Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ συντελείας τοῦ κόσμου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η κυριαρχία του Αντιχρίστου, η πλάνη και η μεγάλη θλίψη

Το κήρυγμα των προφητών κατά της πλάνης, η ψευδής μίμηση του Χριστού, η επιβολή του χαράγματος, οι διωγμοί των πιστών και η κορύφωση των δεινών κατά τους έσχατους καιρούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 5

ἡ μὲν πρώτη αὐτοῦ παρουσία Ἰωάννην τὸν βαπτιστὴν εἶχε πρόδρομον, ἡ δὲ δευτέρα αὐτοῦ, ἐν ᾗ μέλλει ἔρχεσθαι ἐν δόξῃ, Ἐνὼχ καὶ Ἠλίαν καὶ Ἰωάννην τὸν θεολόγον ἀναδείξει. καὶ ὅρα τοῦ δεσπότου τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐν τοῖς ὑστέροις χρόνοις πῶς τοῦ τῶν βροτῶν γένους κήδεται καὶ ἐλεεῖ, ὅτι οὐδὲ τότε χωρὶς προφητῶν ἡμᾶς καταλιμπάνει, ἀλλὰ πέμψει αὐτοὺς πρὸς διδαχὴν ἡμῶν καὶ πληροφορίαν καὶ ἐπιστροφὴν τῆς τοῦ ἀντικειμένου παρουσίας, καθὼς καὶ ἐν τούτῳ Δανιὴλ προϋπέφηνεν. λέγει γὰρ “διαθήκην θήσομαι μιᾶς ἑβδομάδος καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή„. μίαν γὰρ ἑβδομάδα τῶν ἑπτὰ ἐτῶν τὴν ἀνάδειξιν σημαίνει, ἥπερ ἐν ὑστέροις καιροῖς γενήσεται. καὶ τὸ ἥμισυ τῆς ἑβδομάδος λήψονται οἱ δύο προφῆται μετὰ Ἰωάννου τοῦ κηρῦξαι εἰς τὸν σύμπαντα κόσμον περὶ τοῦ ἀντιχρίστου τὴν παρουσίαν, τουτέστιν “ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους„. οἳ καὶ ποιήσουσι σημεῖα καὶ τέρατα εἰς τὸ κἂν οὕτω δυσωπῆσαι καὶ ἐπιστρέψαι τοὺς ἀνθρώπους πρὸς μετάνοιαν διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν ἀνομίαν καὶ ἀσέβειαν. “καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, πῦρ ἐκπορεύσεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν.

οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸν βρέξῃ τὰς ἡμέρας τῆς παρουσίας τοῦ ἀντιχρίστου καὶ τὰ ὕδατα στρέψαι εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσιν„. καὶ ὅταν κηρύξωσι ταῦτα πάντα, παρὰ τοῦ διαβόλου ἐν ῥομφαίᾳ πεσοῦνται. καὶ πληρώσουσι τὴν μαρτυρίαν αὐτῶν, καθώς φησι καὶ τοῦτο Δανιήλ, προεωρακὼς ὅτι τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾽ αὐτῶν πόλεμον, ἤγουν μετὰ Ἐνώχ, Ἠλία καὶ Ἰωάννου, καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτοὺς διὰ τὸ μὴ θέλειν αὐτοὺς δόξαν δοῦναι τῷ διαβόλῳ τουτέστι τὸ ἀναφανὲν μικρὸν κέρας, ὃς ἐπαρθεὶς τῇ καρδίᾳ λοιπὸν ἄρχεται ἑαυτὸν ὑψοῦν καὶ δοξάζειν ὡς θεόν, διώκων τοὺς ἁγίους καὶ βλασφημῶν τὸν Χριστόν. ἀλλ᾽ ἐπειδὴ πρὸς τὸν εἱρμὸν τῆς διηγήσεως ἠναγκάσθημεν ἐλθεῖν ἐπὶ τὰς ἡμέρας τῆς βασιλείας τοῦ ἀντικειμένου, ἀναγκαῖόν ἐστιν εἰπεῖν πρῶτον τὰ περὶ τῆς γεννήσεως αὐτοῦ καὶ αὐξήσεως καὶ τότε ἐπὶ τὴν διήγησιν ταύτην παραγαγεῖν τὸν λόγον.

καθὼς προείπομεν ὅτι εἰς πάντα ἐξισοῦσθαι μέλλει τῷ σωτῆρι ἡμῶν ὁ διάβολος καὶ υἱὸς τῆς ἀνομίας· οὕτω καὶ δηλοῖ ἡμῖν ἡ ἀπόδειξις, ἐπειδὴ ὁ σωτὴρ τοῦ κόσμου, βουλόμενος τὸ γένος τῶν ἀνθρώπων σῶσαι, ἐκ τῆς ἀχράντου καὶ παρθένου Μαρίας ἐτέχθη καὶ ἐν σχήματι σαρκὸς τὸν ἐχθρὸν κατεπάτησεν ἐν ἰδίᾳ δυνάμει τῆς αὐτοῦ θεότητος· τὸν αὐτὸν τρόπον καὶ ὁ διάβολος ἐκ μιαρᾶς γυναικὸς ἐξελεύσεται ἐπὶ τῆς γῆς, τίκτεται δὲ ἐν πλάνῃ ἐκ παρθένου. ὁ γὰρ θεὸς ἡμῶν σαρκικῶς ἡμῖν ἐπεδήμησε κατὰ τὴν σάρκα τὴν ἡμετέραν, ἣν αὐτὸς ἐποίησε τῷ Ἀδὰμ καὶ πᾶσι τοῖς ἐξ Ἀδὰμ χωρὶς ἁμαρτίας, ὁ δὲ διάβολος εἰ καὶ σάρκα ἀναλάβοι, ἀλλὰ ταῦτα ἐν δοκήσει. πῶς γὰρ ἣν οὐκ ἐποίησε σάρκα ἀλλὰ καὶ πολεμεῖ καθ᾽ ἑκάστην ταύτην φορέσειεν; ταύτην δὲ οἶμαι, ἠγαπημένοι, φανταστικὴν τῆς σαρκὸς αὐτοῦ οὐσίαν ἀναλήψεται ὄργανον. διὰ τοῦτο καὶ ἐκ παρθένου τίκτεται ὥσπερ πνεῦμα, καὶ σὰρξ τοῖς λοιποῖς ἐμφανισθήσεται τότε. τὸ γὰρ παρθένον τεκεῖν μόνην τὴν παναγίαν ἔγνωμεν, σαρκοφόρον ἀπλανῶς γεννήσαντα τὸν σωτῆρα, ἐπεὶ Μωϋσῆς λέγει “πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται„. οὐ μὴν οὐδαμῶς, ἀλλ᾽ ὥσπερ ὁ ἐχθρὸς οὐ διανοίξει μήτραν, οὕτως οὐδὲ σάρκα τρανὴν ἀναλήψεται. καὶ περιτμηθήσεται, καθὼς καὶ ὁ Χριστὸς περιετμήθη.

καὶ καθὼς ὁ Χριστὸς τοὺς ἀποστόλους ἐξελέξατο, οὕτω καὶ ἐκεῖνος δῆμον ὁλόκληρον μαθητῶν προσλήψεται, ὁμοίους τῆς αὐτοῦ κακουργίας ὑπάρχοντας. ἐν πρώτοις δὲ τὸ τῶν Ἰουδαίων ἔθνος ἀγαπήσει. μετὰ δὲ τούτων ἁπάντων σημεῖα ἐπιτελέσει καὶ θαύματα φοβερά, ἀλλ᾽ οὐκ ἀληθῆ, ἀλλ᾽ ἐν πλάνῃ, ὅπως πλανήσῃ τοὺς ὁμοίους αὐτῷ ἀσεβεῖς. εἰ δυνατὸν γὰρ καὶ τοὺς ἐκλεκτοὺς ἀποστήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. ἀλλὰ τὰ πρῶτα αὐτοῦ γενήσεται πραΰς, ἀγαπητικός, ἥσυχος, εὐλαβής, εἰρηνοποιός, μισῶν ἀδικίαν, βδελυττόμενος δῶρα, εἰδωλολατρείαν μὴ προσιέμενος, τὰς γραφάς φησιν ἀγαπῶν, ἱερεῖς αἰδούμενος, πολιὰς τιμῶν, πορνείαν μὴ καταδεχόμενος, μοιχείαν βδελυττόμενος, καταλαλιαῖς μὴ προσέχων, ὅρκους μὴ καταδεχόμενος, φιλόξενος, φιλόπτωχος, ἐλεήμων. εἶτα καὶ τέρατα ποιήσει, λεπροὺς καθαρίζων, παραλύτους ἐγείρων, δαίμονας ἀπελαύνων, περὶ τῶν πόρρω ὡς ἐνεστῶτα διαγγέλλων, νεκροὺς ἀνιστῶν, χήραις ἐπικουρῶν, ὀρφανῶν προϊστάμενος, ἀγαπῶν πάντας, τοὺς μαχομένους ἀνθρώπους καταλλάττων εἰς ἀγάπην καὶ λέγων “μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν„. χρυσὸν οὐ κτήσεται, ἀργύριον οὐκ ἀγαπήσει, πλοῦτον οὐ προσίεται. καὶ ταῦτα πάντα ποιεῖ ὕπουλος ὢν καὶ δόλιος καὶ πάντας θέλων ἐξαπατῆσαι πρὸς τὸ ποιῆσαι αὐτὸν βασιλέα.

ὅταν γὰρ ἴδωσιν οἱ λαοὶ καὶ οἱ δῆμοι τοσαύτας ἀρετὰς καὶ τοσαύτας αὐτοῦ δυνάμεις πάντες ἐπὶ τὸ αὐτὸ μιᾷ γνώμῃ συναχθήσονται ἐπὶ τὸ ποιῆσαι αὐτὸν βασιλέα, μάλιστα ὅτι τὸ τῶν Ἑβραίων γένος ἀγαπηθήσεται ὑπὲρ πάντας ὑπ᾽ αὐτοῦ τοῦ τυράννου, λέγοντες πρὸς ἀλλήλους Μὴ ἄρα εὑρίσκεται τοιοῦτος ἀγαθὸς ἄνθρωπος καὶ δίκαιος ἐν τῇ γενεᾷ ἡμῶν; ἐξαιρέτως, ὡς προεῖπον, τὸ τῶν Ἰουδαίων γένος, νομίζοντες ὅτι βασιλέα αὐτὸν θεάσονται ἐν τῇ τοιαύτῃ ἀρχῇ, καὶ προσελθόντες αὐτῷ, λέγοντες Πάντες σοι πειθόμεθα, πάντες σοι πεποίθαμεν, σὲ γνωρίζομεν δίκαιον ἐπὶ πᾶσαν τὴν γῆν. πάντες διὰ σοῦ σωθῆναι ἐλπίζομεν καὶ διὰ τοῦ στόματός σου ἐλάβομεν κρίσιν δικαίαν καὶ ἀδωροδόκητον. καὶ τὰ πρῶτα μὲν ὑπούλως χρώμενος ὁ ψεύστης καὶ ἄνομος παραιτήσεται τὴν δόξαν αὐτήν, οἱ δὲ ἄνθρωποι προσμένοντες καὶ παρακαλοῦντες αὐτὸν ἀναδείξουσι βασιλέα. καὶ μετὰ ταῦτα ὑψοῦται τῇ καρδίᾳ καὶ ὁ πραῢς πρότερον γενήσεται σοβαρὸς καὶ ὁ ἀγάπην διώκων γενήσεται ἀνελεήμων. ὁ ταπεινὸς τῇ καρδίᾳ γενήσεται ὑψηλὸς καὶ ἀπάνθρωπος, καὶ ὁ μισῶν ἀδικίαν τοὺς δικαίους καταδιώξει. ἔπειτα ἀνυψούμενος εἰς τὴν ἑαυτοῦ βασιλείαν παρατάξει πόλεμον καὶ τρεῖς βασιλεῖς μεγάλους πατάξει ἐν θυμῷ, Αἰγυπτίων, Λιβύων καὶ Αἰθιόπων. καὶ μετὰ ταῦτα ποιήσει τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις καὶ ἀναστήσει αὐτὸν ἐν τάχει καὶ ἀποδώσει αὐτὸν τοῖς Ἰουδαίοις.

εἶτα ὑψωθήσεται τῇ καρδίᾳ κατὰ παντὸς ἀνθρώπου, οὐ μὴν ἀλλὰ καὶ κατὰ τοῦ θεοῦ βλάσφημα λαλήσει, δοκῶν ὁ δόλιος ὅτι τὸ λοιπὸν βασιλεύς ἐστιν ἐπὶ τῆς γῆς ἕως τοῦ αἰῶνος, μὴ γινώσκων ὁ ταλαίπωρος ὅτι ἡ βασιλεία αὐτοῦ ἐν τάχει καταργεῖται καὶ ἀπολήψεται τὸ ἡτοιμασμένον πῦρ αὐτῷ ἐν τάχει σὺν πᾶσι τοῖς πειθομένοις αὐτῷ καὶ δουλεύσασιν αὐτῷ. τοῦ γὰρ Δανιὴλ εἰπόντος “ἑβδομάδα μίαν θήσομαι τὴν διαθήκην μου„ τὰ ἑπτὰ ἔτη ἐδήλωσεν, τὸ ἥμισυ τῆς ἑβδομάδος τοῦ κηρῦξαι τοὺς προφήτας καὶ τὸ ἥμισυ τῆς ἑβδομάδος ἤγουν τὰ τρία ἥμισυ ἔτη βασιλεύσει ὁ ἀντίχριστος ἐπὶ τῆς γῆς. καὶ μετὰ τοῦτο ἀρθήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἡ δόξα. ὁρᾶτε, φιλόθεοι, οἵα θλίψις ἐν ταῖς ἡμέραις ἐκείναις γενήσεται, [οἵα οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου οὐδ᾽ οὐ μὴ γένηται] ἀλλ᾽ ἐν ταύταις ταῖς ἡμέραις μόνον. τότε ὁ ἄνομος ἐπαρθεὶς τῇ καρδίᾳ συνάξει τοὺς ἑαυτοῦ δαίμονας ἐν σχήματι ἀνθρώπων καὶ τοὺς προσκαλουμένους αὐτὸν ἐπὶ τὴν βασιλείαν βδελύξεται καὶ πολλὰς ψυχὰς μιανεῖ. ποιήσει γὰρ αὐτοῖς ἄρχοντας ἐκ τῶν δαιμόνων καὶ οὐκέτι ὡς εὐλαβής, ἀλλὰ πάντα ἐν πᾶσιν αὐστηρός, ἀπότομος, ὀργίλος, θυμώδης, δεινός, ἀκατάστατος, φοβερός, ἀηδής, μισητός, βδελυκτός, ἀνήμερος, ἀλάστωρ, πονηρός. καὶ σπουδάζων ἐμβαλεῖν εἰς βόθρον ἀπωλείας πᾶν τὸ γένος τῶν ἀνθρώπων πληθυνεῖ σημεῖα ψευδῆ.

τῶν λαῶν γὰρ ἁπάντων ἀνευφημούντων διὰ τὰς φαντασίας κραυγάσει φωνὴν ἰσχυράν, ὥστε σαλευθῆναι τὸν τόπον, ἐν ᾧ οἱ ὄχλοι αὐτῷ παρειστήκεσαν· Γνῶτε, λαοὶ καὶ φυλαὶ καὶ ἔθνη, τὴν ἐμὴν μεγάλην ἐξουσίαν καὶ δύναμιν καὶ τὴν ἰσχὺν τῆς ἐμῆς βασιλείας. τίς δυνάστης μέγας ὡς ἐγώ; τίς θεὸς μέγας πλὴν ἐμοῦ; τίς τῇ ἐμῇ ἐξουσίᾳ ἀντιστήσεται; μεταστήσει ὄρη ἐν ὀφθαλμοῖς τῶν θεωρούντων, περιπατήσει τὴν θάλασσαν ἀβρόχοις ποσίν, κατάξει πῦρ ἐξ οὐρανοῦ, ποιήσει τὴν ἡμέραν σκότος καὶ τὴν νύκτα ἡμέραν, τὸν ἥλιον μεταστρέψει ὅπου βούλεται καὶ ἁπαξαπλῶς πάντα τὰ στοιχεῖα τῆς γῆς καὶ τῆς θαλάσσης ἐν δυνάμει τῆς φαντασίας αὐτοῦ ἐνώπιον τῶν θεωρούντων ἀναδείξει ὑπήκοα. εἰ γὰρ αὐτὸς μὴ φαινόμενος ἄρτι ὁ υἱὸς τῆς ἀπωλείας ὁρατὸν ἡμῖν πόλεμον πρὸς μάχας καὶ σφαγὰς ἐπάγει καὶ ἐρεθίζει, τότε αὐτὸς ὅταν μέλλῃ αὐτοπροσώπως ἔρχεσθαι καὶ θεωρεῖν αὐτὸν οἱ ἄνθρωποι ἐν ἀληθείᾳ, τίνας οὐκ εἰσπράξεται μηχανὰς καὶ δόλους καὶ φαντασίας πρὸς τὸ πάντας ἀνθρώπους πλανῆσαι καὶ ἀποστῆσαι ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας καὶ ἐκ τῆς θύρας τῆς βασιλείας.

εἶτα μετὰ ταῦτα πάντα ὁ οὐρανὸς οὐ δώσει τὴν δρόσον αὐτοῦ, αἱ νεφέλαι οὐ δώσουσιν ὕδωρ, ἡ γῆ ἀρνήσεται τοὺς καρποὺς αὑτῆς, ἡ θάλασσα δυσωδίας πληρωθήσεται, οἱ ποταμοὶ ξηρανθήσονται, οἱ ἰχθύες τῆς θαλάσσης τεθνήξονται, οἱ ἄνθρωποι ἐκ τοῦ λιμοῦ καὶ τῆς δίψης τελευτήσουσιν, καὶ πατὴρ τὸν υἱὸν περιπλακεὶς ἅμα ἀποθανοῦνται, καὶ μήτηρ θυγατέρα ὁμοίως, καὶ οὐκ ἔστιν ὁ θάπτων, ἀλλ᾽ ἡ γῆ πᾶσα ἐκ τῶν σωμάτων τῶν ἐρριμμένων θνησιμαίων δυσωδίας πληρωθήσεται. καὶ ἡ θάλασσα μὴ δεχομένη τῶν ποταμῶν τὰ ῥεύματα βορβόρου δίκην γενήσεται καὶ ὀσμῆς ἀπείρου καὶ δυσωδίας πληρωθήσεται. τότε λοιμὸς ἰσχυρὸς ἐπὶ πᾶσαν τὴν γῆν, τότε θρῆνος ἀπαραμύθητος, τότε κλαυθμὸς ἄμετρος, τότε στεναγμοὶ ἄπαυστοι, τότε μακαρίσουσιν οἱ ἄνθρωποι τοὺς προτεθνηκότας, λέγοντες πρὸς αὐτούς· Ἀνοίξατε τοὺς τάφους ὑμῶν καὶ δέξασθε ἡμᾶς τοὺς ἀθλίους· ἀνοίξατε τὰς θήκας ὑμῶν πρὸς ὑποδοχὴν τῶν ἐλεεινῶν συγγενῶν ὑμῶν καὶ γνωστῶν. μακάριοι ὑμεῖς ὅτι οὐκ ἐθεάσασθε τὰς ἡμέρας ταύτας. μακάριοι ὑμεῖς ὅτι τὸν βίον τοῦτον τὸν ὀδυνηρὸν οὐκ ἐφθάσατε ἰδεῖν οὐδὲ τὸν λοιμὸν τοῦτον τὸν ἀπαραμύθητον οὐδὲ τὴν ἀνάγκην ταύτην τὴν μετέχουσαν τὰς ἡμετέρας ψυχάς. εἶτα ἐντάλματα ὁ μιαρὸς πέμψει κατὰ πᾶσαν ἐπαρχίαν διά τε δαιμόνων διά τε τῶν αἰσθητῶν ἀνθρώπων λεγόντων ὅτι βασιλεὺς μέγας γέγονεν ἐπὶ τῆς γῆς, δεῦτε πάντες εἰς προσκύνησιν αὐτοῦ.

δεῦτε πάντες θεάσασθαι τὴν ἰσχὺν τῆς δυνάμεως αὐτοῦ. ἰδοὺ γὰρ ὑμῖν καὶ σῖτον παρέξει καὶ οἶνον ὑμῖν χαρίσεται καὶ πλοῦτον πολυτελῆ καὶ ἀξίας μεγάλας. τῷ γὰρ κελεύσματι αὐτοῦ πᾶσα ἡ γῆ καὶ θάλαττα ὑπακούει. δεῦτε πάντες πρὸς αὐτόν. καὶ πάντες διὰ τὴν στέρησιν τῶν βρωμάτων ἐπ᾽ αὐτὸν ἐλεύσονται καὶ προσκυνήσουσιν αὐτὸν καὶ δώσει αὐτοῖς χάραγμα ἐν τῇ χειρὶ τῇ δεξιᾷ καὶ ἐν τῷ μετώπῳ, ἵνα μή τις τὸν τίμιον σταυρὸν ποιήσῃ ἐν τῷ μετώπῳ τῇ δεξιᾷ αὐτοῦ χειρί, [ἀλλὰ δέδεται αὐτοῦ ἡ χεὶρ] καὶ ἀπὸ τότε οὐχ ἕξει ἐξουσίαν σφραγίσαι τι τῶν μελῶν αὐτοῦ, ἀλλὰ τῷ πλάνῳ προστεθήσεται καὶ αὐτῷ δουλεύσει καὶ μετάνοια ἐν αὐτῷ οὐκ ἔστιν. ἀλλὰ ὁ τοιοῦτος ἀπώλετο καὶ ἀπὸ θεοῦ καὶ ἀπὸ ἀνθρώπων καὶ δώσει αὐτοῖς ὁ πλάνος βραχέα βρώματα διὰ τὴν σφραγῖδα αὐτοῦ τὴν μιαράν. ἡ δὲ σφραγὶς αὐτοῦ ἐπὶ τοῦ μετώπου καὶ ἐπὶ τῆς δεξιᾶς χειρός ἐστι ψῆφος χξϛ. καὶ ὡς οἶμαι οὐδὲ ἀκριβῶς ἐπίσταμαι τοῦτο, ἐν τῇ γραφῇ γὰρ πολλὰ ἐν τῷ ψήφῳ τούτῳ ὀνόματα εὕρηνται, ἀλλὰ λέγομεν ἴσως γράφειν τὴν αὐτὴν σφαγῖδα ΑΡΝΟΥΜΕ, ἐπειδὴ καὶ πρώην διὰ τῶν ὑπηρετῶν αὐτοῦ ὁ ἀντίδικος ἐχθρός, ἤγουν τῶν εἰδωλολατρῶν, τοῖς μάρτυσι τοῦ Χριστοῦ προέτρεπον οἱ ἄνομοι Ἄρνησαι, φησίν, τὸν θεόν σου τὸν ἐσταυρωμένον.

τοιοῦτον γενήσεται καὶ ἐπὶ τοῦ μισοκάλου ἡ σφραγίς, λέγουσα Ἀρνοῦμαι, φησίν, τὸν ποιητὴν οὐρανοῦ τε καὶ γῆς· ἀρνοῦμαι τὸ βάπτισμα, ἀρνοῦμαι τὴν λατρείαν μου καὶ σοὶ προστίθεμαι καὶ σὲ πιστεύω. τοῦτο γὰρ οἱ προφῆται κηρύξουσιν Ἐνὼχ καὶ Ἠλίας ὅτι Μὴ πεισθῆτε τῷ μέλλοντι ἐλεύσεσθαι καὶ ὀφθῆναι ἐχθρῷ, ὅτι ἀντίδικός ἐστι καὶ φθορεὺς καὶ υἱὸς τῆς ἀπωλείας καὶ πλανᾷ ὑμᾶς καὶ διὰ τοῦτο ὑμᾶς ἀποκτενεῖ καὶ ἐν ῥομφαίᾳ πατάξει αὐτούς. βλέπετε τὴν πλάνην τοῦ ἐχθροῦ, γινώσκετε τὰς μηχανὰς τοῦ δολίου, πῶς διὰ παντὸς σκοτίσαι βούλεται τὸν νοῦν τῶν ἀνθρώπων. τοὺς γὰρ δαίμονας αὐτοῦ ἀποδείξει ὡς ἀγγέλους φωτεινοὺς καὶ στρατιὰς ἀσωμάτων παρεισάξει ὧν οὐκ ἔστιν ἀριθμός, καὶ ἔμπροσθεν πάντων ἀναδεικνύει αὐτὸν εἰς τὸν οὐρανὸν ἀναλαμβανόμενον μετὰ σαλπίγγων καὶ ἤχων καὶ κραυγῆς ἰσχυρᾶς εὐφημούντων αὐτὸν ἀδιηγήτοις ὕμνοις καὶ ἐκλάμπων ὥσπερ φῶς ὁ τῆς σκοτίας κληρονόμος, καὶ ποτὲ μὲν εἰς οὐρανοὺς ἀνιπτάμενος, ποτὲ δὲ ἐπὶ τῆς γῆς κατερχόμενος ἐν δόξῃ μεγάλῃ, ποτὲ δὲ καὶ ὡς ἀγγέλους τοὺς δαίμονας ἐπιτάσσων τοῦ ποιεῖν τὰ θελήματα αὐτοῦ μετὰ πολλοῦ φόβου καὶ τρόμου.

τότε ἀποστελεῖ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς τῶν δαιμόνων τὰς φάλαγγας πρὸς τὸ ἐρευνῆσαι τοὺς ἀποκρυβέντας ἐκ τῶν ὀφθαλμῶν αὐτοῦ καὶ προσαγαγεῖν αὐτοὺς εἰς προσκύνησιν αὐτοῦ καὶ τοὺς μὲν πειθομένους αὐτῷ σφραγίσει τῇ σφραγῖδι αὐτοῦ, τοὺς δὲ μὴ βουλομένους αὐτῷ ὑπακοῦσαι τιμωρίας ἀνεικάστους καὶ βασάνους πικροτάτους καὶ μηχανὰς ἀναλώσει, οἷα οὐδὲ ἐγένοντο οὐδὲ εἰς ἀκοὴν ἀνθρώπου ἠκούσθη οὔτε ὀφθαλμὸς βροτῶν ἐθεάσατο. μακάριοι οἱ τότε νικήσαντες τὸν τύραννον, ὅτι παρὰ τοὺς πρώτους μάρτυρας ἐνδοξότεροι καὶ ὑψηλότεροι ἔχουσιν ἀναδειχθῆναι. οἱ γὰρ μάρτυρες πρώην τοὺς αὐτοῦ ὑπασπιστὰς ἐνίκησαν, οὗτοι δὲ αὐτὸν τὸν διάβολον υἱὸν τῆς ἀπωλείας καταπαλαίσαντες καὶ νικηταὶ γενόμενοι ποίων οὖν ἐγκωμίων καὶ στεφάνων οὐ κατακοσμηθήσονται παρὰ τοῦ βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ. ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ὅταν γὰρ λάβωσι τότε οἱ ἄνθρωποι τὴν σφραγῖδα καὶ οὐχ εὕρωσι τροφὰς οὔτε ὕδωρ, προσέρχονται αὐτῷ μετὰ ὀδυνηρᾶς φωνῆς λέγοντες Δὸς ἡμῖν φαγεῖν καὶ πιεῖν ὅτι πάντες ἐκ τοῦ λιμοῦ καὶ ἀπὸ πάσης ἀνάγκης ἐκλείπομεν καὶ ἐπίταξον τὸν οὐρανὸν τοῦ δοῦναι ἡμῖν ὕδωρ καὶ ἀπέλασον τὰ ἀνθρωποφάγα θηρία. τότε ὁ δόλιος ἀποκριθήσεται μυκτηρίζων αὐτοὺς ἐν πολλῇ ἀπανθρωπίᾳ λέγων Ὁ οὐρανὸς οὐ βούλεται δοῦναι ὑετόν, ἡ γῆ πάλιν οὐ βλαστάνει τὰ γεννήματα αὑτῆς· πόθεν ὑμῖν δώσω ἐγὼ βρώματα;

τότε ἀκούσαντες τῶν ῥημάτων τοῦ δολίου τούτου οἱ ἄθλιοι νοήσουσιν ὅτι οὗτός ἐστιν ὁ πονηρὸς διάβολος, καὶ κόψονται ὀδυνηρῶς καὶ κλαύσονται μεγάλως καὶ τὸ πρόσωπον ταῖς χερσὶν αὐτῶν τύψουσι καὶ τὰς τρίχας αὐτῶν διαρρήξουσι καὶ ταῖς ὄνυξι τὰς παρειὰς καταξανοῦσι λέγοντες πρὸς ἀλλήλους Ὦ τῆς συμφορᾶς, ὦ τῆς ὀδυνηρᾶς πραγματείας, ὦ τοῦ δολίου συναλλάγματος, ὦ τοῦ μεγίστου πτώματος. πῶς ἐπλανήθημεν τῷ πλάνῳ, πῶς προσηνέχθημεν αὐτῷ, πῶς τοῖς τούτου δικτύοις ἐζωγρεύθημεν, πῶς τῇ μιαρᾷ αὐτοῦ σαγήνῃ συνειλκύσθημεν. πῶς ἀκούοντες τῶν γραφῶν οὐ συνῶμεν. καὶ γὰρ τότε οἱ δεδεμένοι ἐν πράγμασι βιωτικοῖς καὶ τῇ ἐπιθυμίᾳ τοῦ αἰῶνος τούτου, οὗτοι εὐχερῶς προσαχθήσονται τῷ διαβόλῳ καὶ σφραγισθήσονται. οἱ δὲ ἀκροώμενοι τῶν θείων γραφῶν καὶ ἐπὶ χεῖρας ἔχοντες καὶ ἐν νῷ ταύτας ἐννοοῦντες πολλοὶ ἀποδράσονται ἐκ τῆς αὐτοῦ πλάνης. νοήσουσι γὰρ τῆς ἐπιβουλῆς αὐτοῦ τὴν ἐμφάνειαν καὶ τῆς πλάνης αὐτοῦ τὴν ἀλαζονείαν καὶ ἐκφεύξουσιν ἐκ τῶν χειρῶν αὐτοῦ καὶ ἐπὶ τὰ ὄρη καὶ ταῖς ὀπαῖς τῆς γῆς κατακρυβήσονται καὶ μετὰ δακρύων καὶ συντετριμμένης καρδίας ζητήσουσι τὸν φιλάνθρωπον, καὶ αὐτὸς ἐκσπάσει αὐτοὺς ἐκ τῶν βρόχων αὐτοῦ καὶ διασώσει ἐκ τῶν σκανδάλων αὐτοῦ τῶν χαλεπῶν καὶ ἀοράτως σκεπάσει αὐτοὺς τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ τοὺς ἀξίως αὐτῷ καὶ δικαίως προσπίπτοντας.

ὁρᾷς οἵαν νηστείαν καὶ προσευχὴν ἐκτελέσουσι τότε οἱ ἅγιοι. μάθε καὶ τοὺς ἐν τῇ πόλει καὶ χώρᾳ οἷος χαλεπὸς καιρὸς καὶ ἡμέραι γενήσονται. [τότε ἀπὸ ἀνατολῶν εἰς δυσμὰς ἀχθήσονται] καὶ ἀπὸ δυσμῶν ἕως ἀνατολῶν παραγενήσονται καὶ κλαύσουσι μεγάλως καὶ κόψονται ἰσχυρῶς καὶ τῆς ἡμέρας διαφαυσκούσης ἐκδέξονται τὴν νύκτα, ἵνα ἀναπαύσωνται ἐκ τῶν ἔργων αὐτῶν. καταλαβούσης δὲ τῆς νυκτὸς ἐκ τῶν ἐπαλλήλων σεισμῶν καὶ ἐκ τῶν καταιγίδων τῶν ἀέρων ζητήσουσιν, ἵνα κἂν θεωρῶσι τὸ φῶς τῆς ἡμέρας καὶ πῶς μέλλουσι λοιπὸν χαλεπῷ θανάτῳ προσέρχεσθαι. τὸν ὀδυνηρὸν βίον πενθεῖ τότε πᾶσα ἡ γῆ, πενθεῖ καὶ ἡ θάλασσα καὶ ὁ ἀήρ, πενθεῖ καὶ ὁ ἥλιος, πενθεῖ καὶ τὰ ἄγρια ζῷα σὺν πετεινοῖς, πενθοῦσιν ὄρη καὶ βουνοὶ καὶ τὰ ξύλα τοῦ πεδίου διὰ τὸ γένος τῶν ἀνθρώπων, ὅτι πάντες ἐξέκλιναν ἀπὸ θεοῦ ἁγίου καὶ τῷ πλάνῳ ἐπίστευσαν, δεξάμενοι τὸν χαρακτῆρα τοῦ μιαροῦ καὶ θεομάχου ἀντὶ τοῦ ζωοποιοῦ σταυροῦ τοῦ σωτῆρος. πενθοῦσι δὲ καὶ αἱ ἐκκλησίαι πένθος μέγα, διότι οὔτε προσφορὰ οὔτε θυμίαμα ἐκτελεῖται οὔτε λατρεία θεάρεστος, ἀλλὰ τὰ ἱερὰ τῶν ἐκκλησιῶν ὡς “ὀπωροφυλάκιον„ γενήσονται καὶ τὸ τίμιον σῶμα καὶ αἷμα τοῦ Χριστοῦ ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἀναφανήσεται. λειτουργία σβεσθήσεται, ψαλμῳδία παυθήσεται, ἀνάγνωσις τῶν γραφῶν οὐκ εἰσακουσθήσεται.

ἀλλὰ σκότος ἔσται τοῖς ἀνθρώποις καὶ θρῆνος ἐπὶ θρῆνον καὶ οὐαὶ ἐπὶ οὐαί. ῥίψεται τότε ὁ ἄργυρος καὶ ὁ χρυσὸς ἐν ταῖς πλατείαις καὶ οὐδεὶς συνάξει αὐτούς, ἀλλὰ πάντα βδελυκτὰ καθεστήκασιν. πάντες γὰρ τοῦ ἐκφυγεῖν καὶ κρυβῆναι σπουδάσουσι καὶ οὐδαμοῦ δυνήσονται λαθεῖν ἐκ τῶν παθῶν τοῦ ἀντικειμένου, ἀλλὰ τὸ σημεῖον αὐτοῦ περιφέροντες εὔδηλοι καὶ γνωστοὶ αὐτοῦ ἀναδειχθήσονται. ἔξωθεν φόβος καὶ ἔσωθεν τρόμος καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. ἐν πλατείᾳ καὶ ἐν τοῖς οἴκοις θνησιμαῖα, ἐν πλατείαις καὶ ἐν οἴκοις πεῖνα καὶ δίψα. ἐν πλατείαις θόρυβοι, ἐν οἴκοις κοπετοί. μεμάρανται τὸ κάλλος τῆς ὄψεως τοῦ προσώπου· γίνονται γὰρ ἰδέαι αὐτῶν ὡσεὶ νεκρῶν. καὶ τὸ κάλλος τῶν γυναικῶν μαρανθήσεται καὶ ἡ ἐπιθυμία τῶν ἀνθρώπων πάντων ἀφαιρεθήσεται. οὐδὲ γὰρ τότε ὁ εὔσπλαγχνος καὶ φιλάνθρωπος θεὸς καταλείψει τῶν ἀνθρώπων τὸ γένος ἀπαραμύθητον, ἀλλὰ καὶ “κολοβώσει„ τὰς ἡμέρας ἐκείνας καὶ τὸν χρόνον τῶν τριῶν ἥμισυ ἐτῶν καὶ ποιήσει αὐτὰ σύντομα διὰ τὸ κατάλειμμα τῶν ἐν ὄρεσι καὶ σπηλαίοις κατακρυφθέντων, ἵνα μὴ πάντων τῶν ἁγίων ἐκείνων ἡ φάλαγξ ἐκλείψῃ.