Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας

Ἱππόλυτος Ῥώμης

Η ωφέλεια του σοφού και ο Χριστός ως δένδρο ζωής

Η πνευματική προσφορά των σοφών, η αναζήτηση του θελήματος του Θεού μέσω της σιωπής και η ανάδειξη του Χριστού ως καρπού δικαιοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 4

Ἱππολύτου· Εἶδες αὐτῆς τὴν βλάβην, μὴ ἀναμείνῃς δέξασθαι τὴν ἐπιθυμίαν· ἀθάνατος γὰρ αὐτῆς ἡ τελευτή. Ἱππολύτου· Σημείωσαι ὅτι τὸν σοφὸν πολλοῖς εἶναι χρήσιμον ἀναγκαῖον, ὡς ὅ γε ἑαυτῷ χρήσιμος μόνον οὐκ εἴη σοφός· πολλὴ γὰρ τῆς σοφίας κατηγορία, εἰ μέχρι τοῦ κεκτημένου τὴν δύναμιν ἕξει. Ὥσπερ δὲ ἰὸς οὐκ ἂν εἴη βλαβερὸς ἑτέρῳ σώματι, ἀλλὰ τῷ δεχομένῳ μόνῳ, οὕτω καὶ ὁ ἀποβὰς κακὸς ἑαυτὸν βλάψει, οὐκ ἄλλον. Οὐδεὶς γὰρ ἐνάρετος παρὰ κακοῦ βλάπτεται.

Ἱππολύτου· 〈Καρπὸς δικαιοσύνης〉 καὶ 〈δένδρον ζωῆς ὁ〉 Χριστός ἐστιν, ὁ μόνος ἀνθρωπίνως 〈πᾶσαν δικαιοσύνην πληρώσας〉. καὶ ὡς αὐτοζωὴ τοὺς τῆς γνώσεως καὶ ἀρετῆς καρποὺς ὡς δένδρον ἐβλάστησεν· ἐξ οὗ οἱ ἐσθίοντες ἀειζωΐαν λήψονται, καὶ τοῦ παραδείσου τοῦ δένδρου τῆς ζωῆς ἀπολαύσονται σὺν Ἀδὰμ καὶ πᾶσι τοῖς δικαίοις.

Αἱ δὲ τῶν 〈παρανόμων ψυχαὶ ἀφαιροῦνται〉 μὲν 〈ἄωροι〉 ἐκ προσώπου τοῦ θεοῦ παρὰ τὸ παρορᾶν αὐτὸν αὐτοὺς ἐν τῇ φλογὶ τῆς βασάνου. Ἱππολύτου· Οὐ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ τῷ θεῷ δύναμιν εὕρῃ. Ἱππολύτου. Οὗτος 〈ἐρωτᾷ σοφίαν ὁ〉 γνῶναι ζητῶν τί τὸ θέλημα τοῦ θεοῦ· 〈ἐννεὸν δὲ ἑαυτὸν ποιήσας〉 περὶ οὗ μαθεῖν ἦλθεν, οὗτος 〈δόξει φρόνιμος εἶναι〉.

Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος δὲ σιωπᾷ ἀπὸ σοφίας ὁ μὴ μόνον οὐδὲ θέλων γνῶναι περὶ σοφίας, ἀλλ᾽ ἀποπαύων καὶ τοὺς πλησίον. Διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου.