Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Ι΄ (Α΄ Μέρος): Επιτομή των φιλοσόφων και των αιρέσεων

Ανακεφαλαίωση των φυσικών δογμάτων των αρχαίων Ελλήνων φιλοσόφων και συνοπτική έκθεση των συστημάτων όλων των αιρεσιαρχών που εξετάστηκαν στα προηγούμενα βιβλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 8 από 9

Δοκεῖ μὲν 〈οὖν〉 ἡμῖν ἱκανῶς τὰ πάντα Ἑλλήνων τε καὶ βαρβάρων δόγματα ἐκτεθεῖσθαι μηδέν τε ἀπολελοιπέναι μ(ή)τε τῶν φιλοσοφουμένων μήτε τῶν ὑπὸ αἱρετικῶ(ν) φα(σκ)ομένων ἀναπόδεικτον· ὧν ἐξ αὐτῶν τῶν ἐκτεθέντων φανερὸς γεγένηται ὁ ἔλεγχ(ο)ς 〈ὡς〉 ἢ κλεψιλογησάντων ἤ τινα 〈καὶ〉 ἐρανισαμένων, αὐτά 〈τε〉 τὰ ὑπὸ Ἑλλήνων πεπονημένα παραθεμένων ὡς θεῖα. διὰ πάντων οὖν 〈τούτων〉 διαδραμόντες καὶ μετὰ πολλοῦ πόνου ἐν ταῖς ἐννέα βίβλοις τὰ πά(ν)τα δόγματα ἐξειπόντες, πᾶσι τε ἀνθρώποις ἐφόδιον ἐν βίῳ 〈οὐ〉 μικρὸν καταλιπόντες καὶ τοῖς παροῦσιν οὐκ ὀλίγης χαρᾶς καὶ θυμηδίας φιλομάθειαν παρασχόντες, εὔλογον ἡγούμεθα ὥσπερ κορυφὴν τοῦ παντὸς 〈ἐλέγχου τὸν〉 περὶ ἀληθείας λόγον ἐπενέγκαι καὶ τοῦτον ἐν μιᾷ βίβλῳ τῇ δεκάτῃ περιγράψαι, ὅπως ὁ ἐντυγχάνων μὴ μόνον 〈τὴν〉 ἀνατροπὴν τῶν τετολμηκότων αἱρέσεις συστήσασθαι ἐπιγνοὺς καταφρονήσῃ τῶν ματαίων, ἀλλὰ καὶ τὴν τῆς ἀληθείας δύναμιν ἐπιγνοὺς ἀξίως θεῷ πιστεύσας σωθῆναι δυνηθῇ.

〈ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ〉 Ι Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου· Ἐπιτομὴ πάντων τῶν φιλοσόφων. Ἐπιτομὴ πασῶν 〈τῶν〉 αἱρέσεων. Καὶ ἐπὶ πᾶσι, τίς ὁ τῆς ἀληθείας λόγος. Τὸν λαβύρινθον τῶν αἱρέσεων οὐ βί(ᾳ) διαρρήξαντες, ἀλλὰ μόνῳ ἐλέγχῳ 〈καὶ〉 ἀληθείας δυνάμει διαλύσαντες, πρόσιμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν. τότε γὰρ 〈μόνον τὰ〉 τῆς πλάνης ἔντεχνα σοφίσματα ἀσύστατα φανερωθήσεται, ἐπὰν ὁ τῆς ἀληθείας ὅρος ἐπιδειχθῇ· 〈ὃς〉 οὐκ ἀπὸ σοφίας Ἑλ(λ)ήνων ἀρχὰς μεταλαβών, οὐδ᾽ Αἰγυπτ(ί)ων δόγμα〈τα〉 τά 〈τ᾽〉 ἐν αὐτοῖς μετ᾽ ἀξιοπιστίας θρ(η)σκευόμενα μάταια ὡς ἄρρητα διδαχθείς, οὐδὲ Χαλδαίων ἀσυστάτῳ περιερ(γ)ίᾳ σοφισθείς, οὐδὲ Βαβυλωνίων ἀλογίστῳ μανίᾳ δι᾽ ἐν(εργεί)ας (δ)αιμόνων καταπλαγείς, ἀλλ᾽ ᾧ ὑπάρχει τρόπῳ ὅρος ἀληθής, ὢν ἀφύλακτός τε καὶ ἀκαλλώπιστος, μόνον φανεὶς ἐλέγξει τὴν πλάνην. περὶ οὗ εἰ καὶ πλειστάκις ἀποδείξεις ἐποιήσαμεν καὶ ἱκανῶς τὸν τῆς ἀληθείας κανόνα 〈καὶ〉 ἀφθόνως τοῖς βουλομένοις 〈ἐπιγνῶναι〉 ἐπεδείξαμεν, ἀλλά γε καὶ νῦν οὐκ ἄλογον ἐκρίναμεν ἐπὶ πᾶσι τοῖς Ἕλλησι καὶ αἱρετικοῖς δεδοκημένοις ὡσεὶ κορωνίδα τῶν βίβλων ἐπενέγκαι ταύτην τὴν ἀπόδειξιν διὰ τῆς δεκάτης βίβλου.

Συμπεριλαβόντες τοίνυν τὰ πάντων τῶν παρ᾽ Ἕλλησι σοφῶν δόγματα ἐν τέσσαρσι βίβλοις, τά τε τοῖς αἱρεσιάρχαις 〈δόξαντα〉 ἐν πέντε, νῦν τὸν περὶ ἀληθείας λόγον ἐν μιᾷ ἐπιδείξομεν, ἀνακεφαλαιούμενοι πρῶτον τὰ πᾶσι δεδοκημένα. οἱ μέν γε τῶν Ἑλλήνων δογματισταὶ τὴν φιλοσοφίαν τριχῇ διελόντες οὕτως ἐφιλοσόφησαν, οἱ μὲν φυσικήν, οἱ δὲ ἠθικήν, οἱ δὲ διαλεκτικὴν 〈αὐτὴν〉 προσαγορεύσαντες. καὶ οἱ μὲν τὴν φυσικὴν 〈προτιμήσαντες〉 οὗτοι γεγένηνται, οὕτως τε διηγήσαντο.

Οἱ μὲν ἐξ ἑνὸς 〈ἐγέννησαν〉 τὰ πάντα, οἱ δὲ ἐκ πλειόνων· καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ ἐκ [τοῦ] ποιοῦ· καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρός, οἱ δὲ ἐξ ἀέρος, οἱ δὲ ἐξ ὕδατος, ἄλλοι δὲ ἐκ γῆς. καὶ (τ)ῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, 〈οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν〉 οἱ μὲν ἐκ δυ(εῖ)ν, οἱ δὲ ἐ(κ) τεσσάρων, οἱ δὲ ἐκ πέντε, οἱ δὲ ἐξ ἕξ. καὶ τῶν ἐ(ξ) ἀ(π)είρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεν〈ν〉ωμένοις, οἱ δὲ ἐξ ἀνομοίων· καὶ [πρὸς] τούτων οἱ μ(ὲ)ν ἐξ (ἀ)π(α)θῶν, οἱ δὲ ἐκ παθητῶν. 〈Ἐξ〉 ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί· ἀρχὴ γὰρ τῶν ὅλων κατ᾽ αὐτούς ἐστιν ἡ ἄποιος ὕλη καὶ δι᾽ ὅλων τρεπ〈τ〉ή, μεταβαλλούσης τε αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον. 〈ὧν〉 Ἵππασος μὲν ὁ Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς· ἐκ γῆς γάρ—φησί—πάντ᾽ ἔστι, καὶ εἰς [τὴν] γῆν πάντα τελευτᾷ.

Ἐκ πλειόνων δὲ καὶ ἀριθμ〈ητ〉ῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶ 〈ν〉 ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, ὁτὲ δέ· ἀλλ᾽ ὑμεῖς 〈μὲν〉 πάντες ὕδωρ καὶ γαῖα γένοισθε. συμφέρεσ〈θαι〉 δ᾽ αὐτῷ δοκεῖ καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ· πάντες 〈γὰρ〉 γαίης 〈τε〉 καὶ ὕδατος ἐ〈κ〉γενόμε〈σ〉θα. ἐκ γῆς δὲ καὶ α〈ἰθ〉έρος Εὐριπίδης, ὡς πάρεστιν ἐπιγνῶναι ἐκ τοῦ λέγειν αὐτόν· αἰθέρα καὶ γαῖαν πάντων γενέτειραν ἀείδω. ἐκ τεσσάρων δὲ Ἐμπεδοκλῆς, οὕτως λέγων· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς α〈ἰθ〉ὴρ Ἥρη τε φερέσβιος ἠδ᾽ Ἀϊδωνεὺς Νῆστίς θ᾽, ἣ δακρύοις σπένδει (κ)ρούνωμα βρότειον. ἐκ πέντε δὲ Ὄκελ〈λ〉ος ὁ Λευ(κ)ανὸς καὶ Ἀριστοτέλης· συμπαρέλαβο(ν) γὰρ τοῖ(ς) (τέ)σσ(α)ρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐ〈ξ οὗ〉 λέγουσιν εἶ(ν)αι τὰ οὐράνια. ἐκ δὲ τῶν ἓξ τὴν τῶν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ· Νεῖκός τ᾽ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ, καὶ Φιλίη μετὰ 〈τ〉οῖσιν, ἴση μῆκός τε πλάτος τε, ἓξ [καὶ] παραδίδωσι τὰς τῶν ὅλων ἀρχάς· τέσσαρας μὲν 〈τὰς〉 ὑλικάς, γῆν, ὕδωρ, ἀέρα, πῦρ, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος.

Ἐξ ἀπείρων δὲ ἐδογμάτισαν τὴν τῶν πάντων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον, καὶ ἄλλοι παμπληθεῖς—ὧν ἐκ μέρους πρότερον ἐμνήσθημεν. —ἀλλ᾽ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν—τουτέστιν ἐκ τῶν ἀτόμων—, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων 〈μέν〉, παθητῶν δέ—καθάπερ τῶν ἀνάρμων ὄγκων. — Οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ τριῶν· 〈καὶ〉 εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα. τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν, ἀέρα· θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν 〈τοῦ θεοῦ〉.

Πεπεισμένοι τοίνυν ὅτι πᾶσι τούτοις ὁμολογουμένως ἄπορος εὑρίσκεται ὁ τῆς φυσιολογίας λόγος, αὐτοὶ περὶ τῶν τῆς ἀληθεία(ς) παραδειγμά(τ)ων, ὡς ἕστι καὶ 〈ὡς〉 πεπιστεύκαμεν, ἀόκνως ἐροῦμε(ν), πλ(ὴ)ν καὶ τὰ τοῖς αἱρεσιάρχαις 〈δόξαντα ἐν〉 ἐπιτομῇ πρότερον ἐκθέ(μ)ενοι, ἵνα καὶ διὰ ταύτης εὔ(γν)ωστα τὰ πάντων δόγματα παραστήσαντες φανερὰν καὶ εὔγνωστον τὴν ἀλήθειαν ἐπιδείξωμεν.

Ἀλλ᾽ ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασ〈σ〉ηνοὶ 〈οὖν〉 ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν 〈δὲ〉 καὶ υἱὸν ἀνθρώπου. τοῦτον δὲ τριχῇ διαιροῦσιν· ἔστι [μὲν] γὰρ αὐτοῦ, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν. καλοῦσι δὲ αὐτὸν Ἀδάμαν καὶ νομίζουσι τὴν [εἰς] αὐτοῦ γνῶσιν εἶναι ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. καὶ ταῦτα 〈δὲ〉 πάντα 〈φασί〉, τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκά, κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ δι᾽ αὐτοῦ λελαληκέναι τὰς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι. τοῦ 〈γὰρ〉 παντὸς οὗτοι φάσκουσι τρί〈α〉 γένη 〈εἶναι〉, ἀγγελικόν, ψυχικόν, χοϊκόν, καὶ τρεῖς εἶναι ἐκκλησίας, ἀγγελικήν, ψυχικήν, χοϊκήν· ὀνόματα δὲ αὐταῖς ἐκλεκτή, κλητή, αἰχμάλωτος. ταῦτά ἐστι τὰ κατ᾽ αὐτοὺς κεφάλαια, ὡς ἐν ὀλίγῳ ἔστι καταλαβεῖν, ταῦτά 〈τέ〉 φασιν παραδεδωκέναι τὸν Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ κυρίου, τῇ Μαριάμνῃ, καταψευδόμενοι ἀμφοτέρων.

Οἱ δὲ Περάται, Ἀδέμης ὁ Καρύστιος καὶ Ε〈ὐ〉φράτης 〈ὁ〉 Περατικός, λέγουσιν ἕνα εἶναι κόσμον τινά—οὕτως καλοῦντες τοῦτον—, τρ(ι)χῇ διῃρημένον. ἔστι δὲ 〈τῆς〉 τριχῇ διαιρέ(σ)εως παρ᾽ αὐ(τ)οῖς [τὸ μὲν ἓν μέρος] οἱονεὶ μία ἀρχ(ή), καθαπερ(εὶ) πηγὴ μεγάλη, εἰς ἀπείρους τομὰς τῷ (λ)όγῳ τμηθῆναι δυναμένη. ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ᾽ αὐτούς ἐστιν ἡ τριάς· καὶ 〈τὸ μὲν ἓν μέρος〉 καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν· τὸ δὲ δεύτερον μέρος τῆς τριάδος 〈αὐτῶν〉 οἱονεὶ δυνάμεων ἄπει(ρ)όν τι πλῆθος, 〈ἐξ αὑτῶν γεγενημένων· τὸ δὲ〉 τρίτον ἰδικόν. καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον, 〈ὅπερ ἐστὶν ἀγαθὸν τέλειον· τὸ δὲ δεύτερον αὐτογενές· τὸ δὲ τρίτον γεννητόν.〉 ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους· ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ λόγους 〈καὶ νοῦς〉 καὶ ἀνθρώπους καὶ τὰ λοιπά.

Ἄνωθεν δέ, ἀπὸ τῆς ἀγεννησίας καὶ τῆς τοῦ κόσμου πρώτης τομῆς, ἐπὶ συντελείᾳ λοιπὸν τοῦ κόσμου καθεστηκότος, κατεληλυθέναι ἐν τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα ἄνθρωπον καὶ τρισώματον καὶ τριδύναμον, καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου μερῶν ἐν αὑτῷ πάντα τὰ 〈τοῦ κόσμου〉 συγκρίματα καὶ τὰς δυνάμεις. καὶ τοῦτο εἶναι θέλουσι τὸ εἰρημένον· «ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματι〈κῶς〉». κατενεχθῆναι γὰρ ἀπὸ τῶν ὑπερκειμένων κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογεννήτου, εἰς τοῦτον τὸν κόσμον ἐν ᾧ ἐσμεν ἡμεῖς παντοίων δυνάμεων σπέρματα. κατεληλυθέναι δὲ τὸν Χριστὸν ἄνωθεν, ἀπὸ 〈τῆς〉 ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῇ διῃρημένα· ἃ μὲν γάρ, φησίν, ἐστὶν ἄνωθεν κατενηνεγμένα, ἀνελεύσεται δι᾽ αὐτοῦ, τὰ δὲ ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις 〈ἄνωθεν〉 ἀφίε〈τα〉ι εἰκῇ καὶ κολασθέντα ἀποπέμπεται. δύο δὲ εἶναι μέρη ἃ σῳζόμενα λέγει, τὰ ὑπερκείμενα 〈καὶ〉 ἀπαλλαγέντα τῆς φθορᾶς· τὸ δὲ τρίτον ἀπόλ〈λ〉υσθαι, ὃ κόσμον ἰδι〈κ〉ὸν καλεῖ. ταῦτα 〈τοίνυν〉 καὶ οἱ Περάται. 〈Τ〉οῖς δὲ Σηθιανοῖς δοκεῖ ὅτι τῶν ὅλω(ν) εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι, ἑκάστη δὲ τῶν ἀρχῶν 〈ἀπείρους ἔχει δυνάμεις.

δυνάμεις δὲ αὐτῶν λογιζέσθω ὁ ἀκούων τοῦτο αὐτοὺς λέγειν· πᾶν ὅ τι νοήσει ἐπινοεῖς ἢ καὶ παραλείπεις μὴ νοηθέν, τοῦτο ἑκάστη τῶν ἀρχῶν〉 πέφυκε [δύνασθα(ι)] (γ)ενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδ(α)σκομένη τέχνη· οἷον εἰ, 〈φασίν, ἐγγὺς〉 γένοιτο 〈τὸ〉 παιδίον αὐλητῇ 〈δύνασθαι〉 [γενέσθαι] αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖ(ν), καὶ 〈ἄλλῃ〉 τινὶ τέχνῃ ὁμοίως. αἱ δὲ τῶν ἀρχῶν, φασίν, οὐσίαι εἰσὶ φῶς καὶ σκότ(ος)· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον. τὸ δὲ πνεῦμα, τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, 〈ὡς〉 λέγουσιν, οὐκ ἔστι πνεῦμα ὡς ἄνεμος ἢ ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾽ οἱονεί τις ὀσμὴ μύρου ἢ θυμιάματος ἐκ συνθέσεως κατασκευαζομένου, λεπτὴ διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι λόγου φορᾷ εὐωδίας. ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὴ φῶς 〈ὡς〉 ἀκτὶς ἡλίου ἄνωθεν 〈πέφυκεν〉 ἐλλάμπειν εἰς τὸ ὑποκείμενον σκότος· ἡ δὲ τοῦ πνεύματος εὐωδία, μέσην ἔχουσα τάξιν, φέρεται καὶ ἐξικνεῖται 〈πανταχῇ〉, ὥσπερ ἡ τῶν θυμιαμάτων ἐπὶ τῷ πυρὶ ὀσμὴ 〈πανταχῇ〉 φέρεται. τοιαύτης δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἡ δύναμίς ἐστι κάτω ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ.

Τὸ δὲ σκότος ὕδωρ εἶναί φασι φοβερόν, εἰς ὃ κατέσπασται 〈καὶ〉 μετενήνεκται εἰς 〈τὴν〉 τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. φρόνιμον οὖν τὸ σκότος ὂν καὶ γινῶσκον ὅτι, ἂν ἀπαρθῇ ἀπ᾽ αὐτοῦ τὸ φῶς, μενεῖ τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές. 〈οὕ〉τω δὴ πάσῃ συνέσει καὶ φρονήσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας.

Εἰκόνα 〈δὲ〉 τούτου ταύτην παρεισάγουσι, λέγοντες· ὥσπερ ἡ κόρη τοῦ ὀφθαλμοῦ 〈ἐκ τῶν μὲν〉 ὑποκειμένων ὑδάτων σκοτεινὴ φαίνεται, φωτίζεται δὲ ὑπὸ τοῦ πνεύματος, οὕτως ἀντιποιεῖται τὸ σκότος τοῦ πνεύματος 〈καὶ τοῦ φωτός〉. ἔχει δὲ παρ᾽ (ἑ)αυτῷ πάσας τὰς δυνάμεις 〈αὐτῶν〉, βουλομένας ἀφίστασθαι κα(ὶ) ἀνιέναι. εἰσὶ δὲ αὗται ἀπειράκις ἄπειροι· ἐξ ὧν τὰ π(άν)τα ἐκτυπο(ῦτ)αι καὶ γίνεται, ἐπιμιγνυμένων 〈τῶν δυνάμεων ἀλλήλαις〉 δίκην σφραγίδων· ὥσπερ γὰρ σφραγὶς ἐπικοινωνήσασα κηρῷ τὸν τύπον ἐποίησεν, αὐτὴ παρ᾽ ἑαυτῇ ἥτις ἦν μένουσα, οὕτως καὶ αἱ δυνάμεις ἐπικοινωνήσασαι 〈ἀλλήλαις〉 τὰ πάντα ἀπεργάζονται γένη ζῴων, 〈ὄντα〉 ἄπειρα. γεγονέν〈αι〉 οὖν 〈φασιν〉 ἀπὸ τῆς πρώτης συνδρομῆς τῶν τριῶν ἀρχῶν μεγάλης σφραγῖδος ἰδέαν, οὐρανὸν καὶ γῆν, εἶδος ἔχουσαν παραπλήσιον μήτρᾳ, 〈τὸν〉 ὀμφαλὸν ἐχούσῃ μέσον. οὕτως δὲ καὶ τὰς λοιπὰς ἐκτυπώσεις τῶν πάντων 〈ζῴων〉 ἐκτετυπῶσθαι, ὥσπερ οὐρανὸν καὶ γῆν μήτρᾳ παραπλησίους.

Ἐκ δὲ τοῦ ὕδατος γεγονέναι φασὶ πρωτόγονον ἀρχήν, ἄνεμο〈ν〉 〈σ〉φοδρὸν καὶ λάβρον καὶ πάσης γενέσεως αἴτιον, βρασμόν τινα καὶ κίνησιν ἐργαζόμενον τῷ κόσμῳ ἐκ τῆς τῶν ὑδάτων κινήσεως. τοῦτον δὲ ἀποτελεῖν εἶδος σύρματι ὄφεως παραπλήσιον, πτερωθέν, εἰς ὃ 〈ἀ〉φορῶν ὁ κόσμος πρὸς γένεσιν ὁρμᾷ ὀργήσας ὡς μήτρα, καὶ ἐντεῦθεν θέλουσι συνίστασθαι τὴν τῶν ὅλων γένεσιν. τοῦτο δὲ 〈τὸ〉 σύρμα ἀνέμου εἶναι λέγουσι τέλειον θεόν, 〈ὃν〉 ἐκ τῆς τῶν ὑδάτων 〈κινήσεως〉 καὶ τῆς τοῦ πνεύματος εὐωδίας καὶ 〈τῆς τοῦ〉 φωτὸς λαμπηδόνος γεγονέναι καὶ εἶναι γέν〈ν〉ημα θηλείας, νοῦν. τὸν 〈οὖν〉 ἄνωθεν σπινθῆρα, κάτω ἀναμεμιγμένον ἐν τοῖς πολυσυγκρίτοις 〈τοῦ〉 σώματος, σπεύδειν ἐκφεύγειν, ἐκφυγόντα 〈δὲ ἄνω〉 πορεύεσθαι, καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι δέσιν. διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως, κατὰ τὸν ψαλμῳδόν, ὡς λέγουσι.

Πᾶσα οὖν ἡ φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, 〈τοῦ〉 ἀνέμου, ἐπεγείραντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν 〈τέλειον υἱὸν〉 ποιήσαντος, οὐκ ὄντα αὐτοῦ, 〈ὡς〉 φάσκουσιν, ἴδ〈ι〉ον 〈κα〉τὰ 〈οὐσίαν〉. τὸν 〈οὖν〉 ἄνωθεν τέλειον λόγον τοῦ φωτὸς αὑτὸν ἀπομορφώσαντα εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα ἀνα(λ)αβεῖν δυνηθῇ. καὶ τοῦτο εἶναί 〈φασι〉 τὸ εἰρημένον· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπ(α)γμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφ(ὴν) δούλου λαβών». καὶ ταύτην εἶναι τὴν 〈δουλικὴν〉 μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπή(μ)ονες Σηθιανοί. ταῦτα μὲν οὖν καὶ οὗτοι λέγουσιν.

Ὁ δὲ πάνσοφος Σίμων οὕτως λέγει· ἀπέραντόν 〈τινα〉 εἶναι δύναμιν, ταύτην 〈δὲ〉 ῥίζωμα τῶν ὅλων εἶναι. ἔστι δέ [φησιν] ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατ᾽ αὐτὸν οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ [δὲ] τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλ᾽ εἶναι τοῦ πυρὸς τὴν φύσιν διπλῆν 〈τινα〉· καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δέ 〈τι〉 φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι.

Πάντα δέ, φησί, νενόμισται τὰ μέρη τοῦ πυρός, ὁρατὰ καὶ ἀόρατα, «φρόνησιν ἔχειν». γέγονεν οὖν, φησίν, ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. ἤρξατο δέ, φησίν, οὕτως γίνεσθαι· ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου λαβών. ταύτας γάρ 〈φησι τὰς〉 ῥίζας γεγονέναι κατὰ συζυγίαν ἀπὸ τοῦ πυρός, ἅστινας καλεῖ Νοῦν καὶ Ἐπίνοιαν, Φωνὴν καὶ Ὄνομα, Λογισμὸν καὶ Ἐνθύμησιν. εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις 〈ταύταις πᾶσαν〉 ὁμοῦ τὴν ἀπέραντον δύναμιν 〈δυνάμει, οὐκ ἐνεργείᾳ, ἥντινα ἀπέραντον δύναμιν〉 εἶναί φησι τὸν ἑστῶτα στάντα στησόμενον. ὃς 〈ἐὰν μὲν〉 ἐξεικονισθῇ, 〈ὢν〉 ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ 〈ἡ〉 αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλ〈λ〉άκτου καὶ ἀπεράντου δυνάμεως. ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ, ἀφανίζεται, φησί, καὶ ἀπόλλυται, οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ 〈ἢ〉 ἡ γεωμετρικὴ 〈ἐν〉 ἀνθρώπου ψυχῇ ὑπάρξασα, μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξοντα. αὑτὸν δὲ εἶναι ὁ Σίμω(ν) λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν ὑπὲρ τὰ πάντα. τα(ῦ)τα τοίνυν καὶ ὁ Σίμων.

Ὁ δὲ Οὐαλεντῖνος (κ)αὶ οἱ ἀπὸ τῆς τούτου σχολῆς εἶναι λέγουσι τὴν τοῦ π(α)ντὸς ἀρχὴν Πατέρα. καὶ ἐναντίᾳ δὲ δόξῃ προσφέρονται· οἱ μὲν γὰρ αὐτῶν μόνον 〈τὸν Πατέρα νομίζουσιν〉 εἶναι καὶ γεννητικόν, οἱ δὲ ἀδυνάτως 〈νομίζοντες〉 ἔχειν γεννᾶν ἄνευ θηλείας, καὶ τούτῳ σύζυγον προστιθέασι Σιγήν, Βυθὸν αὐτὸν ὀνομάσαντες. ἐκ τούτου 〈οὖν καί, ὥς〉 τινες, ἐκ τῆς συζύγου προβολὰς γεγονέναι ἕξ· Νοῦν καὶ Ἀλήθειαν, Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν, καὶ εἶναι ταύτην τὴν Ὀγδοάδα πρωτογενέτειραν. 〈ταύτην δέ,〉 τάς τε ἐν〈τ〉ὸς τοῦ Ὅρου προβολὰς γεγενημένας πάλιν καλεῖσθαι 〈τὰ〉 ἐντὸς πληρώματος 〈καὶ εἶναι πρῶτα〉· δεύτερα δὲ 〈εἶναι〉 τὰ ἐκτὸς πληρώματος, καὶ τρί〈τ〉α τὰ ἐκτὸς τοῦ Ὅρου, ὧν ἡ γέννησις τὸ ὑστέρημα ὑπάρχει. τὸ〈ν〉 δὲ 〈πατέρα τῶν ὅλων〉 ἐκ τοῦ ἐν ὑστερήματι προβληθέντος αἰῶνος γεγονέναι 〈θέλει〉, καὶ τοῦτον εἶναι δημιουργὸν λέγει, μὴ βουλόμενος αὐτὸν πρῶτον εἶναι θεόν, ἀλλὰ δυσφημῶν τε αὐτὸν καὶ τὰ ὑπ᾽ αὐτοῦ γεγενημένα.

Τὸν δὲ Χριστὸν ἐκ τοῦ ἐκτὸς πληρώματος 〈Πνεύματος ἁγίου καὶ δημιουργοῦ γεννηθέντα〉 κατεληλυθέναι ἐπὶ σωτηρίᾳ τοῦ ἀποπλανηθέντος πνεύματος, ὃ κατοικεῖ ἐν «τῷ ἔσω ἡμῶν ἀνθρώπῳ», ὃν σῳζόμενόν φησι τούτου χάριν τοῦ ἐνοικοῦντος. τὴν δὲ σάρκα μὴ σῴζεσθαι θέλει, «δερμάτινον χιτῶνα» 〈αὐτὴν〉 ἀποκαλῶν καὶ «ἄνθρωπον φθειρόμενον». ταῦτα 〈δὲ〉 ἐν ἐπιτομῇ ἐξεῖπον, πολλῆς ὕλης κατ᾽ αὐτοὺς τυγχανούσης καὶ διαφόρων γνωμῶν. οὕτως οὖν δοκεῖ καὶ τῇ Οὐαλεντίνου σχολῇ.

Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἶναι θεὸν οὐκ ὄντα, πεποιηκότα κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα, οὐκ ὂν καταβαλόμενόν τι σπέρμα, ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ 〈τὰς ῥίζας,〉 τὸ πρέμνον, τὰ φύλλα, τοὺς κλάδους, τὸν καρπόν, ἢ ὡς ᾠὸν ταοῦ ἔχον ἐν ἑαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν. καὶ τοῦτο εἶναί φησι τὸ τοῦ κόσμου σπέρμα, ἐξ οὗ τὰ πάντα γέγονεν· εἶχεν γὰρ ἐν ἑαυτῷ τὰ πάντα 〈τεθησαυρισμένα καὶ κατακείμενα ο〉ἷον οὐκ ὄντα, ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα.

Ἦν οὖν, φησί〈ν〉, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάν〈τα〉 τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης τῆς υἱότητος 〈τῆς〉 τριχῇ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ παχυμερές, τὸ δὲ ἀπο(κ)αθάρσεως δε(ό)μενον. τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον, ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος, διέσφυξε καὶ ἀνῆλθεν ἄ(ν)ω, καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι᾽ ὑπερβολ(ὴ)ν κάλλους, ἄλλη δὲ ἄλλως. ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη—πολὺ γὰρ ἐνδεεστέρα ἦν τῆς λεπτομεροῦς—, ἀνεπτέρωσε δὲ αὑτὴν τῷ Πνεύματι τῷ ἁγίῳ· τοῦτο γὰρ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται. ἡ δὲ τρίτη υἱότης ἀποκαθάρσεως δεῖται· αὕτη μεμένηκεν ἐν τῷ 〈μεγάλῳ〉 τῆς πανσπερμίας σωρῷ, καὶ αὐτὴ εὐεργετοῦσα καὶ εὐεργετουμένη.

Εἶναι δὲ 〈τὸ μέν〉 τι καλούμενον κόσμον, τὸ δέ 〈τι〉 ὑπερκόσμια· διαιρεῖται γὰρ ὑπ᾽ αὐτοῦ 〈τὰ ὄντα〉 εἰς δύο τὰς πρώτας διαιρέσεις. τὸ δὲ τούτων μέσον καλεῖ μεθόριον Πνεῦμα ἅγιον, ἔχον 〈ἐν ἑαυτῷ μένουσαν〉 τὴν ὀσμὴν τῆς υἱότητος. ἀπὸ 〈οὖν〉 τῆς πανσπερμίας τοῦ σωροῦ 〈καὶ〉 τοῦ κοσμικοῦ σπέρματος διέσφυξε καὶ ἐγεννήθη ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλει καὶ μεγέθει ἀνεκλαλήτῳ. οὗτος ὑψώσας ἑαυτὸν ἄχρι τοῦ στερεώματος ᾠήθη μὴ εἶναι ἑαυτοῦ ἐπάνω ἕτερον, καὶ ἐγένετο πάντων τῶν ὑποκειμένων φωτεινότερος καὶ δυνατώτερος πλὴν 〈μόνης〉 τῆς ὑπολελειμμένης υἱότητος 〈ἔτι ἐν τῇ πανσπερμίᾳ〉, ἣν ἠγνόει οὖσαν αὐτοῦ σοφωτέραν.

Οὗτος ο〈ὖν〉 τραπεὶς ἐπὶ τὴν τοῦ κόσμου δημιουργίαν πρῶτον γεννᾷ υἱὸν αὑτῷ, αὑτοῦ 〈πολὺ〉 κρείττονα, καὶ τοῦτον ἐκ δεξιῶν αὑτοῦ ἐκάθισε· καὶ ταύτην οὗτοι φάσκουσι τὴν Ὀγδοάδα. αὐτὸς οὖν 〈ὁ δημιουργὸς〉 τὴν οὐράνιον κτίσιν ἅπασαν ἐργάζεται. ἕτερος δὲ ἄρχων ἀπὸ τῆς πανσπερμίας 〈πάλιν〉 ἀνέβη, μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς τῆς ἐγκαταλελειμμένης υἱότητος, πολὺ δὲ ἐλάττω〈ν〉 τοῦ προτέρου· ὃν καλοῦσιν Ἑβδομάδα. οὗτός ἐστι πάντων τῶν ὑφ᾽ αὑτὸν ποιητὴς καὶ δημιουργὸς καὶ διοικητής, καὶ αὐτὸς ἑαυτῷ ποιήσας υἱὸν 〈ἑαυτοῦ〉 φρονιμώτερον καὶ σοφώτερον. ταῦτα δὲ πάντα κατὰ προλογισμὸν εἶναι ἐκείνου τοῦ οὐκ ὄντος 〈θεοῦ〉 λέγουσιν. εἶναι δὲ κόσμους καὶ διαστήματα ἄ(π)ειρα. 〈Ἐπὶ〉 δὲ τὸν Ἰησοῦν τὸν ἐκ Μαρίας κεχωρηκέναι τὴν 〈τοῦ〉 εὐαγγελίου δύναμι(ν), τὴν κατελθοῦσαν 〈ἄνωθεν〉 καὶ φωτίσασαν τόν τε τῆς Ὀγδοάδος 〈ἄρχοντος〉 υἱὸν καὶ 〈τὸν〉 τῆς Ἑβδομάδος 〈ἄρχοντος〉, ἐπὶ τῷ φωτίσαι καὶ φυλοκρινῆσαι καὶ καθαρίσαι τὴν καταλελειμμένην υἱότητα εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι. καὶ αὑτοὺς εἶναι υἱοὺς 〈τοῦ θεοῦ〉 φασιν, 〈οἳ〉 [ὅπου] τούτου χάριν εἰσὶν ἐν 〈τῷ〉 κόσμῳ 〈καταλελειμμένοι〉, ἵνα διδάξαντες τὰς ψυχὰς καθαρίσωσι καὶ ἅμα τῇ υἱότητι ἀνέλθωσι πρὸς τὸν ἄνω Πατέρα, 〈ὅπ〉οι ἡ πρώτη ἐχώρησεν υἱότης. καὶ ἕως τούτου συνεστάναι φάσκουσι τὸν κόσμον, ἕως πᾶσαι αἱ ψυχαὶ ἅμα τῇ υἱότητι χωρήσωσι.

ταῦτα δὴ καὶ Βασιλείδης τερατολογῶν οὐκ αἰσχύνεται. 〈Ἰ〉ουστῖνος δὲ καὶ αὐτὸς ὅμοια τούτοις τολμῶν οὕτως λέγει· τρεῖς εἶναι ἀρχὰς τῶν ὅλων ἀγεννήτους, ἀρρενικὰς δύο, θηλυ〈κὴ〉ν μίαν. τῶν δὲ ἀρρενικῶν ἡ μέν τις ἀρχὴ καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτω λεγόμενος, προγνώστης τῶν ὅλων, ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος καὶ ἄγνωστος καὶ ἀόρατος—Ἐλωεὶμ δὲ καλεῖται, φησίν, 〈οὗτος ὁ πατήρ〉. —ἡ 〈δὲ〉 θήλεια ἀπρόγνωστος, ὀργίλη, δίγνωμος, δισώματος—καθὼς ἐν τοῖς περὶ αὐτοῦ λόγοις λεπτομερῶς διηγησάμεθα· —τὰ μὲν 〈γὰρ〉 ἄνω αὐτὴν μέχρι βουβῶνός 〈φησιν〉 εἶναι παρθένον, ἀπὸ δὲ βουβῶνος τὰ κάτω ἔχιδνα〈ν〉. καλεῖται δὲ ἡ τοιαύτη 〈κόρη〉 Ἐδὲμ καὶ Ἰσραήλ. ταύτας φάσκει ἀρχὰς εἶναι τῶν ὅλων, ἀφ᾽ ὧν τὰ πάντα ἐγένετο.

Τὸν Ἐλωεὶμ δὲ ἀπρογνώστως ἐλθεῖν εἰς ἐπιθυμίαν τῆς μιξοπαρθένου, καὶ ἐπιμιγέντα 〈αὐτῇ〉 γεννῆσαι 〈ἑαυτῷ〉 ἀγγέλους δώδεκα· τούτων 〈δὲ〉 τὰ ὀνόματα 〈*〉 καὶ οἱ μὲν πατρικοὶ 〈ἄγγελοι τῷ πατρὶ〉 συναίρονται, οἱ δὲ μητρικοὶ τῇ μητρί. τούτους 〈δὲ τοὺς ἀγγέλους φησὶν〉 εἶναι τοῦ 〈παραδείσου ξύλα,〉 ἀλληγορικῶς εἰρηκότος Μωσέως τὰ ἐν τῷ νόμῳ γεγραμμένα.

Πεποιῆσθαι δὲ τὰ πάντα ὑπὸ τοῦ Ἐλωεὶμ καὶ τῆς Ἐδέμ, καὶ τὰ μὲν θηρία ἅμα τοῖς λοιποῖς 〈ζῴοις γενέσθαι〉 ἀπὸ τοῦ θηριώδους μέρους 〈τῆς Ἐδέμ,〉 τὸν δὲ ἄνθρωπον ἀπὸ τῶν ἄνωθεν τοῦ βουβῶνος 〈ἀνθρωποειδῶν μερῶν〉. καὶ τὴν μὲν Ἐδὲμ κατατεθεῖσθαι ἐν αὐτῷ τὴν ψυχήν— ἥτις αὐτῆς δύναμις ἦν—, 〈τὸν δὲ Ἐλωεὶμ τὸ πνεῦμα—ὅ τι αὐτοῦ δύναμις ἦν—〉.

Τοῦτον δὲ φάσκει μαθόντα 〈*〉 ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν καὶ καταλελοιπέναι τὴν Ἐδέμ. ἐφ᾽ ᾧ ὀργισθεῖσαν ταύτην πᾶσαν [τὴν] ἐπιβουλὴν ποιεῖσθαι κατὰ τοῦ π(ν)εύματος τοῦ Ἐλωείμ, ὅπερ κατέθετο ἐν τῷ ἀνθρώπῳ. καὶ τούτου χάριν ἀπεσταλκέναι τὸν πατέρα 〈Ἐλωεὶμ〉 τὸν Βαρούχ, διαταττόμενον 〈λαλεῖν〉 τοῖς προφήταις, ἵνα ῥυσθῇ τ(ὸ) πνεῦμα τοῦ Ἐλωείμ, καὶ πάντας ὑποσεσύρθαι ὑπὸ τῆς Ἐδέμ. ἀλλὰ καὶ τὸν Ἡρακλέα φάσκει προφήτην γεγονέναι, ἡττῆσθαι δὲ αὐτὸν ὑπὸ τῆς Ὀμφάλης—τουτέστιν ὑπὸ τῆς Βάβελ, ἣν 〈καὶ〉 Ἀφροδίτην ὀνομάζουσιν. — Ὕστερον δὲ «ἐν ταῖς ἡμέραις Ἡρώδου» γεγονέναι τὸν [δὲ] Ἰησοῦν, υἱὸν Μαρίας καὶ Ἰωσήφ, ᾧ τὸν Βαροὺχ φάσκει λελαληκέναι. καὶ τούτῳ δὲ ἐπιβεβουλευκέναι τὴν Ἐδέμ, μὴ δεδυνῆσθαι δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι 〈αὐτὸν〉 σταυρωθῆναι· οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει. καὶ πάντων δὲ οὕτως τῶν τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις 〈αὐτοῦ〉 πειθομένων 〈τὸ μὲν πνεῦμα τοῦ Ἐλωεὶμ〉 σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείψεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ὁ ἄφρων καλεῖ.

Οἱ δὲ Δοκηταὶ τοιαῦτα λέγουσιν· εἶναι τὸν πρῶτον θεὸν ὡς σπέρμα συκῆς, ἐκ δὲ τούτου ἐληλυθέναι τρεῖς αἰῶνας, ὡς τὸ πρέμνον καὶ τὰ φύλλα καὶ τὸν καρπόν. τούτους δὲ προβεβληκέναι τριάκοντα αἰῶνας, ἕκαστον 〈δέκα〉· ἡνῶσθαι δὲ αὐτοὺς κατὰ δέκα πάντας, μόνον δὲ θέσει διαφέρειν τινὰς τινῶν 〈ὡς〉 πρώτους, 〈δευτέρους καὶ τρίτους〉. προβεβλῆσθαι δὲ 〈αὐτοὺς〉 ἀπειράκις ἀπείρους αἰῶνας, καὶ εἶναι τοὺς πάντας ἀρρενοθήλεας. τούτους δὲ βουλευσαμένους, 〈πάντας〉 ὁμοῦ συνελθόντας εἰς τὸν μέσον αἰῶνα γεννῆσαι ἐκ παρθένου Μαρίας σωτῆρα τῶν πάντων, κατὰ πάντα ὅμοιον τῷ πρώτῳ [σώματι ἐν] σπέρματι 〈τῷ〉 συκίνῳ, ἑν〈ὶ〉 δὲ τούτῳ ἥττονα, τῷ γεννητὸν εἶναι· τὸ γὰρ 〈πρῶτον〉 σπέρμα, ὅθεν ἡ συκῆ, ἀγέννητον.

Ἦν οὖν τὸ μέγα τῶν αἰώνων 〈πλήρωμα〉 φῶς ὅλον, οὐδεμίαν ἐπιδεχόμενον κόσμησιν, ἔχον ἐν ἑαυτῷ πάντων τῶν ζῴων ἰδέας· τοῦτο 〈δὲ〉 ἐπιφοιτῆσαν εἰς τὸ ὑποκείμενον χάος παρεσχηκέναι αἰτίαν 〈πᾶσι〉 τοῖς γεγονόσι καὶ οὖσι· καταβα〈σῶ〉ν γὰρ ἄνωθεν 〈ἁπασῶν τῶν〉 ἰδεῶν αἰωνίων ἀπεμάξατο τὸ κάτω χάος τὰς μορφάς. ὁ δὲ τρίτος αἰών, ὁ ἑαυτὸν τριπλασιάσας, ὁρῶν τοὺς χαρακτῆρας αὑτοῦ πάντας κατασπωμένους εἰς τὸ κάτω σ(κ)ότος, οὐκ ἀγνοῶν τήν τε τοῦ σκότους δεινότητα καὶ τὴν τ(ο)ῦ φωτὸς ἀφειλότητα, ἐποίησεν οὐρανόν, καὶ μέσον πήξας «διεχώρισεν ἀ(νὰ) μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός». πασῶν οὖν τῶν ἰδεῶν τοῦ τρίτου αἰῶνος καὶ αὐτοῦ τὸ ἐκτύπωμα κρατεῖσθαί φασιν ὑπὸ τοῦ σκότους, 〈ὃ〉 πῦρ [ὢν αὖθις] ζῶν ἀπὸ [τοῦ] φωτὸς γενόμενον ὑπῆρξεν. ἐξ οὗ φάσκουσι τὸν μέγαν ἄρχοντα γεγονέναι, περὶ οὗ Μωϋσῆς ὁμιλεῖ, λέγων εἶναι τοῦτον θεὸν πύρινον καὶ δημιουργόν. ὃς καὶ τὰς ἰδέας πάντων 〈τῶν ζῴων〉 μεταβάλλει ἀεὶ εἰς σώμα〈τα〉, ταύτας τὰς 〈ἰδέας〉 ψυχὰς 〈καλοῦντες〉.

Οὗ χάριν 〈φ〉άσκουσι τὸν σωτῆρα παραγενηθῆναι, ἐπιδεικνύντα τὴν ὁδὸν δι᾽ ἧς φεύξονται αἱ κρατούμεναι ψυχαί. ἐνδεδύσθαι δέ 〈φασι〉 τὸν Ἰησοῦν τὴν δύναμιν ἐκείνην τὴν μονογενῆ· διὸ μὴ δύνασθαι θεαθῆναι ὑπό τινος 〈τῶν αἰώνων〉, μεταλλ〈αξ〉ομένων διὰ τὸ μέγεθος τῆς δόξης 〈αὐτοῦ〉. πάντα δὲ συμβεβηκέναι αὐτῷ φασι καθὰ ἐν τοῖς εὐαγγελίοις γέγραπται.

Οἱ δὲ περὶ 〈Μο〉νόϊμον τὸν Ἄραβά φασιν εἶναι τὴν τοῦ παντὸς ἀρχὴν 〈τὸν〉 πρῶτον ἄνθρωπον καὶ υἱὸν 〈τοῦ〉 ἀνθρώπου· καὶ τὰ γενόμενα 〈πάντα〉, καθὼς Μωσῆς λέγει, μὴ ἀπὸ τοῦ πρώτου ἀνθρώπου γεγονέναι, ἀλλ᾽ ἀπὸ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐχ ὅλου 〈δέ〉, ἀλλ᾽ ἐκ μέρους 〈τινὸς〉 αὐτοῦ. εἶναι γὰρ τὸν υἱὸν τοῦ ἀνθρώπου ἰῶτα—ὅ ἐστι δεκάς, κύριος ἀριθμός, ἐν ᾧ ἐστιν ἡ [τοῦ] παντὸς ἀριθμοῦ ὑπόστασις, δι᾽ οὗ πᾶς ἀριθμὸς συνέστηκεν καὶ ἡ τοῦ παντὸς γένεσις, πῦρ, ἀήρ, ὕδωρ, γῆ· —τοῦτον δὴ οὕτως 〈εἶναι〉 ἰῶτα ἕν, [καὶ] κεραία〈ν〉 μία〈ν〉, [τέλειον ἐκ τελείου] ῥυεῖσα〈ν〉 [κεραία] ἄνωθεν, πάντα ἔχουσα〈ν〉 [ὅσα καὶ] 〈ἐν ἑ〉αυτῇ ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

Γεγονέναι οὖν φησι τὸν κόσμον Μωϋσῆς ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσιν, 〈ταῖς ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα κατειλημμέναις 〈*〉 γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός,〉 ἐξ ὧν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. οἵ τε γὰρ κύβοι καὶ τὰ 〈εἰκοσάεδρα καὶ τὰ〉 ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα [ἴσα ἦν], ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου, 〈τέλειος ἐκ τελείου〉. ὅταν οὖν, φησί, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην 〈ποικίλως〉 εἰς 〈τὰ πάθη τὰ κατὰ τὴν〉 Αἴγυπτον, τὰ πάθη καταλέγει τοῦ κόσμου τῷ ἰῶτα ἀλληγορουμένως, οὐδὲ 〈εἰς〉 πλείον〈α〉 〈τ〉ῶν δέ〈κα〉 παθῶν 〈τὴν ῥάβδον〉 ἐσχημάτισεν. «Εἰ δέ», φησί, «θέλεις ἐπιγνῶναι τὸ πᾶν, ἐν σεαυτῷ ζήτησον τίς ὁ λέγων· ἡ ψυχή μου, ἡ σάρξ μου, ὁ νοῦς μου· καὶ 〈τίς ὁ〉 ἐν 〈σοὶ〉 ἕκαστον κατιδιοποιούμενος ὡς ἕτερος 〈σε〉αυτοῦ· τοῦτον 〈οὖν〉 νοή〈σεις〉, τέλειον ἐκ τελείου, πάντα ἴδια ἡγούμενον, τὰ οὐκ ὄντα καλούμενα καὶ τὰ [πάντα] ὄντα». ταῦτα μὲν οὖν καὶ Μονοΐμῳ δοκεῖ.

Τατιανὸς δὲ παραπλησίως τῷ Οὐαλεντίνῳ καὶ τοῖς ἑτέροις φησὶν αἰῶνας εἶναί τινας ἀοράτους, ἐξ ὧν ὑπό τινος 〈τῶν〉 κάτω τὸν κόσμον δεδημιουργῆσθαι καὶ 〈πάντα〉 τὰ ὄντα. κυνικωτέρῳ δὲ βίῳ ἀσκεῖται 〈καὶ〉 σχεδὸν οὐδὲν Μαρκίωνος ἀπεμφαίνει πρὸς [τε] τὴν δυσφημίαν 〈κατά τε τῆς γεννήσεως〉 καὶ τῆς περὶ γάμων νομοθεσίας. 〈Μ〉αρκίων δὲ ὁ Ποντικὸς καὶ Κέρδων ὁ τούτου διδάσκαλος καὶ αὐτοὶ ὁρίζουσιν εἶναι τρεῖς τὰς τοῦ παντὸς ἀρχάς· ἀγαθόν, δίκαιον, ὕλην. τινὲς δὲ τούτων μαθηταὶ 〈καὶ τετάρτην〉 προστιθέασι, λέγοντες ἀγαθόν, δίκαιον, πονηρόν, ὕλην. οἱ δὲ πάντες τὸν μὲν ἀγαθὸν οὐδὲν ὅλως πεποιηκέναι, τὸν δὲ δίκαιον—〈ὃν〉 οἱ μὲν 〈καὶ〉 [τὸν] πονηρόν, οἱ δὲ μόνον δίκαιον ὀνομάζουσι—πεποιηκέναι [δὲ] τὰ πάντα φάσκουσιν ἐκ τῆς ὑποκειμένης ὕλης. πεποιηκέναι δὲ οὐ καλῶς, ἀλλ᾽ ἀλόγως· ἀνάγκη γὰρ τὰ γενόμενα ὅμοια εἶναι τῷ πεποιηκότι. διὸ καὶ ταῖς παραβολαῖς ταῖς εὐαγγελικαῖς χρῶνται, οὕτως λέγοντες· «οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν» καὶ τὰ ἑξῆς, εἰς τοῦτο φάσκων εἰρῆσθαι 〈ταῦτα〉, τὰ ὑπ᾽ αὐτοῦ κακῶς νοθευόμενα.

Τὸν δὲ Χριστὸν υἱὸν εἶναι τοῦ ἀγαθοῦ 〈θέλει〉 καὶ ὑπ᾽ αὐτοῦ πεπέμφθαι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν. ὃν «〈τὸν〉 ἔσω ἄνθρωπον» καλεῖ, ὡς ἄνθρωπον 〈αὐτὸν〉 φανέντα λέγων, οὐκ ὄντα ἄνθρωπον, καὶ ὡς ἔνσαρκον, οὐκ 〈ὄντα〉 ἔνσαρκον, δοκήσει 〈τε〉 πεφηνότα, οὔτε γένεσιν ὑπομείναντα οὔτε πάθος ἀλλ᾽ ἢ τῷ δοκεῖν. σάρκα δὲ οὐ θέλει ἀνίστασθαι. γάμον δὲ φθορὰν εἶναι λέγει, κυνικωτέρῳ βίῳ προσάγων τοὺς μαθητάς, ἐν τούτῳ νομίζων λυπεῖν τὸν δημιουργόν, εἰ τῶν ὑπ᾽ αὐτοῦ γεγονότων ἢ ὡρισμένων ἀπέχοιτο.

Ἀπελλῆς δέ, ὁ τούτου μαθητ(ή)ς, ἀπαρεσθεὶς τοῖς ὑπὸ τοῦ διδασκάλου εἰρημένοις, καθὰ προείπομεν, ἄλλῳ λόγῳ ὑπέθετο τέσσαρας εἶναι θεούς, ὧν ἕνα φάσκει 〈ἀγαθόν〉—ὃν οὔτε 〈ὁ νόμος οὔτε〉 οἱ προφ(ῆ)ται ἔγνωσαν· οὗ εἶναι υἱὸν τὸν Χριστόν—, ἕτερον δὲ τὸν δημιουργὸν τοῦ παντός—ὃν οὐ θεὸν 〈ἀλλὰ δύναμιν θεοῦ〉 εἶναι θέλει—, ἕτερον δὲ πύρινον—τὸν 〈Μωσεῖ〉 φανέντα—, ἕτερον δὲ πονηρόν· οὓς ἀγγέλους καλεῖ· προσθεὶς δὲ τὸν Χριστὸν καὶ πέμπτον ἐρεῖ.

Προσέχει δὲ 〈ἐν〉 βίβλῳ, ἣ〈ν〉 Φανερώσεις καλεῖ, Φιλουμένης τινὸς 〈λόγοις〉, ἣν προφῆτιν νομίζει. τὴν δὲ σάρκα τὸν Χριστὸν οὐκ ἐκ τῆς παρθένου λέγει προσειληφέναι, ἀλλ᾽ ἐκ τῆς παρακειμένης τοῦ κόσμου οὐσίας. οὗτος κατὰ τοῦ νόμου καὶ τῶν προφητῶν συντάγματα ἐποίησε, «καταλύειν αὐτοὺς» ἐπιχειρῶν ὡς ψευδῆ λελαληκότας καὶ θεὸν μὴ ἐγνωκότας. σάρκας δὲ ἀπόλ〈λ〉υσθαι ὁμοίως Μαρκίωνι λέγει.

Κήρινθος δέ, ὁ ἐν τῇ Αἰγύπτῳ ἀσκηθείς, 〈καὶ〉 αὐτὸς οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ τὸν κόσμον γεγονέναι ἠθέλησεν, ἀλλ᾽ ὑπὸ δυνάμεώς τινος ἀγγελικῆς, πολὺ κεχωρισμένης καὶ διεστώσης τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας καὶ ἀγνοούσης τὸν ὑπὲρ 〈τὰ〉 πάντα θεόν. τὸν δὲ Ἰησοῦν λέγει μὴ ἐκ παρθένου γεγεν〈ν〉ῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱόν, ὁμοίως τοῖς λοιποῖς 〈ἅπασιν〉 ἀνθρώποις, καὶ δι(ε)νηνοχέναι ἐν δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ συνέσει ὑπὲρ πάντας τοὺς λοιπούς. καὶ μετὰ τὸ βάπτισμα κατεληλυθέναι εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς· καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα καὶ δυνάμεις ἐπιτελέσαι. πρὸς δὲ τῷ τέλει, 〈κατὰ τὸν καιρὸν〉 τοῦ πάθους ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ· πεπονθέναι 〈μὲν οὖν καὶ ἐγηγέρθαι〉 τὸν Ἰησοῦν, τὸν δὲ Χριστὸν ἀπαθῆ 〈δια〉μεμενηκέναι, πνευματικὸν ὑπάρχοντα.

Ἐβιωναῖοι δὲ τὸν μὲν κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι λέγουσι, τὰ δὲ 〈περὶ τὸν〉 Χριστὸν ὁμοίως Κηρίνθῳ. ζῶσι δὲ 〈τὰ〉 πάντα κατὰ 〈τὸν〉 νόμον Μωϋσῆ, οὕτω φάσκον(τ)ες δικαιοῦσθαι. Θεόδοτος (δὲ) ὁ Βυζάντιος εἰσηγήσατο αἵρεσιν τοιάνδε, φάσκων τὰ μὲν ὅλα ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὸν δὲ Χριστόν, ὁμοίως τοῖς προειρημένοις γνωστικοῖς, φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι. εἶναι μὲν τὸν Ἰησοῦν ἄνθρωπον κ(οι)νὸν πᾶσιν, ἐν δὲ τούτῳ διαφέρειν, ὅτι κατὰ βουλὴν θεοῦ γεγένηται ἐκ παρθένου, ἐπισκιάσαντος τοῦ ἁγίου πνεύματος 〈τ〉ὸν ἐν τῇ παρθένῳ σαρκωθέντ(α)· ὕστερον δὲ ἐπὶ τοῦ βαπτίσματος κατεληλυθέναι τὸν Χριστὸν ἐπὶ τὸν Ἰησοῦν ἐν εἴδει περιστερᾶς. ὅθεν φησὶ μὴ πρότερον «τὰς δυνάμεις 〈ἐν〉 αὐτῷ ἐνεργηθῆναι». θεὸν δὲ οὐκ εἶναι τὸν Χριστὸν θέλει. καὶ τοιαῦτα 〈δὴ καὶ〉 Θεόδοτος.

Ἕτεροι δὲ [καὶ] ἐξ αὐτῶν πάντα τοῖς προειρημένοις 〈Θεοδοτιανοῖς ὁμοίως〉 λέγουσι〈ν〉, 〈ἐν〉 ἑν〈ὶ δὲ〉 μόνῳ ἐνδιαλλάξαντες, ἐν τῷ τὸν Μελχισεδὲκ ὡς δύναμίν τινα ὑπειληφέναι, φάσκοντες αὐτὸν ὑπὲρ πᾶσαν δύναμιν ὑπάρχειν· οὗ κατ᾽ εἰκόνα [δὲ] εἶναι τὸν Χριστὸν θέλουσιν.

Οἱ δὲ Φρύγες, ἐκ Μοντανοῦ τινος καὶ Πρισκίλλης καὶ Μαξιμίλλης τὰς ἀρχὰς τῆς αἱρέσεως λαβόντες, προφήτιδας τὰ γύναια νομίζουσι καὶ προφήτην τὸν Μοντανόν. 〈οὗτοι〉 τὰ μὲν περὶ τῆς τοῦ παντὸς ἀρχῆς καὶ δημιουργίας ὀρθῶς λέγουσι [νομίζουσι], καὶ τὰ περὶ τὸν Χριστὸν οὐκ ἀλλοτρίως παρειλήφασιν, ἐν δὲ τοῖς προειρημένοις 〈προφήταις〉 σφάλλονται· ὧν τοῖς λόγοις ὑπὲρ τὰ εὐαγγέλια προσέχοντες πλανῶνται, 〈καὶ〉 νηστείας καινὰς [καὶ] 〈παρὰ τὰς〉 παραδόσεις ὁρίζοντες.

Ἕτεροι δὲ 〈ἐξ〉 αὐτῶν, τῇ τῶν Νοητιανῶν αἱρέσει προσκείμενοι, τὰ μὲν περὶ τὰ γύναια καὶ 〈τὸν〉 Μοντανὸν ὁμοίως δοκοῦσι, τὰ δὲ περὶ 〈τὸν〉 τῶν ὅλων πατέρα δυσφημοῦσιν, 〈τὸν〉 αὐτὸν εἶναι υἱὸν καὶ πατέρα λέγοντες, ὁρατὸν καὶ ἀόρατον, γεννητὸν καὶ ἀγέννητον, θνητὸν καὶ ἀθάνατον, τούτων τὰς ἀφορμὰς ἀπὸ Νοητοῦ τινος λαβόντες.

Ὁμοίως δὲ καὶ Νοητός, τῷ μὲν γένει ὢν Σμυρναῖος, ἀνὴρ 〈δὲ〉 ἀκριτόμυθος καὶ ποικίλος, εἰσηγήσατο τοιάνδε αἵρεσιν—ἐξ Ἐπιγόνου τινὸς εἰς Κλεομένην χωρήσασαν καὶ οὕτως ἕως νῦν ἐπὶ τοῖς διαδόχοις διαμείνασαν—, λέγων ἕνα 〈εἶναι θεὸν〉 τὸν πατέρα καὶ τὸν τῶν ὅλων 〈δημιουργόν〉 [τοῦτον πάντα πεποιηκότα]· ἀφανῆ μὲν 〈γὰρ〉 τοῖς ἀνθρώποις γεγονέναι ὅτε ἠβούλετο, φανῆναι δὲ τότε ὅτε ἠθέλησε. καὶ τοῦτον εἶναι ἀόρατον 〈μὲν〉 ὅταν μὴ ὁρᾶται, ὁρατὸν δὲ ὅταν ὁρᾶται· ἀγέννητον μὲν ὅταν μ(ὴ) γεννᾶται, γεννητὸν δὲ ὅταν γεννᾶται ἐκ παρθένου· ἀπαθῆ 〈μὲν〉 καὶ ἀθάνατον, ὅταν (μ)ὴ π(ά)σχῃ μηδὲ θνῄσκῃ, ἐπὰν δὲ πάθει προσέλθῃ, πάσχειν καὶ θνῄσκειν. τοῦτον 〈οὖν〉 τὸν πατέ(ρ)α αὐτὸν 〈καὶ〉 υἱὸν ὀνομάζουσι, κατὰ καιροὺς καλούμενον πρὸς τὰ συμβαίνοντα.

Τούτων τὴν αἵρεσιν ἐκράτυνε Κάλλιστος—οὗ τὸν βίον ἐκτεθείμεθα ἀσφαλῶς—, ὃς καὶ αὐτὸς αἵρεσιν ἀπεγέννησεν. ἐξ ὧν 〈οὗν〉 ἀφορμὰς λαβὼν καὶ αὐτὸς ὁμολογεῖ ἕνα εἶναι θεὸν τὸν πατέρα καὶ τὸν δημιουργὸν τοῦ παντός· τοῦτον δὲ εἶναι 〈τὸν Λόγον〉, ὀνόματι μὲν υἱὸν 〈καὶ πατέρα〉 λεγόμενον καὶ ὀνομαζόμενον, οὐσίᾳ δὲ 〈ἓν〉 ὄντα, 〈τὸ πνεῦμα ἀδιαίρετον〉. πνεῦμα γάρ, φησίν, ὁ θεὸς 〈ὤν〉, οὐχ ἕτερόν ἐστι παρὰ τὸν Λόγον ἢ ὁ Λόγος παρὰ τὸν θεόν· ἓν οὖν τοῦτο πρόσωπον, ὀνόματι μὲν μεριζόμενον, οὐσίᾳ δὲ οὔ. τοῦτον 〈οὖν〉 τὸν Λόγον, 〈ὃν〉 ἕνα [εἶναι] θεὸν ὀνομάζει, [καὶ] σεσαρκῶσθαι λέγει· καὶ τὸν μὲν κατὰ σάρκα ὁρώμενον καὶ κρατούμενον υἱὸν εἶναι θέλει, τὸ δὲ 〈αὐτῷ〉 ἐνοικοῦν 〈πνεῦμα〉 πατέρα, ποτὲ μὲν τῷ Νοητοῦ δόγματι προσρηγν(ύ)μενος, ποτὲ δὲ τῷ Θεοδότου, μηδέν 〈τε〉 ἀσφαλὲς κρατῶν. ταῦτα τοίνυν 〈καὶ〉 Κάλλιστος. 〈Ἑ〉ρμογένης δέ τις, καὶ αὐτὸς θελήσας τι 〈καινὸν〉 λέγειν, ἔφη τὸν θεὸν ἐξ ὕλης συγχρόνου 〈καὶ ἀγενήτου〉 καὶ ὑποκειμένης τὰ πάντα πεποιηκένα(ι)· ἀδυνάτως γὰρ ἔχειν τὸν θεὸν μὴ οὐχὶ ἐξ ὄντων τὰ γενόμενα ποιεῖν.

Ἕτεροι δέ τινες, ὡς καινόν τι παρεισάγοντες, ἐκ πασῶν αἱρέσεων 〈μύθους〉 ἐρανισάμενοι, ξένην βίβλ(ον) 〈ἐ〉σκευάσαντο, 〈ἀπὸ〉 Ἠλχασαΐ τινος ἐπονομαζομένην. οὗτοι 〈περὶ〉 τὴν μὲν ἀρχὴν τοῦ παντὸς ὁμοίως 〈ἡμῖν〉 ὁμολογοῦσιν, ὑπὸ τοῦ θεοῦ 〈τὰ πάντα λέγοντες〉 γεγονέναι, Χριστὸν δὲ ἕνα οὐχ ὁμολογοῦσιν, ἀλλ᾽ εἶναι τὸν μὲν ἄνω ἕνα, αὐτὸν δὲ μεταγγίζεσθαι ἐν σ(ώ)μασί 〈τε〉 π(ο)λλ(οῖς) πολλάκι(ς) καὶ νῦν δὴ ἐν τῷ Ἰησοῦ. ὁμο(ί)ως (δὲ) 〈τὸν Ἰησοῦν〉 ποτὲ μὲν ἐκ τοῦ θεοῦ 〈θέλουσι〉 γεγενῆσθαι, ποτὲ δὲ πνεῦμα γεγονέναι, ποτὲ μὲν ἐκ πα(ρ)θένου, ποτὲ δὲ οὔ. καὶ τοῦτον δὲ μετέπειτα ἀεὶ ἐν σώμασι μ(ετ)αγγίζεσθα(ι) καὶ ἐν πολλοῖς κατὰ καιροὺς δείκνυσθαι. χρῶνται δὲ 〈καὶ〉 ἐπα(οι)δαῖς καὶ 〈δαιμόνων ἐπικλήσεσι καὶ〉 βαπτίσμασιν ἐπὶ τῇ τῶν στοιχείων ὁμολογίᾳ. σεσόβηνται δὲ περ(ὶ) ἀ(στρ)ολογίαν καὶ μαθηματικὴν καὶ μαγικήν, 〈καὶ〉 προγν(ω)στικοὺς δὲ ἑαυτοὺς λέγουσιν. 〈**〉 〈κελεύσαντος〉 τοῦ θεοῦ μετοικεῖ ἐκ Μεσοποταμίας πόλεως Χαρρὰν εἰς τὴν νῦν μὲν Παλαιστίνην καὶ Ἰουδαίαν προσαγορευομένην χώραν, τότε δὲ Χαναανῖτιν, περὶ ἧς καὶ κατὰ τοῦτο τὸ μέρος τὸν λόγον οὐκ ἀμελῶς παρεδώκαμεν ἐν ἑτέραις βίβλοις.