Οὕτως 〈οὖν〉 Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς ὁμολογουμένως ὑπάρχον· 〈ἔσ〉τι γάρ, φησίν, «ἁρμονίη [ἡ] ἀφανὴς φανερῆς κρείττων», καὶ 〈αὖ·〉 «ὅσων ὄψις ἀκοὴ μάθησις»—τουτέστι τὰ ὄργανα—, «ταῦτα», φησίν, «ἐγὼ προτιμέω», οὐ τὰ ἀφανῆ προτιμήσας. τοιγαροῦν οὐδὲ σκότος οὐδὲ φῶς, οὐδὲ πονηρὸν οὐδὲ ἀγαθὸν ἕτερόν φησιν εἶναι ὁ Ἡράκλειτος, ἀλλὰ ἓν καὶ τὸ αὐτό. ἐπιτιμᾷ γοῦν Ἡσιόδῳ, ὅτι ἡμέραν καὶ νύκτα 〈οὐκ〉 οἶδεν· ἡμέρα γάρ, φησί, καὶ νύξ ἐστιν ἕν, λέγων ὧδέ πως· «διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν». καὶ ἀγαθὸν 〈δὲ〉 καὶ κακὸν 〈ἕν φησιν εἶναι〉· «οἱ γοῦν ἰατροί», φησὶν ὁ Ἡράκλειτ(ος), «τέμνοντες, καίοντες»—〈τουτέστι〉 πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας—, «ἐπαιτιῶνται μηδέν᾽ ἄξιον μισθὸν λαμβάνειν»—παρὰ τῶν ἀρρωστούντων—, «ταὐτὰ ἐργαζόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους». καὶ εὐθὺ δέ, φησίν, καὶ στρεβλὸν 〈ἓν καὶ〉 τὸ αὐτό ἐστι· «γνάφων», φησίν, «ὁδὸς εὐθεῖα καὶ σκολιή»—〈τουτέστιν〉 ἡ τοῦ ὀργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέ〈ρ〉χεται—«μία ἐστί», φησί, «καὶ ἡ αὐτή». καὶ τὸ ἄνω καὶ τὸ κάτω ἕν ἐστι, 〈φησί,〉 καὶ τὸ αὐτό· «ὁδός», 〈φησίν,〉 «ἄνω κάτω μία καὶ ὡυτή».