Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Ἱππόλυτος Ῥώμης

Βιβλίο Ι΄ (Β΄ Μέρος): Ο περί αληθείας λόγος

Η ορθόδοξη διδασκαλία περί του ενός αληθινού Θεού, της δημιουργίας εκ του μη όντος, του αυτεξουσίου του ανθρώπου, και της ενανθρωπήσεως του Λόγου, με προτροπή προς όλα τα έθνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 9 από 9

διὰ τούτου τοίνυν γίνεται ἡ καταρχὴ τῆς κατὰ τὴν Ἰουδαίαν αὐξήσεως, ἥτις τὴν προσηγορίαν μετέσχεν 〈τοῦ ὀνόματος〉 ἐξ Ἰούδα, παιδὸς τοῦ Ἰακὼβ τοῦ τετάρτου· οὗ καὶ 〈Ἰσραὴλ τὸ ὄνομα〉 κέκληται, διὰ τὸ ἐξ αὐτοῦ τὸ βασιλικὸν γένος 〈εἶναι. Ἁβραὰμ μὲν οὖν〉 μετο(ι)κεῖ τῆς Μεσοποταμίας 〈ἐτῶν γενόμενος οεʹ, καὶ〉 ἑκατοντούτης γενόμενος 〈γεννᾷ τὸν Ἰσαάκ· ὁ δὲ Ἰσαὰκ ἐτῶν〉 γενόμενος ξʹ γεννᾷ τὸν Ἰακώβ· ὁ δὲ Ἰακὼβ ἐτῶν πϛʹ γεννᾷ τὸν Λευΐ· ὁ δὲ Λευῒ ἐτῶν μʹ γεννᾷ τὸν Κάαθ· ὁ δὲ Κάαθ ἐτῶν 〈ἐγένετο δʹ〉 ἡνίκα συγκατῆλθε τῷ Ἰακὼβ εἰς Αἴγυπτον. γίνεται τοίνυν πᾶς ὁ χρόνος ὃν παρῴκησεν Ἁβραὰμ καὶ πᾶν τὸ αὐτοῦ γένος κατὰ τὸν Ἰσαὰκ [τῇ] ἐν τῇ τότε καλουμένῃ Χαναανίτιδι γῇ ἔτη σιεʹ.

Τούτου δὲ γίνεται 〈πατὴρ〉 Θάρρα, τούτου Ναχώρ, τούτου Σερούχ, 〈τούτου Ῥαγαύ, τούτου Φάλεκ, τούτου Ἔβερ,〉 ὅθεν καὶ τὸ Ἑβραίους καλεῖσθαι 〈τοὺς Ἰουδαίους. ἐπὶ δὲ τοῦ Φάλεκ διεσπάρησαν οἱ ἔκγονοι τοῦ Νῶε·〉 ἦσαν δὲ οὗτοι οβʹ, 〈ἐξ ὧν καὶ οβʹ〉 ἔθνη· ὧν καὶ τὰ ὀνόματα ἐκτεθείμεθα ἐν ἑτέραις βίβλοις, μηδὲ τοῦτο παραλιπόντες, κατὰ 〈τὸν ἡμέτερον〉 τρόπον βουλόμενοι τοῖς φιλομαθέσιν ἐπιδεικνύναι ἣν ἔχομεν στοργὴν περὶ τὸ θεῖον τήν τε ἀδίστακτον γνῶσιν, ἣν ἐν πόνοις κεκτήμεθα, περὶ τὴν ἀλήθειαν.

Τούτου δὲ τοῦ Ἔβερ γίνεται πατὴρ Σάλα, τούτου δὲ Καϊνάν, τούτου δὲ Ἀρφαξ〈ά〉δ· οὗ γίνεται 〈πατὴρ〉 Σήμ, τούτου δὲ Νῶε. ἐφ᾽ οὗ ὁ κατὰ πάντα 〈τὸν〉 κόσμον γίνεται κατακλυσμός, οὗ οὔτε Αἰγύπτιοι οὔτε Χαλδαῖοι οὔτε Ἕλληνες μέμνηνται—ὧν κατὰ τόπους ὅ τε ἐπὶ τοῦ Ὠγύγου καὶ 〈ὁ ἐπὶ τοῦ〉 Δευκαλίωνος γεγένηνται κατακλυσμοί. —εἰσὶν οὖν 〈ἀπὸ τοῦ Ἔβερ〉 [καὶ] ἐπὶ τούτου γενεαὶ πέντε, ἔτη υϙεʹ. οὗτος εὐσεβέστατος γενόμενος καὶ θεοφιλής, μόνος ἅμα 〈τῇ〉 γυναικὶ καὶ 〈τοῖς τρισὶ〉 τέκνοις καὶ ταῖς τούτων τρισὶ γυναιξὶ διέφυγε τὸν γενόμενον κατακλυσμόν, ἐν κιβωτῷ διασωθείς, ἧς καὶ τὰ μέτρα καθ〈αρ〉ῶς ἐκτεθείμεθα καὶ τὰ λείψανα ἕως νῦν ἀποδείκνυται ἐν ὄρεσιν Ἀραρὰδ καλουμένοις, οὖσι πρὸς τὴν τῶν Ἀδιαβηνῶν χώραν. ἐνιδεῖν οὖν ἔστι τοῖς φιλοπόνως ἱστορεῖν βουλομένοις, ὡς φανερῶς ἐπιδέδεικται τὸ τῶν θεοσεβῶν γένος ἀρχαιότερον 〈ὂν〉 πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων. τί δὲ καὶ τοὺς ἐπάνω τοῦ Νῶε καὶ θεοσεβεῖς καὶ θεοῦ (ὁ)μιλητὰς ὀνομάζειν νῦν χρή, ἱκανῆς οὔσης [τῆς] πρὸς τὸ προκείμενον ταύτης τῆς περὶ ἀρχαιότητος μαρτυρίας;

Ἀλλ᾽ ἐπεὶ οὐκ ἄλογον 〈ἐ〉δόκει ἐπιδεῖξαι ταῦτα τὰ περὶ σοφίαν ἠσχολημένα ἔθνη μεταγενέστερα ὄντα τῶν θεὸν σεβασάντων, εὔλογον 〈κρίνομεν νῦν〉 εἰπεῖν καὶ πόθεν τὸ γένος αὐτοῖς καὶ πόθεν, μετοικήσαντες 〈ἐν〉 ταύταις ταῖς χώραις, οὐ τὸ ὄνομα ἐξ αὐτῶν τῶν χωρῶν μετέσχον, ἀλλ᾽ αὐτοὶ προσεποίησαν ἐκ τῶν πρώτως ἀρξάντων καὶ 〈τὴν γῆν〉 κατοικησάντων. γίνονται 〈μὲν οὖν〉 τῷ Νῶε τρεῖς παῖδες· Σήμ, Χάμ, Ἰάφεθ, ἐκ τούτων 〈δὲ〉 πᾶν γένος ἀνθρώπων πεπλήθυνται καὶ πᾶσα χώρα κατοικεῖται. ῥῆμα γὰρ θεοῦ ἐπ᾽ αὐτοὺς ἴσχυσεν εἰπόντος· «αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν». τοσοῦτον 〈οὖν〉 δυνηθέντος ἑνὸς ῥήματος γεννῶνται ἐκ τῶν τριῶν παῖδες κατὰ γένος οβʹ· ἐκ μὲν τοῦ Σὴμ κεʹ, ἐκ δὲ τοῦ Ἰάφεθ ιεʹ, ἐκ δὲ τοῦ Χὰμ λβʹ. τῷ δὲ Χὰμ γίνονται παῖδες ἐκ τῶν προειρημένων λβʹ οὗτοι· Χανάν, ἐξ οὗ Χαναναῖοι, Με〈σ〉τραείμ, ἐξ οὗ Αἰγύπτιοι, Χούς, ἐξ οὗ Αἰθίοπες, Φούδ, ἐξ οὗ Λίβυες. οὗτοι 〈ἐν μὲν〉 τῇ κατ᾽ αὐτοὺς φωνῇ ἕως νῦν τῇ τῶν προγόνων προσηγορίᾳ καλοῦνται, εἰς δὲ τὸ Ἑλληνικὸν οἷς νῦν ὀνόμασι κέκληνται 〈μετ〉ονομάζονται.

Εἰ δὲ μήτε τὸ οἰκεῖσθαι τὰς τούτων χώρας πρότερον [ἦν], μήτε ἀρχὴν γένος 〈τι〉 ἀνθρώπων δείκνυται, οὗτοι δὲ 〈οἱ〉 υἱοὶ τοῦ Νῶε ἀνδρὸς θεοσεβοῦς γίνονται 〈μαθηταί〉, ὡς καὶ αὐτὸς μαθ(η)τὴς γεγένηται ἀνδρῶν θεοσεβῶν—οὗ χάριν διέφυγε πολλοῦ ὕδατος πρόσκαιρον ἀπειλήν—, πῶς οὐ προγενέστεροι ἦσαν 〈οἱ〉 θεοσεβεῖς πάντων Χαλδαίων, Αἰγυπτίων, Ἑλλήνων—ὧν πατὴρ ἐκ τούτου 〈τοῦ〉 Ἰάφεθ γεννᾶται, 〈τὸ〉 ὄνομα Ἰωύαν, ἐξ οὗ Ἕλληνες καὶ Ἴωνες; —εἰ δὲ τὰ περὶ φιλοσοφίαν ἀπασχοληθέντα ἔθνη πολλῷ μεταγενέστερα τοῦ τῶν θεοσεβῶν γένους καὶ 〈τοῦ〉 κατακλυσμοῦ πάντως δείκνυται, πῶς οὐχὶ καὶ 〈τὰ〉 βάρβαρα καὶ ὅσα ἐν 〈τῷ〉 κόσμῳ γνωστά τε καὶ ἄγνωστά 〈ἐστιν ἔθνη〉 νεώτερα τούτων φανήσεται; τούτου τοίνυν τοῦ λόγου κρατήσαντες μάθετε, Ἕλληνες, Αἰγύπτιοι, Χαλδαῖοι καὶ πᾶν γένος ἀνθρώπων, τί τὸ θεῖον καὶ 〈τίς〉 ἡ τούτου εὔτακτος δημιουργία, παρ᾽ ἡμῶν τῶν φίλων τοῦ θεοῦ καὶ μὴ κομπῷ λόγῳ τοῦτο ἠσκηκότων, ἀλλ᾽ ἐ〈ν〉 ἀληθείας γνώσει καὶ ἀσκήσει σωφροσύνης εἰς ἀπόδειξιν αὐτοῦ λόγους ποιουμένων.

Θεὸς εἷς, ὁ πρῶτος καὶ μόνος καὶ ἁπάντων ποιητὴς καὶ κύριος, σύγχρονον ἔσχεν οὐδέν· οὐ χάος ἄπειρον, οὐχ ὕδωρ ἀμέτρητον, οὐ γῆν στερράν, οὐκ ἀέρα πυκνόν, οὐ πῦρ θερμόν, οὐ πνεῦμα λεπτόν, οὐκ οὐρανοῦ μεγάλου κυανέαν ὀροφήν· ἀλλ᾽ ἦν εἷς, μόνος 〈ἐφ᾽〉 ἑαυτοῦ. ὃς θελήσας ἐποίησε τὰ ὄντα, οὐκ ὄντα πρότερον πλὴν ὅτε 〈αὐτὸς〉 ἠθέλησε ποιεῖν. ὃς ἔμπειρος ὢν τῶν ἐσομένων—πάρεστι γὰρ αὐτῷ καὶ πρόγνωσις—, διαφόρους τέ〈σσαρας〉 τοῖς ἐσομένοις ἀρχὰς πρότερον ἐδημιούργει— πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆν—, ἐξ ὧν διάφορον τὴν ἑαυτοῦ κτίσιν ἐποίει, καὶ τὰ μὲν μονοούσια, τὰ δὲ ἐκ δύο, τὰ δὲ ἐκ τριῶν, τὰ δὲ ἐκ τεσσάρων συνεδέσμει. καὶ τὰ μὲν ἐξ ἑνὸς ἀθάνατα ἦν—λύσις γὰρ 〈αὐτοῖς〉 οὐ παρακολουθεῖ· τὸ γὰρ ἓν οὐ λυθήσεται πώποτε—, τὰ δὲ ἐκ δύο ἢ τριῶν ἢ τεσσάρων λυτά. διὸ καὶ θνητὰ ὀνομάζεται· θάνατος γὰρ τοῦτο κέκληται, ἡ τῶν δεδεμένων λύσις.

Ἱκανὸν οὖν νῦν 〈ἐστι ταῦτα〉 τοῖς εὗ φρονοῦσιν ἀποκεκρίσθαι—οἳ εἰ φιλομαθήσουσι καὶ τὰς τούτων οὐσίας καὶ τὰς αἰτίας τῆς κατὰ 〈τὸ〉 πᾶν δημιουργίας ἐπιζητήσουσιν, εἴσονται ἐντυχόντες ἡμῶν 〈τῇ〉 βίβλῳ περιεχούσῃ Περὶ τῆς τοῦ παντὸς οὐσίας· —τὸ δὲ νῦν ἱκανὸν 〈δοκεῖ〉 εἶναι ἐκθέσθαι τὰς αἰτίας. ἃς οὐ γνόντες Ἕλληνες κομπῷ τῳ λόγῳ τὰ μέρη τῆς κτίσεως ἐδόξασαν, τὸν κτίσαντα ἀγνοήσαντες. 〈ἀφ᾽〉 ὧν ἀφορμὰς σχόντες οἱ αἱρεσιάρχαι, ὁμοίοις λόγοις τὰ ὑπ᾽ ἐκείνων προειρημένα μετασχηματίσαντες, αἱρέσεις καταγελάστους συνεστήσαντο.

Οὗτος οὖν 〈ὁ〉 μόνος καὶ κατὰ πάντων θεὸς Λόγον πρῶτον ἐννοηθεὶς ἀπογεννᾷ· οὐ 〈δὲ〉 Λόγον ὡς φωνήν, ἀλλ᾽ ἐνδιάθετον τοῦ παντὸς λογισμόν. τοῦτον 〈οὖν〉 μόνον ἐξ ὄντων ἐγέννα· τὸ γὰρ ὃν αὐτὸς ὁ πατὴρ ἦν, ἐξ οὗ τὸ γεννηθέν. 〈κ〉αὶ αἴτιον τοῖς γινομένοις Λόγος ἦν, ἐν 〈ἑ〉αυτῷ φέρων τὸ θέλειν τοῦ γεγεν〈ν〉ηκότος, οὐκ ἄπειρός 〈τε ὢν〉 τῆς τοῦ πατρὸς ἐννοίας. ἅμα γὰρ τῷ ἐκ τοῦ γεννήσαντος προελθεῖν, πρωτότοκος τούτου γενόμενος, 〈ὡς〉 φωνὴν εἶχεν ἐν ἑαυτῷ τὰς ἐν τῷ πατρικῷ 〈νῷ〉 ἐννοηθείσας ἰδέας. ὅθεν κελεύοντος πατρὸς γίνεσθαι 〈τὸν〉 κόσμον, τὸ κατὰ ἓν Λόγος ἀπετέλει τὸ ἀρέσκον θεῷ.

Καὶ τὰ μὲν (ἐ)πὶ γενέσει πλη(θ)ύνοντα ἄρσενα καὶ θήλεα εἰργάζετο, ὅσα δὲ πρὸς ὑπηρεσίαν καὶ λειτουργίαν 〈ἐστίν〉, ἢ ἄρσενα [ἢ] θηλειῶν μὴ προσδεόμενα, ἢ οὔτε ἄρσενα οὔτε θήλεα. καὶ γὰρ αἱ τούτων πρῶται οὐσίαι, 〈αἱ〉 ἐξ οὐκ ὄντων γενόμεναι—πῦρ καὶ πνεῦμα, ὕδωρ καὶ γῆ—, οὔτε ἄρσενα οὔτε θήλεα ὑπάρχει, 〈οὐδ᾽ ἐξ〉 ἑκάστη〈ς〉 τούτων δύν〈α〉ται προελθεῖν ἄρσενα καὶ θήλεα, πλὴν εἰ βούλοιτο ὁ κελεύων θεός, ἵνα Λόγος ὑπουργῇ. ἐκ πυρὸς 〈καὶ πνεύματος μὲν οὖν〉 εἶναι ἀγγέλους ὁμολογῶ, καὶ οὐ τούτοις παρεῖναι θηλείας λέγω· ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας ὁμοίως ἐκ πυρὸς καὶ πνεύματος, καὶ οὔτε ἄρσενας οὔτε θηλείας 〈εἶναι〉 νενόμικα. ἐξ ὕδατος δὲ ζῷα νηκτὰ εἶναι θέλω καὶ πτηνά, ἄρσενα καὶ θήλεα—οὕτω〈ς〉 γὰρ ἐκέλευσεν ὁ θεός, θελήσας γόνιμον εἶναι τὴν ὑγρὰν οὐσίαν· —ὁμοίως 〈δὲ〉 ἐκ γῆς ἑρπετὰ καὶ θηρία καὶ παντοδαπῶν ζῴων 〈γένη〉, ἄρσενα καὶ θήλεα—οὕτως γὰρ ἐνεδέχετο ἡ τῶν γεγονότων φύσις. —ὅσα γοῦν ἠθέλησεν ποιεῖν ὁ θεός, ταῦτα Λόγῳ ἐδημιούργει, ἑτέρως γενέσθαι μὴ δυνάμενα ἢ ὡς ἐγένετο. ὅτε δὲ 〈ὅσα〉 ἠ〈θέλησεν〉 ὡς ἠθέλησε καὶ ἐποίησεν, ὀνόμασι〈ν〉 〈αὐτὰ〉 καλέσας ἐσήμηνεν.

Ἐπὶ 〈δὲ〉 τούτοις τὸν πάντων ἄρχοντα δημιουργῶν, ἐκ πασῶν σύνθετον οὐσιῶν ἐσκεύασεν. οὐ〈χ ὅτι δὲ〉 θεόν 〈σε〉 θέλων ποιεῖν ἔσφηλε〈ν〉, (οὐ)δὲ ἄγγελον—μὴ πλανῶ—, ἀλλ᾽ ἄνθρωπόν 〈σε θελήσας ἐποίησεν〉. εἰ γὰρ θεόν σε ἠθέλησε ποιῆσαι, ἐδύνατο· ἔχεις (το)ῦ Λόγου τὸ παράδειγμα· 〈ἀλλ᾽〉 ἄνθρωπον θέλων, ἄνθρωπόν σε ἐποίησεν. εἰ δὲ θέλεις καὶ θεὸς γενέσθ(αι), ὑπάκουε τῷ πεποιηκότι καὶ μὴ ἀντίβαινε νῦν, ἵνα ἐπὶ τῷ μικρῷ πιστὸς εὑρεθ〈εὶς〉 καὶ τὸ μέγα πιστευθῆναι δυνηθῇ〈ς〉. τούτου 〈δὲ〉 ὁ Λόγος μόνος ἐξ αὐτοῦ· διὸ καὶ θεός, οὐσία ὑπάρχων θεοῦ. ὁ δὲ κόσμος ἐξ οὐδενός· διὸ οὐ θεός· οὗτος 〈γὰρ〉 ἐπιδέχεται καὶ λύσιν, ὅτε βούλεται ὁ κτίσας. ὁ δὲ κτίσας θεὸς κακὸν οὐκ ἐποίει οὐδὲ ποιεῖ, 〈ἀλλὰ〉 καλὸν καὶ ἀγαθὸν 〈μόνον〉· ἀγαθὸς γὰρ ὁ ποιῶν. ὁ δὲ γενόμενος ἄνθρωπος ζῷον αὐτεξούσιον 〈μὲν〉 ἦν, οὐκ ἄρχον 〈δέ〉· οὐ νοῦν ἔχον, οὐκ ἐπινοίᾳ καὶ ἐξουσίᾳ καὶ δυνάμει πάντων κρατοῦν, ἀλλὰ δοῦλον καὶ πάντα ἔχον τὰ ἐναντία. ὃς τῷ αὐτεξούσιος ὑπάρχειν τὸ κακὸν ἐπιγεννᾷ, ἐκ συμβεβηκότος ἀποτελούμενον [μὲν] οὐδέν 〈τε ὄν〉, ἐὰν 〈αὐτὸ〉 μὴ ποιῇς. ἐν γὰρ τῷ θέλειν καὶ ν(ομ)ίζειν τι κακὸν τὸ κακὸν ὀνομάζεται, οὐκ ὂν ἀπ᾽ ἀρχῆς, ἀλλ᾽ ἐπιγενόμενον.

Ο(ὗ) αὐτεξουσίου 〈οὖν〉 ὄντος νόμος ὑπὸ θεοῦ ὡρίζετο, οὐ〈δὲ〉 μάτην. εἰ γὰρ μὴ εἶχεν (ἄ)νθρωπος τὸ θέλειν καὶ τὸ μὴ θέλειν, τί καὶ νόμος ὡρίζετο; ὁ νόμος γὰρ (ἀ)λόγῳ ζῴῳ οὐχ ὁρισθήσεται, ἀλλὰ χαλινὸς καὶ μάστιξ· ἀνθρώπῳ δὲ ἐντολὴ καὶ πρόστιμον τοῦ ποιεῖν τὸ προστεταγμένον καὶ μὴ ποιεῖν. τούτῳ 〈οὖν〉 νόμος ὡρίσθη διὰ δικαίων ἀνδρῶν 〈τῶν〉 ἐπάνωθεν· ἔγγιον 〈δὲ〉 ἡμῶν διὰ τοῦ προειρημένου Μωϋσέως, ἀνδρὸς εὐλαβοῦς καὶ θεοφιλοῦς, νόμος ὡρίζετο πλήρης σεμνότητος καὶ δικαιοσύνης. τα〈ῦτα〉 δὲ πάντα διῴκει ὁ Λόγος ὁ θεοῦ, ὁ πρωτόγονος πατρὸς παῖς, ἡ πρὸ ἑωσφόρου φωσφόρος φωνή. ἔπειτα δίκαιοι ἄνδρες γεγένηνται, φίλοι θεοῦ· οὗτοι προφῆται κέκληνται διὰ τὸ προφαίνειν τὰ μέλλοντα. οἷς οὐκ 〈ἐφ᾽〉 ἑνὸς καιροῦ λόγος ἐγένετο, ἀλλὰ διὰ πασῶν γενεῶν αἱ τῶν προλεγόντων φωναὶ εὐαπόδεικτοι παρίσταντο. 〈καὶ〉 οὐκ ἐκεῖ 〈δὲ〉 μόνον, ἡνίκα τοῖς παροῦσιν ἀπεκρίναντο, ἀλλὰ καὶ 〈ὅτε〉 διὰ πασῶν γενεῶν τὰ ἐσόμενα προεφήναντο. ὅτι τὰ μὲν παρῳχημένα λέγοντες ὑπεμίμνῃσκον τὴν ἀνθρωπότητα, τὰ δὲ ἐνεστῶτα δεικνύντες, μὴ ῥᾳθυμεῖν 〈ἡμᾶς〉 ἔπειθον, τὰ δὲ μέλλοντα προλέγοντες, τὸν κατὰ ἕνα ἡμῶν, ὁρῶντας 〈τὰ〉 πρὸ πολλοῦ προειρημένα 〈πληρωθῆναι〉, ἐμφόβους καθίστων, προσδοκῶντας καὶ τὰ μέλλοντα 〈πληρωθήσεσθαι〉.

Τοιαύτη 〈δὴ〉 ἡ καθ᾽ ἡμᾶς πίστις, ὦ πάντες ἄνθρωποι, οὐ κενοῖς ῥήμασι〈ν〉 〈ἡμῶν〉 πειθομένων, οὐδὲ σχεδιάσμασι καρδίας συναρπαζομένων, οὐδὲ πιθανότητι εὐεπείας λόγων θελγομένων, ἀλλὰ δυνάμει θείᾳ λελαλημένοις λόγοις οὐκ ἀπειθούντων. καὶ ταῦτα 〈δὲ〉 θεὸς ἐκέλευε Λόγῳ, ὁ δὲ Λόγος ἐφθέγγετο λέγων 〈τοῖς προφήταις〉, δι᾽ αὐτῶν ἐπιστρέφων τὸν ἄνθρωπον ἐκ παρακοῆς· οὐ βίᾳ 〈δὲ〉 ἀνάγκης δουλαγωγῶν 〈αὐτόν〉, ἀλλ᾽ «ἐπ᾽ ἐλευθερίᾳ» ἑκουσίῳ προαιρέσει «καλῶν».

Τοῦτον 〈οὖν〉 τὸν Λόγον ἐν ὑστέροις 〈καιροῖς〉 ἀπέστειλεν ὁ πατήρ, οὐκέτι διὰ προφητῶν 〈αὐτὸν〉 λαλεῖν, οὐ σκοτεινῶς κηρυσσόμενον ὑπονοεῖσθαι [θέλων], ἀλλ᾽ αὐτοψεὶ φανερωθῆναι τοῦτον 〈θέλων〉 [λέγων], ἵνα 〈ὁ〉 κόσμος ὁρῶν δυσωπηθῇ οὐκ〈έτι〉 ἐντελλόμενον διὰ προσώπου προφητῶν, οὐδὲ δι᾽ ἀγγέλου φοβοῦντα ψυχήν, ἀλλ᾽ αὐτὸν παρόντα τὸν λελαληκότα. τοῦτον ἔγνωμεν ἐκ παρθένου σῶμα ἀνειληφότα καὶ «τὸν παλαιὸν ἄνθρωπον» διὰ καινῆς πλάσεως πεφορηκότα. 〈τοῦτον ἴσμεν〉 ἐν βίῳ διὰ πάσης ἡλικίας ἐληλυθότα, ἵνα πάσῃ ἡλικίᾳ αὐτὸς νόμος γενηθῇ καὶ σκοπὸν τὸν ἴδιον ἄνθρωπον πᾶσιν ἀνθρώποις ἐπιδείξῃ παρών, καὶ 〈ἵνα〉 δι᾽ αὑτοῦ ἐλέγξῃ, ὅτι μηδὲν ἐποίησεν ὁ (θ)εὸς πονηρὸν καὶ 〈ὅτι〉 ὡς αὐτεξούσιος ὁ ἄνθρωπος ἔχει τὸ θέλειν καὶ τὸ μὴ θέλειν, δυνατὸς ὢν ἐν ἀμφοτέροις. 〈τ〉οῦτον ἄνθρωπον ἴσμεν 〈ἐκ〉 τοῦ καθ᾽ ἡμᾶς φυράματος γεγονότα· εἰ γὰρ μὴ ἐκ τοῦ αὐτοῦ 〈ἡμῖν φυράματος〉 ὑπῆρξε, μάτην νομοθετεῖ μιμεῖσθαι τὸν διδάσκαλον.

εἰ γὰρ ἐκεῖνος ὁ ἄνθρωπος ἑτέρας ἐτύγχανεν οὐσίας, τί τὰ ὅμοια κελεύει ἐμοί, τῷ ἀσθ(ενεῖ) πεφυκότι, καὶ πῶς οὗτος ἀγαθὸς καὶ δίκαιος; 〈ἀλλ᾽〉 ἵνα δὴ μὴ ἕτερος παρ᾽ ἡμᾶς νομισθῇ, (καὶ) κάματον ὑπέμεινε, καὶ πεινῆν ἠθέλησε, καὶ διψῆν οὐκ ἠρνήσατο, καὶ ὕπνῳ ἠρέμησε, καὶ πάθει οὐκ ἀντεῖπε, καὶ θανάτῳ ὑπήκουσε, καὶ ἀνάστασιν ἐφανέρωσεν, ἀπαρξάμενος ἐν πᾶσι τούτοις τὸν ἴδιον ἄνθρωπον, ἵνα 〈καὶ〉 σὺ πάσχων μὴ ἀθυμῇς, ἀλλ᾽ ἄνθρωπον σεαυτὸν ὁμολογῶν προσδοκᾷς καὶ σὺ ὃ τούτῳ παρέσχε 〈θεό〉ς.

Τοιοῦτος ὁ περὶ τὸ θεῖον ἀληθὴς λόγος, ὦ ἄνθρωποι Ἔλληνές τε καὶ βάρβαροι, Χαλδαῖοί τε καὶ Ἀσσύριοι, Αἰγύπτιοί τε καὶ Λίβυες, Ἰνδοί τε καὶ Αἰθίοπες, Κελτοί τε καὶ οἱ στρατηγοῦντες Λατῖνοι, πάντες τε οἱ τὴν Εὐρώπην, Ἀσίαν τε καὶ Λιβύην κατοικοῦντες. οἷς σύμβουλος ἐγὼ γίνομαι, φιλανθρώπου Λόγου ὑπάρχων μαθητὴς [καὶ] φιλάνθρωπος, ὅπως προσδραμόντες διδαχθῆτε παρ᾽ ἡμῶν, τίς ὁ ὄντως θεὸς καὶ 〈τίς〉 ἡ τούτου εὔτακτος δημιουργία, μὴ προσέχοντες σοφίσμασιν ἐντέχνων λόγων, μηδὲ ματαίοις ἐπαγγελίαις κλεψιλόγων αἱρετικῶν, ἀλλ᾽ ἀληθείας ἀκόμπου ἁπλότητι σεμνῇ.

Δι᾽ ἧς ἐπιγνώσεως ἐκφεύξεσθε ἐπερχομένην πυρὸς κρίσεως ἀπειλήν, καὶ Ταρτάρου ζοφεροῦ ὄμμα ἀφώτιστον, ὑπὸ Λόγου φωνῆς μὴ καταλαμφ〈θ〉έν, καὶ βρασμὸν ἀεννάου λίμνης γεννητρίας φλογός, καὶ ταρταρούχων ἀγγέλων κολαστῶν 〈φοβερὸν〉 ὄμμα, ἀεὶ μένον ἐν ἀπειλῇ, καὶ σκώληκα, σώματος ἀπουσίαν, 〈ἀπαύστως〉 ἐπιστρεφόμενον ἐπὶ τὸ ἐκβράσαν σῶμα ὡς ἐπιστροφήν.

Καὶ ταῦτα μὲν ἐκφεύξῃ θεὸν τὸν 〈ὄντως〉 ὄντα διδαχθείς, ἕξεις δὲ ἀθάνατον τὸ σῶμα καὶ ἄφθαρτον ἅμα 〈τῇ〉 ψυχῇ. 〈καὶ τὴν δὲ〉 βασιλείαν 〈τῶν〉 οὐρανῶν ἀπολήψῃ, ὁ ἐν γῇ βιοὺς καὶ 〈τὸν〉 ἐπουράνιον βασιλέα ἐπιγνούς, ἔσῃ τε ὁμιλητὴς θεοῦ καὶ «συγκληρονόμος Χριστοῦ», οὐκ〈έτι〉 ἐπιθυμίαις καὶ πάθεσι καὶ νόσοις δουλούμενος. γέγονας γὰρ θεός· ὅσα 〈μὲν〉 γὰρ ὑπέμεινας πάθη ἄνθρωπος ὤν, ταῦτα 〈ἐ〉δίδου 〈σοι θεός〉, ὅτι ἄνθρωπος εἶς· ὅσα δὲ παρακολουθεῖ θεῷ, ταῦτα παρέχειν 〈σοι〉 ἐπήγγελται θεὸς ὅταν θεοποιηθῇς, ἀθάνατος γενηθείς. 〈Καὶ〉 τοῦτ᾽ ἔστι τὸ «γνῶθι σεαυτόν», ἐπιγνοὺς 〈ἐν σεαυτῷ〉 τὸν πεποιηκότα θεόν· τῷ γὰρ ἐπιγνῶναι αὐτὸν ἐπιγνωσθῆναι συμβέβηκε τῷ καλουμένῳ ὑπ᾽ αὐτοῦ. μὴ φιλεχθ〈ρ〉ήσητε τοίνυν ἑαυτοῖς, ἄνθρωποι, μηδὲ 〈περὶ〉 τὸ παλινδρομεῖν διστάσητε. Χριστὸς γάρ ἐστιν ὁ κατὰ πάντων θεός· ὃς τὴν ἁμαρτίαν ἐξ ἀνθρώπων ἀποπλύνειν προσέταξε, νέον «τὸν παλαιὸν ἄνθρωπον» ἀποτελῶν, «εἰκόνα» τοῦτον 〈τοῦ θεοῦ〉 καλέσας ἀπ᾽ ἀρχῆς, διὰ τύπου 〈«ὁμοίωσιν»〉 τὴν εἰς σὲ ἐπιδεικνύμενος στοργήν. οὗ προστάγμασιν ὑπακούσας σεμνοῖς, καὶ ἀγαθοῦ ἀγαθὸς γενόμενος μιμητής, ἔσῃ 〈ὡς〉 ὅμοιος ὑπ᾽ αὐτοῦ τιμηθείς. οὐ γὰρ πτωχεύει θεός· 〈ὃς〉 καὶ σὲ θεὸν ποιήσει εἰς δόξαν αὐτ(οῦ).