Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ συντελείας τοῦ κόσμου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Εισαγωγή και προφητικές προειδοποιήσεις για τα έσχατα

Προοίμιο για τις προφητείες της Παλαιάς Διαθήκης, τα σημεία των καιρών, την κοινωνική διαφθορά και τις ευαγγελικές προειδοποιήσεις περί ψευδοχρίστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΙΠΠΟΛΥΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΣΥΝΤΕΛΕΙΑΣ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΝΤΙΧΡΙΣΤΟΥ ΚΑΙ ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΠΑΡΟΥΣΙΑΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Ἐπειδὴ γὰρ οἱ μακάριοι προφῆται ὀφθαλμοὶ ἡμῶν γεγόνασιν, τῶν ἀποκρύφων τὴν δήλωσιν ἡμῖν ἐμφανιζόμενοι διά τε βίου διά τε ἐμφανείας καὶ ἐπιφοιτήσεως τοῦ ἁγίου πνεύματος καὶ τὰ μήπω γεγονότα διαλεγόμενοι, ὅθεν καὶ πάσαις ταῖς μετέπειτα γενεαῖς μεγίστην θεωρίαν καὶ πρᾶξιν ἀνεζωγράφησαν, διὸ δὴ καὶ τὴν τοῦ θεοῦ διὰ σαρκὸς ἐπιδημίαν τῷ κόσμῳ κηρύξαντες, τὴν ἐκ τῆς παναχράντου καὶ θεοτόκου Μαρίας, γεννήσεώς τε καὶ αὐξήσεως καὶ τῆς μετὰ ἀνθρώπων ἀναστροφῆς καὶ βιώσεως, καὶ τὴν διὰ βαπτίσματος ἀνάδειξιν αὐτοῦ καὶ πᾶσιν ἀνθρώποις γενησομένην ἀναγέννησιν διὰ “λουτροῦ παλιγγενεσίας„, τὴν τῶν θαυμάτων πληθύν, καὶ τὸ ἐπὶ σταυροῦ μακάριον πάθος καὶ τὰ ἐν αὐτῷ ἐμπαίγματα, ἅπερ παρὰ τῶν Ἰουδαίων ὑπέμεινεν, τὴν ταφὴν αὐτοῦ, τὴν εἰς ᾅδου κατάβασιν καὶ τῶν ἀπ᾽ αἰώνων ψυχῶν ἀνάβασίν τε καὶ ἀπολύτρωσιν, τὴν τοῦ θανάτου φθορὰν τήν τε ἐκ νεκρῶν αὐτοῦ ζωοποιὸν ἔγερσιν καὶ παντὸς τοῦ κόσμου ἀνάπλασιν καὶ τὴν εἰς οὐρανοὺς ἀναλήψεως ἄνοδον καὶ τὴν τοῦ πνεύματος ὑποδοχήν, ἧσπερ οἱ ἀπόστολοι κατηξιώθησαν, καὶ πάλιν τὴν δευτέραν παρουσίαν τὴν μέλλουσαν ἐκθροεῖν τὰ σύμπαντα ἀναγκαίως γάρ, “βλέποντες„ καλούμενοι, προϋπέδειξαν καὶ προεῖπον.

διὸ καὶ τῆς συντελείας ἡμῖν τὴν ἡμέραν ἐνεφάνισαν, τὴν ἐν τοῖς ἐσχάτοις καιροῖς, τὴν τοῦ ἀποστάτου ἐμφάνειαν καὶ πλάνην τοῖς ἀνθρώποις καὶ τῆς βασιλείας αὐτοῦ τὴν ἔναρξιν καὶ συμπλήρωσιν καὶ τὴν τοῦ κριτοῦ ἔλευσιν καὶ τὴν τῶν δικαίων ζωὴν καὶ τὴν τῶν ἁμαρτωλῶν τιμωρίαν προϋπέφηναν, ἵνα πάντες ἡμεῖς ἐν νῷ φέροντες ταῦτα καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν ὡς τέκνα τῆς ἐκκλησίας γινώσκωμεν ὅτι “ἰῶτα ἓν ἢ μία κεραία ἐξ αὐτῶν οὐκ ἀπολυθήσεται„, καθὼς ὁ σωτήριος λόγος ὑπέφηνεν. ἀναγκαίως οὖν πάντες ἀνοίξατε τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ὑμῶν καὶ τὰ ὦτα τῆς ψυχῆς ὑμῶν καὶ ὑποδέξασθε ὃν μέλλομεν λέγειν λόγον, πάσης γὰρ φρίκης καὶ φόβου μεστὸν διήγημα μέλλω ἐμφανίσαι σήμερον, τὴν συντέλειαν ἤγουν τὴν παγκόσμιον τοῦ ἐχθροῦ καὶ διαβόλου πλάνην καὶ μετὰ ταῦτα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δευτέραν παρουσίαν. πόθεν οὖν, φιλόχριστοι, λάβω ἀρχὴν καὶ τί ἀπάρξομαι ἢ τί διηγήσομαι; τίνα μάρτυρα τοῖς λεγομένοις παρέξω; ἀλλ᾽ ὅθεν τὸν λόγον ἠρξάμεθα, τούτους εἰς μέσον παραγάγωμεν πιστοὺς μάρτυρας, βεβαιοῦντας τῶν λεγομένων τὴν δήλωσιν, καὶ μετέπειτα καὶ τῶν ἀποστόλων τὴν διδαχήν, μᾶλλον δὲ προφητείαν, πῶς πανταχοῦ τῆς οἰκουμένης σαλπίζουσι τῆς συντελείας τὴν ἡμέραν.

ἐπειδὴ οὖν καὶ οὗτοι τὰ μήπω γενησόμενα προϋπέδειξαν καὶ τῶν μελλόντων ἀναφανῆναι πονηρῶν ἀνθρώπων σκαιωρίαν καὶ κακοβουλίαν ἐνεφάνισαν· φέρε οὖν, τὸν προφήτην Ἡσαΐαν ὡς πρῶτον μάρτυρα μέσον εἰσαγάγωμεν, περὶ τῶν χρόνων τῆς συντελείας ἡμῖν ἐκδιδάσκοντα. τί οὖν φησιν; “ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν· ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλις πολιορκουμένη„. εἶδες τοῦ προφήτου, ἀγαπητέ, τὴν ἔκλαμψιν, ἣν πρὸ πόσων γενεῶν τὸν καιρὸν προεθέσπισεν. οὐ γὰρ περὶ τῶν Ἰουδαίων τοῦτον τὸν λόγον προϋπέφηνεν οὐδὲ περὶ τῆς Σιὼν τῆς πόλεως, ἀλλὰ περὶ τῆς ἐκκλησίας. Σιὼν γὰρ τὴν ἐξ ἐθνῶν προσαχθεῖσαν νύμφην πάντες οἱ προφῆται ἐδήλωσαν. διὸ καὶ πρὸς δεύτερον μάρτυρα τὸν λόγον ὑφαπλώσωμεν. ποῖον δὴ τοῦτον; ἄκουσον καὶ τοῦ Ὠσηὲ τοιαῦτα φωνοῦντος μεγαλοφώνως. “ἐν ταῖς ἡμέραις ἐκείναις ἐπάξει κύριος ἄνεμον καύσωνος ἐκ τῆς ἐρήμου ἐπ᾽ αὐτοὺς καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτῶν καὶ ἐξερημώσει τὰς πηγὰς αὐτῶν, καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ ἀφανισθήσονται· ὅτι ἀντέστησαν πρὸς τὸν θεόν, ἐν ῥομφαίᾳ πεσοῦνται καὶ αἱ ἐν γαστρὶ αὑτῶν ἔχουσαι διαρραγήσονται„.

τίς γὰρ ἄλλος “ἄνεμος καύσωνος ἐκ τῆς ἐρήμου„ ἀλλ᾽ ἢ ὁ ἀντίχριστος ὁ μέλλων ἀφανίσαι καὶ ἀναξηρᾶναι τὰς φλέβας τῶν ὑδάτων καὶ τοὺς καρποὺς τῶν δένδρων ἐν τοῖς χρόνοις αὐτοῦ, ὅτι ἐπεθύμησαν ἐν τοῖς ἔργοις αὐτοῦ οἱ ἄνθρωποι. διὸ καὶ ἀφανίσει αὐτοὺς καὶ δουλεύσουσιν αὐτὸν ἐν τῇ ἀκαθαρσίᾳ αὐτοῦ. ὅρα συμφωνίαν προφήτου πρὸς προφήτην. μάθε καὶ ἕτερον τὰ ὅμοια διαλεγόμενον.

Ἀμὼς γὰρ τὰ αὐτὰ συμφώνως προεφήτευσεν “τάδε λέγει κύριος Διὰ τοῦτο ἀνθ᾽ ὧν κατεκονδυλίσατε πτωχὸν καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾽ αὐτοῦ, οἴκους γὰρ ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν, ὅτι ἔγνων πολλὰς ἀσεβείας, καταπατοῦντες τὸν δίκαιον, καὶ λαμβάνοντες ἀντάλλαγμα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. διὰ τοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν„. μάθε, ἀγαπητέ, τῶν τότε ἀνθρώπων τὴν πονηρίαν, πῶς καθαρπάζουσιν οἰκίας καὶ ἀγρούς, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. ὅταν γὰρ ταῦτα γένηται, ἵνα ἴδῃς ὅτι τέλος ἐστίν. διὸ ἔγνως τὴν σοφίαν τοῦ προφήτου καὶ τὴν ἀποκάλυψιν τὴν μέλλουσαν ἔσεσθαι ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ πάντες οἱ προφῆται, ὡς προείπομεν, ὡς τὰ ἀρχαῖα ἐνεφάνισαν, οὕτω καὶ τὰ ἐν τοῖς ὑστέροις καιροῖς γενήσεσθαι μέλλοντα διαπρυσίως ἐθέσπισαν. ἀλλ᾽ ἵνα μὴ τὸν λόγον ἁπάντων τῶν προφητῶν τοῖς ῥήμασιν ἀναλώσωμεν, ἑνὸς μνησθέντες, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. τί δὲ καὶ Μιχαίας προαγορεύει; “τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ᾽ αὐτὸν εἰρήνην· καὶ εἰ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἡγίασαν ἐπ᾽ αὐτὸν πόλεμον.

διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας καὶ συσκοτάσει ἐπ᾽ αὐτοὺς ἡ ἡμέρα, καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια καὶ καταγελασθήσονται οἱ μάντεις„. ταῦτα προϊστορήσαμεν, ἵνα γνῶτε τὴν ἐπ᾽ ἐσχάτων γενησομένην ὀδύνην καὶ ταραχὴν καὶ πάντων ἀνθρώπων τὴν πρὸς ἀλλήλους ἀναστροφὴν καὶ φθόνον καὶ μῖσος καὶ ἔριν, τὴν τῶν ποιμένων ἐπὶ τῶν προβάτων ἀμέλειαν καὶ τοῦ λαοῦ πρὸς τοὺς ἱερεῖς ἀνυπότακτον διάθεσιν. διὸ πάντες τῷ ἰδίῳ θελήματι ἐμπεριπατήσουσιν, καὶ τὰ τέκνα τοῖς γονεῦσιν ἐπιβαλοῦνται χεῖρας. γυνὴ τὸν ἴδιον ἄνδρα παραδώσει εἰς θάνατον καὶ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ κριτήριον ἄξει ὡς ὑπεύθυνον, δεσπόται εἰς τοὺς ἰδίους δούλους ἀπάνθρωποι αὐθεντήσονται καὶ δοῦλοι πρὸς τοὺς δεσπότας ἀνυπότακτον διάθεσιν περιβαλοῦνται. πρεσβυτέρου πολιὰν οὐδεὶς αἰδεσθήσεται καὶ νεωτέρου κάλλος οὐδεὶς οἰκτειρήσεται. οἱ ναοὶ τοῦ θεοῦ ὡς οἶκοι ἔσονται καὶ καταστροφαὶ τῶν ἐκκλησιῶν πανταχοῦ γενήσονται. αἱ γραφαὶ καταφρονηθήσονται καὶ τοῦ ἐχθροῦ τὰ ᾄσματα πανταχοῦ ἐξᾴσουσιν.

πορνεῖαι καὶ μοιχεῖαι καὶ ἐπιορκίαι [τὴν γῆν πληρώσουσιν· φαρμακεῖαι] καὶ ἐπαοιδίαι καὶ μαντεῖαι ὀπίσω τούτων σφοδρῶς καὶ προθύμως ἐξακολουθήσουσι καὶ καθ᾽ ὅλου ὑπὸ τῶν δοκούντων εἶναι χριστιανοὶ τότε ἐγερθήσονται ψευδοπροφῆται, ψευδαπόστολοι, γόητες, ἄνθρωποι φθοροποιοί, κακοποιοί, ψευδόμενοι κατ᾽ ἀλλήλων, μοιχοί, πόρνοι, ἅρπαγες, πλεονέκται, ἐπίορκοι, κατάλαλοι [ἀλλήλους μισοῦντες]. οἱ ποιμένες ὡς λύκοι γενήσονται. [οἱ ἱερεῖς τὸ ψεῦδος ἀσπάσονται.] οἱ μοναχοὶ τὰ τοῦ κόσμου ποθήσουσιν. οἱ πλούσιοι ἀσπλαγχνίαν ἐνδύσονται. οἱ ἄρχοντες πτωχῷ οὐ βοηθήσουσιν. οἱ δυνάσται οἰκτιρμοὺς ἀποβαλοῦνται. οἱ κριταὶ τὸ δίκαιον ἐκ τοῦ δικαίου ἀροῦσι καὶ τοῖς δώροις ἐκτυφλούμενοι ἀδικίαν ἐπισπάσονται. καὶ τί λέγω ἀπὸ ἀνθρώπων, ὅπου καὶ αὐτὰ τὰ στοιχεῖα τὴν οἰκείαν τάξιν ἀρνήσονται; σεισμοὶ [κατὰ πᾶσαν πόλιν, λοιμοὶ] ἐπὶ πᾶσαν χώραν, βρονταὶ ἄνεμοι καὶ φοβεραὶ ἀστραπαὶ οἴκους καὶ ἀγροὺς κατακαίουσαι, καταιγίδες ἀνέμων τὴν γῆν καὶ τὴν θάλασσαν ἀμέτρως ἐκταράσσουσαι, τῆς γῆς ἀκαρπίαι, θαλάσσης ἦχος καὶ σάλος ἀφόρητος ἀπὸ ψυχῶν καὶ ἀπωλείας ἀνθρώπων.

σημεῖα ἐν ἡλίῳ, σημεῖα ἐν σελήνῃ, ἄστρων παρατροπαί, συνοχαὶ ἐθνῶν, ἀέρων ἀκρασίαι, χαλάζης βολίδες ἐπὶ προσώπου τῆς γῆς, χειμῶνος ἀταξίαι, παγετοὶ διάφοροι, καύσωνες ἀπαραμύθητοι, κεραυνοὶ αἰφνίδιοι, ἐμπρησμοὶ ἀδόκητοι, καὶ ἁπαξαπλῶς πάσης τῆς γῆς θρῆνος καὶ κοπετός, παραμυθίαν μὴ ἐχούσης. “ἐκ γὰρ τοῦ πληθυνθῆναι τὴν ἁμαρτίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν„. διὰ τούτων ἁπάντων τὴν ζάλην, τὴν ἀταξίαν, ὁ κύριος τοῦ παντὸς διὰ τοῦ εὐαγγελίου βοᾷ λέγων “βλέπετε μὴ πλανηθῆτε. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικεν. μὴ οὖν πλανηθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε. δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθὺς τὸ τέλος„. μάθωμεν τοῦ σωτῆρος τὸν λόγον, πῶς διὰ παντὸς ἀσφαλίζων ἡμᾶς παρήγγειλε “βλέπετε μὴ πλανηθῆτε. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι ἐγώ εἰμι„. καὶ γὰρ μετὰ τὸ ἀναληφθῆναι αὐτὸν πρὸς τὸν πατέρα ἀνέστησάν τινες λέγοντες ὅτι ἐγώ εἰμι ὁ Χριστός, καθὼς Σίμων ὁ μάγος καὶ οἱ λοιποί, ὧν οὐκ ἔστι καιρὸς ἄρτι τὰ ὀνόματα μνημονεῦσαι. διὸ καὶ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς συντελείας δεῖ πάλιν ἀναστῆναι ψευδοχρίστους ἄνδρας λέγοντας ὅτι ἐγώ εἰμι ὁ Χριστός.