Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας

Ἱππόλυτος Ῥώμης

Ο δεσμός της συζυγίας και οι κίνδυνοι της σαρκικής επιθυμίας

Αλληγορική και ηθική προσέγγιση της σοφίας, με έμφαση στην απόκρουση των ετεροδόξων και την αποφυγή του πάθους της πορνείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 4

Ἱππολύτου. Ὅρα πῶς αὐτὸν εἰς σύνδεσμον ἄγει τῆς ὁμοζύγου. δείκνυσι γὰρ καὶ διὰ τοῦ ζῴου τὸ τῆς ἡδονῆς καθαρὸν καὶ διὰ τοῦ πώλου τὸ τῆς γυναικὸς παρίστησι γαῦρον καὶ ποθεινόν· καὶ ἐπειδὴ πολλὰ οἶδε τὰ παροξύνοντα, ἀσφαλῆ, ἀρραγῆ τὸν τῆς φιλίας αὐτοῖς δεσμὸν ἐπιτίθησιν, τὸ ἀδιάρρηκτον αὐτοῖς μηχανώμενος.

Ἄλλως δέ. ἡ σοφία ἤτοι οὖν ἔλαφος τοὺς τῶν ἑτεροδόξων ὀφιώδεις λόγους πέφυκεν ἐλαύνειν καὶ ἀναιρεῖν. αὕτη οὖν φησι συνέστω σοι πῶλος οὖσα τῷ νεάζειν ἅπασαν ἀρετήν. καὶ ἐπεὶ μὴ ὅμοιον γυνὴ καὶ σοφία, αὕτη τοὐναντίον ἡγείσθω σοι· οὕτω γὰρ ἀποκυήσεις λογισμοὺς ἀγαθούς.

Ἱππολύτου. Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς ἄρτου τιμήματι. οὐκ εἶπε δὲ “γυναικός„, ἀλλὰ “πόρνης„· οὐ γὰρ ἀπὸ τῆς φύσεως, ἀλλ᾽ ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλεσεν. κακία δὲ οὐδενὸς ἀξία, φέρει δέ πως τοῖς ἡττωμένοις ὀδύνην, ὅταν ὁ νενικηκὼς εὐκαταφρόνητος ᾖ. ἢ ὅτι τοσαύτη ἐστὶν ἡ ἡδονὴ τῆς κακίας,

Ἱππολύτου. ὅση καὶ ἑνὸς ἄρτου. γυνὴ δὲ ... αἰσχύνθητι, φησίν, ὅτι γυνή σε νικᾷ καὶ ὅτι τῇ οὐδενὸς ἀξίᾳ πόρνῃ τὸ παρὰ σοὶ τιμιώτερον, τὴν ψυχήν, προδίδως.

Βασιλείου. Οὐ τὸν ἄρτον τῇ μίξει παραβάλλει, ἀλλὰ τὸ ἐπὶ τῇ μίξει καταβαλλόμενον ἀργύριον τῷ τοῦ ἑνὸς ἄρτου τιμήματι.

τοῦ Χρυσοστόμου. Τιμὴ γὰρ πόρνης, ἐννόησον, τί ἔστιν ἐκείνη, πῶς οὐδενὸς ἀξία λόγου· φέρει γάρ τινα καὶ τοῦτο τοῖς ἠτιμωμένοις ὀδύνην, ὅταν ὁ νενικηκὼς εὐκαταφρόνητος ᾖ. τιμὴ

τοῦ Χρυσοστόμου. γὰρ οὐκ εἶπε “γυναικός„, ἀλλὰ “πόρνης„, οὐκ ἀπὸ τῆς φύσεως, ἀλλ᾽ ἀπὸ τῆς κακίας αὐτὴν ἐκάλεσεν· κακία δὲ οὐδενὸς ἀξία λόγου.

Ἱππολύτου. Ἵνα μὴ λέγῃς “τί γὰρ βλάβος τοῖς ὀφθαλμοῖς μὴ πάντως οὔσης ἀνάγκης τὸν ἐνορῶντα τραπῆναι„, δείκνυσί σοι, ὡς ἡ μὲν ἐπιθυμία πῦρ ἐστιν, ἡ δὲ σὰρξ ἱμάτιον· τὸ μὲν εὐάλωτον, ἡ δὲ τυραννική. ὅταν δὲ οὐχ ἁπλῶς ἐγκείμενον ᾖ, ἀλλὰ καὶ ἀποδεδεμένον, οὐ πρότερον ἐξελεύσεται, ἕως ἑαυτῷ ποιήσει διέξοδον. ὁ γὰρ ἰδὼν γυναῖκα, εἰ καὶ διέφυγεν, ἀλλ᾽ οὐκ ἐπιθυμίας καθαρὸς ἀνεχώρησεν. τί δὲ δεῖ πραγμάτων, παρὸν ἀπραγμόνως σωφρονεῖν; ὅρα τί φησιν ὁ Ἰὼβ “διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι γυναῖκα ἀλλοτρίαν„, οὕτως οἶδε τὴν τῆς ἐπηρείας ἰσχύν. καὶ ὁ Παῦλος δὲ τούτου ἕνεκεν “ὑπεπίεζε τὸ σῶμα καὶ ἐδουλαγώγει„. [Κατὰ δὲ θεωρίαν. “ἀποδεσμεύει πῦρ ἐν κόλπῳ„ ὁ συγχωρῶν ἀκάθαρτον λογισμὸν ἐγχρονίζειν τῇ καρδίᾳ· “περιπατεῖ δὲ ἐπάνω ἀνθράκων„ ὁ διὰ τῆς κατ᾽ ἐνέργειαν ἁμαρτίας τὴν ἰδίαν ἀπολλύων ψυχήν.]

Ἱππολύτου. Κέμφος ἐστὶν εἶδος λάρου, ὃς οὕτως ἀκρατῶς ἔχει πρὸς ἡδονήν, ὡς αἵματος πληροῦσθαι δοκεῖν τοὺς ὀφθαλμοὺς ἐν τῷ ὀχεύειν καὶ λανθάνει ἀναισθητῶν, βρόχοις πολλάκις ἢ χερσὶ περιπίπτων ἀνθρώπων. τούτῳ οὖν τὸν προστιθέμενον τῇ πόρνῃ δι᾽ ἀκολασίας ἀπείκασεν ἢ διὰ τὸ τοῦ ζῴου εὔηθες· καὶ γὰρ καὶ οὗτος ὡς ἄφρων ἐπηκολούθησεν. φασὶ δὲ αὐτὸ τοσοῦτον χαίρειν ἀφρῷ, ὥστε εἴτις πλέων ἀφρὸν ἐπὶ χειρὸς ἕξει, ἐπικάθηται τῇ χειρί· τίκτει δὲ καὶ ἐν ὀδύνῃ.

Ἱππολύτου. Εἶδες αὐτῆς τὴν βλάβην, μὴ ἀναμείνῃς δέξασθαι τὴν ἐπιθυμίαν· θάνατος γὰρ αὐτῆς ἡ τελευτή. Ἄλλως δέ. “τιτρώσκει„ μὲν λόγοις, ἤτοι λογισμοῖς, “φονεύει„ δὲ ταῖς ἁμαρτίαις τοὺς πειθομένους· πολλὰ γὰρ εἴδη κακίας τοὺς ἀνοήτους εἰς ᾅδου κατάγοντα· “ταμεῖα δὲ θανάτου„ ἢ τὸ βάθος ἢ ὁ πλοῦτος αὐτοῦ· πῶς οὖν ἐστι διαφυγεῖν;