Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ περὶ τῆς ἀναστάσεως τοῦ Λαζάρου (Νόθος)

Ἱππόλυτος Ῥώμης

Το άνοιγμα του μνημείου και η ανάσταση του Λαζάρου

Ανάλυση των δακρύων του Ιησού ως έκφραση της ανθρώπινης φύσης του και περιγραφή της έγερσης του τετραήμερου νεκρού μέσω της δημιουργικής φωνής του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 4

εἶπε δὲ πρὸς αὐτὰς ὁ κύριος· πιστεύσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ θεοῦ διδάσκων ὅτι τῶν ἔργων τῶν ἀγαθῶν ἡ πίστις ἐστὶν ἀρχηγός. καὶ θεωρήσας αὐτὰς κλαίουσας, καὶ τοὺς παρόντας Ἰουδαίους, “ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπεν· ποῦ τεθείκατε αὐτόν;„ τί ἐστι τὸ “ἐνεβριμήσατο τῷ πνεύματι„; ἔκδειξαι, ἀγαπητέ, καὶ μετ᾽ ὀλίγον εὑρήσεις τοῦ ζητουμένου τὴν λύσιν. “ἐτάραξεν ἑαυτόν„, οὐχ ὡς ἡμεῖς ὑπὸ δειλίας ἢ λύπης ταρασσόμεθα, ἀλλ᾽ αὐτὸς “ἑαυτὸν ἐτάραξεν„, καὶ λέγει· “ποῦ τεθείκατε αὐτόν;„ ἆρα γὰρ ἠγνόει ποῦ τέθαπται, ὁ ἐγνωκὼς πότε τετελεύτηκεν; ἀλλὰ μιγνύει τὰ ἀνθρώπινα ῥήματα τοῖς θείοις θαυματουργήμασιν, ἵνα δείξῃ ὅτι καὶ ἄνθρωπος ἦν, καθὰ καὶ ὁ προφήτης λέγει· “καὶ ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;„ τοῦτο δὲ προέταξεν ἵνα σημαίνῃ, ὅτι καὶ ἄλλο τί ἐστιν, ὅπερ ἐστὶ θεός. “Ποῦ τεθείκατε αὐτόν;„ ἡ δὲ Μαρία· “ἔρχου, φησίν, καὶ ἴδε, κύριε. καὶ ἐδάκρυσεν ὁ Ἰησοῦς„. τίς δὲ χρεία δακρύειν, ὃν ἔμελλεν ἀνιστᾶν μετ᾽ ὀλίγον;

ἀλλ᾽ ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ συμπαθὲς καὶ τὸ φιλάνθρωπον περὶ τοὺς ὁμοφύλους ἡμῖν ὑποδείξῃ· ἐδάκρυσεν ὁ Ἰησοῦς, ἵνα τὸ “κλαίειν μετὰ κλαιόντων„ ἔργῳ μᾶλλον ἢ λόγῳ διδάξῃ· “ἐδάκρυσεν ὁ Ἰησοῦς„· ἐδάκρυσεν, οὐκ ἐπένθησεν, τὸ μὲν ἀδάκρυτον παντελῶς ὡς ἀπηνὲς καὶ ἀπάνθρωπον παραιτούμενος, τὸ δὲ φιλοπενθὲς ὡς ἀγενὲς καὶ ἄνανδρον διωθούμενος· τάξιν δὲ ἐπιτιθεὶς τῇ συμπαθείᾳ ἐδάκρυσεν. ἔρχεται ἐπὶ τὸ σπήλαιον, καὶ θεωρεῖ λίθον ἐπικείμενον τῷ μνήματι. κελεύει τοῖς παρεστῶσιν Ἰουδαίοις ἀποκυλῖσαι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ σπηλαίου. ὁ λέγων· “ἐὰν πίστιν ἔχητε ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται ὑμῖν„· πῶς νῦν αὐτὸς ἀδυνατεῖς ἀποκυλῖσαι τὸν λίθον; ἀλλ᾽ οὐχ ὡς ἀδυνατῶν τοῦτο ποιῶ, φησίν, ἀλλ᾽ ἵνα μὴ δόξωσι φαντασίαν εἶναι τὸ γινόμενον, ἐπιτάσσω αὐτοῖς τοῖς Ἰουδαίοις ἰδίαις χερσὶν ἀποκυλῖσαι τὸν λίθον, τὸ μέγιστον σημεῖον ἐμαυτῷ καταλιμπάνων· ἵνα αὐτοὶ μάρτυρες γένωνται τῶν ὑπ᾽ ἐμοῦ γενομένων σημείων. εἶτα μετὰ τὸ ἀποκυλῖσαι τὸν λίθον, ἀναβλέψας ὁ Ἰησοῦς εἰς τὸν οὐρανόν, εἶπεν “εὐχαριστῶ σοι, πάτερ, ὅτι ἤκουσάς μου„.

Πότε δὲ προσηύξατο; νῦν λάμβανε, ἀγαπητέ, τὴν πρὸ βραχέως ζητουμένην παρὰ σοῦ λύσιν τοῦ ῥητοῦ· ὅτε γὰρ ἐνεβριμήσατο τῷ πνεύματι, τότε προσηύξατο. “καὶ ταῦτα εἰπὼν ἔκραξε φωνῇ μεγάλῃ λέγων, Λάζαρε, δεῦρο ἔξω. καὶ εὐθέως ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τὰς χεῖρας καὶ τοὺς πόδας κειρίαις„. ὦ φωνῆς δύναμις ᾅδην διαρρήξασα, πύλας χαλκᾶς συντρίψασα, μοχλοὺς σιδηροῦς συνθλάσασα, διάβολον καταστρώσασα, θάνατον καταργήσασα, νεκρὸν ἀνεγείρασα· ὦ φωνῆς δύναμις, τὰ διεστῶτα μέλη εἰς ἓν συναγαγοῦσα καὶ ἀνορθοῦσα, καὶ τὸ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσα· ὦ φωνῆς δύναμις, τὸν τετραήμερον νεκρὸν ὡς ἐξ ὕπνου ἐγείρουσα καὶ τὸν “κειρίαις δεδεμένον„ ὡς εὔλυτον καὶ ὀξυδρομέα τοῦ τάφου προαγαγοῦσα· ἐπίστησον, ἀγαπητέ, τὸν νοῦν σου τῇ φωνῇ, καὶ εὑρήσεις αὐτὸν τὸν λόγον τὸν λέγοντα ἐν τῇ κοσμοποιΐᾳ “γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ„, καὶ ἐγένοντο, τὸν αὐτὸν καὶ νῦν λέγοντα “Λάζαρε, δεῦρο ἔξω„. καὶ οἱ ἀπορρεύσαντες ἰχῶρες τῶν σαρκῶν τὰς κοτύλας πάλιν ἀνεπλήρουν, καὶ αἱ ἀποπεσοῦσαι τρίχες τὴν οἰκείαν τάξιν ἐπεγίνωσκον, καὶ ἐν τοῖς μέλεσι κατεφυτεύοντο. “Λάζαρε δεῦρο ἔξω„· καὶ ὁ νεκρὸς ἀνίστατο, καὶ τεταρταῖος ἴσος ἦν τῷ μήτε τὴν ἀρχὴν τεθνεῶτι. “