Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ

Ἱππόλυτος Ῥώμης

Η έλευση του Ησαύ και η μετάδοση της ευλογίας στα έθνη

Αντιπαραβολή της ιουδαϊκής τήρησης του νόμου με την κλήση των εθνών μέσα από την προσφορά του Ησαύ, και προτυπώσεις του πάθους του Λόγου και της ελευθερίας του Ευαγγελίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 8

Τῆς μὲν οὖν εὐλογίας ταύτης ἐμφάσει μὲν ὡς ἐπὶ τὸν Ἰακὼβ εἰρημένης, τῇ δὲ ἀληθείᾳ ἐπὶ τὸν Χριστὸν πεπληρωμένης, ἴδωμεν τί λέγει ἐν τοῖς ἑξῆς. «Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ 〈τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν Ἰακὼβ〉 ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας· καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ».

Τὰ μὲν οὖν Ἡσαῦ ἐδέσματα σημαίνει τὴν ἐν τῷ νόμῳ τοῦ λαοῦ θρησκείαν, ὡς καυχώμενοι καὶ νομίζοντες διὰ περιτομῆς δικαιοῦσθαι προσέφερον προσήλυτα ἔθνη ὡς τροφὴν αὐτοὶ τροφῆς ἐπιδεόμενοι, ἄρτου ἐπουρανίου θιγεῖν μὴ δυνάμενοι.

Εἶπεν οὖν Ἡσαῦ· «ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». πῶς ὑπερήφανον τὸ ῥῆμα καὶ ἐπηρμένον τῇ καρδίᾳ· καὶ γὰρ ἕως σήμερον οἱ ἐκ περιτομῆς ὁμοίως καυχῶνται, ὡς μόνοι δεδικαιωμένοι. ὁ δὲ μακάριος Ἰακὼβ τὸ εὐλαβὲς καὶ ταπεινόφρον προσλαβόμενος ἔλεγεν τῷ πατρί· «ἐποίησα καθ᾽ ἃ ἐλάλησάς μοι»· ὁ δὲ Ἡσαῦ οὐχ οὕτως, ἀλλὰ «ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου». ὁ δὲ πρὸς αὐτὸν ἔφη· «τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου, ὁ πρωτότοκος, Ἡσαῦ. ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλθεῖν καὶ ηὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται». πῶς ἐγρηγόρησεν ἐνθάδε τὸ πνεῦμα τοῦ προφήτου. ἐπειδὴ γὰρ ἐν τῇ εὐλογίᾳ προσομιλῶν τῷ Ἰακὼβ εἶπεν· «ὁ εὐλογῶν σε εὐλογημένος· ὁ δὲ καταρώμενός σε ἐπικατάρατος», διὰ τοῦτο ἐπεσφαλίσατο ἐκ δευτέρου καὶ ἐπεσφράγισεν τὴν πρώτην εὐλογίαν εἰπών· «ηὐλόγησα αὐτὸν καὶ εὐλογημένος ἔσται». ἦν γὰρ τὸ γεγονὸς ὑπὸ τοῦ Ἰακὼβ μυστήριον οἰκονομίας εἰς Χριστὸν προτυπούμενον, ὃς εὐλογημένος ὑπὸ τοῦ πατρὸς γεννηθεὶς εἰς τοὺς αἰῶνας ἐγένετο εὐλογημένος.

Τὸ δὲ εἰπεῖν τὴν γραφήν· «ἐξέστη δὲ Ἰσαὰκ 〈ἔκστασιν μεγάλην σφόδρα», τοῦτ᾽ ἔστιν· ἐθαύμασεν Ἰσαὰκ〉 ἐπὶ τῷ γεγονότι, προορῶν 〈τὰ〉 ἔθνη διὰ τοῦ νεωτέρου υἱοῦ 〈ὑπὸ〉 τοῦ θεοῦ μέλλοντα εὐλογεῖσθαι καὶ εἰς τὴν διαθήκην τῆς ἐπαγγελίας τῶν πατέρων χωρεῖν. διὰ τοῦτο γὰρ καὶ Ἰακὼβ τικτόμενος καὶ ἔσχατος ἐκ κοιλίας μητρὸς ἐκπορευόμενος τὴν πτέρναν ἐκράτει τοῦ Ἡσαῦ· ἤμελλεν γὰρ ὁ τοῖς ἴχνεσιν τῶν προφητῶν κατακολουθῶν ἔσχατος λαὸς λήψεσθαι τὰ πρωτοτόκια εἰς καινὴν διαθήκην πρῶτος εὑρισκόμενος. «Ἐγένετο ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δὴ κἀμὲ πάτερ. εἶπεν δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου».

Τὸ οὖν εἰπεῖν αὐτῷ· «ἐλθὼν 〈ὁ ἀδελφός〉 σου μετὰ δόλου 〈ἔλαβεν τὴν εὐλογίαν σου〉» σημαίνει μυστικῶς, ὅτι ἤμελλεν ὁ λόγος τοῦ θεοῦ σαρκωθεὶς μορφὴν δούλου λαμβάνειν, ἵνα δι᾽ αὐτοῦ ἄγνωστος γεννηθεὶς ἀναδέξηται τὴν εὐλογίαν παρὰ τοῦ πατρός, μεταδιδοὺς καὶ ἡμῖν τοῖς ἐπ᾽ αὐτὸν πιστεύουσιν.

Ὁ δὲ ἀκούσας ἔφη· «δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνισεν γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νῦν ἔλαβεν τὴν εὐλογίαν μου. καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακώβ, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· πότε ἐγγίσωσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου;» Πῶς σαφῶς ἐνθάδε προανεφώνησεν ἡ γραφὴ 〈διὰ Ἡσαῦ τὰ συμβησόμενα τὰ συναφῆ·〉 καὶ γὰρ ὁ λόγος πατὴρ τοῦ λαοῦ ἐδείκνυτο, ὃς ἐπ᾽ ἐσχάτων διὰ τῆς σαρκὸς ἐπὶ τὸ πάθος ἤγγισεν. ὡς Μωσῆς ὀνειδίζων τὸν λαὸν λέγει· «ταῦτα κυρίῳ ἀνταποδίδοτε, οὐκ αὐτός σου πατήρ;» διέστειλεν οὖν ἡ γραφή, ἵνα νοήσωμεν τὸ εἰρημένον. τὸ γὰρ εἰπεῖν τὸν Ἡσαῦ· «πότε ἐγγίσωσιν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου;» περὶ τῶν ἡμερῶν τοῦ πάσχα διηγεῖται, ἐν αἷς παρῄει ὁ λόγος κηρύσσων αὐτοῖς τὴν βασιλείαν. τὸ δὲ «ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου», ἵνα δειχθῇ αὐτὸς ὁ ἄνθρωπος, ὁ κατὰ σάρκα ἐκ τοῦ Ἰακὼβ γεννηθεὶς καὶ ὑπ᾽ αὐτοῦ ἐπὶ ξύλου προσηλωθείς.

Φησὶν οὖν πρὸς αὐτόν· «οὐχ ὑπελίπου μοι εὐλογίαν πάτερ;» ἵνα γὰρ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς ἐν τῷ Χριστῷ κατοικοῦν εὑρεθῇ, ὅδε πρὸς αὐτὸν ἔφη· «εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω τέκνον;

Κατανυχθέντος δὲ Ἰσαὰκ ἐβόησεν φωνὴν Ἡσαῦ καὶ ἔκλαυσεν». τὸ οὖν κατανυγῆναι τὸν Ἰσαὰκ τὸ ἐπισπλαγχνισθῆναι τὸν λόγον ἐπὶ τῷ τοῦ λαοῦ παραπτώματι. καὶ γὰρ ὁ σωτὴρ δεόμενος ὑπὲρ αὐτῶν ἔλεγεν· «πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν ὃ ποιοῦσιν».

Τὸ δὲ ἀναβοήσαντα τὸν Ἡσαῦ κλαῦσαι τὸ μετανοῆσαι αὐτοὺς ἐφ᾽ ᾧ ἔπραξαν ἔργῳ. ὡς καὶ ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων γέγραπται· «ἀκούσαντες γὰρ αὐτὰ κατενύγησαν τῇ καρδίᾳ, εἰπόντες πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν ἄνδρες ἀδελφοί; οἱ δὲ εἶπον· μετανοήσατε καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν».

Αὕτη οὖν ἡ εὐλογία, ἣν ἐζήτει λαβεῖν ὁ Ἡσαῦ τότε. ἀλλ᾽ ἐπειδὴ καιρὸς οὐκ ἦν, προφητεύων Ἰσαὰκ τὰ μέλλοντα φησὶν πρὸς αὐτόν· «ἰδοὺ ἀπὸ τῆς πιότητος 〈τῆς〉 γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσει καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου». τὰ μὲν εἰρημένα ὑπὸ τοῦ μακαρίου Ἰσαὰκ πότερον εὐλογίας ἔχει δύναμιν ἢ προφητείας; χρὴ γὰρ νοεῖν τὰ προκείμενα. ἰδού φησιν· «ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται 〈ἡ〉 κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν». συνέβη γὰρ κατοικῆσαι τὸν λαὸν ἐν τῇ γῇ τῶν Χαναναίων, 〈ἣν〉 διένειμεν αὐτοῖς Ἰησοῦς ὁ τοῦ Ναυῆ. τὸ δὲ εἰπεῖν «καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν», ὅτι οἱ προφῆται νεφέλης δίκην ἐδρόσιζον αὐτοὺς γνωρίσαντες αὐτοῖς τὰ τοῦ θεοῦ λόγια. τὸ δὲ εἰπεῖν «ἐπὶ τῇ μαχαίρᾳ σου ζήσει», ὅτι ἀεὶ ὁ λαὸς οὐκ ἐπαύσατο πολεμῶν καὶ πολεμούμενος πρὸς τὰ κύκλωθεν ἔθνη κατοικοῦντα, καθὼς αὐταὶ αἱ γραφαὶ δηλοῦσιν. τὸ δὲ εἰπεῖν «καὶ τῷ ἀδελφῷ σου δουλεύσεις» σημαίνει τὸν νῦν ἐνεστῶτα καιρόν, ἐν ᾧ παρῆν ὁ σωτὴρ ἐπισκεψάμενος τοὺς ἰδίους κατὰ σάρκα ἀδελφούς, ᾧ παραινεῖ ὁ προφήτης ὑπήκοον γενάμενον δουλεύειν. διὰ τοῦτο ἔφη· «ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου». ποῖον ζυγόν, ἀλλ᾽ ἢ τὸν ἐν τῷ νόμῳ κείμενον;

ἵνα μηκέτι νῦν δοῦλοι ὑπὸ ζυγὸν νόμου πολιτεύωνται, ἀλλὰ ἐλεύθεροι τῷ εὐαγγελίῳ πιστεύοντες καὶ νῦν σωθῆναι δύνωνται.

Τῶν οὖν μακαρίων προφητῶν κατὰ γενεὰν ἡμῖν τὰ τοῦ Χριστοῦ μυστήρια προκηρυξάντων 〈καὶ τὰ τῆς δικαιοσύνης σαφέστατα δειξάντων〉 τίς διστάζει ἐπὶ τούτοις προφανῶς λελαλημένοις; εἰ γὰρ τὰ πρὸ παρῳχηκότα καὶ τὰ ἐνεστῶτα εἰπόντες πιστοὶ ὑφ᾽ ἡμῶν κρίνονται, πῶς οὐχὶ καὶ τὰ μέλλοντα ἔσεσθαι;