Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ

Ἱππόλυτος Ῥώμης

Λόγος Δ΄: Το όραμα του κριού και του τράγου

Η οπτασία της σύγκρουσης των δύο ζώων, η αλληγορική ταύτισή τους με τις βασιλείες των Περσών και των Ελλήνων και η βεβήλωση του ιερού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 10 από 13

Παυσάμενος οὖν ὁ προφήτης τοῦ προκειμένου, ἐκδιδάξας ἡμᾶς μετὰ πάσης ἀκριβείας τῶν ἐσομένων τὴν ἀσφάλειαν, μετέβη πάλιν ἐπί [τε] τὴν τῶν Περσῶν καὶ Ἑλλήνων βασιλείαν, ἑτέραν ὅρασιν ἡμῖν διηγούμενος, ἥτις ἐγένετο καὶ ἐπληρώθη ἐν τοῖς ἰδίοις καιροῖς, ὅπως ἐν τούτῳ πιστοὺς ἡμᾶς καταρτίσας καὶ πρὸς τὰ μέλλοντα γίνεσθαι πιστοτέρους τῷ θεῷ παραστῆσαι δυνηθῆ. φησὶν γὰρ οὕτως· „ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ τοῦ βασιλέως, ὅρασις ὤφθη πρός με, ἐγὼ Δανιὴλ μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν. καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ, καὶ ἤμην ἐπὶ τοῦ Οὐβάλ. καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ κριὸς εἷς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἕτερον ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ’ ἐσχάτων. [καὶ] εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον· καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη. καὶ ἐγὼ ἤμην συνίων, καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν, καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστὼς ἐνώπιον τοῦ Οὐβάλ, καὶ ἔδραμεν πρὸς αὐτὸν ἐν ὁρμῇ τῆς ἰσχύος αὐτοῦ.

καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν τὸν κριόν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα, καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς τὴν δύναμιν· [καὶ] ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ· καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἄστρων καὶ συνεπάτησεν αὐτά. καὶ ἕως ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν, καὶ δι’ αὐτὸν θυσία ἐταράχθη καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ, καὶ τὸ ἅγιον ἐρημωθήσεται· καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησεν καὶ κατευοδώθη. καὶ ἤκουσα ἑνὸς ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι· ἕως πότε ἡ ὅρασις στήσεται, [καὶ] ἡ θυσία ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ· ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι χίλιαι τριακόσιαι, καὶ ἀρθήσεται τὸ ἅγιον“.

Ὅσα μὲν οὖν ἐν τῇ πρώτῃ ὁράσει διηγήσατο, ταῦτα πάλιν ἐκ δευτέρου ἄνωθεν ἐπεξηγεῖται πρὸς οἰκοδομὴν τῶν πιστευόντων. τὸν γὰρ „κριὸν τὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον“ Δαρεῖον λέγει τὸν βασιλέα τῶν Περσῶν, ὃς περιεγένετο πάντων τῶν ἐθνῶν· „πάντα“ γάρ, φησίν, „τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ“. τὸν δὲ τράγον τῶν αἰγῶν τὸν ἐρχόμενον ἀπὸ λιβὸς Ἀλέξανδρον λέγει τὸν Μακεδόνα τὸν βασιλέα τῶν Ἑλλήνων. τὸ οὖν ἐλθεῖν τὸν τράγον πρὸς τὸν κριὸν καὶ ἀγριωθῆναι πρὸς αὐτὸν καὶ τύψαι αὐτὸν ἐπὶ τὸ πρόσωπον καὶ συντρῖψαι καὶ ῥῖψαι αὐτὸν ἐπὶ τὴν γῆν καὶ καταπατῆσαι, τοῦτο σημαίνει, ὅπερ καὶ ἐγένετο· συνάψας γὰρ πόλεμον πρὸς τὸν Δαρεῖον ὁ Ἀλέξανδρος, ἴσχυσεν κατ’ αὐτοῦ καὶ περιεγένετο πάσης τῆς δυνάμεως αὐτοῦ, ἀνελὼν καὶ καταπατήσας τὸ στρατόπεδον αὐτοῦ. ἔπειτα μετὰ τὸ ὑψωθῆναι τὸν τράγον τῶν αἰγῶν „συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα καὶ ἀνέβη τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ“. κρατήσας γὰρ ὁ Ἀλέξανδρος πάσης τῆς γῆς Περσίδος καὶ ὑποτάξας αὐτούς, ὕστερον τελευτᾷ, διελὼν τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρας ἀρχάς, ὡς ἐπάνω δέδεικται, τουτέστιν Σελεύκῳ, Δημητρίῳ, Πτολεμαίῳ καὶ Φιλίππῳ, ἐξ ὧν ὑψώθη „κέρας ἓν“ „καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ“. „καὶ δι’ αὐτὸν θυσία“, φησίν, „ἐταράχθη“ „καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη“.

γεγένηται γὰρ Ἀντίοχος, ὁ ἐπικληθεὶς Ἐπιφανής, ὢν ἐκ τοῦ γένους Ἀλεξάνδρου, βασιλεύς· βασιλεύσας δὲ τῆς Συρίας καὶ διαλαβὼν ὑφ’ ἑαυτὸν πᾶσαν τὴν Αἴγυπτον ὕστερον „ἀνέβη ἐπὶ Ἱερουσαλήμ“, „καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα“ „καὶ ἔλαβεν“ πάντας „τοὺς θησαυροὺς“ τοὺς ἐν οἴκῳ κυρίου „καὶ τὴν λυχνίαν“ τὴν χρυσῆν „καὶ τὴν τράπεζαν“ καὶ „τὸ θυσιαστήριον“, „καὶ ἐποίησεν“ μεγάλην „φονοκτονίαν“ ἐν τῇ γῇ „καὶ ἐλάλησεν“ ὑπέρογκα ῥήματα καὶ ἐκώλυσεν θυσίαν καὶ προσφοράν, καὶ ᾠκοδόμησεν „τεμένη καὶ εἰδώλια“ κατὰ τὴν πόλιν, καὶ ἔθυσαν „ὕεια καὶ κτήνη κοινά“, ἵνα πληρωθῇ τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου· „καὶ δι’ αὐτὸν θυσία ἐταράχθη“, „καὶ ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη“ „καὶ τὸ ἅγιον καὶ ἡ δύναμις συμπατηθήσεται“, „ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι χίλιαι τριακόσιαι“. συνέβη γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν τρία ἥμισυ ἔτη ἔρημον διαμεῖναι τὸ ἁγίασμα, ὡς πληρωθῆναι ἡμέρας χιλίας τριακοσίας, μέχρις οὗ ἀναστὰς Ἰούδας ὁ Μακκαβαῖος μετὰ τὴν τελευτὴν Ματταθίου τοῦ πατρὸς αὐτοῦ ἀντέστη αὐτῷ καὶ ἐξέκοψεν τὰς παρεμβολὰς Ἀντιόχου καὶ ἠλευθέρωσε τὴν πόλιν καὶ ἀνεκτήσαντο τὰ ἅγια, καὶ ἀνεκαίνισαν αὐτὰ ποιήσαντες ἅπαντα κατὰ τὸν νόμον.

Ὅτι δὲ ἀληθῆ ταῦτα γεγένηται, καθὼς εἴρηται, αὐτὸς Δανιὴλ μαρτυρεῖ. φησὶν γὰρ οὕτως· „καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός, καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβάλ, καὶ ἐκάλεσεν καὶ εἶπεν· Γαβριὴλ συνέτισον ἐκεῖνον τὴν ὅρασιν· καὶ ἦλθεν καὶ ἔστη ἐχόμενος τῆς στάσεώς μου, καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ εἶπεν πρός με· σύνες, υἱὲ ἀνθρώπου· ἔστι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ’ ἐμοῦ ἐθαμβήθην καὶ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου καὶ εἶπεν· ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ’ ἐσχάτων τῆς ὀργῆς· ἔστι γὰρ εἰς καιροῦ πέρας ἡ ὅρασις. ὁ κριός, ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Περσῶν καὶ Μήδων ἐστίν· καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων ἐστίν· καὶ τὸ κέρας τὸ μέγα ὃ ἦν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶτος. καὶ τοῦ συντριβέντος, οὗ ἔστησαν ὑποκάτω κέρατα τέσσαρα, τέσσαρες βασιλεῖς ἐκ τοῦ ἔθνους αὐτοῦ ἀναστήσονται καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ.

καὶ ἐπ’ ἐσχάτων τῆς βασιλείας αὐτῶν πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνίων προβλήματα, καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ [καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ] καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον, καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ. δόλος ἐν χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν στήσεται καὶ ὡς ὠὰ χειρὶ συντρίψει. καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωίας τῆς ῥηθείσης ἀληθής ἐστιν· καὶ σὺ σφράγισον τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλάς. καὶ ἐγὼ Δανιὴλ ἐκοιμήθην καὶ ἐμαλακίσθην, καὶ ἀνέστην καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν καὶ οὐκ ἦν ὁ συνίων.“ Ἐπειδὴ οὖν καὶ ὁ ἄγγελος Γαβριὴλ καθὼς ὑφ’ ἡμῶν νενόηται οὕτως ταῦτα διηγήσατο τῷ προφήτῃ, καθὼς καὶ ἐγένετο καὶ ἐν τοῖς Μακκαβαϊκοῖς σαφῶς πάντα ἀναγέγραπται, ἴδωμεν [καὶ] ἐν ταῖς ἑβδομάσιν τί λέγει. οὕτως γὰρ ἀναγνοὺς τὴν βίβλον Ἱερεμίου τοῦ προφήτου, ἐν ᾗ γέγραπται „ἑβδομήκοντα ἔτη“ ἔρημον ἔσεσθαι τὸ ἁγίασμα, ἐν νηστείαις καὶ δεήσεσιν ἐξομολογούμενος ἱκέτευεν, τάχιον ἐπιστρέψαι τὸν λαὸν ἐκ τῆς αἰχμαλωσίας εἰς τὴν Ἱερουσαλὴμ πόλιν.