Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας

Ἱππόλυτος Ῥώμης

Η οικία της σοφίας και οι καρποί της δικαιοσύνης

Αλληγορική ταύτιση της οικίας της σοφίας με τον Χριστό ως ξύλο ζωής και ανάλυση της ωφελιμότητας του φρονίμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 4

Ἱππολύτου. Τὴν νέαν Ἱερουσαλὴμ καὶ ἁγίαν σάρκα. “στύλους ἑπτὰ„ τὴν ἑβδομάδα τοῦ ἁγίου πνεύματος ἐπ᾽ αὐτῇ ἀναπαυομένου ἐσήμανεν, καθὼς Ἡσαΐας μαρτυρεῖ λέγων “〈καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ〉„.

Ἱππολύτου. Σημείωσαι ὅτι τὸν σοφὸν πολλοῖς εἶναι χρήσιμον ἀναγκαῖον, ὡς ὅ γε ἑαυτῷ χρήσιμος μόνον οὐκ εἴη σοφός· πολλὴ γὰρ τῆς σοφίας κατηγορία, εἰ μέχρι τοῦ κεκτημένου τὴν δύναμιν ἕξει. ὥσπερ δὲ ἰὸς οὐκ ἂν εἴη βλαβερὸς ἑτέρῳ σώματι, ἀλλὰ τῷ δεχομένῳ μόνῳ, οὕτω καὶ ὁ ἀποβὰς κακὸς ἑαυτὸν βλάψει, οὐκ ἄλλον. οὐδεὶς γὰρ ἐνάρετος παρὰ κακοῦ βλάπτεται.

Ἱππολύτου. “Καρπὸς δικαιοσύνης„ καὶ “δένδρον ζωῆς„ ὁ Χριστός ἐστιν, ὁ μόνος ἀνθρωπίνως “πᾶσαν δικαιοσύνην πληρώσας„· καὶ ὡς αὐτοζωὴ τοὺς τῆς γνώσεως καὶ ἀρετῆς καρποὺς ὡς δένδρον ἐβλάστησεν· ἐξ οὗ οἱ ἐσθίοντες ἀειζωΐαν λήψονται, καὶ τοῦ παραδείσου τοῦ δένδρου τῆς ζωῆς ἀπολαύσονται σὺν Ἀδὰμ καὶ πᾶσι τοῖς δικαίοις. “αἱ δὲ τῶν παρανόμων ψυχαὶ ἀφαιροῦνται„ μὲν “ἄωροι„ ἐκ προσώπου τοῦ θεοῦ παρὰ τὸ παρορᾶν αὐτὸς αὐτοὺς ἐν τῇ φλογὶ τῆς βασάνου.

Ἱππολύτου. Οὐ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τῷ θεῷ δύναμιν εὕρῃ.

Ἱππολύτου. Οὗτος “ἐρωτᾷ σοφίαν„ ὁ γνῶναι ζητῶν, τί τὸ θέλημα τοῦ θεοῦ, “ἐννεὸν δὲ ἑαυτὸν ποιήσας„, περὶ οὗ μαθεῖν ἦλθεν, οὗτος “δόξει φρόνιμος εἶναι„. εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας, ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος δὲ σιωπᾷ ἀπὸ σοφίας ὁ μὴ μόνον οὐδὲ θέλων γνῶναι περὶ σοφίας, ἀλλ᾽ ἀποπαύων καὶ τοὺς πλησίον. διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.

Ἱππολύτου. Αὗται αἱ “τρεῖς θυγατέρες„, εἶτα κατ᾽ ἰδίαν ἄλλαι.