Ἔργον
Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)
Επιστολή προς Αντιοχείς
Προτροπές προς τους Αντιοχείς για διαφύλαξη της πίστης έναντι αιρέσεων και παγανισμού, συνοδευόμενες από ηθικές κατευθύνσεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς Αντιοχείς
Προτροπές προς τους Αντιοχείς για διαφύλαξη της πίστης έναντι αιρέσεων και παγανισμού, συνοδευόμενες από ηθικές κατευθύνσεις.
ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ ἠλεημένῃ ὑπὸ θεοῦ, ἐκλελεγμένῃ ὑπὸ Χριστοῦ, παροικούσῃ ἐν Συρίᾳ καὶ πρώτῃ Χριστοῦ ἐπωνυμίαν λαβούσῃ, τῇ ἐν Ἀντιοχείᾳ, ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ χαίρειν.
Ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ κύριος πεποίηκεν μαθόντι εἰρηνεύειν ὑμᾶς καὶ ἐν πάσῃ ὁμονοίᾳ σαρκικῇ τε καὶ πνευματικῇ διάγειν. παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, φυλαττόμενοι τὰς εἰσκωμασάσας αἱρέσεις τοῦ πονηροῦ ἐπ᾽ ἀπάτῃ καὶ ἀπωλείᾳ τῶν πειθομένων αὐτῷ, προσέχειν δὲ τῇ τῶν ἀποστόλων διδαχῇ καὶ νόμῳ καὶ προφήταις πιστεύειν, πᾶσαν ἰουδαϊκὴν καὶ ἑλληνικὴν ἀπορρίψαι πλάνην καὶ μήτε πλῆθος θεῶν ἐπεισάγειν μήτε τὸν Χριστὸν ἀρνεῖσθαι προφάσει τοῦ ἑνὸς θεοῦ.
Μωσῆς τε γὰρ ὁ πιστὸς θεράπων τοῦ θεοῦ εἰπών· Κύριος ὁ θεός σου κύριος εἷς ἐστιν, καὶ τὸν ἕνα καὶ μόνον κηρύξας θεόν, ὡμολόγησεν εὐθέως καὶ τὸν κύριον ἡμῶν λέγων· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. καὶ πάλιν· Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἑξῆς· Ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον. καὶ ὅτι γενήσεται ἄνθρωπος, φησίν· Προφήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
Οἵ τε προφῆται εἰπόντες ὡς ἐκ προσώπου τοῦ θεοῦ· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός, περὶ τοῦ πατρὸς τῶν ὅλων λέγουσιν. καὶ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· Υἱός, φησίν, ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἄνωθεν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστός, σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής. καὶ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. καὶ περὶ τοῦ πάθους· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, καί· Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.
Οἵ τε εὐαγγελισταὶ εἰπόντες τὸν ἕνα πατέρα μόνον ἀληθινὸν θεόν, καὶ τὰ κατὰ τὸν κύριον ἡμῶν οὐ παρέλιπον, ἀλλ᾽ ἔγραψαν· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. καὶ περὶ τῆς ἐνανθρωπήσεως· Ὁ λόγος, φησίν, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καί· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ. οἱ δὲ ἀπόστολοι εἰπόντες, ὅτι θεὸς εἷς ἐστιν, εἶπον οἱ αὐτοί, ὅτι εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, καὶ τὴν ἐνσωμάτωσιν καὶ τὸ πάθος οὐκ ἐπῃσχύνθησαν· τί γάρ φησιν; Ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
Πᾶς οὖν, ὅστις ἕνα καταγγέλλει θεὸν ἐπ᾽ ἀναιρέσει τῆς τοῦ Χριστοῦ θεότητος, υἱός ἐστιν διαβόλου καὶ ἐχθρὸς πάσης δικαιοσύνης· ὅ τε ὁμολογῶν Χριστὸν οὐ τοῦ ποιήσαντος τὸν κόσμον υἱόν, ἀλλ᾽ ἑτέρου τινὸς ἀγνώστου, παρ᾽ ὃν ἐκήρυξεν ὁ νόμος καὶ οἱ προφῆται, οὗτος ὄργανόν ἐστιν αὐτοῦ τοῦ διαβόλου· ὅ τε τὴν ἐνανθρώπησιν παραιτούμενος καὶ τὸν σταυρὸν ἐπαισχυνόμενος, δι᾽ ὃν δέδεμαι, οὗτός ἐστιν ἀντίχριστος· ὅ τε ψιλὸν ἄνθρωπον λέγων τὸν Χριστὸν ἐπάρατός ἐστι κατὰ τὸν προφήτην, οὐκ ἐπὶ θεῷ πεποιθώς, ἀλλ᾽ ἐπὶ ἀνθρώπῳ· διὸ καὶ ἄκαρπός ἐστιν παραπλησίως τῇ ἀγριομυρίκῃ.
Ταῦτα γράφω ὑμῖν, ὦ τοῦ Χριστοῦ νεολαία, οὐ συνειδὼς ὑμῖν τὸ τοιοῦτο φρόνημα, ἀλλὰ προφυλαττόμενος ὑμᾶς, ὡς πατὴρ τὰ ἑαυτοῦ τέκνα. βλέπετε οὖν τοὺς κακεντρεχεῖς ἐργάτας, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· βλέπετε τοὺς κύνας τοὺς ἐνεούς, τοὺς ὄφεις τοὺς συρομένους, τὰ φολιδωτὰ δρακόντια, τὰς ἀσπίδας, τοὺς βασιλίσκους, τοὺς σκορπίους· οὗτοι γάρ εἰσι θῶες ἀλωποί, ἀνθρωπόμιμοι πίθηκοι.
Παύλου καὶ Πέτρου γεγόνατε μαθηταί· μὴ ἀπολέσητε τὴν παραθήκην. μνημονεύσατε Εὐοδίου τοῦ ἀξιομακαρίστου ποιμένος ὑμῶν, ὃς πρῶτος ἐνεχειρίσθη παρὰ τῶν ἀποστόλων τὴν ὑμετέραν προστασίαν. μὴ καταισχύνωμεν τὸν πατέρα, γενώμεθα γνήσιοι παῖδες, ἀλλὰ μὴ νόθοι. οἴδατε, ὅπως συνανεστράφην μεθ᾽ ὑμῶν. ἃ παρὼν ἔλεγον ὑμῖν, ταῦτα καὶ ἀπὼν γράφω· Εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. μιμηταί μου γίνεσθε. ἀντίψυχον ὑμῶν γενοίμην, ὅταν Ἰησοῦ ἐπιτύχω. μνημονεύετέ μου τῶν δεσμῶν.
Οἱ πρεσβύτεροι, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον, ἕως ἀναδείξῃ ὁ θεὸς τὸν μέλλοντα ἄρχειν ὑμῶν· ἐγὼ γὰρ ἤδη σπένδομαι, ἵνα Χριστὸν κερδήσω. οἱ διάκονοι γινωσκέτωσαν, οἵου εἰσὶν ἀξιώματος, καὶ σπουδαζέτωσαν ἄμεμπτοι εἶναι, ἵνα ὦσιν μιμηταὶ Χριστοῦ. ὁ λαὸς ὑποτασσέσθω τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις. αἱ παρθένοι γινωσκέτωσαν, τίνι καθιέρωσαν ἑαυτάς.
Οἱ ἄνδρες στεργέτωσαν τὰς ὁμοζύγους, μνημονεύοντες, ὅτι μία ἑνί, οὐ πολλαὶ ἑνὶ ἐδόθησαν ἐν τῇ κτίσει. αἱ γυναῖκες τιμάτωσαν τοὺς ἄνδρας ὡς σάρκα ἰδίαν, μηδὲ ἐξ ὀνόματος αὐτοὺς τολμάτωσαν καλεῖν· σωφρονείτωσαν δέ, μόνους ἄνδρας τοὺς ὁμοζύγους εἶναι νομίζουσαι, οἷς καὶ ἡνώθησαν κατὰ γνώμην θεοῦ. οἱ γονεῖς τὰ τέκνα παιδεύετε παιδείαν ἱεράν. τὰ τέκνα τιμᾶτε τοὺς γονεῖς, ἵνα εὖ ὑμῖν ᾖ.
Οἱ δεσπόται μὴ ὑπερηφάνως τοῖς δούλοις προσέχετε, μιμούμενοι τὸν τλητικὸν Ἰὼβ εἰπόντα· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντός μου ἢ θεραπαίνης μου, κρινομένων αὐτῶν πρός με· τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ὁ κύριος ποιήσηται; καὶ τὰ ἑξῆς ἐπίστασθε. οἱ δοῦλοι μὴ παροργίζετε τοὺς δεσπότας ἐν μηδενί, ἵνα μὴ κακῶν ἀνηκέστων ἑαυτοῖς αἴτιοι γένησθε.
Μηδεὶς ἀργὸς ἐσθιέτω, ἵνα μὴ ῥεμβὸς γένηται καὶ πορνοκόπος. μέθη, ὀργή, φθόνος, λοιδορία, κραυγή, βλασφημία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν. αἱ χῆραι μὴ σπαταλάτωσαν, ἵνα μὴ καταστρηνιάσωσι τοῦ λόγου. τῷ καίσαρι ὑποτάγητε, ἐν οἷς ἀκίνδυνος ἡ ὑποταγή. τοὺς ἄρχοντας μὴ ἐρεθίζετε εἰς παροξυσμόν, ἵνα μὴ δῶτε ἀφορμὴν τοῖς ζητοῦσι καθ᾽ ὑμῶν. περὶ δὲ γοητείας ἢ παιδεραστίας ἢ φόνου περιττὸν τὸ γράφειν, ὁπότε ταῦτα καὶ τοῖς ἔθνεσιν ἀπηγόρευται πράττειν. ταῦτα οὐχ ὡς ἀπόστολος παρακελεύομαι, ἀλλ᾽ ὡς σύνδουλος ὑμῶν ὑπομιμνήσκω ὑμᾶς.
Ἀσπάζομαι τὸ ἅγιον πρεσβυτέριον. ἀσπάζομαι τοὺς ἱεροὺς διακόνους καὶ τὸ ποθεινόν μοι ὄνομα, ὃν ἐπίδοιμι ἀντὶ ἐμοῦ ἐν πνεύματι ἁγίῳ, ὅταν Χριστοῦ ἐπιτύχω· οὗ ἀντίψυχον γενοίμην. ἀσπάζομαι ὑποδιακόνους, ἀναγνώστας, ψάλτας, πυλωρούς, τοὺς κοπιῶντας, ἐπορκιστάς, ὁμολογητάς. ἀσπάζομαι τὰς φρουροὺς τῶν ἁγίων πυλώνων, τὰς ἐν Χριστῷ διακόνους. ἀσπάζομαι τὰς χριστολήπτους παρθένους, ὧν ὀναίμην ἐν κυρίῳ Ἰησοῦ. ἀσπάζομαι τὰς σεμνοτάτας χήρας. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου καὶ πάσας τὰς ἀδελφάς μου ἐν κυρίῳ.
Ἀσπάζομαι Κασσιανὸν καὶ τὴν ὁμόζυγον αὐτοῦ καὶ τὰ φίλτατα αὐτοῦ τέκνα. ἀσπάζεται ὑμᾶς Πολύκαρπος ὁ ἀξιοπρεπὴς ἐπίσκοπος, ᾧ καὶ μέλει περὶ ὑμῶν, ᾧ καὶ παρεθέμην ὑμᾶς ἐν κυρίῳ· καὶ πᾶσα δὲ ἡ ἐκκλησία Σμυρναίων μνημονεύει ὑμῶν ἐν ταῖς προσευχαῖς ἐν κυρίῳ. ἀσπάζεται ὑμᾶς Ὀνήσιμος ὁ Ἐφεσίων ποιμήν. ἀσπάζεται ὑμᾶς Δαμᾶς ὁ Μαγνησίας ἐπίσκοπος. ἀσπάζεται ὑμᾶς Πολύβιος ὁ Τραλλαίων. ἀσπάζεται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι, οἱ συνακόλουθοί μου. ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
Ταῦτα ἀπὸ Φιλίππων γράφω ὑμῖν. ἐρρωμένους ὑμᾶς ὁ ὢν μόνος ἀγέννητος διὰ τοῦ πρὸ αἰώνων γεγεννημένου διαφυλάξαι πνεύματι καὶ σαρκί, καὶ ἴδοιμι ὑμᾶς ἐν τῇ τοῦ Χριστοῦ βασιλείᾳ. ἀσπάζομαι τὸν ἀντ᾽ ἐμοῦ μέλλοντα ἄρχειν ὑμῶν, οὗ καὶ ὀναίμην ἐν Χριστῷ. ἔρρωσθε θεῷ καὶ Χριστῷ, πεφωτισμένοι τῷ ἁγίῳ πνεύματι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.