Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὰς Παροιμίας (Νόθος)

Ἱππόλυτος Ῥώμης

Αλληγορική ερμηνεία της βδέλλας, των ανεξιχνίαστων ιχνών και όσων σείουν τη γη

Χριστολογική και εκκλησιολογική προσέγγιση των παροιμιών που αναφέρονται στα ακόρεστα πράγματα, στα τέσσερα ανεξιχνίαστα ίχνη, στη μοιχαλίδα και στα γεγονότα που δεν βαστάζει η γη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 4

Τῇ βδέλλῃ ἤγουν τῇ ἁμαρτίᾳ· θυγατέρες πορνεία, φθόνος, εἰδωλολατρεία. «Καὶ οὐκ ἐνεπίμπλασαν αὐτήν». Οὐ γὰρ πίμπλαται αὕτη ἀεὶ διὰ τούτων τῶν πράξεων νεκροῦσα ἡ ἁμαρτία τὸν ἄνθρωπον, μηδέποτε ἠλλοιωμένη, ἀλλὰ πάντοτε ἐπαύξουσα. «Ἡ γὰρ τετάρτη, φησίν, οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν». Τετάρτην δὲ λέγων τὴν κατὰ πάντων ἐπιθυμίαν ἐσήμανεν. Ὥσπερ γὰρ ἓν μέν ἐστι τὸ σῶμα, μέλη δὲ πολλὰ ἔχει, οὕτω καὶ ἡ ἁμαρτία, μία οὖσα, πολλὰς καὶ ποικίλας ἐπιθυμίας ἐν ἑαυτῇ ἔχει, δι᾽ ὧν ἐπίβουλος τῷ ἀνθρώπῳ γίνεται. Ἐκ παραδειγμάτων δέ φησιν· «Ἅιδης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ». Ὃν γὰρ τρόπον ὁ ᾅδης οὐ διαλείπει δεχόμενος ψυχὰς [ἀνόμων] ἀνθρώπων, οὐδὲ ὁ ἔρως τῆς ἁμαρτίας, ὡς γυναικός, παύσεται ἐκπορνεύων, προδότης τῆς ἑαυτοῦ ψυχῆς ὥς τις γενόμενος. Τάρταρος δὲ ἀεὶ ἐν λυγρώδει καὶ ζοφώδει τόπῳ ὑπάρχων οὐ καταλάμπεται ὑπὸ ἀκτῖνος φωτός· οὕτως ἐστὶ πᾶς ὁ ἐν παντὶ πάθει σαρκὸς τῇ ἁμαρτίᾳ δουλεύων ὡς γῆ μὴ ἐμπιπλαμένη ὕδατος, μηδέποτε εἰς ἐξομολόγησιν καὶ λουτρὸν παλιγγενεσίας ἐλθεῖν δυνάμενος, ὡς ὕδωρ καὶ πῦρ μὴ λέγοντα Ἀρκεῖ. «Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου».

Ἐν τούτοις διδάσκει ἡμᾶς τὰ περὶ Χριστοῦ μυστήρια· «ἴχνη ἀετοῦ πετομένου», τοῦ ἐπουρανίου λόγου ὡς ἀετοῦ ἐν μέσῳ οὐρανῶν ἱπταμένου καὶ εἰς οὐρανοὺς ἀνερχομένου, καθὼς καὶ Μωυσῆς φησι· «Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ᾽ αὐτῶν θεὸς ἀλλότριος. Ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐβάστασεν αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν πτερύγων αὐτοῦ, ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ». «Καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτραν». Ὃν γὰρ τρόπον ὄφις ἐπὶ πέτραν ἰχνοποιῆσαι οὐ δύναται, οὕτως οὐδὲ ὁ διάβολος ἐπὶ σῶμα Χριστοῦ ἁμαρτίαν ἠδυνήθη εὑρεῖν. Λέγει γὰρ ὁ κύριος· «Ἰδοὺ ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». «Καὶ τρίβους νηὸς ποντοπορούσης». Καθὼς γὰρ ναῦς διαπλέουσα ἐν τῷ πελάγει ἴχνη καὶ ὁδοὺς οὐ καταλείπει, οὕτως οὐδὲ ἡ ἐκκλησία, ἐν κόσμῳ πολιτευομένη ὡς ἐν πελάγει, καταλείπει τὴν ἰδίαν ἐλπίδα ἐπὶ τῆς γῆς, ἔχουσα τὴν ζωὴν «ἀποκειμένην ἐν τοῖς οὐρανοῖς». «Καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι». Τίνος, ἀλλ᾽ ἢ τοῦ ἐκ πνεύματος ἁγίου καὶ παρθένου γεγεννημένου, ὃς τὸν «τέλειον ἄνθρωπον» ἀνανεώσας ἐν κόσμῳ ἐπιτελεῖ τὰς δυνάμεις, «ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου», ὡς καὶ ὁ εὐαγγελιστὴς μαρτυρεῖ· «Ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα». Τοῦτο οὖν τὸ νέον καὶ ἀκμαῖον τῆς ἡλικίας· ὃς διοδεύων κατὰ πᾶσαν πόλιν καὶ χώραν ἰᾶτο τὰς νόσους καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων. «

Τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἥ, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ἄτοπον». Τοιαύτη ἐστὶν ἡ ἀναστροφὴ τῆς ἐκκλησίας· πιστεύουσα Χριστῷ μετὰ τὸ ἐκπορνεῦσαι ἐν τοῖς εἰδώλοις, ἀποταξαμένη τούτοις καὶ τῷ διαβόλῳ, ἀπολουσαμένη τὰς ἁμαρτίας καὶ λαβοῦσα ἄφεσιν τῶν παραπτωμάτων, «οὐδέν φησι πεπραχέναι ἄτοπον». «Διὰ 〈τριῶν〉» [Πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος] «σείεται ἡ σύμπασα γῆ, τὸ δὲ τέταρτον οὐ δύναται φέρειν». Ἦλθε γὰρ τὸ μὲν πρῶτον διὰ νόμου διδάσκων, δεύτερον διὰ προφητῶν τὰ μέλλοντα προκηρύττων, τρίτον δὲ διὰ τοῦ εὐαγγελίου ἑαυτὸν φανερῶς ἐπιδεικνύς.

Τέταρτον «κριτὴς ζώντων καὶ νεκρῶν» ἐρχόμενος, οὗ τὴν δόξαν σύμπασα κτίσις οὐ μὴ βαστάξῃ. Ἵνα οὖν διδάξῃ ἡμᾶς ὁ μακάριος Σολομὼν τὸ προκείμενον ἐπήνεγκε λέγων· «Ἐὰν οἰκέτης βασιλεύσῃ καὶ ἄφρων πλησθῇ σιτίων καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ» «Ἐὰν οἰκέτης», φησί, «βασιλεύσῃ». Τίς ἢ ὁ λαὸς τῶν υἱῶν Ἰσραήλ; Οἰκέτης ἐν γῇ Αἰγύπτῳ γενόμενος καὶ οὕτως βασιλεύσας ἐν τῇ ἰδίᾳ γῇ κατεστρηνίασε τοῦ Χριστοῦ. «Καὶ ἄφρων πλησθῇ σιτίων» «Ἔφαγε» γὰρ «καὶ ἐνεπλήσθῃ καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». «Καὶ παιδίσκη ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν». Τουτέστιν ἡ ἐπίγειος Ἱερουσαλήμ· παιδίσκη πάντων ἐθνῶν γεγενημένη ἐξέβαλε τὴν ἑαυτῆς κυρίαν, τὴν ἁγίαν σάρκα κυρίου, κυριοκτόνος γενομένη. «Καὶ γυνὴ μισητὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ». Τίς οὖν μισητή, ἀλλ᾽ ἢ ἡ συναγωγὴ ἡ μὴ ἀγαπήσασα τὸν Χριστόν, τὸν παρθενικὸν ἄνδρα αὐτῆς, ἀλλ᾽ ἀεὶ ῥεμβομένη περὶ τὰ εἴδωλα, πορνεύουσα ἐν αὐτοῖς; Λέγει γὰρ διὰ τοῦ προφήτου· «Ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον ἡ ἀσύνετος Ἰουδαία. »Ἐὰν οἰκέτης βασιλεύσῃ«. Ὁ ἐξ ἐθνῶν λαός, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὸ πρότερον. Οὕτως »Ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς«. »Καὶ ἄφρων πλησθῇ σιτίων«. Τῶν τῆς ζωῆς. »Καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ«. Ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν ἐκκλησία ὀπίσω θεῶν ἀλλοτρίων πορευομένη. »