Ἔργον
Ἱππόλυτος Ῥώμης – Εἰς τὸν Δανιήλ
Λόγος Δ΄: Η οπτασία στον ποταμό και οι ιστορικές συγκρούσεις
Το όραμα του ενσαρκωμένου Λόγου, οι πόλεμοι των βασιλέων, η τυραννία του Αντιόχου και η προτύπωση της δράσης του Αντιχρίστου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Δ΄: Η οπτασία στον ποταμό και οι ιστορικές συγκρούσεις
Το όραμα του ενσαρκωμένου Λόγου, οι πόλεμοι των βασιλέων, η τυραννία του Αντιόχου και η προτύπωση της δράσης του Αντιχρίστου.
Τούτων οὕτως εἰρημένων ἑτέραν πάλιν ὀπτασίαν διηγεῖται ἡμῖν ὁ προφήτης· οὐδὲν γὰρ ἕτερον ἐμερίμνησεν ὁ μακάριος Δανιήλ, εἰ μὴ ἵνα κατὰ πάντα ἀκριβῶς ἐκδιδαχθεὶς τὰ μέλλοντα καὶ ἡμᾶς πάλιν αὐτὸς διδάσκων φανῇ. λέγει γοῦν· „ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν, ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου“. ἐταπεινοφρόνησα, φησίν, εἴκοσι καὶ μίαν ἡμέραν εὐχόμενος τῷ θεῷ τῷ ζῶντι, ἀπαιτῶν παρ’ αὐτοῦ ἀποκάλυψιν μυστηρίων. καὶ δὴ εἰσακούσας ὁ πατὴρ ἀπέστειλεν λόγον ἴδιον, ἐνδεικνύμενος τὸ μέλλον ἀποβῆναι δι’ αὐτοῦ, καὶ δὴ ἐγένετο παρὰ τὸν ποταμὸν τὸν μέγαν· ἔδει γὰρ ἐκεῖ τὸν παῖδα δείκνυσθαι, ὅπου καὶ ἁμαρτίας ἀφίειν ἔμελλεν. „καὶ ἦρα“, φησίν, „τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν“.
ἐν μὲν οὖν τῇ πρώτῃ ὀπτασίᾳ φησίν· „ἰδού, ἄγγελος Γαβριὴλ“ „πετόμενος“, ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ αὐτὸν τὸν κύριον ὁρᾷ, οὔπω μὲν τελείως ἄνθρωπον, ἐν δὲ σχήματι ἀνθρώπου φαινόμενον καθὼς λέγει „καὶ ἰδοὺ ἀνὴρ εἷς ἐνδεδυμένος βαδδίν.“ τὸ γὰρ ποικίλον τῆς κλήσεως τῶν χαρισμάτων ἐνδεδυμένος ὁ Χριστὸς ποικίλον χιτῶνα μυστηρίων ἐπεδείκνυεν· ὅτι ἐκ διαφόρων χρωμάτων ἦν κατηρτισμένος ὁ ἱερατικὸς χιτὼν εἰς ἔνδειξιν τῶν ποικίλων ἐθνῶν τὴν παρουσίαν Χριστοῦ προσδεχομένων, ἵνα ποικίλοις χαρίσμασιν καταρτισθῆναι δυνηθῶμεν. „Καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ“. τὸ δὲ Ὠφὰζ χρυσίον καθαρὸν σημαίνει ἐκ τῆς ἑβραΐδος εἰς τὴν ἑλληνίδα μετατιθέμενον. καθαρὰν οὖν ἦν περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ ζώνην· πάντας γὰρ ἡμᾶς ἤμελλεν ὁ λόγος περὶ τὸ ἑαυτοῦ σῶμα τῇ ἰδίᾳ ἀγάπῃ, ὡς ζώνην σφίγξας, βαστάζειν· τὸ γὰρ σῶμα [αὐτοῦ] τὸ τέλειον αὐτὸς ἦν, ἡμεῖς δὲ αὐτοῦ „μέλη“, ὡς ἐν τελείῳ σώματι ἡνωμένοι καὶ ὑπ’ αὐτοῦ τοῦ λόγου βασταζόμενοι. „καὶ τὸ σῶμα αὐτοῦ ὡς Θαρσείς“. Θαρσεὶς δὲ ἑρμηνεύεται Αἰθίοπες· τὸ γὰρ δυσεπίγνωστον αὐτοῦ ἤδη ὁ προφήτης προκατήγγειλεν, ὡς μελλήσει ὁ λόγος ἔνσαρκος ἐν κόσμῳ φανεὶς δύσγνωστος ἔσεσθαι πολλοῖς. „καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἡ ἀστραπὴ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός“.
ἔδει γὰρ τὸ πυρῶδες καὶ τὸ κριτικὸν τοῦ λόγου προσημαίνεσθαι, ἵνα τοῖς μὲν ἀσεβέσιν δικαίως τὸ πῦρ ἐπενέγκας τούτους καταφλέξῃ, τοῖς δὲ δικαίοις καὶ εἰς αὐτὸν ἠλπικόσιν τὴν αἰώνιον ἀθανασίαν παράσχῃ. προσέθηκεν δὲ λέγων, „καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὅμοιοι χαλκῷ στίλβοντι“, ἵνα τὴν πρώτην τῶν πατέρων κλῆσιν καὶ τὴν δευτέραν τὴν ἐξ ἐθνῶν ὁμοίαν σημάνῃ· ἔσονται γὰρ „τὰ ἔσχατα ὡς τὰ πρῶτα“, θήσω γάρ, λέγει, „τοὺς ἄρχοντάς σου ὡς τὸ ἀπ’ ἀρχῆς καὶ τοὺς ἡγουμένους σου ὡς τὸ πρότερον“. „καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὄχλου πολλοῦ“. πάντες γὰρ σήμερον οἱ εἰς αὐτὸν πιστεύοντες τὰ λόγια Χριστοῦ φθεγγόμεθα ὡς διὰ στόματος αὐτοῦ λαλοῦντες τὰ ὑπ’ αὐτοῦ προστεταγμένα. „Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν“. τοῖς γὰρ ἁγίοις καὶ φοβουμένοις αὐτόν, αὐτοῖς μόνοις ἑαυτὸν ἀποκαλύπτει. εἰ γάρ τις δοκεῖ νῦν καὶ ἐν ἐκκλησίᾳ πολιτεύεσθαι, φόβον δὲ θεοῦ μὴ ἔχει, οὐδὲν τοῦτον ὠφελεῖ ἡ πρὸς τοὺς ἁγίους σύνοδος, τὴν δύναμιν τοῦ πνεύματος ἐν ἑαυτῷ μὴ κεκτημένος.
καὶ γὰρ τότε πολλοὶ μὲν ἦσαν οἱ μετὰ Δανιὴλ ἑστῶτες, ἀλλ’ „οὐκ εἶδαν τὴν ὀπτασίαν“, οὐ γὰρ ἦσαν ἄξιοι, „ἀλλ’ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτοὺς καὶ ἔφυγον ἐν φόβῳ“. „κἀγώ“, φησίν, „ὑπελείφθην μόνος“ καὶ πίπτω ἐπὶ „πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ ὡς χεὶρ“ ἀνθρώπου ἥψατό μου. „χείρ“, φησίν, ἀνθρώπου, οὔπω ἄνθρωπος, ἀλλὰ τὸ μέλλον τῆς οἰκονομίας διὰ τῆς χειρὸς σημαίνων.
Καὶ ἀνέστησέν „με ἐπὶ τὰ γόνατά μου καὶ εἶπέν μοι· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ· καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον ἀνέστην ἔντρομος, καὶ εἶπεν πρός με· μὴ φοβοῦ Δανιήλ, ὅτι ἀπὸ τῆς πρώτης ἡμέρας, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνιέναι καὶ κακωθῆναι ἐναντίον τοῦ θεοῦ, εἰσηκούσθησαν οἱ λόγοι σου“. ὅρα πόσον ἰσχύει εὐλάβεια ἀνδρὸς δικαίου, ἵνα τὰ μήπω μέλλοντα φανεροῦσθαι ἐν τῷ κόσμῳ τούτῳ μόνῳ ὡς ἀξίῳ ἀποκαλυφθῇ. καὶ τὸ μὲν πρῶτον ὑπὸ τοῦ ἀγγέλου Γαβριὴλ συνετίσθη, ἔπειτα ὑπ’ αὐτοῦ τοῦ κυρίου ἐκ δευτέρου ἐσοφίσθη. φησὶν γὰρ οὕτως· „καὶ εἶδον, καὶ ἰδοὺ ὡς ὅρασις υἱοῦ ἀνθρώπου ἥψατό μου“. τὸ μὲν οὖν πρῶτον εἶπεν „ὡς χεὶρ“ ἀνθρώπου, νῦν δὲ λέγει „ὡς ὅρασις υἱοῦ ἀνθρώπου“, ἵνα πρῶτον μερικῶς αὐτὸν ἀποδείξῃ, ἐκ δευτέρου δὲ τὴν καθ’ ὅλου ἐνανθρώπησιν.
προεκηρύσσετο γὰρ ὁ λόγος τοῦ θεοῦ „ὡς ἄνθρωπος“ ἐν „σχήματι“ ἀνθρώπου, ἄνθρωπος ἔνσαρκος ἐν κόσμῳ φανησόμενος, οὔπω τότε υἱὸς ἀνθρώπου ὤν· ἡνίκα δὲ „τὸ πλήρωμα τοῦ χρόνου“ παρῆν, „ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός“, ἵνα τὸν ἐκ τῆς παρθένου ἄνθρωπον ἐπενδυσάμενος υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου ὢν ἀποδειχθῇ. „καὶ ἤνοιξα“, φησίν, „τὸ στόμα μου καὶ ἐλάλησα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ καὶ οὐκ ἔσχον ἰσχύν“. ἔδει γὰρ ἐπὶ τῇ παρουσίᾳ τοῦ κυρίου τὰ ἄνω κάτω γενέσθαι, ἵνα καὶ τὰ κάτω εἰς τὰ ἄνω ἐλθεῖν δυνηθῇ. „καὶ προσέθετο“, φησίν, „καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου καὶ ἐνίσχυσέν με καὶ εἶπέν μοι· μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν· εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε“. ὁπότε γὰρ παραλυθῇ πᾶσα ἡ τοῦ βίου ἡμῶν ἰσχὺς καὶ δόξα, τότε ἐνδυναμούμεθα ὑπὸ Χριστοῦ τοῦ ὀρέγοντος χεῖρα καὶ ἐγείροντος ἡμᾶς „ὡς ἐκ νεκρῶν ζῶντας“ καὶ ὡς ἀπὸ ᾅδου εἰς ἀνάστασιν ζωῆς. „Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ’ ἐμοῦ ἴσχυσα καὶ εἶπα· λαλείτω ὁ κύριός μου ὅτι ἐνίσχυσάς με“. ὁπότε γὰρ εὐέλπιδας ἐποίησεν ἡμᾶς ὁ λόγος πρὸς τὰ μέλλοντα, εὐκόλως καὶ τῆς τούτου φωνῆς ἀκούειν δυνάμεθα. φησὶν οὖν πρὸς αὐτόν· „εἰ οἶδας τί ἦλθον πρὸς σέ;
καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ ἄρχοντος Περσῶν“ „ἀλλ’ ἢ ἀναγγελῶ σοι τὸ ἐγγεγραμμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν οὐδεὶς ὁ ἀντεχόμενος μετ’ ἐμοῦ περὶ τούτων, ἀλλ’ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν“, „καὶ τοῦτον κατέλιπον ἐκεῖ“. „ἀφ’ ἧς γὰρ ἡμέρας ἔδωκας τὸ πρόσωπόν σου κακωθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου, εἰσηκούσθη ἡ δέησίς σου“, καὶ ἀπεστάλην ἐγὼ „τοῦ πολεμῆσαι μετὰ ἄρχοντος Περσῶν“· βουλὴ γάρ τις ἐγεγόνει μὴ ἀποστέλλειν τὸν λαόν· ἵνα οὖν ἐν τάχει τὸ αἴτημά σου γενηθῇ, ἀντέστην τούτῳ ἐγὼ καὶ „κατέλιπον ἐκεῖ“ Μιχαὴλ τὸν ἄρχοντα ὑμῶν. τίς δέ ἐστιν Μιχαὴλ ἀλλ’ ἢ ὁ ἄγγελος ὁ τῷ λαῷ παραδεδομένος, ὡς λέγει τῷ Μωϋσῇ· „οὐ μὴ πορευθῶ μεθ’ ὑμῶν ἐν τῇ ὁδῷ διὰ τὸ τὸν λαὸν σκληροτράχηλον εἶναι, ἀλλ’ ἢ ὁ ἄγγελός μου πορεύσεται μεθ’ ὑμῶν“; οὗτος ἀντέστη „ἐν τῷ καταλύματι“ Μωϋσῇ, ἡνίκα ἔφερεν τὸ παιδίον ἀκρόβυστον εἰς Αἴγυπτον· οὐ γὰρ ἦν ἐφικτὸν τὸν πρέσβυν καὶ μεσίτην νόμου γινόμενον Μωϋσῆν καὶ διαθήκην πατέρων καταγγέλλοντα ἐπάγεσθαι παιδίον ἀκρόβυστον, ἵνα μὴ ὡς ψευδοπροφήτης καὶ πλάνος ὑπὸ τοῦ λαοῦ εἶναι νομισθῇ. „Καὶ νῦν“, φησίν, „ἀλήθειαν ἀναγγελῶ σοι“. ἠδύνατο οὖν ἡ ἀλήθεια ἕτερόν τι παρὰ τὴν ἀλήθειαν ἀναγγεῖλαι; ἀλήθεια ἦν ὁ τῷ Δανιὴλ ὀφθεὶς καὶ ἀλήθειαν ἀνήγγειλεν· αὐτὸς πάλιν ἀλήθεια ἐν τῷ κόσμῳ φανεὶς ἀλήθειαν ἐδίδαξεν. ὦ μακαρίων μαθητῶν ἀλήθειαν ὑπὸ Χριστοῦ διδασκομένων.
φησὶν οὖν πρὸς αὐτόν. „ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις ταῖς βασιλείαις τῶν Ἑλλήνων. καὶ ἀναστήσεται βασιλεὺς δυνατός, καὶ κυριεύσει κυρείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὡς ἀναστῇ ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ“. ταῦτα μὲν οὖν ἤδη ἀνωτέρω διηγησάμεθα, ἡνίκα περὶ τῶν τεσσάρων θηρίων τὸν λόγον ἐποιούμεθα· ἀλλ’ ἐπειδὴ λεπτῶς ἡ γραφὴ νῦν [τὰ πάντα] ταῦτα πάλιν διηγεῖται, ἐξ ἀνάγκης δεῖ καὶ ἡμᾶς ἐκ δευτέρου τὸν λόγον ποιεῖσθαι, ἵνα μὴ ἀργὴν τὴν γραφὴν καὶ ἀναπόδεικτον καταλίπωμεν. „ἔτι τρεῖς“, φησίν, „βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν“. γεγένηται. μετὰ γὰρ Κῦρον ἀνέστη Δαρεῖος, ἔπειτα Ἀρταξέρξης, εἶτα Ξέρξης. τρεῖς οὗτοι γεγένηνται βασιλεῖς· πεπλήρωται ἡ γραφή. „καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν“. τίς οὗτος ἀλλ’ ἢ Δαρεῖος, ὃς βασιλεύσας καὶ ἔνδοξος γενηθεὶς ἐπλούτησεν καὶ ἐπανέστη πάσαις βασιλείαις Ἑλλήνων; τούτῳ ἐπανέστη Ἀλέξανδρος ὁ Μακεδών, υἱὸς Φιλίππου γεγονώς, καὶ καθεῖλεν τὸ τούτου βασίλειον· καὶ μετὰ τὸ ὑποτάξαι αὐτὸν τοὺς Πέρσας διῃρέθη ἡ τούτου βασιλεία εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ.
τελευτῶν γὰρ Ἀλέξανδρος διεῖλεν τὴν βασιλείαν αὐτοῦ εἰς τέσσαρας ἀρχάς. „Καὶ ἀναστήσεται βασιλεὺς ἕτερος δυνατὸς“ „καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως Αἰγύπτου“.
Ἀντίοχος γάρ τις γεγένηται βασιλεὺς τῆς Συρίας. οὗτος „ἐβασίλευσεν ἐν ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει βασιλείας Ἑλλήνων“. καὶ δὴ τοῖς τότε καιροῖς „πόλεμον“ συνάπτει „πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου“ καὶ ὑπερισχύσας αὐτοῦ κρατεῖ. οὗτος ὑποστρέφων ἐξ Αἰγύπτου „ἀνέβη ἐπὶ Ἱερουσαλὴμ“ ἔτει „ἑκατοστῷ καὶ τεσσαρακοστῷ τρίτῳ“, „καὶ λαβὼν“ πάντας τοὺς θησαυροὺς τοὺς ὄντας ἐν οἴκῳ κυρίου ἐπορεύθη εἰς Ἀντιόχειαν. τούτων οὕτως γενομένων, „μετὰ δύο ἔτη ἡμερῶν ἀποστέλλει ὁ βασιλεὺς“ ἴδιον φορολόγον „εἰς τὰς πόλεις τῆς Ἰουδαίας“ ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρῴων νόμων, τοῖς δὲ τοῦ βασιλέως δόγμασιν καὶ νόμοις ὑποτάσσεσθαι. καὶ δὴ παραγενομένου αὐτοῦ ἐν Μωδεεὶμ τῇ πόλει, προσκαλεῖταί τινα ὀνόματι Ματταθίαν ἄνδρα εὐλαβῆ καὶ δίκαιον, ὄντα ἐκ τοῦ ἱερατικοῦ γένους, πρὸς ὃν ἀποκριθεὶς ἔφη· δεῦρο δή, ὦ Ματταθία, ἐπίθυσον „καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, καθὼς ἐποίησαν πάντα τὰ ἔθνη“· ὅτι σὺ „ἄρχων“ „μέγας“ καὶ ἡγούμενος „ἐν τῇ πόλει“ καὶ „ἐστηριγμένος“ ἐν τέκνοις, „καὶ ἔσῃ φίλος τοῦ βασιλέως“.
ὁ δὲ ἀποκριθεὶς ἔφη· „εἰ πάντα τὰ ἔθνη“ καὶ πᾶς ἄνθρωπος πορεύσεται ὀπίσω τοῦ βασιλέως ποιῆσαι κατὰ τὸ πρόσταγμα αὐτοῦ, „ἀλλ’ ἐγὼ καὶ“ ὁ οἶκός μου καὶ ὁ οἶκος τοῦ πατρός μου οὐ μὴ ποιήσωμεν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. „ἵλεως ἡμῖν“ ἀποστῆναι ἀπὸ νόμου καὶ διαθήκης „πατέρων ἡμῶν“, „τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα“ του ἐκκλῖναι τὴν ὁδὸν ἡμῶν „δεξιὰ ἢ ἀριστερά“. ἔτι λαλοῦντος αὐτοῦ τὰ ῥήματα ταῦτα, ἰδοὺ „ἀνὴρ Ἰουδαῖος“ ἐλθὼν κατὰ πρόσωπον αὐτοῦ προσῆλθεν ἐπιθῦσαι ἐπὶ τὸν βωμὸν Μωδεείμ· ἰδὼν δὲ Ματταθίας „ἐζήλωσεν“ κατὰ τὸν νόμον „καὶ ἐτρόμασαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήγαγεν θυμὸν κατὰ τὸ κρῖμα“, καὶ ἐπιστὰς ἐφόνευσεν τὸν ἄνδρα τὸν Ἰουδαῖον καὶ τὸν δυνάστην τοῦ βασιλέως τὸν καταναγκάζοντα, „καὶ τὸν βωμὸν καθεῖλεν“, καὶ ἐκραύγαζεν „ἐν τῇ πόλει λέγων“· εἴ τις πρὸς κύριον „ἱστῶν διαθήκην“ ἁγίαν ἐκπορευέσθω „ὀπίσω μου“. καὶ κατέλιπον πάντα τὰ „ἐν τῇ πόλει“ καὶ ἔφυγον ἐν τοῖς ὄρεσιν, καὶ προσεκολλήθησαν αὐτῷ „συναγωγὴ ἀνδρῶν ἰσχυρῶν δυνάμει“, καὶ ἐγενήθησαν αὐτῷ „στήριγμα“.
Τότε δὴ αἱ δυνάμεις αἱ κατοικοῦσαι τὴν Συρίαν ἀκούσασαι τὰ γενόμενα „ἔδραμον“ πρὸς αὐτοὺς „καὶ συνεστήσαντο πόλεμον πρὸς αὐτοὺς ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου“. οἱ δὲ νόμον θεοῦ φοβούμενοι καὶ τῇ ἐντολῇ τοῦ θεοῦ κρατούμενοι οὐκ ἐπῆραν χεῖρα πρὸς αὐτοὺς „οὐδὲ λίθον ἐξετίναξαν αὐτοῖς, οὐδὲ ἐπέφραξαν τοὺς κρυφίους“. καὶ ἀπεκρίθησαν αὐτοῖς ἐκεῖνοι καὶ εἶπαν· καὶ „ἕως νῦν ἐξέλθατε καὶ ποιήσατε“ τὸ πρόσταγμα „τοῦ βασιλέως καὶ ζήσεσθε“. οἱ δὲ „εἶπαν· οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν“ τὸ πρόσταγμα „τοῦ βασιλέως“, „ἀποθανούμεθα“ „ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ’ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς“. τότε ἐπέπεσον αὐτοῖς ἐν πυρὶ καὶ ἐν φόνῳ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἀπέκτειναν ἐξ αὐτῶν „ἕως χιλίων ψυχῶν“. πληροῦνται οὖν τὰ πρὸς τὸν μακάριον Δανιὴλ λελαλημένα· καὶ εἰσελεύσεται ἐν ἐξοδίαις καὶ ἐπαρθήσεται „ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν“, καὶ θελήσει πάντα ποιῆσαι κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ θλιβήσονται „καὶ ἀσθενήσουσιν“ οἱ δοῦλοί μου ἐν λιμῷ καὶ ἐν μαχαίρᾳ καὶ „ἐν αἰχμαλωσίᾳ“.
Ἤκουσεν δὲ ταῦτα „Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἐπένθησαν“ περὶ τῶν ἀδελφῶν αὐτῶν καὶ εἶπαν πρὸς ἀλλήλους λέγοντες· „ἐὰν πάντες ποιήσωμεν καθὼς ἐποίησαν οἱ ἀδελφοὶ ἡμῶν“, ἐλεύσονται οἱ ἐχθροὶ ἡμῶν καὶ „τάχιον“ ἐξαροῦσιν „ἡμᾶς ἐκ τῆς γῆς“. ἐὰν οὖν ἐπιστῇ ἐφ’ ἡμᾶς πόλεμος ἐν σαββάτῳ, στῶμεν καὶ „πολεμήσωμεν“ „ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ ὑπὲρ τῶν νομίμων ἡμῶν“. τότε δὴ κατέδραμον ἐπ’ αὐτοὺς καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν, καὶ εἰσῆλθαν εἰς τὴν πόλιν καὶ „περιέτεμον τὰ παιδάρια ὅσα εὗραν ἀπερίτμητα“ καὶ „καθεῖλαν τοὺς βωμοὺς“ καὶ πάντα τὰ τεμένη „καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν“. λέγει δὲ Δανιήλ· „καὶ βοηθήσονται βοήθειαν μικράν“. ἀνέστη γὰρ τότε Ματταθίας, „ἀνέστη Ἰούδας ὁ Μακκαβαῖος“, καὶ ἐβοήθησαν αὐτοῖς καὶ ἐρρύσαντο αὐτοὺς ἐκ χειρὸς Ἑλλήνων καὶ ἐπληρώθη τὸ εἰρημένον ἐν τῇ γραφῇ.
Λέγει πάλιν· „καὶ εἰσελεύσεται“ „θυγάτηρ βασιλέως τοῦ νότου“ „πρὸς τὸν βασιλέα τοῦ βορρᾶ, τοῦ ποιῆσαι μετ’ αὐτοῦ συνθήκας“. καὶ „οὐ στήσονται“ „βραχίονες τοῦ“ ἄγοντος αὐτήν, καὶ „συντριβήσεται“ „καὶ πεσεῖται“ καὶ αὐτὴ καὶ ὁ ἄγων αὐτήν. καὶ γεγένηται καὶ τοῦτο. Πτολεμαῒς γάρ τις τότε δὴ βασιλεύουσα Αἰγύπτου ἐκπορεύεται ἅμα τοῖς δυσὶν υἱοῖς αὐτῆς Πτολεμαίῳ καὶ Φιλομήτορι, συνθήκας ποιησομένη πρὸς Ἀντίοχον τὸν βασιλέα τῆς Συρίας. καὶ δὴ ἐλθοῦσα κατὰ Σκυθόπολιν ἐκεῖ ἀναιρεῖται· ὁ γὰρ ἄγων αὐτὴν προέδωκεν αὐτήν. τότε δὴ οἱ δύο ἀδελφοὶ πρὸς ἀλλήλους πόλεμον συμβάλλουσιν καὶ ἀναιρεῖται ὁ Φιλομήτωρ, κρατεῖ δὲ ὁ Πτολεμαῖος. συμβολὴ τοίνυν πάλιν γίνεται Πτολεμαίῳ πρὸς Ἀντίοχον· λέγει γὰρ οὕτως ἡ γραφή· καὶ ἐπαναστήσεται βασιλεὺς τοῦ νότου πρὸς βασιλέα τοῦ βορρᾶ, καὶ ἐπαναστήσεται σπέρμα ἐξ αὐτῆς. ποῖον δὲ σπέρμα ἀλλ’ ἢ Πτολεμαῖος, ὃς συνῆψεν πόλεμον πρὸς Ἀντίοχον; τούτῳ ἐπεξέρχεται ὁ Ἀντίοχος καὶ μὴ κατισχύσας αὐτοῦ φυγὰς γενόμενος ἀνέστρεψεν πάλιν εἰς Ἀντιόχειαν συνάγων ὄχλον πλείονα. λαμβάνει τοίνυν πᾶσαν τὴν πανοπλίαν αὐτοῦ Πτολεμαῖος καὶ ἄγει εἰς Αἴγυπτον· καὶ πληροῦται ἡ γραφὴ καθὼς λέγει Δανιήλ· „καί γε τοὺς θεοὺς αὐτῶν καὶ τὰ χωνευτὰ αὐτῶν καὶ πᾶν χρυσίον ἐπιθυμητὸν οἴσει εἰς Αἴγυπτον“.
Μετὰ ταῦτα ἐξέρχεται ὁ Ἀντίοχος ἐκ δευτέρου πόλεμον ἐγείρων κατ’ αὐτοῦ καὶ ἥττησεν τὸν Πτολεμαῖον. καὶ δὴ τούτων γενομένων ἐπεγείρεται πάλιν ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ ὁ Ἀντίοχος καὶ ἐξαποστέλλει τινὰ Νικάνορα μετὰ δυνάμεως πολλῆς, ὅπως ἐκπολεμήσῃ τοὺς Ἰουδαίους, ἡνίκα Ἰούδας μετὰ τὴν τελευτὴν Ματταθίου τοῦ πατρὸς αὐτοῦ ἦρχεν τοῦ λαοῦ. παραγενάμενος οὖν ὁ Νικάνωρ εἰς Ἱερουσαλὴμ ἡττᾶται ὑπὸ τοῦ Μακκαβαίου, καὶ ἀναγγέλλεται ταῦτα τῷ βασιλεῖ Ἀντιόχῳ· ὁ δὲ ἀκούσας μετεπέμψατο „πάσας τὰς δυνάμεις αὐτοῦ“, „καὶ ἔδωκεν αὐτοῖς ὀψώνια εἰς ἐνιαυτὸν καὶ“ ἐκέλευσεν „αὐτοὺς ἑτοίμους“ εἶναι πρὸς τὰς χρείας. καὶ δὴ ὑστερηθεὶς τοῖς ὀψωνίοις „ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα“, ὅπως λάβῃ „τοὺς φόρους“. μέλλων τοίνυν ἀπιέναι προσκαλεῖταί τινα τῶν ἑαυτοῦ φίλων ὀνόματι Λυσίαν καὶ παρατίθεται αὐτῷ τὸν ἴδιον υἱὸν Ἀντίοχον καὶ „ἐνετείλατο αὐτῷ“ πάντα ὅσα „ἠβούλετο“, καὶ ἐκέλευσεν αὐτὸν „δύναμιν“ ἐξαποστεῖλαι εἰς „τὴν Ἰουδαίαν“ „καὶ ἐξᾶραι“ τὸ ἔθνος. ἀναστὰς τοίνυν ὁ Λυσίας ἅμα τῷ παιδίῳ Ἀντιόχῳ πορεύεται μετὰ δυνάμεως πολλῆς ἐκπολεμήσων τὴν Ἱερουσαλήμ.
καὶ ἐλθὼν ἡττᾶται ὑπὸ τοῦ Μακκαβαίου καὶ ἀναγγέλλεται ταῦτα ἐν τῇ Περσίδι τῷ Ἀντιόχῳ, ὅτι κατεκόπησαν πᾶσαι αἱ δυνάμεις αἱ πεμφθεῖσαι εἰς τὴν Ἰουδαίαν, καὶ ὅτι „Λυσίας ἐπορεύθη“ μετὰ δυνάμεως πρὸς αὐτοὺς „καὶ ἀνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἴσχυσαν ὅπλοις“ καὶ πάσῃ παραθέσει ἐκ πασῶν „παρεμβολῶν ὧν ἐξέκοψαν“, „καὶ ὠχύρωσαν“ „τὸ ὄρος Σιὼν“ καὶ ἐτείχισαν αὐτὸ τείχεσιν ὑψηλοῖς καὶ μεγάλοις. ὁ δὲ ἀκούσας „ἀπὸ λύπης ἔπεσεν εἰς ἀρρωστίαν“, διότι μὴ καθὼς ἠθέλησεν οὕτως καὶ ἐγένετο, μηδὲ καθ’ ἃ ἠβούλετο οὕτως καὶ συνέβη. καὶ δὴ μέλλων τελευτᾶν προσκαλεῖται Φίλιππον τὸν ἑαυτοῦ φίλον, καὶ δίδωσιν αὐτῷ τὸ διάδημα, ὅπως ἀποκαταστήσῃ αὐτὸ τῷ παιδίῳ αὐτοῦ Ἀντιόχῳ. ὃς παραγενόμενος καὶ εἰσελθὼν εἰς Ἀντιόχειαν ἑαυτῷ περιεποιήσατο τὸ βασίλειον· ἦσαν γὰρ αἱ πλεῖσται δυνάμεις σὺν αὐτῷ. ἀναγγέλλεται οὖν ταῦτα τῷ Λυσίᾳ καὶ τῷ παιδίῳ Ἀντιόχῳ—ἐτύγχανεν γὰρ χαρακώσας τὴν Ἱερουσαλὴμ περικαθίσασθαι <αὐτήν> τε ὁ Λυσίας—, ὅτι πάρεστιν Φίλιππος φέρων τὸ διάδημα καὶ ὅτι κρατεῖ τῆς πόλεως. ὁ δὲ ἀκούσας ταράσσεται καὶ φησίν· „δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ’ αὐτῶν εἰρήνην“. ὁ γὰρ „τόπος ἐστὶν ὀχυρὸς καὶ ἐπίκειται ἡμῖν καὶ τὰ τῆς βασιλείας“. καὶ δοὺς δεξιὰς πορεύεται καὶ πληροῦται τὸ εἰρημένον ἐν τῇ γραφῇ· „καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν“.
Τούτων γενομένων λέγει πάλιν ἡ γραφή· καὶ ἐπαναστήσεται ἕτερος βασιλεὺς καὶ οὗτος κατισχύσει ἐπὶ τῆς γῆς, καὶ ἐπαναστήσεται βασιλεὺς τοῦ νότου, καί γε τῶν θυγατέρων αὐτοῦ λήψεται εἰς γυναῖκα. γίνεται γάρ τινα Ἀλέξανδρον ἀναστῆναι υἱὸν Φιλίππου· οὗτος κατὰ τὸν καιρὸν ἐκεῖνον ἐπανίσταται Ἀντιόχῳ καὶ πολεμήσας αὐτὸν ἀναιρεῖ, κρατεῖ δὲ τῆς βασιλείας· τότε „ἀποστέλλει πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου λέγων“· „δός μοι τὴν θυγατέρα σου“ Κλεοπάτραν „εἰς γυναῖκα“· ἰδοὺ γὰρ „ἐκάθισα ἐπὶ θρόνου“ βασιλείας τῶν „πατέρων μου“. καὶ δὴ λαβὼν τὴν θυγατέρα αὐτοῦ Πτολεμαῖος ἄγει εἰς Πτολεμαΐδα καὶ δίδωσιν τῷ Ἀλεξάνδρῳ εἰς γυναῖκα· καὶ πληροῦται ἡ γραφὴ ὡς λέγει· καὶ λήψεται τῶν θυγατέρων αὐτοῦ εἰς γυναῖκα. λέγει δέ· „καὶ διαφθερεῖ αὐτήν“, „καὶ οὐκ αὐτῷ ἔσται“. ἀληθῶς καὶ τοῦτο πεπλήρωται· ἡνίκα γὰρ ἔδωκεν αὐτῷ Πτολεμαῖος τὴν ἰδίαν θυγατέρα ἐπιστρέφων εἶδεν τὴν βασιλείαν Ἀλεξάνδρου θαυμαστὴν καὶ ἔνδοξον, ἧς κατεπίθυμος γενηθεὶς ὑπούλως ἐλάλει τῷ Ἀλεξάνδρῳ. λέγει δὲ ἡ γραφή· „καὶ ἐπὶ μιᾷ τραπέζῃ ψευδῆ λαλήσουσιν“ „ἀμφότεροι οἱ βασιλεῖς“. ὁ γὰρ Πτολεμαῖος ἐπιθυμῶν τὴν βασιλείαν Ἀλεξάνδρου ἐσθίων μετ’ αὐτοῦ ἐπὶ τραπέζῃ ἐκακοηθίζετο μὴ ἔχων σύμφωνα πρὸς αὐτόν. πληροῦται οὖν ἡ γραφή.
καὶ δὴ πορευθεὶς Πτολεμαῖος εἰς Αἴγυπτον καὶ στρατολογήσας δύναμιν πολλήν, ἐπῆλθε τῇ χώρᾳ, ἡνίκα Ἀλέξανδρος ἐπορεύθη εἰς Κιλικίαν· ἔτυχεν γὰρ Ταρσεῖς καὶ Μαλλεώτας τότε στασιάζειν· ὃς βουλόμενος καταστεῖλαι αὐτοὺς ἧκεν κατὰ σπουδήν, καταλείψας τὴν ἰδίαν γυναῖκα Κλεοπάτραν ἐκεῖ. ἐπιβαίνων τοίνυν „ὁ Πτολεμαῖος“ τῇ χώρᾳ „φρουρὰν“ ἐξέταξεν κατὰ πόλεις· κρατήσας δὲ τῆς Ἰουδαίας ἦλθεν πρὸς τὴν ἰδίαν θυγατέρα, καὶ ἐξαπέστειλεν γράμματα πρὸς Δημήτριον ἐν ταῖς νήσοις λέγων· ἔξελθε καὶ ἐλθὲ ἐνθάδε „καὶ δώσω σοι τὴν θυγατέρα μου“ Κλεοπάτραν εἰς γυναῖκα, ὅτι Ἀλέξανδρος „ἐζήτησεν ἀποκτεῖναί με“. ταῦτα δὲ τὰ ῥήματα ἐπλάσατο βουλόμενος ψόγον ἐπενεγκεῖν τῷ Ἀλεξάνδρῳ. ἔρχεται τοίνυν ὁ Δημήτριος καὶ λαβὼν ὁ Πτολεμαῖος δίδωσιν αὐτῷ τὴν ἰδίαν θυγατέρα εἰς γυναῖκα, τὴν γενομένην Ἀλεξάνδρου. καὶ πληροῦται τὸ εἰρημένον· „διαφθερεῖ αὐτήν, καὶ οὐκ αὐτῷ ἔσται οὐδὲ αὐτῷ μενεῖ“. ὅτι „ἀμφότεροι οἱ βασιλεῖς αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν καὶ ἐπὶ μιᾷ τραπέζῃ ψευδῆ λαλήσουσιν“ „ἀμφότεροι οἱ βασιλεῖς“.
τούτων οὕτως γενομένων, ἀκούσας ὁ Ἀλέξανδρος συνάπτει πόλεμον μετὰ Πτολεμαίου, καὶ μὴ κατισχύσας αὐτοῦ φυγὰς γίνεται πρὸς τὸν βασιλέα τῶν Ἀράβων· ὁ δὲ „ἀφελὼν τὴν κεφαλὴν Ἀλεξάνδρου“ πέμπει „τῷ Πτολεμαίῳ“, καὶ λαβὼν ἐκεῖνος περιτίθεται τὰ „δύο διαδήματα“ τῆς τε Συρίας καὶ Αἰγύπτου, ἅτινα περιθέμενος „τῇ τρίτῃ ἡμέρᾳ“ τελευτᾷ. καὶ πληροῦται τὸ εἰρημένον ἐν τῇ γραφῇ· „καὶ οὐ δώσουσιν αὐτῷ δόξαν βασιλείας“. ἀπέθανεν γὰρ καὶ οὗτος καὶ οὐκ ἔλαβεν δόξαν ὑπὸ πάντων ὡς βασιλεύς.
Διηγησάμενος οὖν ὁ προφήτης τὰ ἤδη συμβάντα καὶ χρόνοις ἰδίοις τελεσθέντα, ἕτερον ἡμῖν μυστήριον καταγγέλλει, ἐσχάτων καιρῶν ἔνδειξιν ποιούμενος. λέγει γὰρ οὕτως· „καὶ ἀναστήσεται ἕτερος βασιλεὺς ἀναιδὴς“ „καὶ ὑψωθήσεται ὑπὲρ πάντα θεὸν καὶ μεγαλυνθήσεται καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται. καὶ ἐπὶ παντὸς θεοῦ τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπιθυμίαν γυναικῶν, καὶ ἐπὶ πάντα θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται. καὶ θεὸν Μαζωεὶμ ἐπὶ τοῦ τόπου αὐτοῦ δοξάσει καὶ θεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ“, „καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις“. „καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών. καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ [ἡ] γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν· καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ ἐν πᾶσιν τοῖς ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν.“ „καὶ πήξει τὴν σκηνὴν αὐτοῦ Ἐφαδανῶ ἀνὰ μέσον τῶν θαλασσῶν ἐπ’ ὄρος Σαβὶρ ἅγιον καὶ ἥξει ἕως μέρους αὐτοῦ“.
Ταῦτα μὲν οὖν οὕτως ὁ προφήτης διηγεῖται περὶ τοῦ ἀντιχρίστου, ὡς ἔσται ἀναιδὴς καὶ πολεμοτρόφος καὶ τύραννος τολμῶν ὑπὲρ „πάντα θεὸν“ ἑαυτὸν ὑπεραίρειν, ὃς ἐπὶ τῇ ἰδίᾳ δυνάμει καυχώμενος καὶ τὰ ὀχυρώματα τῶν πόλεων ἐκπορθῶν, ἐπὶ „χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ“ ὑψηλὰ φρονῶν, „λαλήσει ὑπέρογκα“ ῥήματα πρὸς τὸν θεόν, ἑαυτὸν μόνον ὡς θεὸν προσκυνεῖσθαι θέλων. περὶ τούτου πᾶσα γραφὴ οὐκ ἐσιώπησεν, καὶ προφῆται τοῦτον ἐπ’ ἀπωλείᾳ πολλῶν ἐρχόμενον προκατήγγειλαν, καὶ ὁ κύριος τούτοις ἐμαρτύρησεν, καὶ οἱ ἀπόστολοι ταὐτὰ περὶ αὐτοῦ ἐδίδαξαν, καὶ τὸ τούτου ὄνομα δι’ ἀριθμοῦ μυστικῶς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἐφανέρωσεν. τοῦτον „βδέλυγμα ἐρημώσεως“ ὁ κύριος ἀπεφήνατο, καὶ ὁ ἀπόστολος υἱὸν διαβόλου „κατ’ ἐνέργειαν τοῦ σατανᾶ“ τοῦτον παρεσόμενον ἐδίδαξεν. οὗτος πόλιν Τυρίων πατάξας ἐρημώσει καὶ γῆν Αἰγύπτου ἐκπολεμήσας καταστρώσει καὶ πᾶσαν χώραν Λιβύων κατασκάψει, τόν τε βασιλέα Αἰθιόπων σὺν τῇ δυνάμει αὐτοῦ φόνῳ μαχαίρας διολέσει.
ὃς ὑπὲρ πάντας βασιλεῖς καὶ „πάντα θεὸν“ ἐπαρθεὶς οἰκοδομήσει μὲν τὴν Ἱερουσαλὴμ πόλιν καὶ τὸν ναὸν τὸν ἐστραμμένον ἀναστήσει, πᾶσάν τε τὴν χώραν καὶ τὰ ὅρια αὐτῆς τοῖς Ἰουδαίοις ἀποδώσει, καὶ τὸν λαὸν αὐτῶν ἐκ τῆς τῶν ἐθνῶν δουλείας προσκαλεσάμενος βασιλέα αὐτοῖς ἑαυτὸν ἀποδείξει, καὶ τούτῳ προσκυνήσουσιν ὡς θεῷ οἱ ἀπειθεῖς καὶ τούτῳ γόνυ κλινοῦσιν, ὑπονοοῦντες αὐτὸν εἶναι τὸν Χριστόν, μὴ νοοῦντες τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον, πῶς ἐστιν πλάνος καὶ οὐκ ἀληθής. Ἱερεμίας γὰρ λέγει· „ἀνθ’ ὧν“ ἠπείθησαν τῇ ἀληθείᾳ τότε λαλήσει „τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλὴμ πνεῦμα πλανήσεως“. ὅθεν εἰδὼς ὁ ἀπόστολος τὴν τοῦ λαοῦ πλάνην καὶ τὴν ἐσομένην „ἐνέργειαν τοῦ σατανᾶ“ ἐν αὐτοῖς ἔφη· „ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ τικτούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν“.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.