Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ περὶ τῆς ἀναστάσεως τοῦ Λαζάρου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Η ασθένεια του Λαζάρου και η άφιξη του Ιησού στη Βηθανία

Ερμηνεία της ασθένειας ως μέσου φανέρωσης της θείας δόξας, αναφορά στον θάνατο ως ύπνο, η σκόπιμη καθυστέρηση του Κυρίου και η συνάντηση με τις αδελφές του Λαζάρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 4

Ἀλλ᾽ ἴσως τοῦτο συμβέβηκεν ἡμῖν, ἵνα γνῶμεν, ὅτι “οὔτε τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, οὐδὲ τοῦ διώκοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ„. δεῦρο τοιγαροῦν, ἐπειδήπερ θεὸς δίδωσι τοῖς λέγουσι χάριν, οὐ διὰ τὴν ἀξίαν τῶν λεγόντων, ἀλλὰ διὰ τὴν χρείαν τῶν ἀκουόντων, αὐτὸν παρακαλέσαντες, ἀπὸ τῶν ἀρτίως ὑμῖν ὑπαναγνωσθέντων εὐαγγελικῶν ἀναγνωσμάτων κατὰ δύναμιν τὸ πότιμον τῆς διδασκαλίας ἀρυσώμεθα νᾶμα. “Ἦν τις ἀσθενῶν, φησίν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν κύριον μύρῳ, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. εἶπε δὲ ὁ Ἰησοῦς· οὐκ ἔστιν ἡ ἀσθένεια αὕτη πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ, ἵνα δοξασθῇ ὁ θεὸς δι᾽ αὐτῆς.„ Ἀνθυποφέρων λέγω “ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ„· οὐκ ἔστιν ἀσθένεια, ἀλλ᾽ εὐαγγελία· οὐκ ἔστιν ἀσθένεια, ἀλλ᾽ ἀσφάλεια. ὦ ἀσθένεια ἀρρωστούντων ἰατρέ, πίστεως ὁδηγέ, θανάτου ἀντίπαλε, διαβόλου ἀντίδικε, σωτηρίας ἀρχηγέ. ὦ ἀσθένεια, ἀρετῆς θεμέλιε ἄρρηκτε, πίστεως διδάσκαλε, εὐσεβείας οἰκονόμε. ὦ ἀσθένεια πυρετοὺς ψυχῶν ἀποσοβοῦσα, καὶ ἱδρῶτας βαπτίσματος δροσίζουσα, καὶ λαμπρὰς στολὰς ψυχῆς ἐξυφαίνουσα. ὦ ἀσθένεια, οὐρανίου ἄρτου πάροχε, πίστεως λαμπαδοῦχε ἄριστε, διαβόλου παγὶς καὶ ἀνθρώπου σφραγίς. “

Ὅτε δὲ ἤκουσεν, φησίν, ὁ Ἰησοῦς, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας„. τί δὲ τὸ ἀναγκαῖον τοῦ ἐπιμεῖναι τὸν κύριον ἀκούσαντα, καὶ μὴ εὐθὺς ἀπελθεῖν πρὸς τὸν ἀσθενοῦντα; ἀλλὰ πάντως ἐξεδέχετο τὸν θάνατον τοῦ Λαζάρου, ὅπως ἐν τῷ θανάτῳ μείζονα τῶν θαυματουργημάτων τὴν πίστιν τοῖς ὁρῶσιν ἐνδείξηται. μετὰ ταῦτα οὖν λέγει τοῖς μαθηταῖς ὁ Ἰησοῦς· “Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν„. ἀληθῶς γὰρ ὁ τῶν ἀνθρώπων θάνατος ὕπνος παρὰ τῷ κυρίῳ λελόγισται. “πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν„. τί γάρ; καὶ ἐνταῦθα ὢν ἀδυνατεῖς ζωοποιῆσαι τὸν νεκρόν; ἀλλ᾽ οὐχ οὕτω δέχονται τὴν χάριν οἱ Ἰουδαῖοι ἐμοῦ ἀπόντος· ἴσως γὰρ ἀναστάντος αὐτοῦ νομίσουσιν ἐκ συντυχίας τινὸς ἀναβιῶσαι τὸν Λάζαρον. αὐτὸς οὖν ἐγὼ παραγίνομαι, ὅπως παρόντος μου αὐτόπται γενόμενοι τῶν παρ᾽ ἐμοῦ γενομένων θαυματουργημάτων, καὶ τὴν χάριν παρ᾽ ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν ἐνεχθῶσιν. “Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. οἱ δὲ μαθηταὶ ἀκούσαντες εἶπον· κύριε, εἰ κεκοίμηται, σωθήσεται„. οὐ τοσοῦτον δὲ θεοσεβῶς ἀπεκρίναντο, ὅσον ἰατρικῶς. ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπεκτεινόμενος, πυρετοὺς δὲ λύει μᾶλλον ἱδρώτων.

ἐπειδὴ τοίνυν “ἔδοξαν οἱ μαθηταὶ λέγειν τὸν κύριον περὶ τῆς κοιμήσεως τοῦ ὕπνου, εἶπε μετὰ παρρησίας· Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανεν· καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν„. “ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ„ χαίρει νῦν ἐπὶ θανάτῳ φίλου; “χαίρω„, οὐ δι᾽ ἐμαυτόν, οὐδὲ διὰ τὸν τεθνεῶτα, ἀλλὰ “δι᾽ ὑμᾶς„· κέχρημαι γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς ὑμετέρας πίστεως θεμέλιον. ὦ θάνατος, Χριστοῦ ἀγαλλίασις. ὦ θάνατος, ζωῆς ἀνάπλεως. ὦ θάνατος, θανάτου λυτήριον, “σωτηρίας ἀρχηγός„, πεπτωκότων ἀνάστασις, καμνόντων ἀνάπαυσις, ἀσθενούντων ῥῶσις, δικαίων ἀνάψυξις· ὦ θάνατος διαβόλου κατάλυσις, δαιμόνων καθαίρεσις, τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις. ὦ θάνατε, εὐφροσύνης συνεργέ, ἀφθαρσίας μηνυτά, χαρᾶς χορευτά. ἵνα δὲ ἐπιτεμὼν τῷ λόγῳ εἴπω; ἔρχεται Ἰησοῦς εἰς τὴν Βηθανίαν, ἀπήντησαν αὐτῷ αἱ ἀδελφαὶ Λαζάρου, προσπίπτουσι τοῖς γόνασι τοῦ κυρίου κλαίουσαι καὶ λέγουσαι· “κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός„. ἆρα γὰρ οὐκ ἦν ἐκεῖ; ἀλλὰ τῷ μὲν σώματι οὐκ ἦν ἐκεῖ, τῇ δὲ θεότητι οὐ μόνον ἐκεῖ, ἀλλὰ καὶ ἐν οὐρανοῖς. πῶς γὰρ ἐγίνωσκε τὸ πότε ἀπέθανεν ὁ Λάζαρος, εἰ μὴ παρὼν ἦν κατὰ τὴν ἀόρατον δύναμιν τῆς θεότητος; καὶ ἔλεγον· “κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός„.