καὶ ποτηρίου πάθος παραιτεῖται, ὁ διὰ τοῦτο παραγεγονὼς ἐν κόσμῳ, καὶ ἀγωνιῶν ἱδροῖ καὶ ὑπὸ ἀγγέλου ἐνδυναμοῦται, ὁ ἐνδυναμῶν τοὺς εἰς αὐτὸν πιστεύοντας καὶ θανάτου καταφρονεῖν ἔργῳ διδάξας. καὶ ὑπὸ Ἰούδα παραδίδοται, ὁ γινώσκων τὸν Ἰούδαν τίς ἐστιν, καὶ ἀτιμάζεται ὑπὸ Καιάφα, ὁ πρώην ὑπ᾽ αὐτοῦ ἱερατευόμενος ὡς Θεός, καὶ ὑπὸ Ἡρώδου ἐξουθενεῖται, ὁ μέλλων κρῖναι πᾶσαν τὴν γῆν, καὶ μαστίζεται ὑπὸ Πιλάτου, ὁ τὰς ἀσθενείας ἡμῶν ἀναδεξάμενος, καὶ ὑπὸ στρατιωτῶν παίζεται, ᾧ παραστήκουσιν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ ὑπὸ Ἰουδαίων ξύλῳ προσπήγνυται, ὁ πήξας ὡς καμάραν τὸν οὐρανόν. καὶ πρὸς Πατέρα βοῶν παρατίθεται τὸ πνεῦμα, ὁ ἀχώριστος τοῦ Πατρός, καὶ κλίνων κεφαλὴν ἐκπνεῖ, ὁ εἴπας, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ὅτι δὲ οὐκ ἐκυριεύετο ὑπὸ τοῦ θανάτου ὡς ζωή, εἶπεν, Ἐγὼ ἀπ᾽ ἐμαυτοῦ τίθημι αὐτήν. καὶ πλευρὰν λόγχῃ νύσσεται, ὁ τὴν ζωὴν πᾶσιν χαριζόμενος. καὶ σινδόνι ἑλισσόμενος ἐν μνημείῳ τίθεται, ὁ τοὺς νεκροὺς ἐγείρων, καὶ τριήμερος ὑπὸ Πατρὸς ἀνίσταται, αὐτὸς ὢν ἡ ἀνάστασις καὶ ἡ ζωή. ταῦτα γὰρ πάντα ἡμῖν κατώρθωσεν ὁ δι᾽ ἡμᾶς γεγονὼς καθ᾽ ἡμᾶς· αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἀνεδέξατο καὶ τὰς νόσους ἐβάστασεν καὶ περὶ ἡμῶν ὠδυνᾶτο, καθὼς εἶπεν Ἡσαίας ὁ προφήτης.