Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Δ΄: Αστρολογία, μαγεία και αριθμολογία ως υπόβαθρο των αιρέσεων

Έλεγχος των αστρολογικών θεωριών, αποκάλυψη των απατηλών τεχνασμάτων των μάγων και ανάλυση της πυθαγόρειας και αιγυπτιακής αριθμολογίας που χρησιμοποιούν οι αιρετικοί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 9

〈ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ Δ〉 ** 〈ὅρια δὲ ἀστέρων προσαγορεύουσιν ἐν ἑκάστῳ ζῳδίῳ, ἐν οἷς ἕκαστος τῶν ἀστέρων ἀπὸ ποστῆς〉 (μ)οί(ρ)ας ἐπ(ὶ) π(οστὴν μοῖρ)αν π(λεῖστον) δύν(αται· περὶ ὧ)ν (οὐχ ἡ) τ(υχοῦσα) παρ᾽ αὐτ(οῖς ἐ)στι 〈καὶ〉 κατὰ (τοὺς πίνακας) διαφ(ωνία. δο)ρυφ(ορεῖσθαι δ᾽) ἀστέρας λέγουσιν, ὅτ(αν μέ)σο(ι) ὦσι(ν) ἄλ(λων) ἀ(στέρων ἐν συνεχείᾳ) ζῳδίων· οἷον 〈ἐ〉ὰν [τι] τοῦ αὐτοῦ (ζῳ)δί(ου ὁ μέν τις ἀ)στὴρ τὰ(ς π)ρώτα(ς ἐ)πέ(χῃ μ)οίρας, ὁ δὲ 〈τὰς τελευταίας, ὁ δὲ〉 τὰς ἐν μέ(σῳ, δο)ρυφορεῖ(σθαι λέγεται ὁ ἐν) μέσῳ (ὑπὸ) τῶν τὰς ἐπ᾽ ἄκροις ἐπεχό(ντω)ν μοίρας. (ἐπιβλέπειν δὲ) λέγοντ(α)ι ἀλλή(λους) καὶ συμφωνεῖν ἀλλήλοι(ς ὡς οἱ) 〈κατὰ τρίγωνον ἢ τετράγωνον〉 (φ)α(ινόμενοι.) 〈κατὰ τρίγωνον μὲν οὖν〉 συσχηματίζονται 〈καὶ〉 ἐπιθεωροῦσι〈ν〉 [δὲ] ἀ(λλήλους) 〈ἀστέρες〉 (ἐ)πὶ τ(ριῶν) ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, (κατὰ τετράγωνον δὲ) δυεῖν. 〈οὐ μὴν δὲ ὃν τρόπον ἐν τῷ ἀνθρώπῳ τῇ〉 κεφαλῇ τὰ ὑποκείμενα μέρη συμπά(σχ)ει καὶ τ(οῖς ὑποκει)μένοις ἡ κεφαλή, οὕτω καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια, ἀ(λ)λ(ά) τίς ἐστιν τούτων διαφορὰ καὶ 〈ἀ〉συμπάθεια, ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν.

Τούτοις χρησάμενοι Εὐφράτης ὁ Περατ(ικὸς) καὶ Ἀκεμβὴς ὁ Καρύστιος καὶ ὁ λοιπὸς τούτων χορός, τῷ λό(γ)ῳ τ(ῷ) τῆς ἀληθείας ἐπονομάσαντες, αἰώνων στάσιν καὶ ἀποστασίας ἀγαθ(ῶν) δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους καὶ ἄλλα πλεῖστα ὀνόματα· ὧν πᾶσαν τὴν ἐπικεχειρημένην αἵρεσιν ἐκθήσομαι καὶ διελέγξω, ἐπὰν εἰς τὸν περὶ τούτων λόγον φθάσωμεν. νυνὶ δέ, μή ποτέ τις νομίσῃ πιστὰ εἶναι καὶ ἀσφαλῆ τ(ὰ) τοῖς Χαλδαίοις νενομισμένα περὶ τὴν ἀστρολογικὴν (μ)άθη(σιν), οὐκ ὀκνήσομεν τὸν πρὸς τούτους ἔλεγχον δι᾽ ὀλίγων παραθεῖναι, ἐπιδεικνύντες ματαίαν τὴν τέχνην καὶ πλανᾶν μᾶλλον καὶ ἐξ(α)φανίζειν ψυχὴν δυναμένην ἐλπίζουσαν μάταια ἢ ὠφελεῖν. οἷς οὐ κατὰ τέχνης ἐμπειρίαν ἐ(π)έχομεν, ἀλλ᾽ ἐκ (τῆς) τῶν Π〈ε〉ρατικῶν λόγω(ν γνώσ)εως· οἳ ταύτην τὴ(ν) μάθησιν ἠσκηκότες, Χαλδαίων γενόμενοι ὁμιληταί, ὡς ξένα τοῖς ἀνθρώποις καὶ θαυμάσια μεταδιδόντες μυστήρια, τοῖς ὀνόμασιν ἐναλλάξαντες αἵρεσι(ν ἔ)νθεν συνεστήσαντο. ἀλλ᾽ ἐπεὶ τὴν τῶν ἀστρολόγων τέχνην ὡς δυνατὴν νομίσαντες ταῖς τε παρ᾽ αὐτῶν μαρτυρίαις χρώμενο(ι τ)ὰ ἐπιχειρούμενα δι᾽ αὑτῶν πιστεύεσθαι θέλουσι, τανῦν καθὼς ἔδοξε τὴν ἀστρολογικὴν ἐπιδείξομεν ἀσύστατον, αὖθις μέλλοντες καὶ τὴν Περατικὴν ἀκυροῦν, ὡς κλάδον ἐκ ῥίζης ἀσυστάτου πεφυκυῖαν.

Ἀρχὴ μ(ὲν) οὖν καὶ ὥσπερ θεμέλιος 〈τῆς Χαλδαϊκῆς〉 ἐστι στῆναι τὸν ὡροσκόπον· ἀπὸ τούτου γὰρ τὰ λοιπὰ τῶν κέντρων λαμβάνεται, τά τε ἀποκλίματα καὶ αἱ ἐπαναφοραὶ τά τε τρίγωνα καὶ 〈τὰ〉 τετράγωνα καὶ οἱ κατ᾽ αὐτὰ σχηματισμοὶ τῶν ἀστέρων, ἀπὸ δὲ πάντων τούτων αἱ προαγορεύσεις. ὅθεν ἀναιρεθέντος τοῦ ὡροσκόπου κατ᾽ ἀνάγκην οὐδὲ τὸ μεσουρανοῦν 〈ἢ δῦνον ἢ ἀντιμεσουρανοῦν〉 ἐστι γνώριμον, ἀκαταληπτουμένων δὲ τούτων συναφανίζεται πᾶσα 〈ἡ〉 Χαλδαϊκὴ μέθοδος. ὅτι δὲ ἀνεύρετον αὐτοῖς ἐστι τὸ ὡροσκοποῦν ζῴδιον, ποικίλως ἔστι διδ(ά)σκειν. ἵνα γὰρ τοῦτο καταληφθῇ, δεῖ πρῶτον μὲν τὴν γένεσιν τοῦ πίπτοντος ἐπὶ τὴν ἐπίσκεψιν βεβαίως κατειλῆφθαι, δεύτερον 〈δὲ〉 τὸ διασημαῖνον ταύτην ὡροσκόπιον 〈ἀπλανὲς〉 ὑπάρχειν, τρίτον δὲ τὴν ἀναφορὰν τοῦ ζῳδίου πρὸς ἀκρίβειαν συνῶφθαι. ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀ(ν)αφορὰ τοῦ κατ᾽ οὐρανὸν 〈ἀν〉ίσχοντος ζῳδίου τετηρήσθω, ἐπεὶ 〈ταύτῃ χρῶνται〉 τὸν ὡροσκόπον ὁρισόμενοι οἱ Χαλδαῖοι· ἐπὶ 〈δὲ〉 τῇ ἀναφορᾷ τὸν σχηματισμὸν τῶν 〈ἄλλων〉 ἄστρων ποιοῦνται, ὅπερ διάθεμα καλοῦσιν, ἐφ᾽ ᾧ τὰς προαγορεύσεις δογματίζουσιν. οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσο〈μεν〉, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζῴδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται.

Πῶς οὖν ἀσ〈ύσ〉τατος ἡ τῶν Χαλδαίων μέθοδος, νῦν λέγωμεν. τὴν δὴ γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων πρότερον ὁρίσαντες ἐπιζητεῖν ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ τῆς ἐκτέξεως. καὶ εἰ μὲν ἀπὸ τῆς συλλήψεως λαμβάνειν ἐπιχειρήσει τις, ἄληπτος ἔσται ὁ ἀκριβὴς περὶ τούτου λόγος, ταχὺς ὑπάρχων χρόνος. καὶ εἰκότως· οὐ γὰρ ἔχομεν λέγειν εἴτε ἅμα τῇ καταθέσει τοῦ σπέρματος γέγονεν ἡ σύλληψις εἴτε καὶ μή. δύναται μὲν γὰρ καὶ ἅμα νοήματι τοῦτο συμβαίνειν, ὥσπερ καὶ τὸ προσαχθὲν τοῖς διαπύροις τῶν κλιβάνων στέαρ εὐθὺς κολλᾶται, δύναται δὲ καὶ μετὰ χρόνον. διαστήματος γὰρ ὄντος ἀπὸ τοῦ στόματος τῆς μήτρας μέχρι τοῦ πυθμένος, ἔνθα καὶ τὰς συλλήψεις λέγουσι γίνεσθαι ἰατροί, πάντως ἐν χρόνῳ τινὶ τὸ διάστημα τοῦτο ἀνύειν πέφυκε〈ν〉 ἡ καταβαλλομένη τοῦ σπέρμα〈τος〉 φύσις. ἀγνοοῦντες οὖν τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς οἱ Χαλδαῖοι οὐδέποτε τὴν σύλληψιν καταλήψονται.

τοῦ σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπ〈τον〉τος ὑφ᾽ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας 〈τόποις, ὁτὲ δὲ πολυσπόρως ἐμπίπτοντος, ὑπ᾽ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ〉 δυνάμεως 〈εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου, τῶν〉 ἀγνώστων δὴ ὄντως 〈τὸ〉 πότε γίνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος χρόνος καὶ πόσος 〈ὁ〉 εἰς ταύτην· ἀγνοουμένων δὲ τούτων ἦρται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατάληψις. εἴπερ τε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις—καθάπερ τῇ γῇ τὰ τῆς γῆς σπέρματα—, 〈αὐτ〉όθεν οἱ μὴ εἰδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν. ἔτι δὲ καὶ ὡς κατὰ τὰ λοιπὰ μέρη τοῦ σώματος διαφέρουσιν ἀλλήλων αἱ γυναῖκες κατὰ ἐνέργειάν τε καὶ τὰς λοιπὰς αἰτίας, οὕτως καὶ κατὰ τὴν τῆς μήτρας ἐνέργειαν, τὰς μὲν θᾶττον συλλαμβανούσας, τὰς δὲ βράδιον. καὶ οὐ παράδοξον, ὅπου καὶ αὐταὶ αὑταῖς συγκρινόμεναι νυνὶ μὲν εὐσύλληπτοι θεωροῦνται, νυνὶ δὲ οὐδαμῶς. τούτου δ᾽ οὕτως ἔχοντος 〈τῶν〉 ἀδυνάτων ἐστὶ λέγειν πρὸς ἀκρίβειαν πότε συνέχεται τὸ καταβληθὲν σπέρμα, ἵνα ἀπὸ τούτου τοῦ χρόνου στήσωσιν οἱ Χαλδαῖοι τῆς γενέσεως τὸν ὡροσκόπον.

Τούτῳ τῷ λόγῳ ἀδύνατόν ἐστιν ἐκ τῆς συλλήψεως στῆσαι τὸν ὡροσκόπον. ἀλλ᾽ οὐδ᾽ ἐξ ἀποτέξεως. πρῶτον μὲν γὰρ ἄπορόν ἐστ(ι) τὸ πότε ῥηθήσεται ἀπότεξι(ν) εἶναι· ἆρά γε ὅταν ἄρξηται προκύπτειν εἰς τὸν θυραῖον 〈ἀέρα τὸ ἀποτικτόμενον,〉 ἢ ὅτα(ν) ὅλον ἐξίσχῃ, ἢ ὅταν εἰς τὴν γῆν 〈κατ〉ενεχθῇ. 〈εἶτα〉 οὐδ᾽ ἐν ἑκάστῳ τούτων δυνατόν ἐστι τὸν ἀκριβῆ τῆς ἀποτέξεως [καταλαβέσθαι ἢ] χρόνον ὁρίζειν. καὶ γὰρ διὰ παράστημα ψυχῆς καὶ δι᾽ ἐπιτηδειότητα σώματος καὶ διὰ προαίρεσιν τῶν τόπων καὶ δι᾽ ἐμπειρίαν μα〈ίας〉 καὶ ἄλλας ἀπείρους προφάσεις οὐχ ὁ αὐτός ἐστι χρόνος καθ᾽ ὃν προκύπτει τὸ τικτόμενον ῥαγέντων τῶν ὑμένων ἢ ἐκτὸς ὅλον γίνεται ἢ εἰς τὴν γῆν καταφέρεται, ἀλλ᾽ ἄλλος ἐπ᾽ ἄλλῳ. ὃν πάλιν μὴ δυνάμενοι ὡρισμένως καὶ ἀκριβῶς σταθμήσασθαι οἱ Χαλδαῖοι ἐκπεσοῦνται τοῦ δεόντως τὴν τῆς ἀποτέξεως ὥραν ὁρίζειν.

Ὅτι μὲν οὖν ἐπαγγέλλονται ἐπὶ τοῖς τῆς ἀποτέξεως χρόνοις οἱ Χαλδ(αῖοι) τὸν ὡροσκόπον γινώσκειν, οὐκ ἴσασι δέ, ἐκ τούτων συμφανές· ὅτι δὲ οὐδὲ τὸ ὡροσκόπιον ἀπλανὲς αὐτοῖς ἐστι, πάρεστιν ἐπιλογίζεσθαι. ὅταν γὰρ λέγωσιν ὅτι ὁ παρεδρεύων τῇ ὠδινούσῃ ἅμα τῇ ἀποτέξει δίσκῳ σημαίνει τῷ ἐπὶ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ, κἀκεῖνος εἰς οὐρανὸν ἀποβλέπων παρασημειοῦται τὸ ἀνίσχον ζῴδιον, τὸ μὲν πρῶτον ἐπιδείξομεν αὐτοῖς ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικρῷ πρότερον παρεστήσαμεν, οὐδὲ τῷ δίσκῳ ταύτην διασημαίνειν εὔκολον. εἶτ᾽ ἔστω 〈καὶ〉 καταληπτὴν ὑπάρχειν τὴν ἀπότεξιν, ἀλλ᾽ οὔτοι γε πρὸς ἀκριβῆ χρόνον σημειοῦσθαι ταύτην δυνατόν ἐστι· τὸν γὰρ τοῦ δίσκου ψόφον 〈ἐν〉 πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυναμένῳ μερίζεσθαι [καὶ] κινεῖσθαι συνέβη ἐπὶ τὴν ἀκρώρειαν. τεκμήριον δὲ 〈τὸ〉 ἐπὶ τῶν πόρρω δενδροτομούντων θεω(ρ)ούμενον· μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν ἐξακούεται ἡ φωνὴ τῆς πληγῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι φθάνουσα ἐπὶ τὸν ἀκούοντα. καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζῳδίου καὶ κατ᾽ ἀλήθειαν ὡροσκοποῦντος λαμβάνειν.

καὶ μὴν οὐ μόνον φανεῖται πλείων 〈ὁ〉 διελθὼν χρόνος, μετὰ τὴν ἀπότεξιν τοῦ παρεδρεύοντος τῇ ὠδινούσῃ κρούσαντος τῷ δίσκῳ, εἶτα μετὰ τὸ κροῦσαι ἀκούσαντος τοῦ ἐπὶ τῆς ἀκρωρείας, 〈ἀλλὰ〉 καὶ περισκοποῦντος 〈τούτου〉 καὶ βλέποντος ἐν τίνι τῶν ζῳδίων ἐστὶ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἐν τίνι ἕκαστος, φαίνεται ἀναγκαῖον ἀλλοιότερον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ πόλου κινήσεως ἀλέκ〈τῳ〉 τάχει φερομένης πρὶν τηρητικῶς παραπλάσασθαι τῇ τοῦ γεννηθέντος ὥρᾳ 〈τὰ〉 κατ᾽ οὐρανὸν βλεπόμενα.

Οὕτως ἀσύστατος 〈ἐ〉δείχθη εἶναι ἡ κατὰ Χαλδαίους τέχνη. εἰ δὲ ἐξ ἐπερωτήσεων φάσκοι τις τοῦ πυνθανομένου σκοπεῖσθαι τὴν γένεσιν [ἡ] περὶ οὗ ἐπερωτᾶται, 〈λεκτέον〉 μηδὲ κατὰ τοῦτον τὸν τρόπον δύνασθαι ἐφικνεῖσθαι ἐπὶ τὸ ἀκριβές. εἰ γὰρ τοσαύτη τις ἐπιμέλεια ἱστόρηται κατ᾽ αὐτοὺς περὶ τὴν τέχνην καὶ μηδ᾽ αὐτοὶ ἐφικνοῦνται ἐπὶ τὸ ἀκριβές, καθὼς ἐπεδείξαμεν, πῶς ὁ ἰδιώτης κατείληφε τῆς ἀποτέξεως τὸν χρόνον ἀκριβῶς, ἵνα παρὰ τούτου μαθὼν ὁ Χαλδαῖος στήσῃ τὸν ὡροσκόπον ἀληθῶς; ἀλλ᾽ οὐδὲ κατὰ τὴν τοῦ ὁρίζοντος ὄψιν πάντη ὁ αὐτὸς φανήσεται ἀνίσχων ἀστήρ, ἀλλ᾽ ὅπου μὲν ὡροσκόπος νομισθήσεται τὸ ἀπόκλιμα, ὅπου δὲ ὡροσκόπος ἡ ἐπαναφορά, παρὰ τὴν τῶν τόπων ἐπιφάνειαν, ὄντων ἢ ταπεινοτέρων ἢ ὑψηλοτέρων· ὥστε καὶ κατὰ τοῦτο τὸ μέρος οὐκ ἀκριβὴς φανήσεται ἡ προαγόρευσις, πολλῶν κατὰ πάντα τὸν κόσμον τῇ αὐτῇ ὥρᾳ γεννωμένων, ἄλλου ἄλλως τὰ ἄστρα θεωροῦντος. ματαία δὲ καὶ ἡ διὰ τῶν ὑ〈δρι〉ῶν νομιζομένη κατάληψις· οὐ γὰρ ὁμοίως ἀμφορεὺς τὸ 〈κάτω τρη〉θεὶς ῥυήσεται πλήρης ὢν ὡς ἀπόκενος, αὐτοῦ τοῦ πόλου κατὰ 〈τὸν〉 ἐκείνων λόγον ἐνὶ ὁρμήματι ἰσοταχῶς φερομένου.

Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ᾽ ὡς ἔτυχεν 〈καὶ〉 ἐν πλάτει, σχεδὸν ὑπ᾽ αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων· οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλ᾽ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν, οἱ δὲ ἐν πέδαις κατεγήρασαν. οὐθεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος, πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον 〈σκοπῶν〉 ὁ Χαλδαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν εἰ 〈ὁ〉 κατὰ τοῦτον τὸν χρόνον γεννηθεὶς εὐτυχήσει· πολλοὶ γὰρ κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες ἐδυστύχησαν. ὥστε ματαία καὶ ἡ κατὰ τὰ διαθέματα ὁμοιότης. διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες, οὐδὲ τοῦτο παραλείψομεν ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς. εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι τοῦ Τοξ〈ότ〉ου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριάδες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ἢ Σαλαμῖνι ὑφ᾽ ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πάντων 〈ὁ〉 αὐτὸς ἦν ὡροσκόπος. καὶ πάλιν 〈εἰ〉 τὸν ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεννηθέντα ναυαγήσειν, πῶς οἱ ἀπὸ Τροίας ἀναγόμενοι τῶν Ἑλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀπίθανον γὰρ πάντας μακρῷ χρόνῳ διαφέροντας ἀλλήλων ἐν τῇ κάλπῃ τοῦ Ὑδροχόου γεγεννῆσθαι.

οὐ γὰρ ἔστι λέγειν ὅτι δι᾽ ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆναι, πάντες οἱ ἐν τῇ νηῒ συναπολοῦνται· διὰ τί γὰρ ἡ τούτου εἱμαρμένη τὰς πάντων νικᾷ, ἀλλ᾽ οὐχὶ διὰ τὸν 〈ἕνα〉 ᾧ εἵμαρται ἐπὶ γῆς τελευτᾶν πάντες περισῴζονται;

Ἀλλ᾽ ἐπεὶ καὶ περὶ τῆς τῶν ζῳδίων ἐνεργείας λόγον ποιοῦνται, οἷς φασι προσομοιοῦσθαι τὰ ἀποτικτόμενα, οὐδὲ τοῦτον παραλείψομεν· οἷον τὸν ἐν Λέοντι γεννηθέντα ἀνδρεῖον ἔσεσθαι, ὁ δὲ ἐν Παρθένῳ τετανόθριξ, λευκόχρως, ἄπαις, αἰδήμων. ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια γέλωτός ἐστι μᾶλλον ἄξια, καὶ οὐ σπουδῆς. ἔστι γὰρ κατ᾽ αὐτοὺς μηδένα Αἰθίοπα ἐν Παρθένῳ γεννᾶσθαι, εἰ δ᾽ οὔ, δώσ〈ουσιν〉 εἶ〈ναι〉 τὸν τοιοῦτον λευκόν, τετανότριχα καὶ τὰ ἕτερα. οἶμαι δὲ μᾶλλον τοὺς ἀρχαίους 〈τὰ〉 ὀνόματα τῶν κειμένων ζῴων ἐπίκλη〈σιν〉 τοῖς ἄστροις προστεθεικέναι οἰκειώσεως χάριν, οὐχ ὁμοιοτρόπου φύσεως· τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ 〈οἱ〉 ἑπτὰ ἀστέρες διεστῶτες ἀπ᾽ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ, ὥς φησιν ὁ Ἄρατος, 〈οἱ〉 πέντε· ἀλλὰ δύο κροτάφοις, δύο δ᾽ ὄμμασιν, εἷς δ᾽ ὑπένερθεν ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου; 〈Οὕ〉τως καὶ ταῦτα οὐκ ἄξια τοσούτου πόνου δείκνυται τοῖς εὖ φρονεῖν προῃρημένοις καὶ μὴ προσέχουσι τῇ τῶν Χαλδαίων ἐμφυσιώσει, οἳ καὶ βασιλεῖς ἐξαφανίζουσι δειλίαν καταρτίζοντες καὶ ἰδιώτας παραθαρρύνουσι μεγάλα τολμᾶν· εἰ δὲ ἀποτύχοι αὐτῶν 〈τις〉 κακῷ περιπαρείς, οὐ πᾶσι γίνεται δ(ι)δάσκαλος ὁ βλαβείς.

οὓς φρεναπατᾶν βουλόμενοι ἐν τοῖς ἀποτεύγμασιν, εἰς ἄπειρον τὸν νοῦν αὐτῶν συνωθοῦντες, λέγουσιν (οὐκ ἄλλ)ως ἐπὶ τὸ αὐτὸ δύνασθαι τὸν σχηματισμὸν τῶν αὐτῶν ἀστέρων γίνεσθαι ἢ διὰ τῆς ἀποκαταστάσεως τοῦ μεγάλου ἐνιαυτοῦ δι᾽ ἑπτακισχιλίων ἐτῶν καὶ ἑπτακοσίων ἑβδομήκοντα καὶ ἑπτά. πῶς οὖν φθάσει ἀνθρωπίνη παρατήρησις τοῖς τοσούτοις αἰῶσι συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως, καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις 〈**〉 [οἶμαι παρέλιπε.] διὰ πλειόνων ἐληλέγχθαι τὴν Χαλδαϊκὴν τέχνην ἔδει, καίτοι δι᾽ ἕτερα αὐτῆς ἡμῶν μνησθέντων, οὐχὶ ἰδίως δι᾽ αὐτήν. ἀλλ᾽ ἐπεὶ προῃρήμεθα μηδὲν τῶν παρ᾽ ἔθνεσι δογμάτων καταλιπεῖν διὰ τὴν πολύφωνον τῶν αἱρετικῶν πανουργίαν, ἴδωμεν τί λέγουσι καὶ οἱ περὶ μεγεθῶν τετολμηκότες. οἳ κατιδόντες τὴν τῶν πλειόνων ματαιοπονίαν, ἄλλου ἄλλως διαψευσαμένου καὶ εὐδοκιμήσαντος, μεῖζόν τι ἐτόλμησαν εἰπεῖν, ὅπως ὑπὸ τῶν τὰ μικρὰ ψεύσματα μεγάλως δοξασάντων μειζόνως δοξασθῶσιν. οὗτοι κύκλους καὶ μέτρα τρίγωνά τε καὶ τετράγωνα διπλάσιά τε καὶ τριπλάσια ὑποτίθενται· πολὺς δὲ ὁ περὶ τούτου λόγος, ἀλλ᾽ οὐ πρὸς τὸ προκείμενον ἀναγκαῖος.

Ἱκανὸν οὖν λογίζομαι ἐξειπεῖν τὰ ὑπ᾽ αὐτῶν τερατολογούμενα· διὸ τοῖς ἐπιτόμοις χρησάμενος ὧν αὐτοὶ λέγουσιν, ἐπὶ τὰ ἕτερα τραπήσομαι. λέγουσι δὲ ταῦτα· “κράτος ἔδωκεν ὁ δημιουργήσας τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασε, τὴν δὲ ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου 〈καὶ τριπλασίου〉 διάστασιν ἑκάστην, οὐσῶν ἑκατέρων τριῶν, κατὰ τὰ ἐναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέσσαρας ἀλλήλοις τε καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.” κράτος μὲν δεδόσθαι τῇ ταὐτοῦ φορᾷ φησιν, οὐ μόνον ἐπειδὴ περιέχει τὴν θατέρου φοράν—τουτέστι τοὺς πλανωμένους—, ἀλλ᾽ ὅτι καὶ τοσοῦτον ἔχει κράτος—τουτέστι τοσαύτην δύναμιν—, ὥστε καὶ τοὺς ἐπὶ τἀναντία [τοὺς πλανωμένους] ἀπὸ δύσεως ἐπ᾽ ἀνατολὴν φερομένους αὐτοὺς τῇ οἰκείᾳ ἰσχύϊ ὁμοίως καὶ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἑαυτῷ συμπεριάγει〈ν〉. μίαν δὲ καὶ ἄσχιστον εἰᾶσθαί φησι ταύτην 〈τὴν〉 φοράν, πρῶτον μὲν ἐπειδὴ πάντων τῶν ἀπλανῶν ἰσόχρονοι αἱ περιφοραὶ καὶ οὐ διῃρημέναι κατὰ πλείους καὶ ἐλάττους χρόνους, ἔπειτα ὅτι μίαν πάντες ἔχουσιν ἐπιφάνειαν τὴν τῆς ἐξωτάτω φορᾶς, οἱ δὲ πλανώμενοι καὶ εἰς χρόνους πλείονας καὶ διαφόρους τῶν κινήσεων καὶ εἰς ἀποστάσεις ἀπὸ γῆς ἀνίσους διῄρηνται.

τὴν δὲ θατέρου φησὶν ἑξαχῇ εἰς ἑπτὰ κύκλους ἐσχίσθαι, εἰκότως· ὁπόσαι γὰρ ἂν ὦσιν ἑκάστου αἱ τομαί, μονάδι πλείω τῶν τομῶν γίνεται τὰ τμήματα. οἷον ἐὰν μιᾷ τομῇ 〈τι〉 διαιρεθῇ, δύο ἔσται τμήματα, ἂν δυσί, τρία τμήματα· οὕτω δὴ κἂν ἑξαχῇ τι τμηθῇ, ἑπτὰ ἔσται τὰ τμήματα. τὰς δὲ ἀποστάσεις αὐτῶν κατὰ 〈τὰ〉 διπλάσια καὶ τριπλάσια ἐναλλὰξ τετάχθαι φησίν, οὐσῶν ἑκατέρων τριῶν, ὅπερ καὶ ἐπὶ τῆς συστάσεως τῆς ψυχῆς ἐπὶ τῶν ἑπτὰ ἀριθμῶν ἔδειξε. τρεῖς μὲν γάρ εἰσιν ἐν αὐτοῖς διπλάσιοι ἀπὸ μονάδος· βʹ δʹ ηʹ, τρεῖς δὲ 〈τριπλάσιοι· γʹ θʹ κζʹ〉 〈** **〉 〈διάμετρος μὲν γῆς〉 μ(υριάδας) ηʹ καὶ ρηʹ σταδίων, περίμετρος δὲ γῆς σταδίων μυ(ριάδας) 〈κεʹ〉 καὶ φμγʹ.

καὶ ἀπόστημα δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἐπὶ τὸν σεληνιακὸν κύκλον ὁ μὲν Σάμιος Ἀρίσταρχος ἀναγράφει σταδίων μ(υριάδας) ρξηʹ, ὁ δὲ Ἀπολλώνιος μυρι(ά)δ(ας) φʹ, ὁ δὲ Ἀρχιμήδης μυρι(ά)δ(ας) φνδʹ καὶ μονάδας ͵δρλʹ· ἀπὸ δὲ τοῦ σεληνιακοῦ ἐπὶ τὸν τοῦ ἡλίου κύκλον σταδίων μυρι(ά)δ(ας) ͵εκϛʹ καὶ μονάδ(ας) ͵βξεʹ· ἀπὸ τού〈του〉 δὲ ἐπὶ τὸν τῆς Ἀφροδίτης κύκλον σταδίων μυρι(ά)δ(ας) ͵βκζʹ καὶ μονάδας ͵βξεʹ· ἀπὸ τού〈του〉 δὲ ἐπὶ τὸν τοῦ Ἑρμοῦ κύκλον σταδίων μυρι(ά)δ(ας) ͵επαʹ, μονάδ(ας) ͵ζρξεʹ· ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Πυρόεντος κύκλον σταδίων μυρι(ά)δ(ας) ͵δνδʹ, μονάδ(ας) ͵αρηʹ· ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Διὸς κύκλον σταδίων μυρι(ά)δ(ας) ͵βκζʹ, μονάδ(ας) ͵εξεʹ· ἀπὸ τούτου δὲ ἐπὶ τὸν τοῦ Κρόνου κύκλον σταδίων μυρι(ά)δ(ας) ͵δλζʹ, μονάδ(ας) ͵βξεʹ· ἀπὸ τούτου δὲ ἐπὶ τὸν ζῳδιακὸν καὶ τὴν ἐσχάτην περιφέρειαν σταδίων μυρι(ά)δ(ας) ͵βηʹ, μονάδ(ας) ͵βεʹ.

Τὰ μέν〈τοι〉 ἀπ᾽ ἀλλήλων διαστήματα τῶν κύκλων καὶ τῶν σφαιρῶν βάθη 〈ἑ〉τέ〈ρως〉 ὑπὸ τ(οῦ) Ἀρχιμήδους ἀποδίδοται. τοῦ γὰρ ζῳδιακοῦ τὴν περίμετρον λαμβάνει σταδίων δευτέρων ἀριθμῶν 〈μονάδας〉 δʹ καὶ μυρι(ά)δ(ας) ͵δψλαʹ· ὥστε συμβαίνειν τὴν ἐκ τοῦ κέντρου εὐθεῖαν ἄχρι τῆς ἐπιφανείας τῆς ἐσχάτης γῆς τὸ ἕκτον εἶναι τοῦ λεχθέντος ἀριθμοῦ· τὴν δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἐφ᾽ ἧς βεβήκαμεν ἄχρι τοῦ ζῳδιακοῦ 〈τὸ ἥμισυ εἶναι τοῦ〉 ἄρτι ῥηθέν〈τος〉 [ἕκτον τοῦ] ἀριθμοῦ λεῖπον τέτρασι μυριάσι σταδίων, ὅ ἐ〈στι〉ν 〈ἀπόστημα ἀπὸ〉 τοῦ κέντρου τῆς γῆς μέχρι τῆς ἐπιφανείας αὐτῆς. ἀπὸ τοῦ δὲ Κρόνου κύκλου ἐπὶ τὴν γῆν φησι τὸ διάστημα σταδίων δευτέρων ἀριθμῶν εἶναι μον(άδ)ας δύο καὶ μυρι(ά)δ(ας) ͵βσξθʹ καὶ μον(άδ)ας ͵βψιαʹ· ἀπὸ τοῦ δὲ τοῦ Διὸς κύκλου ἐπὶ 〈τὴν〉 γῆν σταδίων δευτέρων ἀριθμῶν μον(άδ)ας δύο καὶ μυρι(ά)δ(ας) σοβʹ καὶ μονάδας χμϛʹ· ἀπὸ δὲ τοῦ Πυρόεντος κύκλου ἐπὶ 〈τὴν〉 γῆν δευτέρων ἀριθμῶν μονάδ(α) μίαν καὶ μυρι(ά)δ(ας) ͵γσμαʹ καὶ μονάδ(ας) ͵ηφπαʹ· ἀφ᾽ ἡλίου 〈δὲ〉 ἐπὶ 〈τὴν〉 γῆν δευτέρων ἀριθμῶν μονάδ(α) μίαν καὶ μυρι(ά)δ(ας) ͵βρξʹ καὶ μονάδας ͵δυνδʹ· ἀπὸ δὲ τοῦ Στίλβοντος ἐπὶ τὴν γῆν μυρι(ά)δ(ας) ͵εσξηʹ, μονάδας ͵ησνθʹ· ἀπὸ δὲ Ἀφροδίτης ἐπὶ 〈τὴν〉 γῆν μυρι(ά)δ(ας) ͵επαʹ, μονάδ(ας) ͵ερξʹ· περὶ σελήνης δὲ ἐλέχθη τὸ πρότερον.

Τὰ μὲν οὖν ἀποστήματα καὶ βάθη τῶν σφαιρῶν οὕτως Ἀρχιμήδης ἀποδίδωσιν, ἑτέρως δὲ ὑπὲρ αὐτῶν Ἱππάρχῳ εἴρηται καὶ ἑτέρως Ἀπολλωνίῳ τῷ μαθηματικῷ. ἡμῖν δὲ ἐξαρ(κ)εῖ τῇ Πλατωνικῇ δόξῃ ἑπομένοις διπλάσια μέν〈τοι〉 καὶ τριπλάσια οἴεσθαι τῶν πλανωμένων τὰ ἀπ᾽ ἀλλήλων διαστήματα· σῴζεται γὰρ οὕτως ὁ λόγος τοῦ καθ᾽ ἁρμονίαν συγκεῖσθαι τὸ πᾶν ἐν λόγοις συμφώνοις κατὰ ταῦτα τὰ ἀποστήματα. οἱ δ᾽ ἐκτεθέντες ὑπὸ Ἀρχιμήδους ἀριθμοὶ καὶ 〈οἱ〉 ὑπὸ τῶν ἄλλων περὶ τῶν ἀποστημάτων λεγόμενοι λόγοι εἰ μὴ ἐν συμφώνοις εἶεν λόγοις— τουτέστι τοῖς ὑπὸ Πλάτωνος εἰρημένοις διπλασίοις καὶ τριπλασίοις—, ἔξω δὲ συμφώνων εὑρισκόμενοι, οὐκ ἂν σῴζοιεν τὸ καθ᾽ ἁρμονίαν κατεσκευάσθαι τὸ πᾶν. οὐ γὰρ πιθανὸν οὐδὲ δυνατὸν ἄλογά τε καὶ ἔξω συμφώνων καὶ ἐναρμονίων λόγων εἶναι αὐτῶν τὰ ἀποστήματα, πλὴν ἴσως σελήνης μόνης, ἐκ τῶν λείψεων καὶ τῆς σκιᾶς τῆς γῆς· περὶ ἣν μόνην καὶ πιστεύσαι τις ἂν Ἀρχιμήδῃ 〈περὶ τῆς〉 ἀποστάσεως, τουτέστι τῆς σεληνιακῆς ἀπὸ γῆς. ταύτην δὲ λαβοῦσι ῥᾴδιον ἔσται κατὰ τὸ Πλατωνικὸν αὔξοντας κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον [ὡς ἀξιοῖ Πλάτων] καὶ τὰ λοιπὰ ἀποστήματα ἀριθμῷ περιλαβεῖν.

εἰ δὴ κατὰ τὸν Ἀρχιμήδην ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς ἡ σελήνη ἀφέστηκε σταδίων μυρι(ά)δ(ας) φνδʹ, σταδίους ͵δρλʹ, ῥᾴδιον τούτους τοὺς ἀριθμοὺς αὔξοντας κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον, 〈ὡς ἀξιοῖ Πλάτων,〉 καὶ τὰ τῶν λοιπῶν εὑρεῖν διαστήματα, ὡς μιᾶς μοίρας λαμβανομένης τοῦ τῶν σταδίων ἀριθμοῦ οὓς ἡ σελήνη τῆς γῆς ἀφέστηκεν.

Ὅτι δὲ οἱ λοιποὶ ἀριθμοὶ οἱ ὑπ᾽ Ἀρχιμήδους περὶ τῆς ἀποστάσεως τῶν πλανωμένων λεγόμενοι οὐκ ἐν συμφώνοις 〈εἰσὶ〉 λόγοις, ῥᾴδιον γνῶναι 〈τοὺς〉 πῶς ἔχουσι πρὸς ἀλλήλους καὶ ἐν τίσι λόγοις εἰσὶ κατανοήσαντας· μὴ εἶναι δὲ ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ ταῦτα, τ(οῦ) καθ᾽ ἁρμονίαν συνεστῶτος κόσμου ὄντα μέρη, ἀδύνατον. τοῦ μὲν δὴ πρώτου ἀριθμοῦ, ὃν ἀφέστηκεν ἡ σελήνη τῆς γῆς, ὄντος μυρι(ά)δ(ων) φνδʹ, μονάδων ͵δρλʹ, ὁ δεύτερος ἀριθμός, ὃν ἀφέστηκεν 〈ὁ〉 ἥλιος τῆς σελήνης, ὢν μυρι(ά)δ(ων) ͵εκζʹ, μονάδ(ων) ͵βξεʹ, ἐν λόγῳ ἐ(στὶ πλ)είον〈ι〉 ἢ ἐ〈ννεαπ〉λασίῳ· πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμός, ὢν μυρι(ά)δ(ων) ͵βκζʹ, μονάδ(ων), ͵βξεʹ, ἐν λόγῳ ἐστὶ 〈ἐλάττονι ἢ ἡμίσει· πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμός, ὢν μυρι(ά)δ(ων) ͵επαʹ, μονάδ(ων) ͵ζρξεʹ, ἐν λόγῳ ἐστὶ〉 πλείονι ἢ διπλασίῳ· πρὸς δὲ τοῦτο〈ν〉 ὁ ἀνωτέρω ἀριθμός, ὢν μυρι(ά)δ(ων) ͵δνδʹ, μονάδ(ων) ͵αρηʹ, ἐν λόγῳ ἐστὶν ἐλάττονι ἢ ἐπιτετάρτῳ· πρὸς δὲ τοῦτον ὁ ἀνωτέρω ἀριθμός, ὢν μυρι(ά)δ(ων) ͵βκζʹ, μονάδων ͵εξεʹ, ἐν λόγῳ ἐστὶ πλείονι ἢ ἡμίσει· πρὸς δὲ τοῦτον ὁ ἀνωτάτω ἀριθμός, ὢν μυρι(ά)δ(ων) ͵δλζʹ, μονάδων ͵βξεʹ, ἐν λόγῳ ἐστὶ〈ν〉 ἐλάττονι ἢ διπλασίῳ.

Οὗτοι δὴ οἱ λόγοι ὅ τε πλείω〈ν〉 ἢ 〈ἐννεαπλάσιος καὶ〉 ἐλάττων ἢ ἥμισυς καὶ πλείων ἢ διπλάσιος καὶ ἐλάττων ἢ ἐπιτέταρτος καὶ πλείων ἢ ἥμισυς καὶ ἐλάττων ἢ διπλάσιος ἔξω πασῶν εἰ〈σι〉 συμφωνιῶν· ἐξ ὧν οὐκ 〈ἂν〉 ἐναρμόνιόν τι καὶ σύμφωνον σύστημα γένοιτο, ὁ δ᾽ ἅπας κόσμος καὶ τὰ τούτου μέρη κατὰ πάντα ὁμοίως ἐναρμονίως καὶ συμφώνως σύγκειται. οἱ δὲ ἐναρμόνιοι καὶ σύμφωνοι λόγοι σῴζονται, καθάπερ προειρήκαμεν, τοῖς διπλασίοις καὶ τριπλασίοις διαστήμασιν. εἰ δὴ πιστὸν τὸν Ἀρχιμήδην ἡγησάμεθα ἐν μόνῳ τῷ πρώτῳ ἀποστήματι τῷ ἀπὸ σελήνης μέχρι γῆς, ῥᾴδιον καὶ τὰ λοιπὰ κατὰ τὸ διπλάσιον καὶ τριπλάσιον αὔξοντα〈ς〉 εὑρεῖν.

ἔστω δὴ κατὰ τὸν Ἀρχιμήδην τὸ ἀπὸ γῆς μέχρι σελήνης ἀπόστημα σταδίων μυρι(ά)δ(ας) φνδʹ, μονάδ(ας) ͵δρλʹ· ἔσται μὲν δὴ τούτου διπλάσιος ἀριθμός, ὃν ἀφέστηκεν ὁ ἥλιος τῆς σελήνης, σταδίων μυρι(ά)δ(ας) ͵αρηʹ καὶ 〈σταδίους〉 ͵ησξʹ· ἀπὸ δὲ τῆς γῆς ἀφέστηκεν ὁ ἥλιος σταδίων 〈μυριάδας〉 ͵αχξγʹ καὶ 〈σταδίους〉 ͵βτϙʹ· καὶ Ἀφροδίτη δὲ ἀφέστηκεν ἀπὸ μὲν ἡλίου σταδίων μυρι(ά)δ(ας) ͵αχξγʹ καὶ σταδίους ͵βτϙʹ, ἀπὸ δὲ γῆς μυρι(ά)δ(ας) ͵γτκϛʹ, σταδίους ͵δψπʹ· Ἑρμῆς δὲ Ἀφροδίτης μὲν ἀφέστηκε σταδίων μυριάδας ͵βσιζʹ, σταδίους ͵ϛφκʹ, ἀπὸ δὲ γῆς μυρι(ά)δ(ας) ͵εφμδʹ, σταδίους ͵ατʹ· Ἄρης δὲ Ἑρμοῦ μὲν ἀφέστηκε σταδίων μυρι(ά)δ(ας) ͵δϡπθʹ, σταδίους ͵ζροʹ, ἀπὸ δὲ γῆς μυρίας μυριάδας καὶ φλγʹ, σταδίους ͵ηυοʹ· Ζεὺς δὲ Ἄρεως μὲν ἀφέστηκε 〈σταδίων〉 μυρι(ά)δ(ας) ͵δυλεʹ, σταδίους ͵γμʹ, ἀπὸ δὲ γῆς 〈μυρίας〉 μυρι(ά)δ(ας) καὶ ͵δϡξθʹ, σταδίους ͵αφιʹ· Κρόνος 〈δὲ〉 ἀπὸ μὲν Διὸς ἀφέστηκε σταδίων μυρίας μυριάδας καὶ ͵δϡξθʹ, σταδίους ͵αφιʹ, ἀπὸ δὲ γῆς μυρίας μυριάδας 〈βʹ〉 καὶ ͵θϡληʹ, σταδίους ͵γκʹ.

Τίς οὐ θαυμάσει τὴν τοσαύτην φροντίδα μετὰ τοσούτου πόνου γεγενημένην; οὐκ ἀχρεῖος δέ μοι οὑτοσὶ ὁ Πτολεμαῖος ὁ τούτων μεριμνητὴς δοκεῖ, τοῦτο δὲ μόνον λυπεῖ, ὡς πρόσφατος γενηθεὶς οὐκ εὔχρηστος γεγένηται γιγάντων πα〈ι〉σίν, οἳ τὰ μέτρα ταῦτα ἠγνοηκότες, ἐγγὺς νομίζοντες εἶναι ὕψη οὐρανοῦ, πύργον μάτην ἐπεχείρησαν ποιεῖν. οἷς οὗ〈το〉ς εἰ κατ᾽ ἐκεῖνο παρὼν τὰ μέτρα διηγήσατο, οὐκ ἂν μάτην τετολμήκεισαν. εἰ δέ τις τούτῳ φάσκει ἀπιστεῖν, μετρήσας πειθέσθω· ταύτης γὰρ φανερωτέραν ἀπόδειξιν οὐκ ἔχει πρὸς τοὺς ἀπίστους. ὢ ματαιοπόνου [καὶ] ψυχῆς φυσιώσεως καὶ πίστεως ἀπίστου, ἵνα πάντως Πτολεμαῖος σοφὸς νομίζηται παρὰ τοῖς τὴν ὁμοίαν σοφίαν ἠσκηκόσι.

Τούτοις ἐν μέρει ἐπισχόντες τινές, ὡς μεγάλα κρίναντες καὶ λόγου ἄξια νομίσαντες, αἱρέσεις ἀμέτρους καὶ ἀπείρους συνεστήσαντο· ὧν εἷς μὲν Κολάρβασος, ὃς διὰ μέτρων καὶ ἀριθμῶν ἐκτίθεσθαι θεοσέβειαν ἐπι〈χει〉ρεῖ, καὶ ἕτεροι δὲ ὁμοίως, οὓς ἐπιδείξομεν, ἐπὰν τὰ περὶ αὐτῶν ἀρξώμεθα λέγειν. οἳ Πυθαγορείῳ ψήφῳ ὡς δυνατῇ προσέχουσι καὶ τὴν ἀσφαλῆ φιλοσοφίαν δι᾽ ἀριθμῶν καὶ στοιχείων σχεδιάζουσι, μαντευόμενοι μάταια. ὧν ὁμοίως λόγους ἐρανισάμενοί τινες ἀποπλανῶσιν ἰδιώτας, προγνωστικοὺς ἑαυτοὺς φάσκοντες, ἔσθ᾽ ὅτε διὰ τὸ πολλὰ μαντεύεσθαι ἓν ἐπιτυγχάνοντες, καὶ ἐπὶ μὲν τοῖς πολλοῖς ἀποτεύγμασι μὴ αἰδούμενοι, ἐπὶ δὲ τῷ ἑνὶ ἐγκομπάζοντες. οὐδὲ τούτων τὴν ἄσοφον σοφίαν παραπέμψομαι, ἀλλ᾽ ἐκθέμενος τοὺς ἐκ τούτων ἐπιχειροῦντας θεοσέβειαν συνιστᾶν ἐλέγξω ῥίζης ἀσυστάτου καὶ 〈πα〉νουργίας ἀνάπλε〈ω〉 ὄντας μαθητάς.

Οἱ μὲν οὖν διὰ ψήφων τε καὶ ἀριθμῶν, στοιχείων τε καὶ ὀνομάτων μαντεύεσθαι νομίζοντες ταύτην ἀρχὴν ἐπιχειρήσεως τοῦ κατ᾽ αὐτοὺς λόγου ποιοῦνται, φάσκοντες πυθμένα εἶναι ἑκάστου τῶν ἀριθμῶν ἐπὶ μὲν τῶν χιλιάδων τοσαύτας μονάδας, ὅσαι ἂν ὦσι χιλιάδες· οἷον τῶν ἑξακισχιλίων ὁ πυθμὴν μονάδες ἕξ, τῶν ἑπτακισχιλίων μονάδες ἑπτά, τῶν ὀκτακισχιλίων μονάδες ὀκτώ, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως κατὰ τὰ αὐτά. καὶ ἐπὶ τῶν ἑκατοντάδων ὅσαι ἂν ὦσιν αἱ ἑκατοντάδες, τοσαῦται μονάδες ὁ πυθμήν ἐστιν αὐτῶν· οἷον τῶν ἑπτακοσίων ἑπτά εἰσιν ἑκατοντάδες, ὁ πυθμὴν αὐτῶν ἑπτὰ μονάδες· τῶν ἑξακοσίων ἓξ ἑκ〈ατ〉οντάδες, ὁ πυθμὴν αὐτῶν 〈ἓξ μονάδες· τῶν τριακοσίων τρεῖς ἑκατοντάδες, ὁ πυθμὴν αὐτῶν〉 τρεῖς μονάδες. τὸ ὅμοιον 〈δὲ〉 καὶ ἐπὶ τῶν δεκάδων· τῶν μὲν ὀγδοήκοντα 〈ὁ πυθμὴν〉 μονάδες ὀκτώ, τῶν δὲ ἑξήκοντα μονάδες ἕξ, τῶν 〈δὲ〉 τεσσαράκοντα μονάδες τέσσαρες, τῶν 〈δὲ〉 δέκα μονὰς μία. ἐπὶ δὲ τῶν μονάδων πυθμὴν αὐταί εἰσιν αἱ μονάδες· οἷον τοῦ ἐννέα ὁ ἐννέα, τοῦ ὀκτὼ ὁ ὀκτώ, τοῦ ἑπτὰ ὁ ἑπτά. οὕτως οὖν καὶ ἐπὶ τῶν στοιχείων ποιεῖν δεῖ· ἕκαστον γὰρ στοιχεῖον κατά τινα τέτακται ἀριθμόν· οἷον τὸ 〈ν〉 〈πεντή〉κοντα μονάδ(ων) 〈ἐστί〉ν, τῶν 〈δὲ〉 πεντήκοντα μονάδων πυθμήν ἐστιν ὁ πέντε, καὶ τοῦ 〈ν〉 στοιχείου πυθμὴν ἔσται ὁ πέντε.

Ἔστω ἔκ του ὀνόματος τοὺς τούτου πυθμένας λαβεῖν· οἷον τοῦ Ἀγαμέμνων ὀνόματος γίνεται τοῦ μὲν 〈α〉 〈πυθμὴν〉 μονὰς μία, τοῦ δὲ 〈γ〉 μονάδες τρεῖς, τοῦ ἄλλου 〈α〉 μονὰς μία, τοῦ 〈μ〉 μονάδες δʹ, τοῦ 〈ε〉 μονάδες εʹ, τοῦ 〈μ〉 μονάδες δʹ, τοῦ 〈ν〉 μονάδες πέντε, τοῦ 〈ω〉 μονάδες ηʹ, τοῦ 〈ν〉 μονάδες εʹ· ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἔσονται αʹ γʹ αʹ δʹ εʹ δʹ 〈εʹ〉 ηʹ εʹ· ταῦτα συντεθέντα ποιεῖ μονάδας λϛʹ. πάλιν τούτων πυθμένας λαμβάνουσι, καὶ γίνονται τῶν μὲν λʹ τρεῖς, τῶν δὲ ἓξ αὐτὰ τὰ ἕξ· συντεθέντα οὖν τὰ τρία καὶ τὰ ἓξ ποιεῖ ἐννέα, τῶν δὲ ἐννέα πυθμὴν ὁ ἐννέα. κατέληξεν οὖν τὸ Ἀγαμέμνων ὄνομα εἰς τὸν ἐννέα πυθμένα. ἔστω τὸ αὐτὸ καὶ ἐπὶ ἄλλου ὀνόματος ποιῆσαι, τοῦ Ἕκτωρ. τὸ Ἕκτωρ ὄνομα ἔχει στοιχεῖα 〈ε〉 καὶ κάππα καὶ ταῦ καὶ 〈ω〉 καὶ 〈ρ〉· τούτων πυθμένες εʹ βʹ γʹ ηʹ αʹ· ταῦτα συντεθέντα ποιεῖ μονάδας ιθʹ. πάλιν τῶν δέκα πυθμὴν εἷς, τῶν ἐννέα ἐννέα, ἃ συντεθέντα ποιεῖ δέκα· τοῦ 〈δὲ〉 δέκα γίνεται πυθμὴν μονάς. ψηφισθὲν οὖν τὸ Ἕκτωρ ὄνομα ἐποίησε πυθμένα μονάδα.

εὐκολώτερον δέ ἐστι τὸ 〈αὐτὸ〉 οὕτως ποιεῖν· τοὺς εὑρεθέντας ἐκ τῶν στοιχείων πυθμένας, ὡς νῦν ἐπὶ τοῦ Ἕκτωρ ὀνόματος εὕρομεν μονάδας ιθʹ, εἰς ἐννέα μέριζε καὶ τὸ περιλειπόμενον πυθμένα λέγε· οἷον τὰ ιθʹ ἐὰν εἰς ἐννέα μερίζω, περιλείπεται μονάς—ἐννάκις γὰρ δύο ιηʹ καὶ λοιπὴ μονάς· ἐὰν γὰρ ὑφέλω τῶν ιθʹ τὰ δεκαοκτώ, λοιπὴ μονάς—· ὥστε τοῦ Ἕκτωρ ὀνόματος πυθμὴν ἔσται μονάς. πάλιν τοῦ Πάτροκλος ὀνόματος πυθμένες εἰσὶν ἀριθμοὶ οὗτοι· ηʹ αʹ γʹ αʹ ζʹ βʹ γʹ ζʹ βʹ, 〈καὶ〉 συντεθέντες ποιοῦσι μονάδας λδʹ. τούτων τὸ ἐκλεῖπον μονάδες ἑπτά· τῶν λʹ τρεῖς, καὶ τῶν δʹ αὐταὶ αἱ δʹ· πυθμὴν οὖν εἰσι τοῦ Πάτροκλος ὀνόματος μονάδες ζʹ.

Οἱ μὲν οὖν κατὰ τὸν ἐννεαδικὸν κανόνα ψηφίζοντες 〈τὸ〉 ἔννατον λαμβάνουσι τοῦ ἀθροισθέντος ἐκ τῶν πυθμένων ἀριθμοῦ καὶ τὸ περιλειφθὲν πλῆθος τὸν πυθμένα ὁρίζονται, οἱ δὲ κατὰ τὸν ἑβδοματικὸν τὸ ἕβδομον. οἷον εὑρέθη ἐπὶ τοῦ Πάτροκλος ὀνόματος τὸ ἐκ τῶν πυθμένων ἄθροισμα μονάδες λδʹ· τοῦτο μερισθὲν εἰς ἑβδομάδας ποιεῖ δʹ, ὅ ἐστιν κηʹ, 〈καὶ〉 λοιπαὶ μονάδες ἕξ· λέγουσιν 〈οὖν〉 ὅτι ὁ πυθμὴν τοῦ Πάτροκλος ὀνόματός εἰσιν ἓξ κατὰ τὸν ἑβδοματικόν. εἰ δὲ ἔσται μγʹ, τὸ ἕβδομον ποιεῖ μβʹ—ἑπτάκις γὰρ ἓξ μβʹ—καὶ λοιπὸν ἕν· μονὰς οὖν γίνεται ὁ πυθμὴν ὁ ἀπὸ τῶν μγʹ κατὰ τὸν ἑβδοματικόν. δεῖ δὲ προσέχειν ἐὰν ὁ ληφθεὶς ἀριθμὸς μεριζόμενος ἀπαρτίσῃ· οἷον ἐὰν ἔκ τινος ὀνόματος συντιθεὶς τοὺς πυθμένας εὕρω λόγου χάριν μονάδας λϛʹ· ὁ δὲ λϛʹ μεριζόμενος εἰς τὸν ἐννέα δʹ ἀπαρτίζει ἐννεάδας—ἐννάκις γὰρ δʹ λϛʹ καὶ οὐδὲν περιλείπεται—· τὸν πυθμένα οὖν αὐτὸν τὸν θʹ δῆλον εἶναι. καὶ πάλιν 〈ἐὰν〉 τὸν τεσσαράκοντα πέντε ἀριθμὸν μερίζοντες εὕρωμεν ἀπαρτίζοντα ἐννέα—καὶ γὰρ ἐννάκις πέντε μεʹ καὶ 〈περι〉λείπεται οὐδέν—ἐπὶ τῶν τοιούτων αὐτὸν τὸν ἐννέα λέγουσι πυθμένα. καὶ ἐπὶ τοῦ ἑβδοματικοῦ ὁμοίως· ἐὰν λόγου χάριν τὸν κηʹ εἰς τὸν ἑπτὰ μερίζοντες ἀπαρτίσωμεν— ἑπτάκις γὰρ δʹ κηʹ καὶ περιλείπεται οὐδέν—, 〈αὐτὸν〉 τὸν ἑπτὰ λέγουσι πυθμένα.

Ὅταν μέντοι 〈τις〉 ψηφίζῃ τὰ ὀνόματα καὶ εὑρίσκῃ δὶς τὸ αὐτὸ 〈φωνῆεν〉 γράμμα, ἅπαξ αὐτὸ ψηφίζει. οἷον τὸ Πατρόκ〈α〉λος ὄνομα καὶ τὸ [〈π〉] 〈α〉 δὶς ἔχει καὶ τὸ 〈ο〉 δίς· ἅπαξ οὖν τὸ 〈α〉 ψηφίζουσι καὶ ἅπαξ τὸ 〈ο〉. κατὰ τοῦτο οὖν πυθμένες ἔσονται ηʹ αʹ γʹ αʹ ζʹ βʹ γʹ βʹ, καὶ συντεθέντες ποιοῦσι μονάδας κζʹ, καὶ ἔσται πυθμὴν τοῦ ὀνόματος κατὰ μὲν τὸν ἐννεαδικὸν αὐτὸς ὁ ἐννέα, κατὰ δὲ τὸν ἑβδοματικὸν ἕξ. ὁμ(οίως) Σαρπηδὼν ψηφισθεὶς ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν δύο [πυθμένα], Πάτροκλος δὲ ποιεῖ μονάδας θʹ· νικᾷ Πάτροκλος. ὅταν γὰρ ᾖ ὁ μὲν εἷς περισσός, ὁ δὲ ἕτερος ἄρτιος, ὁ περισσὸς νικᾷ ἐὰν μείζων ᾖ. πάλιν δὲ ἐὰν ᾖ ὀκτὼ ἄρτιος καὶ πέντε περισσός, ὁ ὀκτὼ νικᾷ· μείζων γάρ ἐστιν. εἰ δέ εἰσιν ἀριθμοὶ [δύο οἷον] ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων νικᾷ. πῶς δὲ ὁ Σαρπηδὼν κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδας δύο; παραλείπεται γὰρ τὸ 〈ω〉 στοιχεῖον. ὅταν γὰρ ᾖ ἐν ὀνόματί 〈τινι〉 στοιχεῖα 〈ω〉 καὶ 〈η〉, παραλιμπάνουσι τὸ 〈ω〉 ἑνὶ στοιχείῳ χρώμενοι· ἰσοδυναμεῖν γὰρ λέγουσι τὰ ἀμφότερα, δὶς δὲ τὸ αὐτὸ οὐ ψηφίζεται, ὡς ἄνωθεν εἴρηται. πάλιν Αἴας 〈κατὰ τὸν ἐννεαδικὸν〉 ποιεῖ μονάδας δʹ, Ἕκτωρ δὲ κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδα μίαν· καὶ ἔστιν ἡ μὲν τετρὰς ἄρτιος, ἡ δὲ μονὰς περισσή, ἐπὶ δὲ τῶν τοιούτων τὸν μείζονα ἐλέγομεν νικᾶν· νικᾷ ὁ Αἴας.

πάλιν Ἀλέξανδρος καὶ Μενέλαος· Ἀλέξανδρος κύριον ἔχει ὄνομα 〈Πάρις·〉 Πάρις δὲ ποιεῖ μονάδας κατὰ τὸ〈ν〉 ἐννεαδικὸν δʹ, Μενέλαος δὲ κατὰ τὸν ἐννεαδικὸν μονάδας θʹ. νικῶσι δὴ αἱ ἐννέα τὰς τέσσαρας—εἴρηται γάρ, ὁπόταν ὁ μὲν περισσὸς ᾖ, ὁ δὲ ἄρτιος, ὁ μείζων νικᾷ, ὅταν δὲ ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων. —πάλιν Ἄμυκος καὶ Πολυδεύκης· Ἄμυκος μὲν ποιεῖ μονάδας δύο κατὰ τὸν ἐννεαδικόν, [καὶ] Πολυδεύκης δὲ ἑπτά· νικᾷ Πολυδεύκης. Αἴας καὶ Ὀδυσσεὺς ἐπάλαισαν ἐν τῷ ἐπιταφίῳ· Αἴας ποιεῖ κατὰ τὸν ἐννεαδικὸν μονάδας δʹ, Ὀδυσσεὺς ὀκτὼ κατὰ τὸν ἐννεαδικόν· ἆρ᾽ οὖν μήτι τὸ Ὀδυσσέως ἐπίθετον καὶ οὐ κύριόν ἐστιν; ἐνίκησε γάρ· κατὰ μὲν τοὺς ἀριθμοὺς νικᾷ Αἴας, ἡ δ᾽ ἱστορία Ὀδυσσέα παραδίδωσιν. 〈πάλιν〉 Ἀχιλεὺς καὶ Ἕκτωρ· Ἀχιλεὺς κατὰ τὸν ἐννεαδικὸν ποιεῖ 〈μονάδας〉 τέσσαρας, Ἕκτωρ μίαν· νικᾷ Ἀχιλεύς. πάλιν Ἀχιλεὺς καὶ Ἀστεροπαῖος· Ἀχιλεὺς ποιεῖ 〈μονάδας〉 τέσσαρας, Ἀστεροπαῖος τρεῖς· νικᾷ Ἀχιλεύς. πάλιν Μενέλαος καὶ Εὔφορβος· Μενέλαος ἔχει μονάδας ἐννέα, Εὔφορβος ὀκτώ· νικᾷ Μενέλαος.

Τινὲς δὲ κατὰ τὸν ἑβδοματικὸν μόνοις τοῖς φωνήεσι χρῶνται, ἄλλοι δὲ διαστέλλουσιν ἰδίᾳ μὲν τὰ φωνήεντα, ἰδίᾳ δὲ τὰ ἡμίφωνα, ἰδίᾳ δὲ τὰ ἄφωνα, καὶ τρεῖς τάξεις ποιήσαντες λαμβάνουσι τοὺς πυθμένας ἰδίᾳ μὲν τῶν φωνηέντων, ἰδίᾳ δὲ τῶν ἡμιφώνων, ἰδίᾳ 〈δὲ〉 τῶν ἀφώνων, καὶ συγκρίνουσι χωρὶς ἕκαστον. ἄλλοι δὲ οὐδὲ τούτοις τοῖς νενομισμένοις ἀριθμοῖς χρῶνται, ἀλλ᾽ ἄλλοις· οἷον ὑποδείγματος ἕνεκα τὸ 〈π〉 〈στοιχεῖον〉 οὐ θέλουσι πυθμένα ἔχειν 〈μονάδας〉 ηʹ, ἀλλὰ εʹ, καὶ τὸ 〈ξ〉 στοιχεῖον πυθμένα μονάδας 〈ϛʹ, ἀλλὰ〉 δʹ, καὶ παντοίως στρεφόμενοι οὐδὲν ὑγιὲς εὑρίσκουσιν. ὅταν μέντοι δεύτερόν τινες ἀγωνίζωνται, ἀφ᾽ ἑκατέρου τῶν ὀνομάτων τὸ πρῶτον στοιχεῖον ἀφαιροῦσιν, ὅταν δὲ τρίτον, τὰ δύο ἑκατέρωθεν, καὶ τὰ λοιπὰ ψηφίσαντες συγκρίνουσιν.

Οἶμαι δὲ ἐκδήλως ἐκτεθεῖσθαι καὶ τὴν τῶν ἀριθμητικῶν ἐπίνοιαν, δι᾽ ἀριθμῶν καὶ ὀνομάτων τὸ ζῆν διακρίνειν νομιζόντων. τούτους δὲ κατανοῶ σχολὴν ἄγοντας καὶ ψήφῳ γεγυμνασμένους τεθεληκέναι διὰ τῆς παραδοθείσης αὐτοῖς ἐκ παίδων τέχνης [θέλειν] εὐδοκιμοῦντας μάντεις προ〈σ〉αγορεύεσθαι. οἳ ἄνω κάτω τὰ στοιχεῖα καταμετροῦντες εἰς λῆρον ἐχώρησαν· ἐπὰν γὰρ ἀποτύχωσι, τὸ ἄπορον προβάλ〈λ〉οντες λέγουσι, μήτι τοῦτο 〈τὸ〉 ὄνομα γενικὸν οὐκ ἐγένετο, ἀλλ᾽ ἐπίθετον, ὡς καὶ ἐπὶ τοῦ Ὀδυσσέως καὶ Αἴαντος ἐκπεσόντες 〈τοῦτ᾽〉 ἐνεκάλουν. τίς ἐκ ταύτης τῆς θαυμαστῆς φιλοσοφίας ἀφορμὰς λαβὼν καὶ θελήσας αἱρεσιάρχης καλεῖσθαι οὐ δοξασθήσεται;

Ἀλλ᾽ ἐπεὶ καὶ ἑτέρα τις τέχνη βαθυτέρα ἐστὶ παρὰ τοῖς πανσόφοις Ἑλλήνων μεριμνηταῖς, οἷς εὔχονται μαθητεύειν οἱ αἱρετικοὶ διὰ τὸ ταῖς αὐτῶν δόξα〈ι〉ς χρῆσθαι πρὸς τὰ ὑφ᾽ αὑτῶν ἐπιχειρούμενα, καθὼς ὑποδειχθήσεται μετ᾽ οὐ πολύ—αὕτη δέ ἐστι〈ν ἡ〉 μετωποσκοπικὴ μαντεία, μᾶλλον δὲ μανία—, οὐδὲ ταύτην σιωπήσομεν. εἰσὶν οἳ τοῖς ἄστροις ἀναφέρουσι τὰς μορφὰς τύπων τε ἰδέας καὶ τὰς φύσεις τῶν ἀνθρώπων, ἐπὶ ταῖς 〈τῶν〉 ἀστέρων κατὰ γενέσεις 〈σχέσεσιν〉 ἀναλογιζόμενοι. οὕτως 〈δὲ〉 λέγουσι〈ν〉· Οἱ 〈ἐν〉 Κριῷ γεννώμενοι τοι〈οῦτ〉οι ἔσονται· κεφαλῇ ἐπιμήκει, τριχὶ πυρρᾷ, ὀφρύσι συνεζευγμέναις, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις 〈κ〉αλοῖς, μήλοις καθειλκυσμένοις, ἐπίρρινοι, μυκτῆρσιν ἠνεωγμένοις, χείλεσι λεπτοῖς, γενείῳ ὀξεῖ, στόματι ἐπιμήκει. οὗτοι, φησί, μεθέξουσι φύσεως τοιαύτης· προνοητικοί, ποικίλοι, δειλοί, φρόνιμοι, προσχαριώδεις, ἥσυχοι, περίεργοι, βουλαῖς ἀποκρύφοις, παντὶ πράγματι κατηρτισμένοι, πλεῖον φρονήσει ἢ ἰσχύι κρατοῦντες, τὸ παρὸν καταγελασταί, γεγραμματισμένοι, 〈ἄ〉πιστοι, φιλόνεικοι, ἐν μάχῃ ἐρεθισταί, ἐπιθυμηταί, παιδερασταί, νοοῦντες, ἀπεστραμμένοι ἀπὸ τῶν ἰδίων οἴκων, ἀπαρέσκοντες ἅπαντα, κατήγοροι, ἐν οἴνῳ μανιώδεις, ἐξουθενηταί, κατ᾽ ἔτος τι ἀποβάλλοντες, εἰς φιλίαν εὔχρηστοι διὰ τὴν ἀγαθωσύνην· πλειστάκις ἐν ἀλλοτρίᾳ γῇ ἀποθνῄσκουσιν.

Οἱ δὲ ἐν Ταύρῳ τύπῳ ἔσονται τῷδε· κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ, μετώπῳ πλατεῖ τετραγώνῳ, ὀφθαλμοῖς μέλασι καὶ ὀφρύσι μεγάλαις, ἐν τῷ λευκῷ φλέβες λεπταὶ αἱματώδεις, βλεφάροις μακροῖς, ὠτίοις παχέσι μεγάλοις, στόματι στρογγύλῳ, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι, 〈σώματι βραχεῖ,〉 τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσι, νωθροὶ γεγενημένοι ἀπὸ σκελῶν. οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς, εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταὶ ἀπὸ ἐτῶν ιβʹ, ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἑαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί· [σώματι βραχεῖ] ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς, εἰς φιλίαν ὠφέλιμοι διὰ τὸν νοῦν, κακοπαθεῖς.

Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέρεσιν ἴσοις, ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις καλοῖς γεγενημένοι, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκρατοῦσι πάντα, 〈πάντα〉 ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, 〈ἐκ τοῦ ἀλλοτρίου〉 δαψιλεῖς, πραγμάτων ἀφροδισιακῶν 〈ἐπιμελεῖς,〉 ἐπιεικεῖς, μουσικοί, [πρὸς τὰ ἀφροδισιακὰ] ψεῦσται. οἱ αὐτοὶ δὲ φύσεως· δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ ἀποφάσει, ἐπιθυμητικοί, [φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς] ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, 〈ἀ〉καίριμοι, οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.

Ἐν Καρκίνῳ τύπος· μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ κυνείᾳ, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ, κεφαλῇ στρογγύλῃ, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις. οἱ αὐτοὶ φύσεως· κακοί, δόλιοι, βουλαῖς κατηρτισμένοι, ἄπληστοι, φειδωλοί, ἀχάριστοι, ἀνελεύθεροι, ἀνωφελεῖς, ἀμνήμονες, οὔτε ἀποδιδόασιν ἀλλότριον οὔτε ἀπαιτοῦσιν ἴδιον, εἰς φιλίαν 〈οὐκ〉 ὠφέλιμοι.

Ἐν Λέοντι τύπος· κεφαλῇ στρογγύλῃ, τριχὶ ὑποπύρρῳ, μετώπῳ μεγάλῳ ῥυσῷ, ὠτίοις παχέσι, τραχηλιώδεις, ἐν μέρει ὑποφάλακροι, πυρροί, ὀφθαλμοῖς γλαυκοῖς, μεγάλαις γνάθοις, στόματι παχεῖ, τοῖς ἐπάνω μέρεσι παχεῖς, στήθει μεγάλῳ, τοῖς ὑποκάτω μέρεσι λεπτοί. οἱ αὐτοὶ φύσεως· ἰδίας ἀποφάσεως, ἀσυγκέραστοι, ἀρέσκοντες ἑαυτοῖς, ὀργίλοι, θυμώδεις, καταφρονηταί, αὐθάδεις, μηδὲν βουλ〈ευ〉όμενοι, ἀν〈ώμ〉αλοι, κακόσχολοι, 〈ἀ〉συνήθεις, εἰς πράγματα ἀφροδισιακὰ ἐκκεχυμένοι, μοιχοί, ἀναιδεῖς, πίστει ἀναλήθεις, αἰτηταί, τολμηροί, σκνιφοί, ἅρπαγες, ἀξιόλογοι, εἰς κοινωνίαν ὠφέλιμοι, εἰς φιλίαν ἀνωφελεῖς.

Ἐν Παρθένῳ τύπος· ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀρθοῖς, συντεθειμένοις, ἱλαροῖς, κολυμβῶσιν· εἰσὶ δὲ λεπτοὶ σώματος 〈τὰ〉 ὑποκάτω, ὄψει καλῇ, τριχὶ καλῶ〈ς〉 συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προαλεῖ. οἱ αὐτοὶ φύσεως· εὐμαθεῖς, μέτριοι, ἐπινοηταί, παιγνιώδεις, λόγιοι, βραδὺ λαλοῦντες, πολλὰ βουλευόμενοι, προσχαρεῖς ὡς οἱ παρατηρηταί, ἡδέως πάντα παρατηροῦντες καὶ μαθηταὶ εὐφυεῖς, ἃ ἔμαθον κρατοῦσι, [μέτριοι,] ἐξουθενηταί, παιδερασταί, συνήθεις, ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες 〈οἰκονόμοι〉 ἐν ἀλλ〈οτρί〉οις ἢ 〈ἐν〉 τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.

Ἐν Ζυγῷ τύπος· τριχὶ λεπτῇ, προαλεῖ, ὑποπύρρῳ, ὑπομήκει, μετώπῳ ὀξεῖ, ῥυσῷ, ὀφρύσι καλαῖς, συντεθειμέναις, ὀφθαλμοῖς καλοῖς, κόραις μέλασιν, ὠτίοις μακροῖς, λεπτοῖς, κεφαλῇ ἐπικεκλιμένῃ, στόματι μακρῷ. οἱ αὐτοὶ φύσεως· νοοῦντες, θεοὺς τιμῶντες, ἀλλήλους καταλαλοῦντες, ἔμποροι, κοπιαταί, πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι〈ν ἐπι〉νοῆσαι, ἀληθεῖς, ἐλευθερόγλωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς, [ψεῦσται,] συνήθεις, ἀμελεῖς· τούτοις οὐκ ἐμποιεῖ ἀδίκως ποιῆσαι μέρος. εἰσὶ 〈δὲ〉 καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ· πρὸς φιλίαν ὠφέλιμοι.

Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ, † ἀλυκω, † τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθειμένοις, μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθε〈ι〉λκυσμένοις. οἱ αὐτοὶ φύσεως· δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν ἄχρηστοι.

Ἐν Τοξότῃ τύπος· μήκει μεγάλῳ, μετώπῳ τετραγώνῳ, ὀφρύσι μεσταῖς, συγκρατουμέναις, τριχ〈ὶ〉 συντεθειμένῃ, προαλεῖ, ὑποπύρρῳ. οἱ αὐτοὶ φύσεως· προσχαρεῖς ὡς οἱ πεπαιδευμένοι, ἁπλοῖ, ἀγαθοποιοί, παιδερασταί, συνήθεις, κοπιαταί, φιληταί, φιλούμενοι, ἐν οἴνῳ ἱλαροί, καθάριοι, ὀργίλοι, ἀμελεῖς, κακοί, καταφρονηταί, ψυχαῖς μεγάλαις, ὑβριστικοί, ὑπόδουλοι, εἰς φιλίαν ἄχρηστοι, εἰς κοινωνίαν εὔχρηστοι.

Ἐν Αἰγοκέρῳ τύπος· σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολίῳ, προαλεῖ στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ, ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ ὑποκάτω μέρη τοῦ σώματος ἰσχυρότεροι. οἱ αὐτοὶ φύσεως· φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, [ὀργίλοι,] συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί, ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδερασταί, ἱλαροί, προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, 〈εἰς φιλίαν ἄχρηστοι,〉 εἰς κοινωνίαν εὔχρηστοι.

Ἐν Ὑδροχόῳ τύπος· μεγέθει 〈οὐ μεγάλῳ, μετώπῳ〉 τετραγώνῳ, στόματι ὀλίγῳ, ὀφθαλμοῖς ὀξέσι, λεπτοῖς, γοργοῖς, 〈ὀφρύσι μεγάλαις.〉 ἐπιτάκτης, ἀχάριστος, ὀξύς, εὐχερῶς εὑρίσκων, πρὸς φιλίαν εὔχρηστος καὶ πρὸς κοινωνίαν. ἔτι (ἐ)ξ ὑγρῶν πραγμάτων πορίζουσι καὶ τοὺς πορισμοὺς ἀπολλ〈ύ〉ουσιν. οἱ αὐτοὶ φύσεως· σιγηροί, αἰσχυντηροί, συνήθεις, μοιχοί, σκνιφοί, πράγμασι πονούμενοι, θορυβασταί, καθάριοι, εὐφυεῖς, καλοί. [ὀφρύσι μεγάλαις] πολλάκις ἐν λεπτοῖς πράγμασι γεννῶνται, καὶ δίφρων πραγματείαν γυμνάζουσι〈ν· ὧ〉τινι ἂν καλῶς ποιήσωσιν, οὐδεὶς αὐτοῖς χάριτας ἀποδιδοῖ.

Ἐν Ἰχθύσι τύπος· μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ, πολλάκις πολιοὶ ταχέως γίνονται. οἱ αὐτοὶ φύσεως· ψυχῇ μεγάλῃ, ἁπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, 〈τῇ〉 πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι᾽ ἑαυτῶν πραγματείαν πρᾶξαι θέλουσιν, ἔνδοξοι, τολμηροί, ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες, φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.

Ἐπεὶ καὶ τούτων τὴν θαυμαστὴν σοφίαν ἐξεθέμεθα τήν τε πολυμέριμνον αὐτῶν δι᾽ ἐπινοίας μαντικὴν οὐκ ἀπεκρύψαμεν, οὐδ᾽ ἐν οἷς σφαλλόμενοι ματαιάζουσι σιωπήσομεν· ἄστρων γὰρ ὀνόμασιν εἴδη καὶ φύσεις ἀνθρώπων παραβάλλοντες πῶς 〈οὐκ〉 ἠσθένησαν; τὰ μὲν γὰρ ἄστρα ἴσμεν τοὺς ἀπ᾽ ἀρχῆς, νομίσαντας εἰδ〈ώλ〉ων 〈σχήματα〉 κατανοεῖν, ὀνόμασι κεκληκέναι πρὸς τὸ εὔσημα καὶ εὐεπίγνωστα τυγχάνειν· τίς γὰρ τούτων ὁμοιότης πρὸς τὴν τῶν ζῳδίων εἰκόνα ἢ τίς ὁμοία φύσις πράξεώς τε καὶ ἐνεργείας, ἵνα τις τὸν 〈μὲν〉 ἐν Λέοντι φάσκῃ θυμικόν, τὸν δὲ ἐν Παρθένῳ μέτριον, ἢ 〈τὸν μὲν〉 ἐν Καρκίνῳ κακόν, τὸν δὲ ἐν 〈**〉 ** λαβὼν καταγράψαι τὸν πυνθανόμενον ἀξιοῖ 〈ὅ〉 τι ἂν πυθέσθαι τῶν δαιμόνων θέλῃ * μόνον. εἶτα συμψήσας τὸν χάρτην, τῷ παιδὶ δοὺς ἀποπέμπει καυθησόμενον, ἵν᾽ οἴχ(η)ται φέρων ὁ καπνὸς τοῖς δαίμοσι τὰ γράμματα. τοῦ δὲ τὸ κελευσθὲν πράξοντος πρῶτα μὲν ἀφαιρεῖ του χάρτου μοίρας ἴσας πλείονάς τέ τινας σκήπτεται ἐγγράφειν Ἑβραϊκοῖς γράμμασι δαίμονας· εἶτα 〈δ᾽ ἔθει〉 μάγων Αἰγυπτίων καταθύσας τὸ καλούμενον κῦφι θυμίαμα, ταύτα〈ς〉 μὲν ἐπαιωρήσας κατὰ τοῦ θυμιάματος φέρει, ὃ δ᾽ ἔτυχε γράψας ὁ πυνθανόμενος θεὶς κατὰ τῶν ἀνθράκων ἔκαυσεν. εἶτα θεοφορεῖσθαι δοκῶν 〈ὁ παῖς,〉 εἰσπεσὼν τῷ μυχῷ μέγα καὶ ἀπηχὲς κέκραγε καὶ πᾶσιν ἀσύνετον * (π)ολὺ δὲ 〈*〉 〈εἴσω παρελθεῖν κελεύει〉 πάντ(ας) τοὺς παρόντας.

καὶ τὸν Φρῆ〈ν〉 ἤ τινα ἕτερον ἐπικαλοῦντες δαίμονα, ἐπειδὰν εἰσελθόντες παραστῶσιν οἱ παρόντες, ἐπὶ στ〈ιβ〉ά〈δο〉ς βαλὼν τὸν παῖδ(α) πολλὰ ἐπιλέγει αὐτῷ—τοῦτο μὲν Ἑλλάδι φωνῇ, τοῦτο δὲ ὡς Ἑβραΐδι—τὰς συνήθεις τοῖς μάγοις ἐπαοιδάς, ὁ δὲ ἐνάρχεται προσπεισόμενος. 〈Ὃς〉 δὲ ἔνδον 〈ὤν,〉 φιάλῃ ὕδατος πλήρει ἐμβαλὼν χάλκανθον καὶ τήξας τὸ φάρμακον, τὸ δῆθεν ἐξαλειφθὲν χαρτίον δι᾽ αὐτοῦ καταρράνας, τὰ φωλεύοντα καὶ κεκρυμμένα γράμματα πάλιν εἰς φῶς ἐλθεῖν ἀναγκάζει, δι᾽ ὧν μανθάνει ἅπερ ὁ πυθόμενος ἔγραψε. —καὶ διὰ τοῦ χαλκάνθου δέ τις εἰ γράψειε καὶ τῇ κηκῖδι ὑποθυμιάσειε λελειωμένῃ, φανερὰ γένοιτ᾽ ἂν τὰ κεκρυμμένα γράμματα. καὶ γάλακτι δὲ εἰ γράψειέ τις, εἶτα χάρτην 〈τινὰ〉 καύσας καὶ λειώσας 〈καὶ〉 ἐπιπάσας τρίψει〈εν〉 ἐπὶ τοῖς τῷ γάλακτι γεγραμμένοις γράμμασιν, ἔσται πρόδηλα. καὶ οὖρον δὲ καὶ γάρον καὶ τιθυμάλου ὀπὸς καὶ συκῆς ποιεῖ τὸ ὅμοιον. —ἐπειδὴ 〈δὲ〉 ἔμαθε τὴν ἐρώτησιν οὕτως, τίνα χρὴ τρόπον ἀποκρίνεσθαι προὐνόησε.

Καὶ λοιπὸν εἴσω παρελθεῖν κελεύει τοὺς παρόντας, δάφνας ἔχοντας καὶ σείοντας καὶ κεκραγότας καὶ τὸν Φρῆν ἐπικαλοῦντας δαίμονα. —καὶ γὰρ ἐπικαλεῖν τούτοις πρέπει, καὶ τοῦτο αἰτεῖν παρὰ δαιμόνων ἄξιον, ὃ δι᾽ αὑτῶν παρέχειν οὐ θέλουσιν, ἀπολέσαντες τὰς φρένας. —τὸ δὲ ἄκοσμον τῆς βοῆς καὶ ὁ ψόφος οἷς ἐν ἀπορρήτῳ πεποιηκέναι ἐνομίζε〈το〉 παρακολουθεῖν ἐκώλυε. τίνα δὲ ταῦτά ἐστι, καιρὸς λοιπὸν λέγειν. πολὺ μὲν οὖν τυγχάνει τὸ σκότος· λέγει γὰρ ἀδύνατον τὰ θεῖα ὁρᾶν θνητὴν φύσιν, ἱκανὸν δὲ τὸ ὁμιλεῖν. κατακλίνας δὲ τὸν παῖδα πρηνῆ καὶ δύο τῶν γραμματιδίων ἐκείνων, ἅπερ ἦν ἐγγεγραμμένα Ἑβραϊκοῖς δῆθεν γράμμασιν ὡς δαιμόνων ὀνόματα, πλευρᾷ παραθεὶς ἑκατέρᾳ, τὰ λοιπὰ τοῖς ὠσὶν ἐνθήσειν λέγει. ἔστι δὲ τοῦτ᾽ αὐτ(ὸ) ἀναγκαῖον, ἵνα τι παραθῇ τοῖς ὠσὶ τοῦ παιδὸς ὄργανον, δι᾽ οὗ πᾶν ἔσται σημᾶναι 〈ὧν〉 θέλει. 〈κατ〉ηχ〈εῖ〉 οὖν τὸ πρῶτον, ἵνα φοβηθῇ ὁ παῖς, καὶ 〈τὸ〉 δεύτερον 〈ἐ〉πιβομβεῖ, ἔπειτα τὸ τρίτον λαλεῖ διὰ τοῦ ὀργάνου ἃ λέγειν τὸν παῖδα βούλεται καὶ τὴν ἔκβασιν τοῦ πράγματος ὡς δοκεῖ. εἶτα τοὺς μὲν παρόντας ἡσυχάζειν ποιεῖ, τὸν δὲ ἃ παρὰ τῶν δαιμόνων ἤκουσε σημαίνειν ἀξιοῖ.

Τὸ δὲ τοῖς ὠσὶ παρατεθὲν ὄργανόν ἐστι φυσικὸν ὄργανον, τῶν μακροτραχήλων γεράνων ἢ πελαργῶν [ἢ κύκνων] ἀρτηρία. ὧν εἰ μηδέτερον παρ〈ῇ,〉 ἔστι καὶ ἕτερα τέχνης ὄργανα· αὐλίσκοι γάρ τινες χάλκεοι τὸν ἀριθμὸν δέκα εἰς ἀλλήλους χωροῦντες, εἰς στενὸν ἀπολήγοντες εὐάρμοστοι γίνονται· δι᾽ ὧν πρὸς τὸ οὖς ὅσα θέλει φθέγγεται. καὶ ταῦτα ὁ παῖς κατακούων, ἐμφόβως ὡς ὑπὸ δαιμόνων λαλούμενα κελευσθεὶς ἀποφθέγγεται. εἰ δὲ καὶ σκῦτός τις ῥάβδῳ περιθεὶς ὑγρόν, ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ 〈καὶ〉 ἀποσπάσας τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκῦτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν 〈καὶ〉 ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐκτείνας τὰ ὅμοια ἐνεργεῖ.

Εἰ δὲ προειδείη ὅ〈σ〉τι〈ς〉 πάρεστι πευσόμενος, ἑτοιμότερος πρὸς πάντα γίνεται. εἰ δὲ καὶ τὴν πεῦσιν προμάθοι, γράφει τῷ φαρμάκῳ, καὶ ὡς ἐμπαράσκευος ἱκανώτερος νομίζεται, σαφῶς γράψας 〈τὴν ἀπόκρισιν πρὸς〉 τὸ ἐρωτώμενον. εἰ δὲ ἀγνοεῖ, ὑποτοπάζει καὶ ἀμφίβολον καὶ ποικίλην ἀποφαίνεταί τι δεχόμενον μετάφρασιν, ἵνα τὴν μὲν ἀρχὴν ἄσημος οὖσα ἡ χρησμοδοσία εἰς πολλὰ ἔσται, ἐπὶ δὲ τῇ ἐκβάσει τῶν συμβησομένων πρὸς τὸ συμβὰν πρόρρησις νομίζηται. εἶτα λεκάνην πληρώσας ὕδατος 〈ὡς〉 ἄγραφον 〈τὸν〉 χάρτην καθίησι, συνεμβαλὼν χάλκανθον· οὕτως γὰρ ἀναπλεῖ τὴν ἀπόκρισιν φέρων ὁ γραφεὶς χάρτης.

Τῷ μὲν δὴ παιδίῳ καὶ φαντασίαι φοβεραὶ γίνονται πολλάκις [καὶ γὰρ πληγὰς ἐμβάλλει εὐπόρως ἐκφοβῶν]· λίβανον γὰρ εἰς πῦρ ἐμβαλὼν πάλιν ποιεῖ τοῦτον τὸν τρόπον. βῶλον τῶν λεγομένων ὀρυκτῶν ἁλῶν κηρῷ Τυρρηνικῷ περισκεπάσας καὶ αὐτὸν δὲ 〈τὸν〉 λιβάνου βῶλον διχοτομήσας ἐντίθησι τοῦ ἅλατος χόνδρον καὶ πάλιν συγκολλήσας ἐπὶ ἀνθράκων καιομένων τιθεὶς ἐᾷ· τοῦ δὲ συγκαέντος οἱ ἅλες ἀναπηδῶντες φαντασίαν ἀπεργάζονται ὥσπερ ξένου θεάματος γινομένου. αἱματώδη δὲ φλόγα ποιεῖ τὸ Ἰνδικὸν μέλαν ἐνθεὶς τῷ λιβανωτῷ, καθὼς προείπαμεν. αἱματώδη δὲ ὑγρασίαν ποιεῖ κηρὸν ἀγχούσῃ ἀναμίξας καὶ ὡς ἔφην τῷ λιβανωτῷ 〈τὸν〉 κηρὸν ἐνθέμενος. ἄνθρακας δὲ κινεῖσθαι ποιεῖ σχιστὴν ὑποθεὶς στυπτηρίαν· ἧς λυομένης καὶ δίκην πομφολύγων διοιδούσης κινοῦνται οἱ ἄνθρακες.

Ὠὰ δὲ 〈δύο〉 διάφορα ἐπιδείκνυνται τὸν τρόπον τόνδε· κορυφὴν τρυπήσας ἐξ ἑκατέρων καὶ τὸ λευκὸν ὑπεξαγαγών, αὖθις βάψας ἔμβαλε τῷ μὲν τῆς Σινωπίδος, τῷ δὲ τοῦ γραφικοῦ μέλανος· ἀπόφρασσε δὲ τὰς τρυμαλιὰς ξέσματι τῶν ὠῶν λείῳ, μετ᾽ ὀποῦ συκῆς ἐμπλάσας.

Τοῖς δὲ ἀμνοὺς ἀποτέμνεσθαι τὰς κεφαλὰς ἑαυτῶν ποιοῦσιν οὗτος ὁ τρόπος. κρύβδην καυστικῷ φαρμάκῳ χρίσας τὸν φάρυγγα ἐᾷ παρατιθεὶς τὸ ξίφος· ὁ δὲ κνήθεσθαι (θέ)λων, προσπεσὼν τῇ μαχαίρᾳ θλίβων σφάζεται καὶ μικροῦ δεῖν ἀποτέμνεσθαι τὴν κεφαλήν. ἔστι δὲ τὸ φάρμακον βρυωνία καὶ ἀδάρκη καὶ σκίλλα κατ᾽ ἴσον μεμιγμένα〈ι〉. ἵνα δὲ λάθῃ φέρων τὸ φάρμακον, φέρει πυξίδα διπλῆν κερατίνην, ἧς τὸ 〈μὲν〉 φανερὸν μέρος ἔχει λιβανωτόν, τὸ δὲ ἀφανὲς φάρμακον. ἀλλὰ καὶ τοῖς ὠσὶ τοῦ τεθνηξομένου ἐμβάλλει ὑδ〈ρ〉άργυρον· ἔστι γὰρ θανατηφόρον φάρμακον.

Αἰγῶν δὲ κἂν ἐπιπ〈λ〉άσῃ τις κηρωτῇ τὰς ἀκοάς, φασὶ θνῄσκειν μετ᾽ ὀλίγον, ἀναπνεῖν κωλυομένας· ὁδὸν γὰρ αὐταῖς ταύτην εἶναι λέγουσι τοῦ δι᾽ ἀναπνοῆς ἑλκομένου πνεύματος. κριὸν δὲ θνῄσκειν φασὶν εἰ κατ᾽ ἀντικρύ τις ἀνακλάσειεν ἡλίου 〈φῶς〉.

Οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον, 〈οἷον〉 τοῦ καλουμένου δακτύλου. καὶ τὸ διὰ τῆς ἅλμης δὲ πάνυ χρήσιμον· ἔστι δὲ ἀφρὸς θαλάσσης, ἐν ὀστρακίνῳ στάμνῳ μετὰ γλυκέος ἡψημένος· ᾧ ζέσαντι λύχνον ἐὰν προσάγῃς καιόμενον, ἁρπάσαν τὸ πῦρ ἐξάπτεται· καὶ καταχυθὲν τῆς κεφαλῆς οὐ καίει τὸ σύνολον. εἰ δὲ καὶ μάννη〈ν〉 ἐπιπάσσεις ζέοντι, πολλῷ μᾶλλον ἐξάπτεται· βέλτιον δὲ δρᾷ εἰ καὶ θείου τι προσλάβοι.

Βροντὴ 〈δὲ〉 γίνεται τρόποις πλείοσι· λίθοι τε γὰρ πλείονες καὶ μείζονες κατὰ κρημνῶν φερόμενοι 〈πεποιημένων〉 διὰ σανίδων ἐπικαταπίπτουσι χαλκοῖς ἐλάσμασι καὶ βροντῇ παραπλήσιον 〈ἀπο〉τελοῦσι ψόφον. καὶ σανίδα δὲ λεπτήν, ᾗπερ οἱ γναφεῖς τὴν ἐσθῆτα πιέζουσι, σχοινίῳ λεπτῷ περιειλήσαντες, εἶτα ῥοίζῳ τὴν σχοῖνον ἐπισπώμενοι ῥομβοῦσι τὴν σανίδα, ἡ δὲ δονουμένη ἦχον βροντῆς ἀπεργάζεται.

Ταῦτα μὲν οὕτως παίζεται· ἕτερα δέ, ἃ καὶ [οἱ] αὐτὰ οἱ παιζόμενοι ὡς μεγάλα νομίζουσιν, ἐκθήσομαι. πίσσης λέβητα μεστὸν ἐπ᾽ ἀνθράκων καιομένων τιθέντες, ἐπὰν βράσῃ, καθιέντες τὰς χεῖρας οὐ καίονται. ἀλλὰ καὶ ἐπὶ ἀνθράκων πυρὸς περιπατοῦντες γυμνοῖς ποσὶν οὐ καίονται. ἀλλὰ καὶ πυραμίδα λιθίνην θεὶς ἐπὶ πυρὰν καίεσθαι ποιεῖ, ἔκ τε τοῦ στόματος πολὺν καπνὸν προφέρει καὶ πυρώδη· εἶτα καὶ σινδόνα ἐπιθεὶς ἐπὶ λεκάνῃ ὕδατος, πολλοὺς ἐπιβαλὼν ἄνθρακας καιομένους, ἄκαυστον φυλάττει τὴν σινδόνα. σκότος δὲ ἐν οἴκῳ ποιήσας, ἐπεισάξειν φάσκει θεοὺς ἢ δαίμονας· καὶ 〈εἰ φέρε〉 εἰπεῖν ἀπαιτεῖ 〈τι〉ς Ἀσκληπιὸν δεικνύναι, ἐπικαλεῖται οὕτως λέγων· Ζῆνα, πάλαι φθίμενον πάϊν ἄμβροτον Ἀπόλλωνος, κικλήσκ〈ω λ〉οιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν· ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα, Ταρτάρου εὐρώεντος ἀεικ〈λ〉αύστοισι μελάθροις δύσνοστον πλώοντα ῥόον κελάδοντ᾽ 〈ἀ〉διαύλου 〈Κωκυτοῦ, πρὸς〉 ἅπασιν ἴσον τέλος ἀνδράσι θνητοῖς, λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα, αὐτὸς ἀμειδήτοιο ἐρύσαο Φερσεφονείης· εἴτ᾽ ἐφέπεις Τρίκ〈κ〉ης ἱερῆς ἕδος, εἴτ᾽ ἐρατεινὴν Πέργαμον, εἴτ᾽ ἐπὶ τοῖσιν 〈Ἰ〉αονίαν Ἐπίδαυρον, δεῦρο, μάκαρ, καλέει σε μάγων 〈πρόμος〉 ὧδε 〈παρεῖναι〉.

Ἐπὰν δὲ χλευάζων λήξῃ, φαίνεται κατὰ τοῦ ἐδάφους πυρώδης Ἀσκληπιός. εἶτα θεὶς ἐν μέσῳ λεκάνην πλήρη ὕδατος, πάντας καλεῖ τοὺς θεοὺς καὶ παραγίνονται· ἐγκύψας γὰρ ὁ παρών, ἐν τῇ λεκάνῃ ὄψεται πάντας καὶ τὴν Ἄρτεμιν ἅμα σκύλακας ὑλακτοῦντας ἄγουσαν.

Οὐκ ὀκνήσομεν δὲ καὶ τούτων τὴν ἱστορίαν ὡς ἐπιχειροῦσι διηγήσασθαι. τῷ γὰρ λέβητι τῆς πίσσης ὡς ἐμβράσσοντι καθίησι τὰς χεῖρας· ὄξος 〈δὲ〉 καὶ νίτρον ἐμβαλὼν καὶ πίσσαν ὑγράν, ὑποκαίει τὸν λέβητα· τὸ δὲ ὄξος ἅμα τῷ νίτρῳ μιγέν, ἀντιλαμβανόμενον θέρμης μικρᾶς κινεῖ τὴν πίσσαν, ὡς μέχρι τῆς ἐπιφανείας κινεῖν πομφόλυγας καὶ φαντασίαν μόνην παρέχειν ζέοντος. φθάνει δὲ καὶ τὰς χεῖρας πολλάκις ἅλμῃ νιψάμενος, δι᾽ ὃ οὐ πάνυ τι καίει, κἂν ἀληθῶς ζέῃ. εἰ δὲ 〈καὶ〉 μυρσίνῃ καὶ νίτρῳ καὶ σμύρνῃ, μετ᾽ ὄξους μίξας, ἐπιχρίσας ἀπονίψει〈ε〉 τὰς χεῖρας ἅλμῃ πλειστάκις, οὐ καίεται. τοὺς δὲ πόδας οὐ καίεται ἰχθυοκόλλᾳ καὶ σαλαμάνδρᾳ χρισάμενος. τοῦ δὲ τὴν πυραμίδα καίεσθαι δᾳδίου δίκην, οὖσαν λίθον, αὕτη 〈ἡ〉 αἰτία· γῆ μέν ἐστι Κρητική, τὸ μὲν σχῆμα πεπλασμένη πυραμίς, τὸ δὲ χρῶμα ὡς λίθος γαλακτικός, κατασκευάζεται δὲ τοῦτον τὸν τρόπον. βρέξας ἐλαίῳ πλείονι τὴν βῶλον, θεὶς ἐπ᾽ ἀνθράκων 〈καὶ〉 ὀπτήσας, καὶ πάλιν βρέξας καὶ καύσας δεύτερον καὶ τρίτον καὶ πολλάκις, καίεσθαι δύνασθαι παρασκευάζει, κἂν ὕδατι βραχῇ· ἔχει γὰρ ἐν ἑαυτῷ πολὺ τὸ ἔλαιον. ἀνάπτεται δὲ δι᾽ αὑτῆς, τοῦ μάγου σπένδοντος, ἡ πυρά, τίτανον ὑποκαιομένην ἔχουσα ἀντὶ σποδιᾶς, καὶ λιβανωτὸν λεπτὸν [καὶ] πολύν, καὶ δᾳδίων 〈ῥητίνῃ〉 κεχρισμένων αὐτορρύτῳ 〈φορυτὸν〉 κηκίδων τε κενῶν, ἔνδον πῦρ ἐχουσῶν.

καπνὸν δὲ ἐκ τοῦ στόματος ἀνίει ἐγχρονίσας καὶ πῦρ κηκῖδι ἐμβαλὼν καὶ τῷ στυπείῳ συμπεριβαλὼν καὶ φυσῶν ἐν τῷ στόματι. τό γε μὴν περικείμενον τῇ λεκάνῃ σινδόνιον, ἐφ᾽ ὃ τίθησι τοὺς ἄνθρακας, διὰ τὴν ὑποκειμένην ἅλμην οὐκ ἐκαίετο· καὶ αὐτὸ δὲ ἦν ἅλμῃ προβεβρεγμένον, εἶτα κεχρισμένον ὠοῦ τῷ λευκῷ μεθ᾽ ὑγρᾶς στυπτηρίας. εἰ δὲ καὶ χυλὸν ἀειζώου τις τούτοις μετ᾽ ὄξους ἐπιμίξειεν καὶ πρὸ πολλοῦ σφόδρα καταχρίσαι χρόνου, βαφὲν τῷ φαρμάκῳ μένει παντελῶς ἄκαυστον.

Ἐπεὶ μὲν οὖν [παρὰ] τῶν παρ᾽ αὐτοῖς ἀπορρήτων μαθημάτων συντόμως τὰς δυνάμεις ἐξεθέμεθα εὔκολόν τε τὴν 〈τῶν〉 κατ᾽ αὐτοὺς κατάγνωσιν ἐδείξαμεν, οὐδὲ τοῦτο σιωπᾶν βουλόμεθα, ὂν ἀναγκαῖον, ὡς σφραγῖδας λύοντες ἐσφραγισμένα τὰ γράμματα αὐταῖς ταῖς σφραγῖσιν ἀποδιδόασι. πίσσαν 〈μὲν οὖν καὶ κηρὸν〉 καὶ ῥητίνην καὶ θεῖον, ἔτι δὲ ἄσφαλτον ἴσα τήξαντες, κολλυρίων σχήματι πλάσαντες φυλάττουσι· καιρὸς δὲ ὅταν ᾖ λύειν γραμματίδιον, τὴ(ν) γλῶσσαν ἐλαίῳ δεύσαντες, εἶτα ἐξ αὐτῆς τὴν σφραγῖδα χρίσαντες, πυρὶ συμμέτρῳ τὸ φάρμακον θερμάσαντες ἐπιφέρουσι τῇ σφραγῖδι καὶ μέχρι ἂν παγῇ παντελῶς ἐῶσι· καὶ τούτῳ δίκην σημάντρου χρῶνται. φασὶ δὲ καὶ αὐτὸν 〈τὸν〉 κηρὸν μετὰ πευκίνης ῥητίνης τὸ παραπλήσιον ποιεῖν, καὶ μαστίχης μέρη δύο μετὰ ξηρᾶς ἀσφάλτου μέρους. καὶ θεῖον δὲ μόνον ἐπιεικῶς ποιεῖ, καὶ γύψου δὲ ἄνθος μεθ᾽ ὕδατος διειμένον καὶ κόμμεως· [ὡς] τοῦτο μὲν δὴ καὶ πρὸς τὸ σφραγίσαι μόλιβδον τετηκότα ποιεῖ κάλλιστα. καὶ 〈τὸ〉 διὰ τοῦ Τυρρηνικοῦ δὲ κηροῦ καὶ ῥητίνης φρυκτῆς καὶ πίσσης καὶ ἀσφάλτου 〈καὶ〉 μαστίχης καὶ λείας μαρμάρου, ἴσων ἁπάντων ἑψομένων, τῶν μὲν ἄλλων ὧν ἔφην ἐ(στὶ) [μὲν] βέλτιον, τοῦ δὲ διὰ τῆς γύψου οὐκ ἔλαττον. οὕτως μὲν οὖν καὶ τὰς σφραγῖδας λύειν ἐπιχειροῦσι, τὰ ἔνδον γεγραμμένα μανθάνειν πειρώμενοι.

ταύτας δὲ ὤκνουν τὰς μηχανὰς κατ(α)τάξα(ι) ἐν τῇ βίβλῳ, ἐννοῶν μήποτέ τις κακοῦργος ἀφορμὰς λαβὼν ἐπιχειρήσει· νῦν δὲ ἡ πολλῶν δυναμένων σωθῆναι νέων φροντὶς ἔπεισε διδάξαι καὶ προειπεῖν φυλακῆς ἕνεκεν· ὡς γὰρ χρήσεταί τις αὐταῖς πρὸς κακοῦ μάθησιν, οὕτως τις ἕτερος μαθὼν φυλάξεται. καὶ αὐτοὶ δὲ οἱ τοῦ βίου λυμεῶνες μάγοι αἰσχυνθήσονται τῇ τέχνῃ χρώμενοι· μαθόντες γὰρ ἀφ᾽ ἡμῶν ταῦτα προ * ἐμποδισθήσονται τυχὸν τῆς ἐπινοίας. ἵνα δὲ μὴ λύηται ταύτῃ ἡ σφραγίς, στέαρ ὕειον καὶ τρίχας τῷ κηρῷ τις μίξας σφραγιζέτω.

Ἀλλ᾽ οὐδὲ τὴν λεκανομαντείαν αὐτῶν οὖσαν πανούργημα σιωπήσομαι. οἴκημα γάρ τι κεκλεισμένον σκευάσαντες καὶ κυάνῳ τὸν ὄροφον χρίσαντες, εἰς δὴ τὸ παρὸν ἐπάγονται σκεύη τινὰ κυάνεα καὶ ἀνατείνουσι· μέση δὲ λεκάνη κατὰ τῆς γῆς ὕδατος μεστὴ τίθεται, ἣ τὴν ἀντανάκλασιν τῆς κυάνου προσπεσοῦσαν δίκην οὐρανοῦ ἐνδείκνυσιν. ἔχει δὲ καὶ στόμιόν τι τὸ ἔδαφος λεληθός, ᾧ ἐπικειμένη ἡ λεκάνη τὸν μὲν πυθμένα ἔχει ὑαλοῦ〈ν〉, αὐτὴ δέ ἐστι πετρίνη. ὕπεστι δὲ οἶκος λεληθώς, εἰς ὃν συμπορευόμενοι οἱ συμπαῖκται σχήματα ὧν ἂν βούληται δεικνύναι ὁ μάγος θεῶν καὶ δαιμόνων ἐνδυσάμενοι ἐμφαίνουσιν. οὓς καθορῶν ὁ πλανώμενος, τὸ πανούργημα καταπέπληγε τοῦ μάγου καὶ λοιπὸν πάντα πιστεύει τὰ ὑπ᾽ αὐτοῦ ῥηθησόμενα.

Δαίμονα δὲ ποιεῖ καίεσθαι, ἐν τοίχῳ διατυπώσας σχῆμα ὃ βούλεται· εἶτα λαθραίως ἐπιχρίει φαρμάκῳ μεμιγμένῳ τῷδε τῷ τρόπῳ· 〈*〉 Λακωνικῷ καὶ ἀσφάλτῳ Ζακυνθίᾳ· εἶτα ὡς ἀποφοιβάζων τὴν λαμπάδα προσφέρει τῷ τοίχῳ, τὸ δὲ φάρμακον ἐκλάμψαν καίεται. Ἑκάτην δὲ δοκεῖν ἔμπυρον διατρέχειν ἐν ἀέρι οὕτω τεχνάζεται· συμπαίκτην τινὰ κρύψας ἐν τόπῳ ᾧ βούλεται, παραλαβὼν τοὺς πλανωμένους πείθει λέγων δείξειν διϊππεύουσαν δι᾽ ἀέρος ἔμπυρον τὴν δαίμονα. οἷς παραγγέλλει τὰς ὄψεις ταχὺ φυλάσσεσθαι ἡνίκα ἴδωσιν ἐν ἀέρι τὴν φλόγα, καλυψαμένους τε ἐπὶ πρόσωπον πίπτειν, ἕως αὐτὸς καλῇ. καὶ ταῦτα διδάξας, ἐν ἀσελήνῳ νυκτὶ δι᾽ ἐπῶν οὕτως φθέγγεται· Νερτερίη, χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ· εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτεροφοῖτι, ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη, χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ, ἂν νέκυας στείχουσα κατ᾽ ἠρία τεθνηώτων, αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα, Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ Πολύμορφε· ἔλθοις εὐάντητος ἐφ᾽ ἡμετέρῃσι θυηλαῖς.

Ταῦτ᾽ εἰπόντος αὐτοῦ πῦρ δι᾽ ἀέρος βλέπεται φερόμενον, οἱ δὲ φρίξαντες τὸ παράδοξον τῆς θέας, καλύψαντες τοὺς ὀφθαλμοὺς ἐπὶ γῆς ῥιπτοῦνται ἄναυδοι. τὸ δὲ τῆς τέχνης μέγεθος τοῦτον ἔχει τὸν τρόπον· ὁ συμπαίκτης, ὃν ἔφην κεκρυμμένον 〈μένειν〉, ἡνίκα ἀκούσῃ παυσαμένης τῆς ἐπαοιδῆς, ἔχων ἰκτῖν᾽ ἢ γῦπα περιειλημ〈μ〉ένον στυπείῳ, ἀνάψας ἀπολύει. ὁ δὲ ὑπὸ τῆς φλογὸς ταρασσόμενος εἰς ὕψος ἐπαίρεται καὶ ὀξυτέραν τὴν πτῆσιν ποιεῖται· ὃ ἰδόντες οἱ μάταιοι ὥς τι θεῖον ἑωρακότες κρύπτονται. τὸ δὲ πτηνὸν περιδινούμενον ὑπὸ τοῦ πυρός, οὗ ἂν φθάσῃ καταφέρεται, καὶ ποτὲ μὲν οἰκίας καταφλέγει, ποτὲ δὲ καὶ αὐλάς· τοιαύτη ἡ μάγων πρόγνωσις.

Σελήνην δὲ ἐν ὀρόφῳ φαίνεσθαι δεικνύουσι καὶ ἀστέρας τοῦτον τὸν τρόπον· ἐν μέσῳ τῆς ὀροφῆς μέρει προσαρμόσας κάτοπτρον, τιθεὶς λεκάνην ὕδατος μεστὴν ἐν τῷ μέσῳ 〈κατὰ〉 τῆς γῆς κατ᾽ ἴσον, λύχνον δὲ μέσον φαίνον〈τα〉 ἀμαυρὸν μετεωρότερον τῆς λεκάνης θείς, οὕτως ἐκ τῆς ἀντανακλάσεως ἀποτελεῖ σελήνην φαίνεσθαι διὰ τοῦ κατόπτρου. ἀλλὰ καὶ τύμπανον πολλάκις ἀφ᾽ ὑψηλοῦ αἰωρηθὲν ὄρθιον περιβαλὼν ἐσθῆτί τινι, σκεπόμενον ὑπὸ τοῦ συμπαίκτου, ἵνα μὴ πρὸ καιροῦ φανῇ, 〈καὶ〉 κατόπιν θεὶς λύχνον, ἐπὰν τὸ σύνθημα παράσχῃ τῷ συμπαίκτῃ, 〈οὗτος〉 τοσοῦτον ἀφαιρεῖ τοῦ σκεπάσματος, ὅσον ἂν συνεργήσαι πρὸς τὸ μιμήσα〈σθαι〉 κατὰ τὸν καιρὸν τῆς σελήνης τὸ σχῆμα. χρίει δὲ τὰ διαφαίνοντα τοῦ τυμπάνου μέρη κινναβάρ〈ει] καὶ κόμμι. καί τις ἑτοιμό〈τερος〉 δὲ ὀλίγης λαγήνου περικόψας τὸν τράχηλον καὶ τὸν πυθμένα, ἐνθεὶς λύχνον καὶ περιθείς τι τῶν ἐπιτηδείων πρὸς τὸ διαυγεῖν 〈τὸ〉 σχῆμα 〈*〉 στὰς 〈δὲ〉 ἐφ᾽ ὑψηλοῦ κρύβδην ὑπό τινα σκέπην τις τῶν συμπαικτῶν, μετὰ τὸ λαβεῖν τὸ σύνθημα ἐκ μετεώρου κατάγει τὰ μηχανήματα, ὥ〈στ〉ε δοκεῖν ἐξ οὐρανοῦ κατιέν(αι) τὴν σελήνην. τὸ δὲ ὅμοιον καὶ διὰ χύτρας γίνεται ἐν ὑλώδεσι τόποις· διὰ δὲ τῆς χύτρας καὶ τὰ κατ᾽ οἶκον παίζεται. βωμοῦ γὰρ κειμένου κατόπιν κεῖται ἡ χύτρα ἔχουσα λύχνον φαίνοντα 〈ἀμαυρόν〉· ὄντων δὲ πλειόνων λύχνων οὐδὲν τοιοῦτον δείκνυται.

ἐπὰν οὖν ἐπικαλέσηται ὁ ἐπαοιδὸς τὴν σελήνην, πάντας κελεύει τοὺς λύχνους σβέννυσθαι, ἕνα δὲ ἀμαυρὸν καταλιπεῖν. καὶ τότε ἀντανακλᾷ τὸ φῶς τὸ ἐκ τῆς χύτρας εἰς τὸν ὄροφον καὶ παρέχει φαντασίαν σελήνης [καὶ] τοῖς παροῦσιν, ἐπισκεπασθέντος τοῦ στόματος τῆς χύτρας πρὸς ὃ ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ, ὡς μηνοειδῆ δείκνυσθαι ἐν τῷ ὀρόφῳ τὴν φαντασίαν.

Ἀστέρας δὲ εἶναι δοκεῖν ποιοῦσι θρισσῶν 〈ἢ〉 ἱππούρου φολίδες, ὕδατι μετὰ κόμ〈μ〉εως δεδευμέναι καὶ προσπεπλασμέναι τῷ ὀρόφῳ κατὰ διαλείμματα. Σεισμοῦ δὲ φαντασίαν ποιοῦσιν, ὡς δοκεῖν πάντα κινεῖσθαι, 〈τοῦτον τὸν τρόπον〉· κόπρον ἰχνεύμονος ἅμα τῇ σιδηραγωγούσῃ λίθῳ ἐπ᾽ ἀνθράκων πυρουμένην 〈**〉 Ἧπαρ δὲ δοκ〈οῦν〉 εἶν〈αι〉 ἐγγεγραμμένον δεικνύουσι 〈τούτῳ τῷ τρόπῳ〉· τῇ μὲν ἀριστερᾷ χειρὶ ἐπιγράφει ὃ βούλεται, πρὸς τὴν πύστιν ἁρμοσάμενος· τὰ δὲ γράμματα κηκῖδι καὶ ὄξει δριμεῖ γράφεται. ἔπειτα ἀνελόμενος τὸ ἧπαρ, ἐπαναπαύσας τῇ ἀριστερᾷ ἐγχρονίζει, τὸ δὲ σπᾷ τὸν τύπον καὶ ὡς 〈ἐγ〉γεγράφθαι νομίζεται.

Κρανίον δὲ λαλ〈εῖν δοκ〉οῦν ἐπὶ γῆς θέντες ἐπιτελοῦσι τούτῳ τῷ τρόπῳ· αὐτὸ μὲν πεποίηται ἐπιπλόου βοείου, 〈ὃ〉 πεπλασμένον κηρῷ Τυρρηνικῷ καὶ γύψῳ ἀναπεποιημένῃ, περιτεθέντος τοῦ ὑμένος ἔμφασιν κρανίου ἐνδείκνυται. ὃ πᾶσι λαλεῖν δοκεῖ ἐνεργοῦντος τοῦ ὀργάνου, καθ᾽ ὃν τρόπον καὶ ἐπὶ τοῖς παισὶ διηγησάμεθα· γεράνου 〈γὰρ〉 ἤ τινος τοιούτου μακροτραχήλου ζῴου φάρυγγα σκευάσας, προσθεὶς τῷ κρανίῳ λεληθότως ὁ συμπαίκτης, ἃ θέλει φθέγγεται. ὃ ἐπὰν ἀφανὲς γενέσθαι θέλῃ, ἀνθράκων πλῆθος κύκλῳ περιθείς, ὡς θυμιῶν ἐμφαίνεται· ὧν τῆς θέρμης ὁ κηρὸς ἀντιλαμβανόμενος λύεται, καὶ οὕτως ἀφανὲς τὸ κρανίον γεγονέναι νομίζεται.

Ταῦτα μάγων ἔργα καὶ τοιάδε μυρία, ἃ τῇ τῶν ἐπῶν συμμετρίᾳ καὶ τῶν ἀξιοπίστως δρωμένων ἔργων φαντασίᾳ πείθει τοὺς ἄφρονας. ὧν τὴν τέχνην καταπλαγέντες οἱ αἱρεσιάρχαι ἐμιμήσαντο, τὸ μὲν ἐν ἀποκρύφῳ καὶ σκότῳ παραδιδόντες τὰ δοκούμενα, τὸ δὲ καὶ παραφράζοντες ὡς ἴδια. τούτου χάριν, ὑπομνῆσαι θέλοντες τοὺς πολλούς, περιεργότεροι ἐγενήθημεν, πρὸς τὸ μὴ καταλιπεῖν τινα τόπον τοῖς ἐθέλουσι πλανᾶσθαι, ἀπηνέχθημέν τε οὐκ ἀλόγως εἴς τινα τῶν μάγων ἀπόρρητα, ἃ πρὸς μὲν τὸ προκείμενον οὐ πάνυ ἀναγκαῖα ἦν, πρὸς δὲ τὸ φυλάσσεσθαι [καὶ] τὴν τῶν μάγων πανοῦργον καὶ ἀσύστατον τέχνην εὔχρηστα 〈ἐ〉νομίζετο.

Ἐπεὶ τοίνυν, ὡς εἰκάσαι ἔστι, τὰς πάντων δόξας ἐξεθέμεθα, πολλὴν φροντίδα ποιήσαντες πρὸς τὸ φανερῶσαι τὰ ὡς ξένα ὑπὸ τῶν αἱρεσιαρχῶν ἐπεισαγόμενα πρὸς θεοσέβειαν ὄντα μάταια καὶ νόθα, οὐδὲ ἐν αὐτοῖς ἴσως ἄξια λόγου τυγχάνοντα, δοκεῖ διὰ συντόμου λόγου ὑπομνησθῆναι κεφαλαιωδῶς τὰ προειρημένα.

Πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην φιλοσόφοις καὶ θεολόγοις ζητήσασιν οὐ συνεφώνησε περὶ τοῦ θεοῦ, τί ἐστιν ἢ ποδαπός· οἱ μὲν γὰρ αὐτὸν λέγουσιν εἶναι πῦρ, οἱ δὲ πνεῦμα, οἱ δὲ ὕδωρ, ἕτεροι δὲ γῆν· ἕκαστον δὲ τῶν στοιχείων ἔλαττόν τι ἔχει καὶ ἕτερον ὑπὸ τοῦ ἑτέρου ἡττᾶται. τοῦτο δὴ συνέβη τοῖς τοῦ κόσμου σοφοῖς—ὅπερ ἐστὶ τοῖς νοῦν ἔχουσι πρόδηλον· —οἳ ἰδόντες τῆς κτίσεως τὰ μεγέθη, ἐπὶ τῇ τῶν ὄντων οὐσίᾳ ἐταράχθησαν, μείζονα ταῦτα νομίσαντες τοῦ ὑφ᾽ ἑτέρου γένεσιν ἐπιδέξασθαι δύνασθαι. καὶ οὐδὲ ὁμοῦ τὸ σύμπαν αὐτὸ εἶναι τὸν θεὸν ἀπεφήναντο, 〈ἀλλ᾽〉 αἴτιον πρὸς θεολογίαν 〈ἕκαστος〉 ἓν τῶν βλεπομένων 〈ἐ〉νόμισεν, ὅπερ 〈προ〉έκρινε. καὶ οὕτως [ἐπὶ] τοῖς ὑπὸ θεοῦ γενομένοις καὶ κατὰ τὴν ἐκείνου ὑπερβάλλουσαν μεγαλειότητα ἐλαχίστοις ὑπάρχουσιν ἐνιδόντες, μὴ δυνηθέντες δὲ εἰς τὸ μέγεθος τοῦ ὄντως θεοῦ ἐκτεῖναι τὸν νοῦν, ταῦτα ἐθεολόγησαν. οἱ δὲ ἐνδοτέρω τῆς ἀληθείας νομίσαντες γεγονέναι Πέρσαι ἔφασαν τὸν θεὸν εἶναι φωτεινόν, φῶς ἐν ἀέρι συνεχόμενον· οἱ δὲ Βαβυλώνιοι ἔφασαν τὸν θεὸν σκοτεινὸν εἶναι, ὅπερ καὶ αὐτὸ 〈τοῦ〉 ἑτέρου (ἐ)πακολούθημα φαίνεται· νυκτὶ γὰρ ἐπακολουθεῖ ἡμέρα, τῇ δὲ ἡμέρᾳ νύξ.

Αἰγύπτιοι δὲ πάντων ἀρχαιότεροι εἶναι νομίζοντες, τὴν τοῦ θεοῦ δύναμιν 〈*〉 ψηφίσαντες τά τε διαστήματα τῶν μοιρῶν, ἐξ ἐπι〈π〉νοίας θειοτάτης ἔφασαν τὸν θεὸν εἶναι μονάδα ἀδιαίρετον καὶ αὐτὴν ἑαυτὴν γεννῶσαν, καὶ ἐξ αὐτῆς τὰ πάντα κατεσκευάσθαι. αὕτη γάρ, φασίν, ἀγέννητος οὖσα τοὺς ἑξῆς ἀριθμοὺς γεννᾷ· οἷον ἐφ᾽ ἑαυτὴν ἡ μονὰς ἐπιπροσ〈τε〉θεῖσα γεννᾷ τὴν δυάδα, καὶ ὁμοίως ἐπιπροστιθεμένη γεννᾷ τὴν τριάδα καὶ 〈τὴν〉 τετράδα μέχρι τῆς δεκάδος, ἥτις 〈ἐστὶν ἡ〉 ἀρχὴ καὶ τὸ τέλος τῶν ἀριθμῶν, ἵνα γένηται πρώτη καὶ δεκάτη ἡ μονάς, διὰ τὸ καὶ τὴν δεκάδα ἰσοδυναμεῖν καὶ ἀριθμεῖσθαι εἰς μονάδα. κἂν αὕτη δεκαπλασιασθεῖσα γένηται ἑκατοντάς, καὶ 〈αὕτη〉 πάλιν γίνεται μονάς· κἂν ἡ ἑκατοντὰς δεκαπλασιασθεῖσα ποιήσῃ χιλιάδα, καὶ αὕτη ἔσται μονάς· οὕτως κἂν τὰ χίλια δεκαπλασιασθέντα ἀπαρτίσωσι τὴν μυριάδα, ὁμοίως ἔσται μονάς. τῆς δὲ μονάδος κατὰ τὴν ἀδ(ιαίρε)τον σύγκρισιν συγγενεῖς ἀριθμοὶ παραλαμβάνονται γʹ εʹ ζʹ [θʹ]. ἔστι δὲ καὶ ἑτέρ(ου) ἀριθμοῦ συγγένεια πρὸς τὴν μονάδα φυσικωτέρα κατὰ τὴν τῆς ἑξακύκλου ἕλικος πραγματείαν, τῆς δυάδος, κατὰ τὴν ἄρτιον θέσιν τῶν ἀριθμῶν καὶ διαίρεσιν· συγγενὴς δὲ [ὁ] ἀριθμός ἐστι τοῦ δʹ καὶ 〈ὁ〉 ηʹ. ταῦτα δὲ ἐκ τῆς μονάδος ἀρχὴν λαβόντα 〈ἡ τοῦ θεοῦ〉 πρόνοια 〈τῆς〉 ἀρχῆς ἐχώρισε μέχρι τῶν τεσσάρων στοιχείων, λέγω δὴ τοῦ πνεύματος καὶ πυρός, ὕδατός τε καὶ γῆς.

καὶ ἐκ τούτων 〈δὲ〉 ποιήσας τὸν κόσμον, ἀρρενόθηλυν αὐτὸν κατεσκεύ(α)σε· καὶ δύο μὲν στοιχεῖα εἰς τὸ ἄνω ἡμισφαίριον προσέταξε, τό τε πνεῦμα καὶ τὸ πῦρ, καὶ καλεῖται τοῦτο 〈τὸ〉 ἡμισφαίριον, 〈ὂν〉 τῆς μονάδος, ἀγαθοποιόν τε καὶ ἀνωφερὲς καὶ ἀρσενικόν—λεπτομερὴς γὰρ οὖσα ἡ μονὰς ποτᾶται εἰς τὸ λεπτότατον μέρος καὶ καθαρώτατον τοῦ αἰθέρος· —τὰ δὲ ἄλλα δύο στοιχεῖα, ὄντα παχύτερα, ἀπένειμεν τῇ δυάδι, γῆν τε καὶ ὕδωρ, καὶ καλεῖται τοῦτο τὸ ἡμισφαίριον κατωφερές, θηλυκόν τε καὶ κακοποιόν. καὶ αὐτὰ δὲ πάλιν τὰ ἄνω δύο στοιχεῖα ἑαυτοῖς συγκρινόμενα ἔχουσιν ἐν ἑαυτοῖς τὸ ἄρρεν καὶ τὸ θῆλυ, πρὸς εὐκαρπίαν καὶ αὔξησιν τῶν ὅλων· καὶ τὸ μὲν πῦρ ἄρρεν ἐστί, τὸ δὲ πνεῦμα θῆλυ· καὶ πάλιν τὸ 〈μὲν〉 ὕδωρ ἄρρεν ἐστίν, ἡ δὲ γῆ θῆλυ. καὶ οὕτως ἀπ᾽ ἀρχῆς συνεβίωσε τὸ πῦρ τῷ πνεύματι, τῇ δὲ γῇ τὸ ὕδωρ· ὥσπερ γὰρ δύναμις τοῦ πνεύματός ἐστι τὸ πῦρ, οὕτως καὶ τῆς γῆς τὸ ὕδωρ.

Καὶ αὐτὰ δὲ τὰ στοιχεῖα ψηφιζόμενα καὶ ἀναλυόμενα καθ᾽ ὑφαίρεσιν ἐν〈ν〉άδων λήγει οἰκείως, ἃ μὲν εἰς τὸν ἀρρενικὸν ἀριθμόν, ἃ δὲ εἰς τὸν θηλυ〈κόν〉. ὑφαιρεῖται δὲ πάλιν ἡ ἐννὰς διὰ ταύτην τὴν αἰτίαν· διὰ τὸ τὰς τριακοσίας ἑξήκοντα τοῦ ὅλου μοίρας ἐξ ἐννεάδων συνίστασθαι, καὶ διὰ τοῦτο τὰ 〈τ〉έτ〈τ〉αρα πλινθία τοῦ κό(σ)μου 〈ὑπὸ〉 ἐνενήκοντα μοιρῶν περιγεγράφθαι τελείων. προσῳκείωται δὲ τῇ 〈μὲν〉 μονάδι τὸ φῶς, τῇ δὲ δυάδι τὸ σκότος· καὶ τῷ μὲν φωτὶ κατὰ φύσιν ἡ ζωή, τῷ δὲ σκότει ὁ θάνατος· καὶ τῇ μὲν ζωῇ 〈ἡ〉 δικαιοσύνη, τῷ δὲ θανάτῳ ἡ ἀδικία. διὸ πᾶν γεννώμενον ἐν τοῖς ἀρσενικοῖς ἀριθμοῖς ἀγαθοποιόν ἐστι, τὸ δὲ ἐν τοῖς θηλυκοῖς κακο(ποι)όν ἐστιν. οἷον ψηφίζουσι· μονάς— ἵνα ἀπ᾽ αὐτῆς ἀρξώμεθα—γίνεται τξαʹ, ἃ λήγει εἰς μονάδα τῆς ἐννεάδος ὑφαιρεθείσης. ὁμοίως ψήφισον· δυὰς γίνεται χεʹ· ὕφελε τὰς ἐννεάδας, λήγει εἰς δυάδα, καὶ ἀποκαθίσταται ἕκαστον εἰς τὸ ἴδιον.

Τῇ οὖν μονάδι ἀγαθοποιῷ οὔσῃ 〈ὁμοίως τὰ〉 εἰς τὸν [ἀ]περίζυγον ἀριθμὸν λήγοντα ὀνόματα ἀνωφερῆ 〈τε καὶ ἀρσενικὰ καὶ〉 ἀγαθοποιὰ εἶναι παρατηρούμενα λέγουσι, τὰ δὲ εἰς τὸν ἄρτιον ἀριθμὸν λήγοντα κατωφερῆ τε καὶ θηλυκὰ καὶ κακοποιὰ εἶναι νενόμισται. τὴν γὰρ φύσιν ἐξ ἐναντίων συνισταμένην λέγουσιν, ἔκ τε καλοῦ καὶ κακοῦ· ὥσπερ δεξιὸν καὶ ἀριστερόν, φῶς καὶ σκότος, ἡμέρα καὶ νύξ, ζωὴ καὶ θάνατος. ἔτι δὲ καὶ τοῦτο λέγουσιν, ὡς τὸ θεὸς 〈ὄνομα〉, ψηφισθὲν καὶ μ〈ερισθ〉ὲν εἰς ἐννάδα, εἰς πεντάδα καταντᾷ, ὅ ἐστιν 〈ἀν〉άρτιον· ὃ ἐπιγραφὲν περιάψαντες θεραπεύουσιν. οὑτωσὶ καὶ βοτάνη τις εἰς τοῦτο λήγουσα τοῦ ἀριθμοῦ ὁμοίως περιαφθεῖσα ἐνεργεῖ, διὰ τὴν ὁμοίαν τοῦ ἀριθμοῦ ψῆφον. ἀλλὰ καὶ ἰατρός 〈τις〉 ὁμοίᾳ ψήφῳ ἀρρώστους θεραπεύει· εἰ δὲ ἐναντία ἡ ψῆφος, οὐ θεραπεύει ῥᾳδίως. τούτοις τοῖς ἀριθμοῖς προσέχοντες, ὅσα ὅμοια ᾖ λογίζονται κατὰ τόνδε τὸν νοῦν, ο〈ἱ〉 μὲν κατὰ φωνήεντα μόνα, οἱ δὲ κατὰ πάντα τὸν ἀριθμόν. τοιαύτη καὶ ἡ Αἰγυπτίων σοφία, δι᾽ ἧς τὸ θεῖον δοξάζοντες γινώσκειν νομίζουσιν.

Ἱκανῶς οὖν δοκεῖ ἡμῖν καὶ ταῦτα ἐκτεθεῖσθαι. ἀλλ᾽ ἐπεὶ νομίζω μηδεμίαν δόξαν τῆς ἐπιγείου καὶ χαμαιπετοῦς σοφίας παραλελοιπέναι, οὐκ ἄχρηστον δὴ τὴν εἰς αὐτὰ φροντίδα ὁρῶ ἡμῖν γεγενημένην. οὐδὲ γὰρ μόνον πρὸς ἔλεγχον τῶν αἱρέσεων εὔχρηστον ὁρῶμεν γεγονέναι τὸν λόγον, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς ταῦτα δοξ(ά)ζοντας· οἳ ἐντυχόντες τῇ γεγενημένῃ ἡμῶν πολυμερι(μν)ίᾳ καὶ τὸ σπουδαῖον θαυμάσουσι καὶ τὸ φιλόπονον οὐκ ἐξουθενήσουσι καὶ μωροὺς οὐκ ἀποφανοῦνται Χριστιανοὺς ἐνιδόντες οἷς αὐτοὶ μωρῶς πιστεύουσιν. ἔτι δὲ καὶ τοὺς τῇ ἀληθείᾳ προσέχοντας φιλομαθεῖς προβιβάσει ὁ λόγος φρονιμωτέρους πρὸς τὸ εὐκόλως ἀνατρέπειν τοὺς πλανᾶν 〈αὐτοὺς〉 τετολμηκότας, μὴ μόνον τὰς τῶν αἱρέσεων μαθόντας ἀρχάς, ἀλλὰ καὶ τὰς τῶν σοφῶν λεγομένας δόξας· ὧν οὐκ ἄπειροι γενόμενοι, οὔθ᾽ ὑπ᾽ αὐτῶν ταραχθήσονται ὡς ἀμαθεῖς, οὔθ᾽ ὑπό τινων πλανηθήσονται ὡς δυνάμει τινὶ δρώντων, ἀλλ᾽ ἔτι καὶ τοὺς πλανωμέ(ν)ους ἐπιτηρήσουσιν.

Ἱκανῶς οὖν τὰ 〈τούτοις〉 δόξαντα ἐκθέμενοι, λοιπὸν ἐπὶ τὴν τοῦ προκειμένου πραγματείαν χωρήσομεν, ὅπως ὃ τετάγμεθα περὶ τῶν αἱρέσεων ἐπιδείξαντες, ἑκάστοις τε τὰ ἴδια ἀποδοῦναι ἀναγκάσαντες γυμνοὺς τοὺς αἱρεσιάρχας φανερώσωμεν καὶ ἀφροσύνην τῶν πειθομένων κατηγορήσαντες πείσωμεν παλινδρομεῖν ἐπὶ τὸν τῆς ἀληθείας εὔδιον λιμένα. ἵνα δὲ σαφέστερα τοῖς ἐντυγχάνουσι τὰ ῥηθησόμενα φανῇ, δοκεῖ καὶ 〈τὰ〉 τῷ Ἀράτῳ πεφροντισμένα περὶ τῆς κατὰ τὸν οὐρανὸν ἄστρων διαθέσεως ἐξειπεῖν, ὥς τινες εἰς τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα ἀπεικονίζοντες αὐτὰ ἀλληγοροῦσι, μετάγειν τὸν νοῦν τῶν προσεχόντων πειρώμενοι, πιθανοῖς λόγοις προ(σ)άγοντες αὐτοὺς πρὸς ἃ βούλονται, ξένον θαῦμα ἐνδεικνύμενοι, ὡσ〈ὰν〉 κατηστερισμένων τῶν ὑπ᾽ αὐτῶν λεγομένων. οἱ 〈δὲ〉 τῷ παραξένῳ θαύματι ἐνορῶντες μικροθαύμαστοι ἁλίσκονται δίκην ὀρνέου τοῦ λεγομένου ὤτου, οὗ τὸ παράδειγμα καλὸν ἐξειπεῖν διὰ τὰ μέλλοντα. ἔστι δὲ τὸ ζῷον οὐ πολὺ ἀπεμφαῖνον ἀετοῦ οὔτε μεγέθει οὔτε μορφῇ, ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον.

ὁ ἀγρευτὴς τῶν ὀρνίθων, ἐπὰν ἴδῃ ἀγέλην που καταπτᾶσαν, πόρρωθεν ἀνακρουόμενος τὰς χεῖρας ὀρχεῖσθαι σκήπτεται καὶ οὕτω πρὸς ὀλίγον ἐγγίζει τοῖς ὄρνισιν· οἱ δὲ τὴν παράδοξον θέαν καταπεπληγότες, ἀπερίβλεπτοι πάντων γίνονται· ἕτεροι δὲ τῶν ἐπὶ τὴν ἄγραν παρεσκευασμένων ὄπισθεν ἐπελθόντες τοὺς ὄρνεις εὐκόλως συλλαμβάνονται θεωμένους τὸν ὀρχηστήν. διὸ ἀξιῶ μή τις τοῖς ὁμοίοις θαύμασι καταπλαγεὶς 〈τῶν〉 ἐξηγουμένων τὸν οὐρανὸν δίκην ὤτου συλληφθῇ· ὄρχησις γὰρ καὶ λῆρος ἡ τῶν τοιούτων πανουργία, καὶ οὐκ ἀλήθ(εια).

Φησὶν οὖν ὁ Ἄρατος οὕτως· Οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλ〈λ〉υδις ἄλλοι ἐόντες οὐρανῷ ἕλκονται πάντ᾽ ἤματα συνεχὲς αἰεί —τουτέστιν οἱ πάντες ἀστέρες· — αὐτὰρ ὅ γ᾽ οὐδ᾽ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ᾽ αὕτως ἄξων αἰὲν ἄρηρεν, ἔχει δ᾽ ἀτάλαντον ἁπάντῃ μεσσηγὺς γαῖαν, περὶ δ᾽ οὐρανὸν αὐτὸς ἀγιν(εῖ).

Πολέας φησὶν εἶναι τοὺς κατὰ τὸν οὐρανὸν ἀστέρας—τουτέστι στρεπτούς—διὰ τὸ περιέρχεσθαι ἀπὸ ἀνατολῆς εἰς δύσιν καὶ δύσεως εἰς ἀνατολὴν ἀπαύστως, σφαιροειδεῖ σχήματι. εἱλεῖσθαι δὲ κατὰ τὰς ἄρκτους αὐτὰς λέγει, οἷόν τι ποταμοῦ ῥεῦμα, μέγα θαῦμα Δράκοντος πελώρου. καὶ τοῦτ᾽ εἶναί φησιν ὃ ἐν τῷ Ἰὼβ πρὸς τὸν 〈θεὸν ὁ〉 διάβολος ἔφη· «ἐμπερι(π)ατήσας τὴν ὑπ᾽ οὐρανὸν καὶ περιελθών», τουτέστι περιστραφεὶς (κ)αὶ περισκοπήσας τὰ γινόμενα. τετάχθαι γὰρ νομίζουσι κατὰ τὸν ἀρκτικὸν πόλον τὸν Δράκοντα, τὸν ὄφιν, ἀπὸ τοῦ ὑψηλοτάτου πόλου πάντα ἐπιβλέποντα καὶ πάντα ἐφορῶντα, ἵνα μηδὲν τῶν πραττομένων αὐτὸν λάθῃ. πάντων γὰρ δυνόντων τῶν κατὰ τὸν οὐρανὸν ἀστέρων μόνος οὗτος ὁ πόλος οὐδέποτε δύνει, ἀλλ᾽ ἄνω ὑπὲρ τὸν ὁρίζοντα ἐρχόμενος πάντα περισκοπεῖ καὶ ἐπιβλέπει, καὶ λαθεῖν αὐτὸν τῶν πραττομένων, φησί, δύναται οὐδέν. ἧχι μάλιστα μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσι, 〈τῇδε〉 τετάχθαι δή φησιν αὐτοῦ τὴν κεφαλήν. κατὰ γὰρ τὴν δύσιν καὶ ἀνατολὴν τῶν δύο ἡμισφαιρίων κεῖται τὸ κεφάλαιον τοῦ Δράκοντος, ἵνα, φησί, μηδὲν αὐτὸν λάθῃ κατὰ τὸ αὐτὸ μήτε τῶν ἐν τῇ δύσει μήτε τῶν ἐν τῇ ἀνατολῇ, ἀλλὰ πάντα γινώσκῃ τὸ θηρίον ὁμοῦ. ἔστι δὲ κατ᾽ αὐτῆς τῆς κεφαλῆς τοῦ Δράκοντος ἰδέ〈α〉 ἀνθρώπου δι᾽ ἄστρων θεωρουμένη· ὃ καλεῖ «κεκμηκὸς εἴδωλον» ὁ Ἄρατος καὶ «μογέοντι ἐοικός», καλεῖται δὲ ὁ Ἐν γόνασιν.

ὁ μὲν οὖν Ἄρατος οὐκ εἰδέναι φησίν, οὗτος τίς ἐστιν ὁ πόνος καὶ τὸ θαῦμα τοῦτο στρεφόμενον ἐν οὐρανῷ· οἱ δὲ αἱρετικοί, διὰ τῆς τῶν ἄστρων ἱστορίας θέλοντες τὰ ἑαυτῶν δόγματα συνιστᾶν, περιεργότερον τούτοις ἐπισχόντες τὸν Ἐν γόνασί φασιν εἶναι τὸν Ἀδάμ, κατὰ πρόσταγμα, φησί, τοῦ θεοῦ, καθὼς εἶπε Μωσῆς, φυλάσσοντα τὴν κεφαλὴν τοῦ Δράκοντος, καὶ τὸν Δράκοντα τὴν πτέρναν αὐτοῦ· οὕτως γάρ φησιν ὁ Ἄρατος· δεξιτεροῦ ποδὸς ἴχνος ἔχων σκολιοῖο Δράκοντος.

Παρατ(ε)τάχθαι δέ φησιν αὐτῷ ἑκατέρωθεν—λέγω δὴ τῷ Ἐν γόνασι —Λύραν καὶ Στέφανον, αὐτὸν δὲ γόνυ κλίνειν [καὶ] ἐκτετακότα ἀμφοτέρας τὰς χεῖρας, οἱονεὶ περὶ ἁμαρτίας ἐξομολογούμενον. εἶναι δὲ τὴν Λύραν μουσικὸν ὄργανον, ὑπὸ νηπίου ἔτι παντελῶς κατεσκευασμένον τοῦ Λόγου· Λόγον δὲ εἶναι παρὰ τοῖς Ἕλλησιν ἀκούομεν τὸν Ἑρμῆν. φησὶ γὰρ ὁ Ἄρατος περὶ τῆς κατασκευῆς τῆς Λύρας· τὴν δ᾽ ἆρ᾽ ἔτι καὶ παρὰ λίκνῳ Ἑρμείης ἐτόρησε, Λύρην δ᾽ εἶπε〈ν〉 καλέεσθαι. ἑπτάχορδος 〈δέ〉 ἐστι, διὰ τῶν ἑπτὰ χορδῶν τὴν πᾶσαν ἁρμονίαν καὶ κατασκευὴν ἐμμελῶς ἔχουσαν τοῦ κόσμου 〈*〉· ἐν ἓξ ἡμέραις γὰρ ἐγένετο ὁ κόσμος, καὶ τῇ ἑβδόμῃ καταπέπαυται. εἰ οὖν, φησίν, ἐξομολογούμενος ὁ Ἀδὰμ καὶ τὴν κεφαλὴν φυλάσσων τοῦ θηρίου κατὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἐκμιμήσεται τὴν Λύραν, τουτέστι κατακολουθήσει τοῖς 〈*〉 τοῦ θεοῦ [τουτέστι πειθόμενος τῷ νόμῳ], παρακείμενον αὐτῷ τὸν Στέφανον λήψεται· ἐὰν δὲ ἀμελήσῃ, συγκατενεχθήσεται τῷ ὑποκειμένῳ θηρίῳ καὶ τὸ μέρος ἕξει, φησί, μετὰ τοῦ θηρίου. ἔοικε δὲ ὁ Ἐν γόνασιν ἑκατέρωθεν ἐπιβάλ〈λ〉ειν τὰς χεῖρας καὶ τοῦτο μὲν τῆς Λύρας, τοῦτο δὲ 〈τοῦ〉 Στεφάνου ἐφάπτεσθαι [τοῦτο δὲ ἐξομολογεῖσθαι], ὡς ἔστιν ἰδεῖν δι᾽ αὐτοῦ τοῦ σχήματος. ἐπιβουλεύεται δὲ ὁμῶς καὶ ἀποσπᾶται ὁ Στέφανος αὐτοῦ ὑπ᾽ ἄλλου θ(η)ρίου, 〈τοῦ〉 μικροτέρου δράκοντος, ὅ ἐστι γέννημα τοῦ φυλασσομένου ὑπὸ τοῦ Ἐν γ(ό)νασι τῷ ποδί.

ἄνθρωπος δὲ ἕστηκεν, ἑκατέραις ταῖς χερσὶ (κ)αρτερῶς κατασφίγγων καὶ εἰς τὰ ὀπίσω ἕλκων (ἀπὸ) τοῦ Στεφάνου τὸν Ὄφιν καὶ οὐκ ἐῶ〈ν〉 ἐφάπτεσθαι βιαζόμενον τοῦ Στεφάν(ου) τὸ θηρίον· Ὀφιοῦχον δὲ αὐτὸν ὁ Ἄρατος καλεῖ, ὅτι κατέχει τὴν ὁρμὴν τοῦ Ὄφεως, ἐπὶ τὸν Στέφανον ἐλθεῖν πειρωμένου.

Λόγος δέ, φησίν, ἐστὶ〈ν οὗτος ὁ ἐν〉 σχήματι ἀνθρώπου, ὁ κωλύων ἐπὶ τὸν Στέφανον ἐλθεῖν τὸ θηρίον, οἰκτείρων τὸν ἐπιβουλευόμενον ὑπὸ τοῦ Δράκοντος, ὁμοῦ καὶ τοῦ γεννήματος ἐκείνου. Αὐταὶ δὲ αἱ Ἄρκτοι, φησίν, ἑβδομάδες εἰσὶ δύο, ἐξ ἑπτὰ ἀστέρων συγκείμεναι, δισσῶν κτίσεων εἰκόνες· πρώτη γάρ, φησίν, 〈ἐστὶ〉 [ἡ] κτίσις ἡ κατὰ τὸν Ἀδὰμ ἐν πόνοις, 〈ὅ ἐστιν〉 ὁ Ἐν γόνασιν ὁρώμενος· δευτέρα δὲ κτίσις ἐστὶν ἡ κατὰ Χριστόν, δι᾽ ἧς ἀναγεννώμεθα, ὅ ἐστιν ὁ Ὀφιοῦχος 〈ὁρώμενος〉, ἀνταγωνιζόμενος τῷ θηρίῳ καὶ κωλύων ἐπὶ τὸν Στέφανον ἐλθεῖν, τὸν ἡτοιμασμένον τῷ Ἀνθρώπῳ. μεγάλη δέ ἐστιν Ἄρκτος ἡ Ἑλίκη, φησίν, 〈τῆς〉 μεγάλης κτίσεως σύμβολον, πρὸς ἣν πλέουσιν Ἕλληνες—τουτέστι πρὸς ἣν παιδεύονται—καὶ 〈ᾗ〉 διὰ τῶν τοῦ βίου φερόμενοι κυμάτων ἐπακολουθοῦσιν· ἑλίκην τινὰ οὖσαν τὴν τοιαύτην κτίσιν—ἢ διδασκαλίαν ἢ σοφίαν—, εἰς τὰ ὀπίσω ἄγουσαν τοὺς ἑπομένους τῇ τοιαύτῃ κτίσει· στροφὴ γάρ τις 〈ἡ〉 τῆς Ἑλίκης προσηγορία, καὶ ἀνακύκλωσις ἐπὶ τὰ αὐτὰ εἶναι δοκεῖ. μικρὰ δέ 〈ἐσ〉τιν ἡ ἑτέρα Ἄρκτος, οἱονεί τις εἰκὼν τῆς δευτέρας κτίσεως, τῆς κατὰ θεὸν κτισθείσης· ὀλίγοι γάρ, φησίν, εἰσὶν οἱ διὰ τῆς στενῆς ὁδοῦ πορευόμενοι. στενὴ〈ν〉 δὲ 〈ὁδὸν〉 λέγουσιν εἶναι τὴν Κυνοσουρίδα, πρὸς ἣν ὁ Ἄρατός φησιν ὅτι οἱ Σιδόνιοι ναυτί(λ)λονται.

Σιδονίους δὲ ἀπὸ μέρους εἴρηκεν ὁ Ἄρατος 〈τοὺς〉 Φοίνικας, διὰ τὸ εἶναι τὴν Φοινίκων σοφίαν θαυμαστήν, Φοίνικας δὲ εἶναι Ἕλληνες λέγουσι τοὺς ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης μετοικήσαντας εἰς τοῦτον τὸν χῶρον, οὗ καὶ νῦν οἰκοῦσι· τοῦτο γὰρ Ἡροδότῳ δοκεῖ.

Κυνόσουρα δέ, φησίν, 〈ἐστὶν〉 αὕτη ἡ Ἄρκτος, ἡ κτίσις ἡ δευτέρα, ἡ μικρά, ἡ στενὴ ὁδός, καὶ οὐχὶ ἡ Ἑλίκη· οὐ γὰρ εἰς τὰ ὀπίσω ἄγει, ἀλλ᾽ εἰς τὰ ἔμπροσθεν ἐπ᾽ εὐθείας τοὺς ἑπομένους 〈αὐτῇ〉 ὁδηγεῖ, κ〈ύων〉 τις οὖσα. κύων γὰρ ὁ Λόγος, τοῦτο μὲν φρουρῶν καὶ φυλάσσων τὸ ἐπιβουλευόμενον ὑπὸ τῶν λύκων ποίμνιον, τοῦτο δὲ ἀπὸ τῆς κτίσεως τὰ θηρία κυνηγῶν καὶ διαφθείρων, τοῦτο δὲ γεννῶν τὰ πάντα καί, ὡ〈ς〉 δή φασι, κύων—τουτέστι γεννῶν. —ἐντεῦθεν, φησίν, ὁ Ἄρατος περὶ τῆς τοῦ Κυνὸς ἀνατολῆς λέγων εἴρηκεν οὕτως· Κυνὸς δὲ ἀνατείλαντος οὐκέτι φυταλιαὶ ἐψεύσαντο. τοῦτο 〈δέ〉 ἐστιν ὃ λέγει· τὰ φυτευόμενα φυτὰ εἰς τὴν γῆν μέχρι τῆς τοῦ Κυνὸς ἀνατολῆς πολλάκις μὴ ῥιζοβολήσαντα ὅμως τέθηλε φύλλοις καὶ ἐνδείκνυται τοῖς βλέπουσιν ὅτι ἔσται τελεσφόρα καὶ φαίνεται ζῶντα, οὐκ ἔχοντα 〈δὲ〉 ζωὴν ἀπὸ τῆς ῥίζης ἐν αὑτοῖς· ἐπειδὰν δὲ 〈ἡ〉 τοῦ Κυνὸς ἀνατολὴ γένηται, ὑπὸ τοῦ Κυνὸς τὰ ζῶντα ἀπὸ τῶν νεκρῶν διακρίνεται· μαραίνεται γὰρ ὄντως ὅσα οὐκ ἐρ〈ρ〉ιζοβόλησεν. οὗτος οὖν, φησίν, ὁ Κύων, Λόγος τις ὢν θεῖος, «ζώντων καὶ νεκρῶν κριτὴς» καθέστηκε, 〈καὶ〉 καθάπερ 〈ἐπὶ〉 τῶ〈ν〉 φυτῶν ὁ Κύων τὸ ἄστρον ἐπι〈στάτης〉 τῆς κτίσεως θεωρεῖται, οὕτως ἐπὶ τῶν οὐρανίω(ν) φυτῶν, φησί, 〈τουτέστι〉 τῶν ἀνθρώπων, ὁ Λόγος. διὰ τὴν τοιαύτην οὖν αἰτίαν ἡ δευτέρα κτίσις, 〈ἡ〉 Κυνόσουρα, λογικῆς κτίσεως (εἰκ)ὼ(ν) ἕστηκεν ἐν οὐρανῷ.

μέσος δὲ ὁ Δράκων τῶν δύο κτίσεων ὑπ(ο)τ(είν)εται, τὰ ἀπὸ τῆς μεγάλης κτίσεως κωλύων ἐπὶ τὴν μικρὰν κτίσιν μετελθεῖν, τά τε ἐν τῇ 〈μεγάλῃ〉 κτίσει καθεστηκότα— καθάπερ τὸν Ἐν γόνασι—παραφυλάσσων 〈καὶ〉 τηρῶν πῶς καὶ τίνα τρόπον ἕκαστον 〈τῶν〉 ἐν τῇ μικρᾷ κτίσει καθέστηκε. τηρεῖται δὲ καὶ αὐτὸς κατὰ τὴν κεφαλήν, φησίν, ὑπὸ τοῦ Ὀφιούχου. αὕτη, φησίν, 〈τῆς κτίσεως〉 εἰκὼν ἕστηκεν ἐν οὐρανῷ, σοφία τις οὖσα τοῖς ἰδεῖν δυναμένοις.

Εἰ δέ ἐστιν ἀσαφὲς κατα〈νοήσει〉 τοῦτο, δι᾽ ἄλλης εἰκόνος, φησίν, ἡ κτίσις διδάσκει φιλοσοφεῖν, περὶ ἧς ὁ Ἄρατος εἴρηκεν οὕτως· Οὐδ᾽ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο. Ὁ Κηφεύς, φησίν, αὐτοῦ ἐστι πλησίον καὶ ἡ Κασ〈σ〉ιέπεια καὶ 〈ἡ〉 Ἀνδρομέδα καὶ ὁ Περσεύς, μεγάλα τῆς κτίσεως γράμματα τοῖς ἰδεῖν δυναμένοις. Κηφέα γάρ φησιν εἶναι τὸν Ἀδάμ, τὴν Κασ〈σ〉ιέπειαν Εὔαν, τὴν Ἀνδρομέδαν τὴν ἀμφοτέρων τούτων ψυχήν, τὸν Περσέα Λόγον, πτερωτὸν Διὸς ἔγγονον, τὸ Κῆτος τὸ ἐπίβουλον θηρίον. οὐδ᾽ ἐπ᾽ ἄλλον 〈δέ〉 τινα τούτων ἀλλ᾽ ἐπὶ μόνην τὴν Ἀνδρομέδαν ἔρχεται τὸ θηρίον, ὃ ἀποκτείνας [οὗ] καὶ τὴν Ἀνδρομέδαν πρὸς ἑαυτὸν λαβών, ἔκδοτον δεδεμένην τῷ θηρίῳ, ὁ Λόγος, φησίν, ὁ Περσεὺς ῥύεται. Περσεὺς δέ ἐστιν ὁ (ὑ)π(ό)πτερος ἄξων, ὁ περαίνων ἑκατέρους τοὺς πόλους διὰ μέσης τῆς γῆς καὶ στρέφων τὸν κόσμον. ἔστι δὲ παρὰ τὰς Ἄρκτους καὶ τὸ πνεῦμα τὸ ἐν τῷ κόσμῳ, 〈ὅ ἐστιν〉 ὁ Ὄρνις, ὁ Κύκνος, (μουσ)ικὸν ζῷον, τοῦ θείου σύμβολον πνεύματος, ὅτι πρὸς αὐτοῖς ἤδη τοῖς τέρμασι γενόμενον τοῦ βίου μόνον ᾄδειν πέφυκε, «μετὰ ἀγαθῆς ἐλπίδος» τῆς κτίσεως τῆς πονηρᾶς ἀπαλ〈λ〉ασσόμενον, ὕμνους ἀναπέμπον τῷ θεῷ.

καρκίνοι δὲ καὶ ταῦροι καὶ λέοντες καὶ κριοὶ καὶ αἶγες καὶ ἔριφοι καὶ ὅσα ἄλλα θηρία διὰ τῶν ἄστρων ὀνομάζεται κατὰ τὸν οὐρανὸν εἰκόνες δή, φησίν, εἰσὶ καὶ παραδείγματα, ἀφ᾽ ὧν ἡ μεταβλητὴ κτίσις λαμβάνουσα τὰς ἰδέας τοιούτων ζῴων γίνεται πλήρης.

Τούτοις χρώμενοι τοῖς λόγοις ἀπατᾶν νομίζουσι πολλούς, ὅσοι περιεργότερον τοῖς ἀστρολόγοις προσέχουσιν, ἐντεῦθεν τὴν θεοσέβειαν συνιστᾶν πειρώμενοι, μακρὰν ἀπεμφαίνουσαν τῆς τούτων ὑπολήψεως. διό, ἀγαπητοί, φύγωμεν τὸ μικροθαύμαστον τοῦ ὄρνιθος τοῦ ὤτου· ταῦτα γὰρ καὶ τὰ τοιάδε ὄρχησίς ἐστι, καὶ οὐκ ἀλήθεια. οὐδὲ γὰρ τὰ ἄστρα ταῦτα δηλοῖ, ἀλλὰ ἰδίως οἱ ἄνθρωποι πρὸς ἐπισημείωσίν τινων ἄστρων ὀνόματα 〈αὐτοῖς〉 οὕτως ἐπεκάλεσαν, ἵνα αὐτοῖς εὔσημα ᾖ. τί γὰρ ἄρκτου ἢ λέοντος ἢ ἐρίφων ἢ ὑδροχόου ἢ Κηφέως ἢ Ἀνδρομέδας ἢ τῶν ἐν Ἅιδου ὀνομαζομένων εἰδώλων ὅμοιον ἔχουσιν ἀστέρες διεσπαρμένοι κατὰ τὸν οὐρανόν—πολὺ 〈μέντοι〉 μετα(γε)νεστέρ(ων) γεγενημένων τούτων τῶν ἀνθρώπων καὶ τῶν ὀνομάτων ἢ τ(ῶ)ν ἄστρων συνέστηκε γένεσις—, ἵνα καὶ οἱ αἱρετικοὶ κ(α)ταπλαγέντες τὸ θαῦμα οὕτως ἐξεργάσωνται, δι(ὰ) 〈τῶν〉 τ(οι)ῶ(ν)δε λόγων τὰ ἴδια δόγματα συνιστᾶν 〈πειρώμενοι〉;

Ἀλλ᾽ ἐπεὶ σχεδὸν πᾶσα αἵρεσις διὰ τῆς ἀριθμητικῆς τέχνης ἐφεῦρεν ἑβδομάδων μέτρα καὶ αἰώνων τινὰς προβολάς, ἄλλων ἄλλως τὴν τέχνην διασπώντων καὶ τοῖς ὀνόμασι μόνον διαλ〈λ〉ασσόντων—τούτων δὲ αὐτοῖς διδάσκαλος γίνεται Πυθαγόρας, πρῶτος εἰς Ἕλληνας ἀπ᾽ Αἰγύπτου τοὺς τοιούτους ἀριθμοὺς παραδούς—, δοκεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλὰ διὰ συντόμου δείξαντας ἐπὶ τὴν τῶν ζητουμένων ἀπόδειξιν χωρῆσαι. γεγόνασιν 〈οὖν〉 ἀριθμητι〈κοὶ〉 καὶ γεωμέτραι—οἷς μάλιστα τὰς ἀρχὰς παρεσχηκέναι δοκεῖ πρῶτος Πυθαγόρας—, καὶ οὗτοι τῶν ἀριθμῶν εἰς ἄπειρον ἀεὶ προχωρεῖν δυναμένων τῷ πολυπλασιασμῷ καὶ τοῖς σχήμασι τὰς πρώτας ἔλαβον ἀρχὰς οἱονεὶ θεωρητὰς μόνῳ τῷ λόγῳ. γεωμετρίας γάρ, ὡς ἔστιν ἐνιδεῖν, σημεῖόν ἐστιν ἀρχή, ἀμερὲς 〈ὄν〉· ἀπ᾽ ἐκείνου δὲ τοῦ σημείου τῇ τέχνῃ ἡ τῶν ἀπείρων σχημάτων [ἀπὸ τοῦ σημείου] γένεσις εὑρίσκεται. ῥυὲν γὰρ τὸ σημεῖον ἐπὶ μῆκος γίνεται γραμμή [μετὰ τὴν ῥύσιν], πέρας ἔχουσα σημεῖον· γραμμὴ δὲ ἐπὶ πλάτος ῥυεῖσα ἐπίπεδον γεννᾷ, πέρατα δὲ τοῦ ἐπιπέδου γραμμαί· ἐπίπεδον δὲ ῥυὲν εἰς βάθος γίνεται σῶμα, 〈πέρατα δὲ τοῦ σώματος ἐπίπεδα〉· στερεοῦ δὲ ὑπάρξαντος οὕτως, ἐξ ἐλαχίστου σημείου παντελῶς ἡ τοῦ μεγάλου σώματος ὑπέστη φύσις. καὶ τοῦτό ἐστιν ὃ λέγει Σίμων οὕτως· τὸ μικρὸν μέγα ἔσται, οἱονεὶ (σ)ημεῖον ὄν, τὸ δὲ μέγα ἀπέραντον, κατακολουθῶν τῷ γεωμετρουμένῳ σημείῳ.

Τῆς δὲ ἀριθμητικῆς κατὰ σύνθεσιν 〈περι〉εχούσης τὴν φιλοσοφίαν ἀριθμὸς γέγονεν 〈πρῶτος〉 ἀρχή—ὅπερ ἐστὶν 〈ἕν〉, ἀόριστον, ἀκατάληπτον—, ἔχων ἐν ἑαυτῷ πάντας τοὺς ἐπ᾽ ἄπειρον ἐλθεῖν δυναμένους ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ᾽ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶ μονὰς ἄρσην, γεννῶσα πατρικῶς τοὺς ἄλλους πάντας ἀριθμούς. δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐφ᾽ ἅπασι δὲ τούτοις ἡ τετράς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς [οὗτος] καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστι. γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ [τοῦ] γένους τέσσαρες—ἀριθμὸς δὲ ἦν τὸ γένος ἀόριστος—, ἀφ᾽ ὧν ὁ τέλειος αὐτοῖς ἀριθμὸς συνέστηκεν, ἡ δεκάς· τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὡς προαποδέδεικται, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάσσηται κατ᾽ οὐσίαν ὄνομα τὸ οἰκεῖον. αὕτη ἐστὶν ἡ κατὰ Πυθαγόραν ἱερὰ τετρακτύς, 〈πηγὴ〉 ἀενάου φύσεως ῥιζώματ᾽ ἔχουσα ἐν ἑαυτῇ, τουτέστι τοὺς ἄλλους πάντας ἀριθμούς· ὁ γὰρ ἕνδεκα καὶ 〈ὁ〉 δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τῆς γενέσεως ἀπὸ τοῦ δέκα λαμβάνουσι. ταύτης τῆς δεκάδος, το(ῦ) τε(λεί)ου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

ὦν 〈καὶ〉 ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσι(ν) (αὐ)ξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἐπιτελοῦσαι· ὅταν γὰρ δύναμις αὐτὴ ἐφ᾽ ἑαυτὴν κυβισθήσεται, γέγονε δυναμοδύναμις· ὅταν δὲ δύναμις ἐπὶ κύβον, γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ κύβον, γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμοὺς ἑπτά, ἵνα ἡ τῶν γινομένων γένεσις γένηται ἐξ ἑβδομάδος, ἥτις ἐστίν· ἀριθμός, μονάς, δύναμις, κύβος, δυναμοδύναμις, δυναμόκυβος, κυβόκυβος.

Ταύτην τὴν ἑβδομάδα Σίμων καὶ Οὐαλεντῖνος ὀνόμασιν ἐνδιαλλάξαντες ἐτερατολόγησαν, ὑπόθεσιν ἑαυτοῖς ἐντεῦθεν σχεδιάσαντες. ὁ μὲν γὰρ Σίμων 〈αὐτὴν〉 οὕτως καλεῖ· νοῦς, ἐπίνοια, ὄνομα, φωνή, λογισμός, ἐνθύμησις, ὁ ἑστὼς στὰς στησόμενος· καὶ Οὐαλεντῖνος· νοῦς, ἀλήθεια, λόγος, ζωή, ἄνθρωπος, ἐκκλησία καὶ ὁ πατὴρ συναριθμούμενος, κατ〈ὰ τ〉αὐτὰ τοῖς τὴν ἀριθμητικὴν ἠσκηκόσι φιλοσοφίαν· 〈ἣν〉 ὡς ἄγνωστον πολλοῖς θαυμάσαντες 〈καὶ〉 κατακολουθήσαντες, τὰς ὑφ᾽ αὑτῶν ἐπινοηθείσας αἱρέσεις συνεστήσαντο.

Τινὲς μὲν οὖν καὶ ἀπὸ ἰατρικῆς συνιστᾶν τὰς ἑβδομάδας πειρῶνται, ἐκπλαγέντες ἐπὶ τῇ τοῦ ἐγκεφάλου ἀνατομῇ, λέγοντες τὴν τοῦ παντὸς οὐσίαν καὶ δύναμιν καὶ πατρικὴν θειότητα ἀπὸ τῆς τοῦ ἐγκεφάλου διαθέσεως διδάσκεσθαι. ὁ γὰρ ἐγκέφαλος κύριον μέρος ὢν τοῦ παντὸς (σώ)ματ(ο)ς ἐπίκειται ἀτρεμὴς καὶ ἀκίνητος, ἐντὸς ἑαυτοῦ ἔχων τὸ πνεῦμα. ἔστι μὲν οὖν ἡ τοιαύτη ἱστορία οὐκ ἀπίθανος, μακρὰ(ν) δὲ τῆς τούτων ἐπιχειρήσεως. ὁ μὲν γὰρ ἐγκέφαλος ἀνατμηθεὶς ἔνδον ἔχει τὸ καλούμενον καμάριον, οὗ ἑκατέρωθεν ὑμένες εἰσὶ λεπτοί, οὓς πτερύγια προσαγορεύουσιν, ἠρέμα ὑπὸ τοῦ πνεύματος κινούμενα καὶ πάλιν ἀπελαύνοντα τὸ πνεῦμα ἐπὶ τὴν παρεγκεφαλίδα. ὃ διατρέχον διά τινος ἀγγείου καλάμῳ ἐοικότος ἐπὶ τὸ κωνάριον χωρεῖ, ᾧ πρόσκειται τὸ στόμιον τῆς παρεγκεφαλίδος, ἐκδεχόμενον τὸ διατρέχον πνεῦμα καὶ ἀναδιδὸν ἐπὶ τὸν νωτιαῖον λεγόμενον μυελόν, ὅθεν πᾶν τὸ σῶμα μεταλαμβάνει τὸ πνευματικόν, πασῶν τῶν ἀρτηριῶν δίκην κλάδου ἐκ τούτου τοῦ ἀγγείου ἠρτημένων. οὗ τὸ πέρας ἐπὶ τὰ γεννητικὰ ἀγγεῖα τερματίζεται· ὅθεν καὶ τὰ σπέρματα ἐξ ἐγκεφάλου διὰ τῆς ὀσφύος χωροῦντα ἐκκρίνεται. ἔστι δὲ τὸ σχῆμα τῆς πα(ρ)εγκεφαλίδος ἐοικὸς κεφαλῇ δράκοντος, περὶ οὗ πολ(ὺ)ς ὁ λόγος τοῖς «τῆς ψευδωνύμου γνώσεως» γίνεται, καθὼς ἐπιδείξομεν.

ἕτεραι δὲ ἐκ τοῦ ἐγκεφάλου 〈ἀπο〉φύονται ἓξ συζυγίαι, αἳ περὶ τὴν κεφαλὴν διϊκνούμεναι συνέχουσι τὰ 〈ἄνω τοῦ〉 σώματος, ἐν αὐτῇ περατούμεναι· ἡ δὲ ἑβδόμη ἐκ τῆς παρεγκεφαλίδος 〈*〉 εἰς τὰ κάτω τοῦ λοιποῦ σώματος, καθὼς εἴπομεν. καὶ περὶ τούτου δὲ πολὺς ὁ λόγος 〈*〉 ὅθεν καὶ Σίμων καὶ Οὐαλεντῖνος εὑρεθήσονται καὶ ἐντεῦθεν ἀφορμὰς εἰληφότες, καὶ εἰ μὴ ὁμολογοῖεν, ὄντες πρῶτον ψεῦσται, εἶτ(α) αἱρετικοί. ἐπεὶ οὖν καὶ ταῦτα δοκεῖ ἱκανῶς ἡμᾶς ἐκ(τε)θεῖσθαι, πάντα τε τὰ δοκοῦντα 〈ἀληθῆ〉 εἶναι τῆς ἐπιγείου φιλοσοφίας δόγματα περιείληπται ἐν τέσσαρσι βιβλίοις, δοκεῖ ἐπὶ τοὺς τούτων χωρεῖν μαθητάς, μᾶλλον δὲ κλεψιλό(γους).