Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)

Ἰγνάτιος Ἀντιοχείας

Επιστολή προς Ήρωνα

Οδηγίες προς τον διάκονο Ήρωνα περί πνευματικού αγώνα και ποιμαντικής μέριμνης, και ανάθεση της ευθύνης για την εκκλησία της Αντιοχείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰγνάτιος Ἀντιοχείας

—

Κεφάλαιο 10 από 13

ΠΡΟΣ ΗΡΩΝΑ ΔΙΑΚΟΝΟΝ ΑΝΤΙΟΧΕΙΑΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῷ θεοτιμήτῳ καὶ ποθεινοτάτῳ, σεμνοτάτῳ, χριστοφόρῳ, πνευματοφόρῳ, γνησίῳ τέκνῳ ἐν πίστει καὶ ἀγάπῃ, Ἥρωνι διακόνῳ Χριστοῦ, ὑπηρέτῃ θεοῦ, χάρις, ἔλεος καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.

Παρακαλῶ σε ἐν θεῷ προσθεῖναι τῷ δρόμῳ σου καὶ ἐκδικεῖν σου τὸ ἀξίωμα. τῆς συμφωνίας τῆς πρὸς τοὺς ἁγίους φρόντιζε· τοὺς ἀσθενεστέρους βάσταζε, ἵνα πληρώσῃς τὸν νόμον Χριστοῦ. νηστείαις καὶ δεήσεσι σχόλαζε, ἀλλὰ μὴ ἀμέτρως, ἵνα μὴ σαυτὸν καταβάλῃς. οἴνου καὶ κρεῶν μὴ πάντη ἀπέχου· οὐ γάρ ἐστι βδελυκτά· Τὰ γὰρ ἀγαθὰ τῆς γῆς, φησί, φάγεσθε, καί· Ἔδεσθε κρέα ὡς λάχανα, καί· Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου καὶ ἔλαιον ἱλαρύνει καὶ ἄρτος στηρίζει· ἀλλὰ μεμετρημένως καὶ εὐτάκτως, ὡς θεοῦ χορηγοῦντος. τίς γὰρ φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ; ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ. τῇ ἀναγνώσει πρόσεχε, ἵνα μὴ μόνον αὐτὸς εἰδῇς τοὺς νόμους, ἀλλὰ καὶ ἄλλοις αὐτοὺς ἐξηγῇ. νῆφε ὡς θεοῦ ἀθλητής. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ἀντίψυχόν σου ἐγὼ ὁ δέσμιος.

Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος. εἴ τις ἀρνεῖται τὸν σταυρὸν καὶ τὸ πάθος ἐπαισχύνεται, ἔστω σοι ὡς αὐτὸς ὁ ἀντικείμενος· κἂν ψωμίσῃ τὰ ὑπάρχοντα πτωχοῖς, κἂν ὄρη μεθιστᾷ, κἂν παραδῷ τὸ σῶμα εἰς καῦσιν, ἔστω σοι βδελυκτός. εἴ τις φαυλίζει τὸν νόμον ἢ τοὺς προφήτας, οὓς ὁ Χριστὸς παρὼν ἐπλήρωσεν, ἔστω σοι ὡς ὁ ἀντίχριστος. εἴ τις ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον, Ἰουδαῖός ἐστιν χριστοκτόνος.

Χήρας τίμα, τὰς ὄντως χήρας. ὀρφανῶν προΐστασο· ὁ θεὸς γάρ ἐστιν πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν. μηδὲν ἄνευ τῶν ἐπισκόπων πρᾶττε· ἱερεῖς γάρ εἰσιν, σὺ δὲ διάκονος τῶν ἱερέων. ἐκεῖνοι βαπτίζουσιν, ἱερουργοῦσιν, χειροτονοῦσιν, χειροθετοῦσιν· σὺ δὲ αὐτοῖς διακόνει, ὡς Στέφανος ὁ ἅγιος ἐν Ἱεροσολύμοις Ἰακώβῳ καὶ τοῖς πρεσβυτέροις. τῶν συνάξεων μὴ ἀμέλει· ἐξ ὀνόματος πάντας ἐπιζήτει. μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ καὶ ἀναστροφῇ.

Οἰκέτας μὴ ἐπαισχύνου· κοινὴ γὰρ ἡμῖν καὶ αὐτοῖς ἡ φύσις. γυναῖκας μὴ βδελύττου· αὐταί σε γὰρ γεγεννήκασιν καὶ ἐξέθρεψαν. ἀγαπᾶν οὖν χρὴ τὰς αἰτίας τῆς γεννήσεως, μόνον δὲ ἐν κυρίῳ· ἄνευ δὲ γυναικὸς ἀνὴρ οὐ παιδοποιήσει· τιμᾶν οὖν χρὴ τὰς συνεργοὺς τῆς γεννήσεως. οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρός, εἰ μὴ ἐπὶ τῶν πρωτοπλάστων· τοῦ γὰρ Ἀδὰμ τὸ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τῆς δὲ Εὔας ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ· καὶ ὁ παράδοξος δὲ τοκετὸς τοῦ κυρίου ἐκ μόνης τῆς παρθένου, οὐ βδελυκτῆς οὔσης τῆς νομίμου μίξεως, ἀλλὰ θεοπρεποῦς τῆς γεννήσεως· ἔπρεπε γὰρ τῷ δημιουργῷ μὴ τῇ συνήθει ἀποχρήσασθαι γεννήσει, ἀλλὰ τῇ παραδόξῳ καὶ ξένῃ, ὡς δημιουργῷ.

Ὑπερηφανίαν φεῦγε· ὑπερηφάνοις γὰρ ἀντιτάσσεται κύριος. ψευδολογίαν βδελύττου· ἀπολεῖς γὰρ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. φθόνον φυλάττου· ἀρχηγὸς γὰρ αὐτοῦ ἐστιν ὁ διάβολος καὶ διάδοχος ὁ Κάϊν, ἀδελφῷ βασκάνας καὶ ἐκ φθόνου φόνον κατεργασάμενος. ταῖς ἀδελφαῖς μου παραίνει ἀγαπᾶν τὸν θεὸν καὶ μόνον ἀρκεῖσθαι τοῖς ἰδίοις ἀνδράσιν· ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παραίνει ἀρκεῖσθαι ταῖς ὁμοζύγοις. παρθένους φύλαττε ὡς Χριστοῦ κειμήλια. μακρόθυμος ἔσο, ἵνα ᾖς πολὺς ἐν φρονήσει. τῶν πενήτων μὴ ἀμέλει, ἐν οἷς ἂν εὐπορῇς· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.

Σεαυτὸν ἁγνὸν τήρει ὡς θεοῦ οἰκητήριον· ναὸς Χριστοῦ ὑπάρχεις, ὄργανον εἶ τοῦ πνεύματος. οἶδας, ὅπως σε ἀνέθρεψα· εἰ καὶ ἐλάχιστός εἰμι, ζηλωτής μου γενοῦ· μίμησαί μου τὴν ἀναστροφήν. οὐ καυχῶμαι ἐν κόσμῳ, ἀλλ᾽ ἐν κυρίῳ. Ἥρωνι τῷ ἐμῷ τέκνῳ παραινῶ· Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω. ὀναίμην σου, παιδίον ποθεινόν, οὗ φύλαξ γένηται ὁ μόνος ἀγέννητος θεὸς καὶ ὁ κύριος Ἰησοῦς Χριστός. μὴ πᾶσιν πίστευε, μὴ πᾶσιν θάρρει, μηδ᾽ ἐάν τις ὑποκορίζηταί σε· πολλοὶ γάρ εἰσιν ὑπηρέται τοῦ σατανᾶ, καὶ ὁ ταχὺ ἐμπιστεύων κοῦφος τῇ καρδίᾳ.

Μέμνησο τοῦ θεοῦ, καὶ οὐχ ἁμαρτήσεις ποτέ. μὴ γίνου δίψυχος ἐν προσευχῇ σου· μακάριος γὰρ ὁ μὴ διστάσας. πιστεύω γὰρ εἰς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱόν, ὅτι δείξει μοι ὁ θεὸς Ἥρωνα ἐπὶ τοῦ θρόνου μου· πρόσθες οὖν ἐπὶ τῷ δρόμῳ. παραγγέλλω σοι ἐπὶ τοῦ θεοῦ τῶν ὅλων καὶ ἐπὶ τοῦ Χριστοῦ, παρόντος καὶ τοῦ ἁγίου πνεύματος καὶ τῶν λειτουργικῶν ταγμάτων· φύλαξόν μου τὴν παραθήκην, ἣν ἐγὼ καὶ ὁ Χριστὸς παρεθέμεθά σοι, καὶ μὴ ἑαυτὸν ἀνάξιον κρίνῃς τῶν δοχθέντων περί σου θεῷ. παρατίθημί σοι τὴν ἐκκλησίαν Ἀντιοχέων. Πολυκάρπῳ παρεθέμην ὑμᾶς ἐν κυρίῳ Ἰησοῦ Χριστῷ.

Ἀσπάζονταί σε οἱ ἐπίσκοποι Ὀνήσιμος, Βίτος, Δαμᾶς, Πολύβιος καὶ πάντες οἱ ἀπὸ Φιλίππων ἐν Χριστῷ, ὅθεν καὶ ἐπέστειλά σοι. ἄσπασαι τὸ θεοπρεπὲς πρεσβυτέριον, ἄσπασαι τοὺς ἁγίους συνδιακόνους σου, ὧν ἐγὼ ὀναίμην ἐν Χριστῷ σαρκί τε καὶ πνεύματι. ἄσπασαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου κατ᾽ ὄνομα, οὓς παρατίθημί σοι, ὡς Μωσῆς Ἰησοῦ τῷ μετ᾽ αὐτὸν στρατηγῷ. καὶ μή σοι φανῇ βαρὺ τὸ λεχθέν· εἰ γὰρ καὶ μή ἐσμεν τοιοῦτοι, οἷοι ἐκεῖνοι, ἀλλ᾽ οὖν γε εὐχόμεθα γενέσθαι, ἐπειδὴ καὶ τοῦ Ἀβραάμ ἐσμεν παῖδες. ἴσχυε οὖν, ὦ Ἥρων, ἡρωϊκῶς καὶ ἀνδρικῶς· σὺ γὰρ εἰσάξεις ἀπὸ τοῦ νῦν καὶ ἐξάξεις τὸν λαὸν κυρίου τὸν ἐν Ἀντιοχείᾳ, καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν.

Ἄσπασαι Κασσιανὸν τὸν ξένον μου καὶ τὴν σεμνοτάτην αὐτοῦ ὁμόζυγον καὶ τὰ φίλτατα αὐτῶν παιδία· οἷς δώσει ὁ θεὸς εὑρεῖν ἔλεον παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ τῆς εἰς ἡμᾶς διακονίας· οὓς καὶ παρατίθημί σοι ἐν Χριστῷ. ἄσπασαι τοὺς ἐν Λαοδικείᾳ πιστοὺς ἅπαντας κατ᾽ ὄνομα ἐν Χριστῷ. τῶν ἐν Ταρσῷ μὴ ἀμέλει, ἀλλὰ συνεχέστερον αὐτοὺς ἐπίβλεπε, ἐπιστηρίζων αὐτοὺς τῷ εὐαγγελίῳ.

Μάριν τὸν ἐν Νεαπόλει τῇ πρὸς τῷ Ζαρβῷ ἐπίσκοπον προσαγορεύω ἐν κυρίῳ. πρόσειπε δὲ καὶ τὴν σεμνοτάτην Μαρίαν τὴν θυγατέρα μου τὴν πολυμαθεστάτην καὶ τὴν κατ᾽ οἶκον αὐτῆς ἐκκλησίαν, ἧς ἀντίψυχον γενοίμην, τὸ ἐξεμπλάριον τῶν εὐσεβῶν γυναικῶν. ὑγιαίνοντά σε καὶ ἐν πᾶσιν εὐδοκιμοῦντα ὁ πατὴρ τοῦ Χριστοῦ δι᾽ αὐτοῦ τοῦ μονογενοῦς φυλάττοι ἐπὶ μήκιστον βίου χρόνον εἰς ὠφέλειαν τῆς τοῦ θεοῦ ἐκκλησίας. ἔρρωσο ἐν κυρίῳ καὶ προσεύχου, ἵνα τελειωθῶ.