Ἔργον
Ἱππόλυτος Ῥώμης – Περὶ τοῦ ἀντιχρίστου
Η παραπλάνηση των εθνών και η δοκιμασία της Εκκλησίας
Η απατηλή συγκέντρωση της διασποράς, η αλληγορία της Εκκλησίας ως πλοίου εν μέσω τρικυμίας και το όραμα της γυναίκας που καταφεύγει στην έρημο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η παραπλάνηση των εθνών και η δοκιμασία της Εκκλησίας
Η απατηλή συγκέντρωση της διασποράς, η αλληγορία της Εκκλησίας ως πλοίου εν μέσω τρικυμίας και το όραμα της γυναίκας που καταφεύγει στην έρημο.
οὗτος γὰρ προσκαλέσεται πάντα τὸν λαὸν πρὸς ἑαυτὸν ἐκ πάσης χώρας τῆς διασπορᾶς, ἰδιοποιούμενος αὐτοὺς ὡς ἴδια τέκνα, ἐπαγγελλόμενος αὐτοῖς ἀποκαταστήσειν τὴν χώραν καὶ ἀναστήσειν αὐτῶν τὴν βασιλείαν καὶ τὸν ναόν, ἵνα ὑπ᾽ αὐτῶν ὡς θεὸς προσκυνηθῇ, ὡς λέγει ὁ προφήτης· “συνάξει πᾶσαν αὐτοῦ τὴν δύναμιν ἀπὸ ἡλίου ἀνατολῶν ἄχρι ἡλίου δυσμῶν, οὓς κεκλήκει καὶ οὓς οὐ κεκλήκει πορεύσονται μετ᾽ αὐτοῦ.„ καὶ Ἱερεμίας δὲ εἰς αὐτὸν χρώμενος παραβολῇ φησιν οὕτως· “πέρδιξ ἐφώνησεν, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν τὸν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν ἐγκαταλείψουσιν αὐτόν, καὶ ἔσται ἐπ᾽ ἐσχάτων αὐτοῦ ἄφρων.„ οὐ βλάψει οὖν διὰ τὸ προκείμενον καὶ τὴν τέχνην τοῦ ζῴου διηγήσασθαι καὶ ὅτι οὐ μάτην ὁ προφήτης ἀπεφήνατο τὸ ῥητὸν τῇ τοῦ ζῴου παραβολῇ χρησάμενος. τοῦ γὰρ πέρδικος κενοδόξου ζῴου ὑπάρχοντος, ἐπὰν πλησίον ἴδῃ ἑτέρου πέρδικος καλιὰν ἔχουσαν νεοσσούς, ἀποπτάντος τοῦ πατρὸς αὐτῶν ἐπὶ τὴν νομήν, μιμούμενος τὴν τοῦ ἀλλοτρίου φωνὴν προσκαλεῖται πρὸς ἑαυτὸν τοὺς νεοσσούς· οἱ δὲ νομίσαντες τὸν ἴδιον αὐτῶν πατέρα ὑπάρχειν, προστρέχουσιν αὐτῷ. ὁ δὲ ἐγγαυριᾷ ἐν ἀλλοτρίοις τέκνοις ὡς ἰδίοις. ἐπελθόντος δὲ τοῦ ἀληθινοῦ πατρὸς καὶ βοήσαντος τῇ ἰδίᾳ φωνῇ, ἐπιγνόντες οἱ νεοσσοί, καταλείψαντες τὸν νόθον πορεύονται πρὸς τὸν ἀληθινὸν πατέρα.
τῷ αὐτῷ ὁμοιώματι ὁμοίως μετεχρήσατο εἰπὼν ὁ προφήτης περὶ τοῦ ἀντιχρίστου, ὃς προσκαλέσεται πρὸς ἑαυτὸν τὴν ἀνθρωπότητα, τὰ ἀλλότρια ἰδιοποιεῖσθαι βουλόμενος, λύτρωσιν πᾶσι ματαίαν ἐπαγγελλόμενος, ἑαυτὸν σῶσαι μὴ δυνάμενος. οὗτος οὖν ἐπισυνάξας πρὸς ἑαυτὸν τὸν πάντοτε ἀπειθῆ θεῷ λαὸν γεγενημένον, ἄρχεται παρακαλούμενος ὑπ᾽ αὐτῶν διώκειν τοὺς ἁγίους ὡς ἐχθροὺς καὶ ἀντιδίκους αὐτῶν ὑπάρχοντας, καθώς φησιν ὁ εὐαγγελιστής· “κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δέ τις ἦν ἐν τῇ πόλει ἐκείνῃ, ἣ παρεκάλει αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. ὁ δὲ οὐκ ἤθελεν ἐπὶ χρόνον· ὕστερον μέντοι εἶπεν ἐν ἑαυτῷ λέγων· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διὰ δὲ τὸ παρενοχλεῖν μοι τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν.„ “κριτὴν„ μὲν οὖν “ἀδικίας„ τὸν μήτε “τὸν θεὸν φοβούμενον μήτε ἄνθρωπον ἐντρεπόμενον„ ἀδιστάκτως τὸν ἀντίχριστον λέγει, ὃς υἱὸς ὢν τοῦ διαβόλου καὶ σκεῦος τοῦ σατανᾶ βασιλεύσας ἄρξεται καὶ κατὰ τοῦ θεοῦ ἐπαίρεσθαι, ἀληθῶς “μήτε τὸν θεὸν φοβούμενος μήτε„ τὸν υἱὸν τοῦ θεοῦ κριτὴν πάντων ὄντα ἐντρεπόμενος. “
χήραν δὲ ἣν λέγει εἶναι ἐν τῇ πόλει„ αὐτὴν τὴν Ἱερουσαλὴμ σημαίνει, ἥτις ὄντως ἔστι χήρα, καταλειφθεῖσα ὑπὸ τοῦ τελείου καὶ ἐπουρανίου νυμφίου, ἥτις ἐκδίκησιν ἐπιζητεῖ παρὰ ἀνθρώπου θνητοῦ, ὡς ἀδικηθεῖσα ὑπὸ τοῦ Χριστοῦ· τοῦτον οὖν ἀντίδικον ἑαυτῆς ἀποκαλοῦσα καὶ οὐ σωτῆρα, μὴ ἐπιγνοῦσα τὸ εἰρημένον ὑπὸ Ἱερεμίου τοῦ προφήτου· “ἀνθ᾽ ὧν ἠπείθησαν τῇ ἀληθείᾳ τότε λαλήσει τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλὴμ πνεῦμα πλανήσεως.„ καὶ Ἡσαΐας δὲ ὁμοίως· “τὸν λαὸν τοῦτον διὰ τὸ μὴ βουληθῆναι αὐτοὺς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ πιεῖν, ἀλλ᾽ ἐπεσπάσαντο ἐφ᾽ ἑαυτοὺς τὸν Ῥαασσὼν βασιλέα τῶν Ἀσσυρίων.„ βασιλέα δὲ Ἀσσυρίων ἐν συμβόλῳ τὸν ἀντίχριστον λέγει, καθὼς καὶ ἕτερος προφήτης φησίν· “καὶ ἔσται αὕτη ἡ παρ᾽ ἐμοῦ εἰρήνη, ὅταν ὁ Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.„ καὶ Μωσῆς δὲ ὁμοίως προγινώσκων ὅτι μελλήσει ὁ λαὸς ἀπωθεῖσθαι καὶ ἀποβάλλεσθαι τὸν ἀληθῆ “τοῦ κόσμου σωτῆρα„, συναίρεσθαι δὲ τῇ πλάνῃ ἐπίγειον βασιλέα αἱρούμενος, τὸν δὲ ἐπουράνιον ἀθετεῖν, φησίν· “οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ᾽ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω καὶ ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν.„ ἐσφάλησαν οὖν κατὰ πάντα, ἐν μηδενὶ σύμφωνοι μήτε τῇ ἀληθείᾳ εὑρισκόμενοι, μήτε κατὰ τὸν νόμον διὰ τὸ παραβάτας αὐτοὺς γεγενῆσθαι, μήτε κατὰ τοὺς προφήτας διὰ τὸ καὶ αὐτοὺς τοὺς προφήτας ἀνῃρηκέναι, μήτε κατὰ τὴν τῶν εὐαγγελίων φωνὴν διὰ τὸ καὶ αὐτὸν τὸν σωτῆρα ἐσταυρωκέναι, μήτε τοῖς ἀποστόλοις πειθόμενοι διὰ τὸ καὶ αὐτοὺς ἐκδεδιωκέναι, πάντοτε ἐπίβουλοι καὶ προδόται τῆς ἀληθείας γενόμενοι, μισόθεοι μᾶλλον καὶ μὴ φιλόθεοι εὑρισκόμενοι, οἳ καὶ τότε λαβόμενοι καιρὸν ἐκδικίαν παρὰ ἀνθρώπου θνητοῦ τυχεῖν εὔχονται, κατὰ τῶν δούλων τοῦ θεοῦ ἐπεγειρόμενοι. ὃς φυσιωθεὶς ὑπ᾽ αὐτῶν ἄρχεται βίβλους κατὰ τῶν ἁγίων ἐκπέμπειν τοῦ πάντας πανταχοῦ ἀναιρεῖσθαι, τοὺς μὴ θέλοντας αὐτὸν σεβάζειν καὶ προσκυνεῖν ὡς θεόν, καθὼς Ἡσαΐας φησίν· “οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν· τίς αὐτοῦ ἐπέκεινα; ἔθνος 〈μὴ〉 ἐλπίζον καὶ καταπεπατημένον ἐστίν.„ ἀλλ᾽ ἡμεῖς οἵτινες ἐλπίζοντες εἰς τὸν υἱὸν τοῦ θεοῦ διωκόμεθα καταπατούμενοι ὑπὸ τῶν ἀπίστων καὶ πονηρῶν ἀνθρώπων. “
πλοίων γὰρ πτέρυγές„ εἰσιν αἱ ἐκκλησίαι· “θάλασσα„ δέ ἐστιν ὁ κόσμος, ἐν ᾧ ἡ ἐκκλησία ὡς ναῦς ἐν πελάγει χειμάζεται μὲν ἀλλ᾽ οὐκ ἀπόλλυται. ἔχει γὰρ μεθ᾽ ἑαυτῆς τὸν ἔμπειρον κυβερνήτην Χριστόν. φέρει δὲ ἐν μέσῳ καὶ τὸ τρόπαιον τὸ κατὰ τοῦ θανάτου, ὡς τὸν σταυρὸν τοῦ κυρίου μεθ᾽ ἑαυτῆς βαστάζουσα. ἔστι γὰρ αὐτῆς ἡ μὲν πρῷρα ἀνατολή, πρύμνα δὲ ὡς δύσις, τὸ δὲ κοῖλον μεσημβρία, οἴακες δύο αἱ δύο διαθῆκαι, σχοινία δὲ περιτεταμένα ὡς ἀγάπη τοῦ Χριστοῦ σφίγγουσα τὴν ἐκκλησίαν ἀντλίαν δὲ φέρει μεθ᾽ ἑαυτῆς ὡς τὸ “λουτρὸν τῆς παλιγγενεσίας„, ἀνανεοῦσαν τοὺς πιστεύοντας. ὀθόνη δὲ ταύτῃ λαμπρὰ πάρεστιν ὡς τὸ πνεῦμα τὸ ἀπ᾽ οὐρανῶν, δι᾽ οὗ σφραγίζονται οἱ πιστεύοντες τῷ θεῷ. παρέπονται δὲ αὐτῇ καὶ ἄγκυραι σιδηραῖ, αὐτοῦ τοῦ Χριστοῦ αἱ ἅγιαι ἐντολαὶ δυναταὶ οὖσαι ὡς σίδηρος. ἔχει δὲ καὶ ναύτας δεξιᾷ καὶ εὐωνύμῳ ὡς ἁγίους ἀγγέλους παρέδρους, δι᾽ ὧν ἀεὶ κρατεῖται καὶ φρουρεῖται ἡ ἐκκλησία. κλῖμαξ δὲ ἐν αὐτῇ εἰς ὕψος ἐπὶ τὸ κέρας ἀνάγουσα ὡς εἰκὼν σημείου πάθους Χριστοῦ, ἕλκουσα τοὺς πιστοὺς εἰς ἀνάβασιν οὐρανῶν. ψίφαροι δὲ ἐπὶ τὸ κέρας ἐφ᾽ ὑψηλοῦ ἑνούμενοι ὡς τάξεις προφητῶν μαρτύρων τε καὶ ἀποστόλων εἰς βασιλείαν Χριστοῦ ἀναπαυόμεναι.
περὶ μὲν οὖν τοῦ διωγμοῦ καὶ τῆς θλίψεως τῆς γινομένης ἐπὶ τὴν ἐκκλησίαν ὑπὸ τοῦ ἀντικειμένου καὶ Ἰωάννης φησίν· “καὶ εἶδον σημεῖον μέγα καὶ θαυμαστόν, γυναῖκα περιβεβλημένην τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, καὶ ἐν γαστρὶ ἔχουσα κράζει ὠδίνουσα καὶ βασανιζομένη τοῦ τεκεῖν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη. καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἐκεῖ ἔχει τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα„. “καὶ ὅτε εἶδεν ὁ δράκων, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρσενα. καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως. καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμὸν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ. καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμόν, ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.
καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.„ τὴν μὲν οὖν “γυναῖκα τὴν περιβεβλημένην τὸν ἥλιον„ σαφέστατα τὴν ἐκκλησίαν ἐδήλωσεν, ἐνδεδυμένην τὸν λόγον τὸν πατρῷον ὑπὲρ ἥλιον λάμποντα· “σελήνην„ δὲ λέγων “ὑποκάτω τῶν ποδῶν αὐτῆς„ δόξῃ ἐπουρανίῳ ὡς σελήνην κεκοσμημένην· τὸ δὲ λέγειν “ἐπάνω τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα„ δηλοῖ τοὺς δώδεκα ἀποστόλους, δι᾽ ὧν καθίδρυται ἡ ἐκκλησία. “καὶ ἐν γαστρὶ ἔχουσα κράζει, ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν„, ὅτι ἀεὶ οὐ παύεται ἡ ἐκκλησία γεννῶσα ἐκ καρδίας τὸν λόγον καίτοι ἐν κόσμῳ ὑπὸ ἀπίστων διωκομένη. “καὶ ἔτεκεν„, φησίν, “υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη„ τὸν ἄρσενα καὶ τέλειον Χριστόν, παῖδα θεοῦ, θεὸν καὶ ἄνθρωπον, ὃν κατήγγειλαν οἱ προφῆται, ὃν ἀεὶ τίκτουσα ἡ ἐκκλησία διδάσκει πάντα τὰ ἔθνη. τὸ δὲ λέγειν “ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ„, ὅτι ἐπουράνιός ἐστι βασιλεὺς καὶ οὐκ ἐπίγειος ὁ δι᾽ αὐτῆς ἀεὶ γεννώμενος, καθὼς καὶ Δαβὶδ προανεφώνει λέγων· “εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.„ “καὶ εἶδεν„, φησίν, “ὁ δράκων καὶ ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρσενα.
καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.„ αὗταί εἰσιν αἱ “χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι„, “τὸ ἥμισυ τῆς ἑβδομάδος„, ἃς κρατήσει ὁ τύραννος διώκων τὴν ἐκκλησίαν φεύγουσαν “ἀπὸ πόλεως εἰς πόλιν„ καὶ ἐν ἐρημίᾳ κρυβομένην καὶ ἐν τοῖς ὄρεσιν, ἔχουσαν μεθ᾽ ἑαυτῆς οὐδὲν ἕτερον εἰ μὴ τὰς “δύο πτέρυγας τοῦ ἀετοῦ τοῦ μεγάλου„, τουτέστι τὴν εἰς Χριστὸν Ἰησοῦν πίστιν, ὃς ἐκτείνας τὰς ἁγίας χεῖρας ἐπὶ τῷ ξύλῳ ἥπλωσε δύο πτέρυγας, δεξιὰν καὶ εὐώνυμον, προσκαλούμενος πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας καὶ σκεπάζων “ὡς ὄρνις νεοσσούς„. καὶ γὰρ διὰ Μαλαχίου φησίν· “καὶ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.„ λέγει δὲ καὶ ὁ κύριος· “ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.