Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τοῦ ἀντιχρίστου

Ἱππόλυτος Ῥώμης

Η αντιπαραβολή του Χριστού με τον Αντίχριστο και η καταγωγή του

Η ερμηνεία πατριαρχικών και προφητικών χωρίων για τον Χριστό, καθώς και η παρουσίαση της καταγωγής του αντιχρίστου από τη φυλή του Δαν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 7

Τοῦ μὲν οὖν κυρίου καὶ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ διὰ τὸ βασιλικὸν καὶ ἔνδοξον ὡς λέοντος προκεκηρυγμένου, τὸν αὐτὸν τρόπον καὶ τὸν ἀντίχριστον ὁμοίως λέοντα προανηγόρευσαν αἱ γραφαὶ διὰ τὸ τυραννικὸν αὐτοῦ καὶ βίαιον. κατὰ πάντα γὰρ ἐξομοιοῦσθαι βούλεται ὁ πλάνος τῷ υἱῷ τοῦ θεοῦ. λέων μὲν ὁ Χριστὸς, καὶ λέων μὲν ὁ ἀντίχριστος. βασιλεὺς ὁ Χριστὸς, καὶ βασιλεὺς ἐπίγειος ὁ ἀντίχριστος. ἐδείχθη ὁ σωτὴρ ὡς ἀρνίον, καὶ αὐτὸς ὁμοίως φανήσεται ὡς ἀρνίον, ἔνδοθεν λύκος ὤν. ἐμπερίτομος ἦλθεν ὁ σωτὴρ εἰς τὸν κόσμον, καὶ αὐτὸς ὁμοίως ἐλεύσεται. ἀπέστειλεν ὁ κύριος τοὺς ἀποστόλους εἰς πάντα τὰ ἔθνη, καὶ αὐτὸς ὁμοίως πέμψει ψευδαποστόλους. συνήγαγε τὰ διεσκορπισμένα πρόβατα ὁ σωτήρ, καὶ αὐτὸς ὁμοίως ἐπισυνάξει τὸν διεσκορπισμένον λαὸν τῶν Ἰουδαίων. ἔδωκεν ὁ κύριος σφραγῖδα τοῖς εἰς αὐτὸν πιστεύουσιν, καὶ αὐτὸς δώσει ὁμοίως. ἐν σχήματι ἀνθρώπου ἐφάνη ὁ κύριος, καὶ αὐτὸς ἐν σχήματι ἀνθρώπου ἐλεύσεται. ἀνέστησεν ὁ σωτὴρ καὶ ἀπέδειξε τὴν ἁγίαν σάρκα αὐτοῦ ὡς ναόν, καὶ αὐτὸς ἀναστήσει τὸν ἐν Ἱεροσολύμοις λίθινον ναόν. καὶ ταῦτα μὲν τὰ πλάνα αὐτοῦ τεχνάσματα ἐν τοῖς ἑξῆς δηλώσομεν, νυνὶ δὲ πρὸς τὸ προκείμενον τραπῶμεν.

Λέγει οὖν ὁ μακάριος Ἰακὼβ ἐν ταῖς εὐλογίαις προαναφωνῶν τὰ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν οὕτως· “Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρες σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν. δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ ἐν τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.„ ταῦτα μὲν οὖν παραφράζειν ἐπισταμένῳ σοι αὐτὰ δοκεῖ τὸ νῦν παραιτεῖσθαι· ἀλλ᾽ ἐπεὶ αὐτὰ τὰ ῥητὰ προτρέπεται τοῦ λέγειν, οὐδὲ τοῦτο παραλείψομεν. ἔστι γὰρ ὄντως θεῖα καὶ ἔνδοξα, δυνάμενα ὠφελῆσαι ψυχήν. “σκύμνον γὰρ λέοντος„ εἰπὼν ὁ προφήτης τὸν ἐξ Ἰούδα καὶ Δαβὶδ, τὸν κατὰ σάρκα γενόμενον παῖδα θεοῦ ἐσήμανεν· ἐν δὲ τῷ εἰπεῖν “ἐκ βλαστοῦ, υἱέ μου ἀνέβης„ ἔδειξε τὸν βλαστήσαντα καρπὸν ἐκ τῆς ἁγίας παρθένου, μὴ ἐκ σπέρματος γεννώμενον, ἀλλ᾽ ἐξ ἁγίου πνεύματος συλλαμβανόμενον, καὶ τούτου ὡς ἐκ βλαστοῦ ἁγίου ἐκ γῆς προερχομένου.

Ἡσαΐας μὲν γὰρ λέγει· “ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαΐ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται.„ τὸ μὲν οὖν ὑπὸ τοῦ Ἡσαΐα “ἄνθος„ εἰρημένον ὁ Ἰακὼβ “βλαστὸν„ εἴρηκεν· πρῶτον γὰρ ἐβλάστησεν ἐν τῇ κοιλίᾳ ὁ λόγος, εἶτα ἤνθησεν ἐν τῷ κόσμῳ. τὸ δὲ λέγειν “ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος„ τὴν τριήμερον κοίμησιν τοῦ Χριστοῦ ἐδήλωσεν, ὡς καὶ Ἡσαΐας λέγει· “πῶς ἐγένετο πόρνη πόλις πιστή, Σιὼν πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.„ καὶ Δαβὶδ δὲ ὁμοίως· “ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου„, ἵνα δείξῃ ἐν τῷ ῥητῷ τὴν κοίμησιν καὶ τὴν ἀνάστασιν αὐτοῦ ποτε γεγενημένην. Ἰακὼβ δὲ λέγει “τίς ἐγερεῖ αὐτὸν;„ τουτέστιν ὁ πατήρ, καθὼς καὶ ὁ Παῦλος λέγει “καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.„ τὸ δὲ εἰπεῖν “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν„ τὴν διαδρομὴν τοῦ βασιλικοῦ γένους ἐξ Ἰούδα πληρουμένην ἐπὶ τὸν Χριστὸν ἐδήλωσεν. αὐτὸς γάρ ἐστιν ἡμῶν τῶν “ἐθνῶν προσδοκία„· προσδεχόμεθα γὰρ αὐτὸν ἐρχόμενον ἀπ᾽ οὐρανῶν ἐν δυνάμει, διὰ πίστεως ἤδη βλέπομεν. “δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ„ τουτέστι τὸν ἐκ περιτομῆς λαὸν πρὸς τὴν ἑαυτοῦ κλῆσιν. αὐτὸς γὰρ ἦν ἡ ἄμπελος. “

καὶ ἐν τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ„, τὸν λαὸν τὸν ἐξ ἐθνῶν ὡς νέον πῶλον εἰς αὑτὸν ἑνῶν, ὡς περιτομὴν καὶ ἀκροβυστίαν εἰς μίαν πίστιν καλῶν. “πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ„, τὴν τοῦ ἁγίου πνεύματος κατελθοῦσαν ἐπ᾽ αὐτὸν ἐπὶ τὸν Ἰορδάνην πατρικὴν χάριν. “καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ„· αἵματι οὖν σταφυλῆς ποίας, ἀλλ᾽ ἢ τῆς ἁγίας σαρκὸς αὐτοῦ ὡς βότρυος ἐπὶ ξύλου θλιβείσης; ἐξ ἧς πλευρᾶς ἔβλυσαν δύο πηγαί, αἵματος καὶ ὕδατος, δι᾽ ὧν τὰ ἔθνη ἀπολουόμενα καθαίρονται, ἅτινα ὡς περιβόλαιον λελόγισται Χριστῷ. “χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου.„ ὀφθαλμοὶ Χριστοῦ τίνες ἀλλ᾽ ἢ οἱ μακάριοι προφῆται, οἱ προϊδόντες τῷ πνεύματι καὶ προκηρύξαντες τὰ εἰς αὐτὸν συμβησόμενα πάθη, οἳ δυνάμει ἔχαιρον βλέποντες αὐτὸν πνευματικοῖς ὀφθαλμοῖς, ὑπ᾽ αὐτοῦ τοῦ λόγου καὶ τῆς αὐτοῦ χάριτος ἀεὶ καταρτιζόμενοι. τὸ δὲ εἰπεῖν “καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα„ ἐξ ἁγίου στόματος Χριστοῦ τὰς ἐκπορευομένας ἐντολὰς ἐσήμανεν, καθαρὰς οὔσας ὡς γάλα. ἐπεὶ οὖν λέοντα καὶ σκύμνον λέοντος τὸν Χριστὸν προανεφώνησαν αἱ γραφαί, τὸ ὅμοιον καὶ περὶ τοῦ ἀντιχρίστου εἴρηται. φησὶ γὰρ Μωσῆς οὕτως· “σκύμνος λέοντος Δὰν καὶ ἐκπηδήσεται ἐκ Βασάν.„ ἀλλ᾽ ἵνα μὴ σφαλῇ τις, νομίσας περὶ τοῦ Χριστοῦ εἰρῆσθαι τὸ ῥητὸν τοῦτο, ἐπιστησάτω τὸν νοῦν. “

Δάν„, φησι, “σκύμνος λέοντος„ τὴν φυλὴν ὀνομάσας, τὴν τοῦ Δὰν, ἐσαφήνισε τὸ προκείμενον, ἐξ ἧς μέλλει ὁ ἀντίχριστος γεννᾶσθαι. ὥσπερ γὰρ ἐκ τῆς Ἰούδα φυλῆς ὁ Χριστὸς γεγέννηται, οὕτως καὶ ἐκ τῆς τοῦ Δὰν φυλῆς ὁ ἀντίχριστος γεννηθήσεται. ὅτι δὲ οὕτως ἔχει, τί φησιν Ἰακὼβ “γενηθήτω Δὰν ὄφις ἐφ᾽ ὁδοῦ καθήμενος, δάκνων πτέρναν ἵππου.„ ὄφις οὖν τίς ἄρα ἢ ὁ ἀπ᾽ ἀρχῆς πλάνος, ὁ ἐν τῇ γενέσει εἰρημένος, ὁ πλανήσας τὴν Εὖαν καὶ πτερνίσας τὸν Ἀδάμ; ἀλλ᾽ ἐπειδὴ διὰ πλειόνων μαρτυριῶν δεῖ ἀποδεῖξαι τὰ προκείμενα, οὐκ ἀτονήσωμεν. ὅτι μὲν γὰρ ὄντως ἐκ τῆς φυλῆς Δὰν μέλλει γεννᾶσθαι καὶ ἀνίστασθαι τύραννος, βασιλεὺς, κριτὴς δεινός, υἱὸς τοῦ διαβόλου, φησὶν ὁ προφήτης “Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μίαν φυλὴν ἐν Ἰσραήλ.„ ἀλλ᾽ ἐρεῖ τις· τοῦτο ἐπὶ τὸν Σαμψὼν εἴρηται, ὃς ἐκ τῆς φυλῆς τοῦ Δὰν γεννηθεὶς ἔκρινε τὸν λαὸν εἴκοσιν ἔτη. τὸ μὲν ἐπὶ τοῦ Σαμψὼν μερικῶς γεγένηται, τὸ δὲ καθ᾽ ὅλου πληρωθήσεται ἐπὶ τὸν ἀντίχριστον.

λέγει γὰρ καὶ Ἱερεμίας οὕτως· “σπουδὴν ἐκ Δὰν ἀκουσόμεθα ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ.„ λέγει δὲ καὶ ἕτερος προφήτης· “συνάξει πᾶσαν δύναμιν αὐτοῦ ἀπὸ ἡλίου ἀνατολῶν μέχρις ἡλίου δυσμῶν· οὓς κεκλήκει καὶ οὓς οὐ κεκλήκει πορεύσονται μετ᾽ αὐτοῦ· λευκανεῖ τὴν θάλασσαν ἀπὸ τῶν ἱστίων τῶν πλοίων αὐτοῦ καὶ μελανεῖ τὸ πεδίον ἀπὸ τῶν θυρεῶν καὶ τῶν ὅπλων· καὶ πᾶς ὃς ἂν συναντήσει αὐτῷ ἐν πολέμῳ, ἐν μαχαίρᾳ πεσεῖται.„ ὅτι μὲν οὖν ταῦτα οὐκ ἐπ᾽ ἄλλον τινὰ εἴρηται ἀλλ᾽ ἢ ἐπὶ τὸν τύραννον καὶ ἀναιδῆ καὶ θεομάχον, δείξομεν διὰ τῶν ἑξῆς. λέγει γὰρ Ἡσαΐας οὕτως· “καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐπὶ τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. εἶπε γάρ· τῇ ἰσχύι ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀροῦμαι· καὶ οὐκ ἔστιν ὅστις διαφεύξεταί με ἢ ἀντείπῃ μοι. καὶ οὐχ οὕτως;