καὶ καθὼς ὁ Χριστὸς τοὺς ἀποστόλους ἐξελέξατο, οὕτω καὶ ἐκεῖνος δῆμον ὁλόκληρον μαθητῶν προσλήψεται, ὁμοίους τῆς αὐτοῦ κακουργίας ὑπάρχοντας. ἐν πρώτοις δὲ τὸ τῶν Ἰουδαίων ἔθνος ἀγαπήσει. μετὰ δὲ τούτων ἁπάντων σημεῖα ἐπιτελέσει καὶ θαύματα φοβερά, ἀλλ᾽ οὐκ ἀληθῆ, ἀλλ᾽ ἐν πλάνῃ, ὅπως πλανήσῃ τοὺς ὁμοίους αὐτῷ ἀσεβεῖς. εἰ δυνατὸν γὰρ καὶ τοὺς ἐκλεκτοὺς ἀποστήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. ἀλλὰ τὰ πρῶτα αὐτοῦ γενήσεται πραΰς, ἀγαπητικός, ἥσυχος, εὐλαβής, εἰρηνοποιός, μισῶν ἀδικίαν, βδελυττόμενος δῶρα, εἰδωλολατρείαν μὴ προσιέμενος, τὰς γραφάς φησιν ἀγαπῶν, ἱερεῖς αἰδούμενος, πολιὰς τιμῶν, πορνείαν μὴ καταδεχόμενος, μοιχείαν βδελυττόμενος, καταλαλιαῖς μὴ προσέχων, ὅρκους μὴ καταδεχόμενος, φιλόξενος, φιλόπτωχος, ἐλεήμων. εἶτα καὶ τέρατα ποιήσει, λεπροὺς καθαρίζων, παραλύτους ἐγείρων, δαίμονας ἀπελαύνων, περὶ τῶν πόρρω ὡς ἐνεστῶτα διαγγέλλων, νεκροὺς ἀνιστῶν, χήραις ἐπικουρῶν, ὀρφανῶν προϊστάμενος, ἀγαπῶν πάντας, τοὺς μαχομένους ἀνθρώπους καταλλάττων εἰς ἀγάπην καὶ λέγων “μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν„. χρυσὸν οὐ κτήσεται, ἀργύριον οὐκ ἀγαπήσει, πλοῦτον οὐ προσίεται. καὶ ταῦτα πάντα ποιεῖ ὕπουλος ὢν καὶ δόλιος καὶ πάντας θέλων ἐξαπατῆσαι πρὸς τὸ ποιῆσαι αὐτὸν βασιλέα.