Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η επίγνωση της θείας Σοφίας και η υπακοή στις θείες εντολές

Εξήγηση της αναγκαιότητας του Αγίου Πνεύματος για την κατανόηση των παραβολών, προτροπή για τήρηση του θείου θελήματος και προειδοποίηση για την κρίση των ασεβών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 4

Ἱππολύτου. «Γνῶναι σοφίαν καὶ παιδείαν». Ὁ γὰρ γνοὺς τὴν σοφίαν τοῦ θεοῦ λαμβάνει παρ᾽ αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι᾽ αὐτῆς τὰ τοῦ λόγου μυστήρια. Καὶ οἱ ἐπιγνῶντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν εὐκόλως νοήσουσι τοὺς σοφῶς ὑπ᾽ αὐτῆς λαλουμένους λόγους. «Δέξασθαί τε στροφὰς λόγων». Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς τὸν θεὸν εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην. «Καὶ κρίμα κατευθύνειν». Τουτέστι κρίνειν. «Ἵνα δῷ ἀκάκοις πανουργίαν». Τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳ προσερχομένοις θεῷ. «Παιδὶ δὲ νέῳ». Οἵτινες νεάσαντες ὡς παιδία νήπια καὶ ἀναγεννήσεως διὰ Χριστὸν τυχόντες λαμβάνουσιν «αἴσθησιν καὶ ἔννοιαν» ἀγαθήν, καθὼς καὶ ὁ κύριος λέγει. «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». «Τῶνδε γὰρ ἀκούσας σοφὸς 〈σοφώτερος ἔσται〉». Τῶν γὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος καὶ ποιῶν αὐτούς, σοφὸς ὑπάρχων σοφώτερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενος ἀεὶ ὑπὸ τοῦ ἁγίου πνεύματος. «Ὁ γὰρ νοήμων», φησί, «κυβέρνησιν κτήσεται». «Νοῆσαί τε παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα». «

Πνευματικὰ γὰρ πνευματικοῖς συγκρίνεται· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, μὴ γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται». Ὅσα γὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοινωνοῖς τοῦ ἁγίου πνεύματος ὑπάρχουσιν εὔγνωστα γίνεται, ὑπ᾽ αὐτοῦ τοῦ πνεύματος ἐκδιδασκόμενα. Ἀσφράγιστος γὰρ καὶ ἀκυβέρνητος τὰς θείας γραφὰς ἐπιγνῶναι οὐ δύναται· «Φόβος γὰρ κυρίου ἀρχὴ αἰσθήσεως».

Παραβολὴ δέ ἐστιν ὡς τὸ «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ». «Ἄκουε, υἱέ, παιδείαν πατρός σου». Τουτέστι τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων. «Καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου». Θεσμοὺς μητρός, τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ταῖς ἐντολαῖς τοῦ θεοῦ. «Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ». Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, «στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον». Πότε, ἀλλ᾽ ἢ ἐν τῇ ἀναστάσει τῶν δικαίων ἐν τῇ ἐπουρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ στεφάνου ἀγωνίσῃ; Οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ. «Μή σε πλανήσωσιν ἀσεβεῖς ἄνδρες». Τὰ συμβάντα ἐπὶ Χριστῷ μυστήρια διὰ Ἰουδαίων φησὶ καὶ πῶς «κοινὸν βαλάντιον» ἐκτήσατο Ἰούδας τοῖς Ἰουδαίοις, λακήσας μέσος. «Καὶ μαρσίππιον 〈ἓν γενηθήτω ἡμῖν〉». Δοχεῖον. «Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα». Οὐ γὰρ εἰς μάτην ἡτοίμασται ἡ κρίσις τοῦ πυρός. «Αὐτοὶ γὰρ οἱ αἱμάτων μετέχοντες». Οὐχ οἱ πράττοντες μόνον. «Ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή». Ἄνομός ἐστιν ὁ μὴ εἰδὼς τὸν νόμον, παράνομος δὲ ὁ παραβαίνων τοῦτον. «Τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται».

Ἀσέβεια λέγεται ποτὲ μὲν ἡ περὶ θεοῦ ψευδὴς δόξα, ποτὲ δὲ ἡ ὁπωσδήποτε ἁμαρτία, ὡς τὸ «Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς», ἀντὶ τοῦ ἁμαρτωλοῦ. «Οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν». «Εὐσέβεια» γὰρ «εἰς θεὸν ἀρχὴ αἰσθήσεως». «Κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι». Τοῖς ἀπίστοις καὶ ἀπειθοῦσι τῷ ὀνόματι αὐτοῦ ἠπείλησεν. Οὕτω καὶ ὁ Δαυίδ. «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς». «Ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι».