντων ἡμῶν περὶ ἀληθείας λόγον. ταῦτα μὲν οὖν, ἀδελφοί, δείκνυται ἡμῖν συμφώνως εἰρημένα· εἷς γὰρ Θεός ἐστιν, ᾧ δεῖ πιστεύειν, ἀλλ᾽ ἀγένητος ἀπαθὴς ἀθάνατος, πάντα ποιῶν ὡς θέλει, καθὼς θέλει, ὅτε Θέλει.