Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Περὶ τῆς θεοφανείας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η τέλεση του μυστηρίου και η Τριαδική Θεοφάνεια

Η συγκατάθεση του Ιωάννη, το βάπτισμα του Ιησού, το άνοιγμα των ουρανών και η μαρτυρία του Πατρός για τη δωρεά της αφθαρσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 5

πληρωτής εἰμι νόμου, οὐδὲν βούλομαι ἐλλιπὲς καταλεῖψαι εἰς πᾶν τὸ πλήρωμα, ἵνα μετ᾽ ἐμὲ βοήσῃ ὁ Παῦλος “πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι„. “ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην„. βάπτισόν με, Ἰωάννη, ἵνα μηδεὶς βαπτίσματος καταφρονήσῃ. ὑπὸ σοῦ τοῦ δούλου βαπτίζομαι, ἵνα μηδεὶς βασιλέων ἢ ὑπερεχόντων διαπτύσῃ ὑπὸ πενιχροῦ ἱερέως βαπτισθῆναι. ἄφες ἐν τῷ Ἰορδάνῃ κατέλθω, ἵνα ἀκούσωσι τὴν πατρῴαν μαρτυρίαν καὶ ἐπιγνώσωνται τὴν τοῦ υἱοῦ δύναμιν. “ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστιν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε λοιπὸν ἀφίησιν αὐτὸν ὁ Ἰωάννης. καὶ βαπτισθεὶς ὁ Ἰησοῦς εὐθέως ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ ἰδοὺ τὸ πνεῦμα τοῦ θεοῦ κατέρχεται ἐν εἴδει περιστερᾶς καὶ ἔμεινεν ἐπ᾽ αὐτὸν καὶ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα„. εἶδες, ἀγαπητέ, πόσων καὶ πηλίκων ἀγαθῶν ἐμέλλομεν ζημιοῦσθαι, εἰ εἶξεν ὁ κύριος τῇ τοῦ Ἰωάννου παρακλήσει καὶ παρῃτήσατο τὸ βάπτισμα. κεκλεισμένοι γὰρ ἦσαν πρὸ τούτου οἱ οὐρανοί, ἄβατον ἦν τὸ ἄνω χωρίον. ἐν τοῖς κάτω κατῄειμεν, ἐν τοῖς ἄνω δὲ οὐκ ἀνῄειμεν. μόνον δὲ ὁ δεσπότης ἐβαπτίσθη καὶ “τὸν παλαιὸν ἄνθρωπον ἀνεκαίνισεν„ καὶ τὰ σκῆπτρα τῆς υἱοθεσίας αὐτῷ πάλιν ἐπίστευσεν. “εὐθέως γὰρ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί„.

διαλλαγὴ γέγονε τῶν ὁρατῶν πρὸς τὰ ἀόρατα, ἐχαροποιήθησαν τὰ οὐράνια τάγματα, ἰάθη τὰ ἐπίγεια νοσήματα, ἐγνώσθη τὰ ἀπόρρητα πράγματα, ἐφιλιώθη τὰ ἐχθραίνοντα. ἤκουες γὰρ τοῦ εὐαγγελιστοῦ λέγοντος “ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί„. τριῶν παραδόξων πραγμάτων χάριν. τοῦ γὰρ νυμφίου Χριστοῦ βαπτιζομένου ἔδει τὸν οὐράνιον θάλαμον τὰς λαμπροφόρους ἀνοῖξαι πύλας. ὡσαύτως δὲ καὶ τοῦ ἁγίου πνεύματος ἐν εἴδει περιστερᾶς κατιόντος καὶ τῆς πατρῴας φωνῆς πανταχοῦ διαδιδομένης, ἔδει τὰς ἐπουρανίους πύλας ἐπηρμένας ὑπάρχειν. “καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ καὶ φωνὴ ἐγένετο λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα„. ἀγαπητὸς ἀγάπην γεννᾷ καὶ φῶς ἄϋλον “φῶς ἀπρόσιτον„. “οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς„, ὁ κάτω ἐπιφανεὶς καὶ τῶν πατρῴων κόλπων μὴ χωρισθείς. ἐπεφάνη, οὐκ ἐφάνη. ἄλλο γὰρ τὸ φανῆναι, ἐπειδὴ πρὸς τὸ φαινόμενον ὁ βαπτίζων τοῦ βαπτιζομένου προέχει. τούτου ἕνεκεν ὁ πατὴρ οὐρανόθεν τὸ ἅγιον πνεῦμα ἐπὶ τὸν βαπτιζόμενον κατέπεμπεν. ὥσπερ γὰρ ἐν τῇ κιβωτῷ τοῦ Νῶε διὰ περιστερᾶς μηνύεται “ἡ φιλανθρωπία τοῦ θεοῦ„, οὕτω καὶ νῦν τὸ ἐν εἴδει περιστερᾶς κατελθὸν πνεῦμα ὡς καρπὸν ἐλαίας βαστάσαν ἐπὶ τὸν μαρτυρούμενον κατέστη. διὰ τί; ἵνα καὶ τῆς πατρῴας φωνῆς τὸ βέβαιον γνωρισθῇ καὶ ἡ προφητικὴ πρόρρησις ἐκ πολλῶν τῶν χρόνων πιστωθῇ. ποία ταύτη; “

φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν„. ποία φωνή; “οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα„. οὗτός ἐστιν ὁ τοῦ Ἰωσὴφ ὀνομαζόμενος υἱός, καὶ ἐμὸς μονογενὴς κατὰ τὴν θεϊκὴν οὐσίαν. “οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός„, ὁ πεινῶν καὶ τρέφων μυριάδας, καὶ κοπιῶν καὶ ἀναπαύων τοὺς κοπιῶντας, ὁ μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι καὶ πάντα ἐν τῇ χειρὶ βαστάζων, ὁ πάσχων καὶ τὰ πάθη ἰώμενος, ὁ ῥαπιζόμενος καὶ ἐλευθερίαν τῷ κόσμῳ δωρούμενος, ὁ τὴν πλευρὰν νυττόμενος καὶ τὴν πλευρὰν τοῦ Ἀδὰμ διορθούμενος. ἀλλὰ συντείνατέ μοι τὸν νοῦν, παρακαλῶ, μετὰ ἀκριβείας· βούλομαι γὰρ ἐπὶ τὴν πηγὴν τῆς ζωῆς ἀναδραμεῖν καὶ θεάσασθαι τὴν πηγὴν τῶν ἰαμάτων πηγάζουσαν. ὁ τῆς ἀθανασίας πατὴρ τὸν ἀθάνατον υἱὸν καὶ λόγον ἀπέστειλεν εἰς τὸν κόσμον, ὃς ἀφικόμενος εἰς τὸν ἄνθρωπον λούσασθαι ὕδατι καὶ πνεύματι, καὶ ἀναγεννήσας πρὸς ἀφθαρσίαν ψυχῆς τε καὶ σώματος, ἐνεφύσησεν ἡμῖν πνεῦμα ζωῆς, περιαμφιάσας ἡμᾶς ἀφθάρτῳ πανοπλίᾳ. εἰ οὖν ἀθάνατος γέγονεν ὁ ἄνθρωπος, ἔσται καὶ θεός. εἰ δὲ θεὸς δι᾽ ὕδατος καὶ πνεύματος ἁγίου μετὰ τὴν τῆς κολυμβήθρας ἀναγέννησιν γίνεται, εὑρίσκεται καὶ συγκληρονόμος Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν.