Ἔργον
Ἱππόλυτος Ῥώμης – Περὶ τῆς θεοφανείας (Νόθος)
Η πρόσκληση των εθνών και η χάρις της αναγεννήσεως
Κήρυγμα προς τα έθνη για προσέλευση στο βάπτισμα, αναδρομή στις ενέργειες του Αγίου Πνεύματος και η υιοθεσία των πιστών μέσω της καθάρσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πρόσκληση των εθνών και η χάρις της αναγεννήσεως
Κήρυγμα προς τα έθνη για προσέλευση στο βάπτισμα, αναδρομή στις ενέργειες του Αγίου Πνεύματος και η υιοθεσία των πιστών μέσω της καθάρσεως.
διὸ κηρύσσω λέγων Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν ἐπὶ τὴν τοῦ βαπτίσματος ἀθανασίαν· ζωὴν ὑμῖν εὐαγγελίζομαι τοῖς ἐν τῷ ζόφῳ τῆς ἀγνωσίας ἐνδιατρίβουσιν· δεῦτε εἰς ἐλευθερίαν ἐκ δουλείας, εἰς βασιλείαν ἐκ τυραννίδος, εἰς ἀφθαρσίαν ἐκ τῆς φθορᾶς. καὶ πῶς, φησίν, ἐλευσόμεθα; πῶς; δι᾽ ὕδατος καὶ ἁγίου πνεύματος. τοῦτο δέ ἐστιν τὸ ὕδωρ τὸ τῷ πνεύματι κοινωνοῦν, δι᾽ οὗ παράδεισος ποτίζεται, δι᾽ οὗ ἡ γῆ πιαίνεται, δι᾽ οὗ φυτὸν αὔξει, δι᾽ οὗ ζῷα τεκνογονεῖ καὶ, ἵνα πάντα συνελὼν εἴπω, δι᾽ οὗ ἀναγεννώμενος ζῳογονεῖται ἄνθρωπος, ἐν ᾧ καὶ ὁ Χριστὸς ἐβαπτίσατο, ἐν ᾧ καὶ τὸ πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς. τοῦτο δέ ἐστιν τὸ πνεῦμα τὸ ἀπ᾽ ἀρχῆς ἐπιφερόμενον ἐπάνω τῶν ὑδάτων, δι᾽ οὗ κόσμος κινεῖται, δι᾽ οὗ κτίσις ἵσταται καὶ τὰ σύμπαντα ζῳογονεῖται, τὸ ἐν προφήταις ἐνεργῆσαν, τὸ ἐπὶ Χριστὸν καταπτάν. τοῦτό ἐστι τὸ πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις ἐν εἴδει πυρίνων γλωσσῶν. τοῦτο τὸ πνεῦμα ἐζήτει Δαβὶδ λέγων “καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου„. περὶ τούτου καὶ Γαβριὴλ ἔλεγε τῇ παρθένῳ “πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι„. διὰ τούτου τοῦ πνεύματος Πέτρος ἐφθέγξατο τὴν μακαρίαν ἐκείνην φωνὴν “σὺ εἶ ὁ Χριστὸς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος„. διὰ τούτου τοῦ πνεύματος ἐστερεώθη ἡ πέτρα τῆς ἐκκλησίας.
τοῦτό ἐστιν τὸ πνεῦμα ὁ παράκλητος τὸ διὰ σὲ πεμπόμενον, ἵνα δείξῃ σε τέκνον θεοῦ. δεῦρο τοίνυν, ἀναγεννήθητι, ἄνθρωπε, εἰς υἱοθεσίαν θεοῦ. καὶ πῶς; φησίν. ἐὰν μηκέτι μοιχεύσῃς μηδὲ φονεύσῃς μηδὲ εἰδωλολατρεύσῃς, ἐὰν μὴ κρατηθῇς ὑφ᾽ ἡδονῆς, ἐὰν μὴ πάθος ὑπερηφανίας κυριεύσῃ σου, ἐὰν ἀποξέσῃς τὸν ῥύπον τῆς ἀκαθαρσίας καὶ ἀπορρίψῃς τὸ φορτίον τῆς ἁμαρτίας, ἐὰν ἀποδύσῃ τὴν πανοπλίαν τοῦ διαβόλου καὶ “ἐνδύσῃ τὸν θώρακα τῆς πίστεως„, καθώς φησιν Ἡσαΐας “λούσασθε καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν· ἐκζητήσατε κρίσιν· ῥύσασθε ἀδικούμενον· κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει κύριος. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. καὶ ἐὰν θέλητε καὶ τῆς φωνῆς μου ἀκούσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε„. εἶδες, ἀγαπητέ, πῶς προεῖπεν ὁ προφήτης τὸ τοῦ βαπτίσματος καθάρσιον. ὁ γὰρ καταβαίνων μετὰ πίστεως εἰς τὸ τῆς ἀναγεννήσεως λουτρὸν ἀποτάσσεται τῷ πονηρῷ, συντάσσεται δὲ τῷ Χριστῷ· ἀπαρνεῖται τὸν ἐχθρόν, ὁμολογεῖ δὲ τὸ θεὸν εἶναι τὸν Χριστόν· ἀποδύεται τὴν δουλείαν, ἐνδύεται δὲ τὴν υἱοθεσίαν· ἀνέρχεται ἀπὸ τοῦ βαπτίσματος “λαμπρὸς ὡς ὁ ἥλιος„, ἀπαστράπτων τὰς τῆς δικαιοσύνης ἀκτῖνας. τὸ δὲ μέγιστον, ἄνεισιν υἱὸς θεοῦ καὶ συγκληρονόμος Χριστοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.