Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς εὐλογίας Ἰσαὰκ καὶ Ἰακώβ

Ἱππόλυτος Ῥώμης

Οι ευλογίες του Ιακώβ προς τον Ρουβήμ, τον Συμεών και τον Λευί

Εισαγωγή στη σύναξη των δώδεκα υιών και προφητικός έλεγχος των πράξεων του Ρουβήμ, του Συμεών και του Λευί με τυπολογικές αναφορές στη στάση του λαού απέναντι στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 5 από 8

LES DOUZE FILS DE JACOB Τῶν οὖν ἁγίων γραφῶν κατὰ πάντα λόγον πληροφορουσῶν ἡμᾶς διὰ τῶν προφητῶν πειρώμενοι ἴδωμεν ἐν τοῖς ἑξῆς τί λέγει. «Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν· συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ᾽ ἐσχάτῳ τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν».

Τὸ μὲν οὖν εἰπεῖν αὐτόν· «συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ᾽ ἐσχάτῳ τῶν ἡμερῶν», προφητεία ἐστὶν τοῦτο, οὐκ εὐλογία· 〈ἡ μὲν γὰρ εὐλογία〉 φέρεται ἐπί τινι εὐλογουμένῳ, ἡ δὲ προφητεία γίνεται ἐπὶ ἔργῳ τινὶ τελουμένῳ. λεγούσης οὖν τῆς γραφῆς· «πάντες οὗτοι υἱοὶ Ἰακὼβ δώδεκα, 〈καὶ〉 ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτοὺς ἕκαστον, κατὰ τὴν εὐλογίαν αὐτοῦ ηὐλόγησεν αὐτούς», πῶς συμφωνήσει τὸ προκείμενον, ποτὲ μὲν προφητεῖαι δεικνύμεναι, ποτὲ δὲ εὐλογίαι ὀνομαζόμεναι; ἐν τούτῳ δεῖ νοεῖν, ὅτι ἐν αὐτοῖς τοῖς ῥητοῖς καὶ εὐλογίαι κεῖνται καὶ προφητεῖαι, ἵνα αἱ μὲν εὐλογίαι καταντήσωσιν ἐπὶ τὸν ἐκ τοῦ Ἰούδα γενόμενον καὶ τὸν ἐν τῷ Ἰωσὴφ προτυπούμενον, τὸν ἐκ τοῦ Λευῒ ἱερέα τοῦ πατρὸς εὑρισκόμενον, αἱ δὲ προφητεῖαι ἐπὶ τοῖς τὰ ἐναντία πράξασιν καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐξουδενήσασιν.

Ruben Ὅτι δὲ οὕτως ἔχει αὐτὴ ἡ γραφὴ σαφέστερον διδάξει ἡμᾶς. φησὶν γάρ· «Ῥουβὴμ πρωτότοκός μου σὺ εἶ· ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης». τί οὖν, ἐροῦμεν προφητείαν τοῦτο ἢ εὐλογίαν; τὸ γὰρ λέγειν «σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης» καὶ τὸ «ἀνέβης ἐπὶ τὴν 〈κοίτην〉 τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης» φαίνεται ἔλεγχος εἶναι μᾶλλον τοῦ γεγονότος πράγματος ἢ μέλλοντος γενέσθαι. ἀλλ᾽ ἐρεῖ τις, τοῦτο εἰρηκέναι ἐπειδὴ Ῥουβὴμ μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ κοιμηθεὶς ἐμίανεν τὴν κοίτην τοῦ πατρός. εὑρίσκεται οὖν κατὰ τὸν ἐκείνου λόγον ὁ προφήτης παρ〈ῳχηκόσι πράγμασι, οὐ μέλλουσιν, ἐνθάδε παρ〉ακολουθῶν. ἔν γε τῷ εἰπεῖν αὐτόν· «συνάχθητε υἱοὶ Ἰακώβ, ἵνα ἀπαγγείλω ὑμῖν τὰ συμβησόμενα ὑμῖν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν», περὶ μελλόντων πραγμάτων τινῶν αἰνίττεται εἰπεῖν ὁ προφήτης. πῶς οὖν ἐνθάδε νομίσει τις αὐτὸν περὶ πράγματος γεγονότος λέγειν; ὡς γὰρ προφήτης κατὰ τοῦτον τὸν λόγον κρίνεται προφήτης, ὅταν περὶ μελλόντων διηγῆται, οὐ παρῳχηκότων πραγμάτων.

οὐδὲ γὰρ μέγα ἢ παράδοξον νομισθήσεται, εἰ τὰ πρὸ δύο ἢ τριῶν ἐτῶν ὑφ᾽ ἡμῶν ἑωραμένα, ταῦτα ὡς δῆθεν προφητεύοντες ἄλλοις ἐκδιηγούμεθα, ὑπὸ ὀφθαλμῶν ἑωρακότες τὰ γεγονότα. δείξωμεν οὖν τὸν προφήτην 〈ὡς προφήτην〉. λέγει γάρ· «Ῥουβὴμ πρωτότοκός μου σὺ εἶ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου». καὶ τοῦτο μέν τινες φέρουσιν ἐπὶ τὸν σωτῆρα, ὡς δῆθεν τοῦ πατρὸς προσομιλοῦντος τῷ ἰδίῳ υἱῷ. ἀλλὰ τὰ ἐπιφερόμενα ῥητὰ βλάψει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων. 〈καὶ〉 εἰ νομίσει τις τοῦτο πρὸς τὸν σωτῆρα εἰρῆσθαι, 〈«σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης»〉 καὶ τὰ ἀκόλουθα ἐπισυνάψει· ἀλλ᾽ οὐχ οὕτως ἔχει. ὁ γὰρ Ῥουβὴμ πρωτότοκος ἦν τοῦ Ἰακὼβ υἱός, ὡς καὶ λαὸς πρωτότοκος ἦν, διὰ τοῦ νόμου εἰς υἱοθεσίαν 〈θείαν〉 κεκλημένος λαός. τὴν οὖν πρᾶξιν τοῦ πρωτοτόκου, συνέκρινεν πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ προτέρου λαοῦ. τὸ γὰρ εἰπεῖν αὐτόν· «Ῥουβὴμ πρωτότοκός μου σὺ εἶ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου», δύναται πρὸς αὐτὸν τὸν Ῥουβὴμ ὁ Ἰακὼβ εἰρηκέναι. τὸ δὲ «σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης» ἐνορῶν τὸ πνεῦμα τὸ ἀπειθὲς καὶ ἀνυπότακτον τοῦ γένους αὑτοῦ. καὶ γὰρ Μωϋσῆς ὁμοίως πρὸς αὐτοὺς ἔφη· «ὑμεῖς δὲ λαὸς σκληροτράχηλός ἐστε. προσέχετε αὑτοῖς, μήποτε θυμωθεὶς ὀργισθῇ κύριος 〈καὶ〉 ἐξολοθρεύσῃ ὑμᾶς».

ἐν δὲ τῷ εἰπεῖν τὸν Ἰακώβ· «ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς» ἐμείωσεν αὐτῶν τὸ κατὰ σάρκα γένος, διὰ τὸ ἐνυβρίσαι αὐτοὺς τῷ νόμῳ καὶ ἐξυβρίσαι αὐτοὺς τὸν διὰ αὐτοῦ κηρυχθέντα λόγον. «ἀνέβης γὰρ» λέγει «ἐπὶ κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης». κοίτην δὲ καὶ στρωμνὴν εἴρηκεν τὴν ἁγίαν σάρκα Χριστοῦ, ἐφ᾽ ἣν οἱ ἅγιοι ὡς ἐπὶ κλίνην ἁγίαν ἀναπαυόμενοι σώζονται· ἣν τότε λαβόντες 〈οἱ〉 ἄνομοι ἐνύβρισαν ὄξος τούτῳ προσφέροντες καὶ καλάμῳ κεφαλὴν τύπτοντες καὶ μάστιγας νώτῳ ἐπιβάλλοντες καὶ εἰς πρόσωπον αὐτοῦ ἐμπτύοντες καὶ ῥαπίσμασιν σιαγόνας δέροντες καὶ ἥλους χερσὶν ἐμπηγνύοντες· ταῦτα πάντα ἔδρασεν ὁ ἀσεβὴς καὶ ἄπιστος λαὸς σὺν ἀρχιερεῦσιν καὶ γραμματεῦσιν καὶ πᾶσιν τοῖς ἄρχουσιν τοῦ λαοῦ. διὰ τοῦτο οὐδὲ τούτων τὸ ἔργον παρεσιώπησεν ὁ μακάριος προφήτης, οὐδὲ κοινωνὸς τῆς τούτων πονηρίας ἢ συμβουλίας γίνεσθαι θέλει, ἀλλ᾽ ἐξαιρεῖται ἑαυτὸν τῆς τοιαύτης αὐτῶν κακομηχάνου πράξεως. 〈λέγει γὰρ οὕτως〉.

SIMÉON LÉNI «Συμεὼν καὶ Λευεῒ ἀδελφοί, συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν. εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου 〈καὶ ἐν τῇ ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου·〉 ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ ἐνευροκόπησαν ταῦρον. ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ.» Καὶ ταῦτα μὲν ἴσως νομίσει τις ἐπὶ τῶν Σηκιμιτῶν λελαληκέναι τὸν μακάριον Ἰακώβ, ὀνειδίζοντα τοὺς δύο υἱούς, τόν τε Συμεὼν καὶ Λευΐ, ἐπειδὴ δόλῳ ἔπεισαν τοὺς Σηκιμίτας περιτμηθῆναι διὰ τὴν Δείνα, τὴν ἀδελφὴν αὐτῶν, ἣν ἔφθειρεν Ἐμώρ, υἱὸς τοῦ Σουχέμ. οἵτινες ἐπεισελθόντες τῇ τρίτῃ ἡμέρᾳ ἐφόνευσαν πάντας τοὺς κατοικοῦντας ἐν Σηκίμοις καὶ τὰ κτήνη αὐτῶν ἐπρονόμευσαν.

Ἀλλ᾽ οὐχ οὕτως ἔχει· καὶ γὰρ αὐτοὶ τότε ἀπελογήσαντο τῷ πατρὶ τὴν αἰτίαν, ὅτι δικαίως ἐποίησαν. εἰπόντος γὰρ τοῦ πατρὸς αὐτῶν, ὅτι «μισητόν με πεποιήκατε, ὥστε πονηρόν με ἐν πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ ἐν τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ᾽ ἐμὲ συγκόψουσίν με καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ λαός μου», ἀπεκρίθησαν λέγοντες· «ἀλλ᾽ ὡς πόρνῃ χρησθήσονται τῇ ἀδελφῇ ἡμῶν;» ὅτι ἐπαινετοί εἰσιν μᾶλλον ἢ μεμπτέοι ἐν τούτῳ τῷ λόγῳ, οἵτινες νέοι τὴν ἡλικίαν ὑπάρχοντες οὕτως ἐζήλωσαν ἕνεκεν τῆς ἀδελφῆς αὐτῶν φθαρείσης τότε ὑπὸ τοῦ υἱοῦ τοῦ Σουχέμ, καὶ αὐτὸς δὴ ὁ Ἰακὼβ μετὰ ταῦτα χαριζόμενος τὴν πόλιν τῷ μακαρίῳ Ἰωσὴφ ἔφη· «ἐγὼ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ πάντας τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ», ὥστε καὶ αὐτὸς Ἰακὼβ μαρτυρεῖ δικαίως τοὺς Σηκιμίτας ἀναιρεῖσθαι.

Ποῖ οὖν πληροῦται ἡ προφητεία ἡ εἰρημένη· «Συμεὼν καὶ Λευῒ ἀδελφοί, συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν· εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐν τῇ ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου»; Ἀνάγνωθι τὸ εὐαγγέλιον καὶ εὑρήσεις τὸ γεγραμμένον· ἐκ γὰρ τῆς φυλῆς τοῦ Συμεὼν ἦσαν οἱ γραμματεῖς, ἐκ δὲ τοῦ Λευῒ οἱ ἀρχιερεῖς. ἐπεὶ οὖν τῇ τούτων βουλῇ καὶ γνώμῃ παρεδόθη ὁ Χριστὸς καὶ ὑπ᾽ αὐτῶν ἀνῃρέθη, προειδὼς ὁ προφήτης λέγει· «εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου». βουλὴν δὲ λέγει, ἣν ἐβουλεύσαντο ζητοῦντες ἀφορμὴν κατὰ Ἰησοῦ, ὅπως αὐτὸν «δόλῳ κρατήσαντες ἀποκτείνωσιν». ὡς καὶ Ἡσαΐας λέγει· «οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ᾽ ἑαυτῶν εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν». «Καὶ ἐν τῇ ἐπισυστάσει αὐτῶν μὴ ἐρίσαι τὰ ἥπατά μου»· τότε γὰρ ἐπισυνήχθησαν ἐπ᾽ αὐτὸν πάντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπὶ τὴν οἰκίαν τοῦ ἡγεμόνος, αἰτούμενοι θάνατον κατ᾽ αὐτοῦ. «Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους». τίνας δὲ ἀνθρώπους, ἀλλ᾽ ἢ τοὺς μακαρίους προφήτας, οἵτινες ἐκπεμπόμενοι πρὸς αὐτοὺς ὑπ᾽ αὐτῶν ἀπεκτείνοντο, τὴν ἀλήθειαν αὐτοῖς προκηρύσσοντες; «Καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον».

ἐπιθυμίαν δὲ αὐτῶν εἴρηκεν τὴν τοῦ κόσμου, οἵτινες ἐπιθυμήσαντες τὰ ἐπίγεια ἀπώλεσαν τὰ ἐπουράνια, τὸν ἀρχηγὸν τῆς ζωῆς ὡς ταῦρον ἀποκτείναντες.

Διὰ τοῦτο «ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη». μῆνιν δὲ αὐτῶν εἴρηκεν τὴν ὀργήν, ἐν ᾗ ἀεὶ ἐμμένοντες ἐσκλήρυναν τὸν ἑαυτῶν τράχηλον τῷ ἁγίῳ πνεύματι ἀντιπίπτοντες. «Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ». τίς δὲ ἦν Ἰακὼβ καὶ Ἰσραήλ, ἀλλ᾽ ἢ ὁ ἅγιος τοῦ θεοῦ πρωτότοκος παῖς, ᾧ ἀπειθήσαντες διεσπάρησαν νῦν ἐν ὅλῳ τῷ κόσμῳ αἰχμάλωτοι ὑπὸ τῶν ἐχθρῶν γεγενημένοι;