Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)

Ἰγνάτιος Ἀντιοχείας

Επιστολή προς Εφεσίους

Έπαινος των Εφεσίων, προτροπές για ενότητα και υποταγή στον κλήρο, και θεολογική αναφορά στο μυστήριο της θείας οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰγνάτιος Ἀντιοχείας

—

Κεφάλαιο 11 από 13

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν μεγέθει θεοῦ πατρὸς πληρώματι, τῇ καὶ προωρισμένῃ πρὸ αἰώνων εἶναι διὰ παντὸς εἰς δόξαν παράμονον, ἄτρεπτον ἡνωμένην καὶ ἐκλελεγμένην ἐν πάθει ἀληθινῷ, ἐν θελήματι θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, τῇ ἐκκλησίᾳ τῇ ἀξιομακαρίστῳ, τῇ οὔσῃ ἐν Ἐφέσῳ τῆς Ἀσίας, πλεῖστα ἐν Ἰησοῦ Χριστῷ καὶ ἐν ἀμώμῳ χαρᾷ χαίρειν.

Ἀποδεξάμενος ὑμῶν ἐν θεῷ τὸ πολυπόθητον ὄνομα, ὃ κέκτησθε φύσει δικαίᾳ κατὰ πίστιν καὶ ἀγάπην ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, μιμηταὶ ὄντες θεοῦ φιλανθρωπίας, ἀναζωπυρήσαντες ἐν αἵματι Χριστοῦ τὸ συγγενικὸν ἔργον τελείως ἀπηρτίσατε· ἀκούσαντες γάρ με δεδεμένον ἀπὸ Συρίας ὑπὲρ Χριστοῦ, τῆς κοινῆς ἐλπίδος, πεποιθότα τῇ προσευχῇ ὑμῶν ἐπιτυχεῖν ἐν Ῥώμῃ θηριομαχῆσαι, ἵνα διὰ τοῦ μαρτυρίου δυνηθῶ μαθητὴς εἶναι τοῦ ὑπὲρ ἡμῶν ἑαυτὸν ἀνενεγκόντος θεῷ προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐωδίας· ἐπεὶ οὖν τὴν πολυπλήθειαν ὑμῶν ἐν ὀνόματι θεοῦ ἀπείληφα ἐν Ὀνησίμῳ, τῷ ἐπ᾽ ἀγάπῃ ἀδιηγήτῳ, ὑμῶν δὲ ἐπισκόπῳ, ὃν εὔχομαι κατὰ Χριστὸν Ἰησοῦν ὑμᾶς ἀγαπᾶν καὶ πάντας ὑμᾶς ἐν ὁμοιώματι αὐτοῦ εἶναι. εὐλογητὸς γὰρ ὁ θεὸς ὁ χαρισάμενος ὑμῖν τοιούτοις οὖσιν τοιοῦτον ἐπίσκοπον κεκτῆσθαι ἐν Χριστῷ.

Περὶ δὲ τοῦ συνδούλου ἡμῶν Βούρρου, τοῦ κατὰ θεὸν διακόνου ὑμῶν καὶ ἐν πᾶσιν εὐλογημένου, εὔχομαι παραμεῖναι αὐτὸν ἄμωμον εἰς τιμὴν τῆς ἐκκλησίας καὶ τοῦ ἐπισκόπου ὑμῶν τοῦ μακαριωτάτου. Κρόκος δέ, ὁ θεοῦ ἄξιος καὶ ὑμῶν, ὃν ὡς ἐξεμπλάριον τῆς ἀφ᾽ ὑμῶν ἀγάπης ἀπελάβομεν, κατὰ πάντα με ἀνέπαυσεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ὡς καὶ αὐτὸν ὁ πατὴρ Ἰησοῦ Χριστοῦ ἀναψύξαι ἅμα Ὀνησίμῳ καὶ Βούρρῳ καὶ Εὔπλοϊ καὶ Φρόντωνι, δι᾽ ὧν πάντας ὑμᾶς κατὰ ἀγάπην εἶδον. ὀναίμην ὑμῶν διὰ παντός, ἐάνπερ ἄξιος ὦ. πρέπον οὖν ὑμᾶς ἐστιν κατὰ πάντα τρόπον δοξάζειν Ἰησοῦν Χριστὸν τὸν δοξάσαντα ὑμᾶς, ἵνα ἐν μιᾷ ὑποταγῇ ἦτε κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ καὶ τὸ αὐτὸ λέγητε πάντες περὶ τοῦ αὐτοῦ, ἵνα ὑποτασσόμενοι τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ κατὰ πάντα ἦτε ἡγιασμένοι.

Οὐ διατάσσομαι ὑμῖν ὡς ὤν τι. εἰ γὰρ καὶ δέδεμαι διὰ τὸ ὄνομα, οὔπω ἀπήρτισμαι ἐν Ἰησοῦ Χριστῷ. νῦν γὰρ ἀρχὴν ἔχω τοῦ μαθητεύεσθαι καὶ προσλαλῶ ὑμῖν ὡς ὁμοδούλοις· ἐμὲ γὰρ ἔδει παρ᾽ ὑμῶν ὑπομνησθῆναι πίστει, νουθεσίᾳ, ὑπομονῇ, μακροθυμίᾳ. ἀλλ᾽ ἐπειδὴ ἡ ἀγάπη οὐκ ἐᾷ με σιωπᾶν περὶ ὑμῶν, διὰ τοῦτο προέλαβον παρακαλεῖν ὑμᾶς, ὅπως συντρέχητε τῇ γνώμῃ τοῦ θεοῦ. καὶ γὰρ Ἰησοῦς Χριστὸς πάντα κατὰ γνώμην πράττει τοῦ πατρός, ὡς αὐτός που λέγει· Ἐγὼ τὰ ἀρεστὰ αὐτοῦ ποιῶ πάντοτε. οὐκοῦν καὶ ἡμᾶς χρὴ ζῆν κατὰ γνώμην θεοῦ ἐν Χριστῷ καὶ ζηλοῦν ὡς Παῦλος· μιμηταὶ γάρ μου, φησί, γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

Ὅθεν καὶ ὑμῖν πρέπει συντρέχειν τῇ τοῦ ἐπισκόπου γνώμῃ, τοῦ κατὰ θεὸν ποιμαίνοντος ὑμᾶς· ὅπερ καὶ ποιεῖτε, αὐτοὶ σοφισθέντες ὑπὸ τοῦ πνεύματος. τὸ γὰρ ἀξιονόμαστον πρεσβυτέριον, ἄξιον ὂν τοῦ θεοῦ, οὕτως συνήρμοσται τῷ ἐπισκόπῳ, ὡς χορδαὶ κιθάρᾳ, συνδεδεμένοι οὕτω τῇ ὁμονοίᾳ καὶ συμφώνῳ ἀγάπῃ, ἧς ἐστιν ἀρχηγὸς καὶ φύλαξ Ἰησοῦς ὁ Χριστός. καὶ οἱ κατ᾽ ἄνδρα δὲ χορὸς γένεσθε εἷς, ἵνα σύμφωνοι ὄντες ἐν ὁμονοίᾳ, συνάφειαν θεοῦ λαβόντες ἐν ἑνότητι, ἓν γένησθε τῇ συμφωνίᾳ τῷ θεῷ πατρὶ καὶ τῷ ἠγαπημένῳ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ τῷ κυρίῳ ἡμῶν· δὸς γὰρ αὐτοῖς, φησί, πάτερ ἅγιε, ἵνα, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. χρήσιμον οὖν ἐστιν ὑμᾶς ἐν ἀμώμῳ ἑνότητι συνημμένους θεῷ μιμητὰς εἶναι Χριστοῦ, οὗ καὶ μέλη ὑπάρχετε.

Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἀνακεκραμένους αὐτῷ, ὡς ἡ ἐκκλησία τῷ κυρίῳ Ἰησοῦ καὶ ὁ κύριος τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ᾖ. μηδεὶς πλανάσθω· ἐὰν μή τις ἐντὸς ᾖ τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, ὥστε τὸν Χριστὸν ἐν αὐτοῖς ἑστάναι, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας προσευχὴ συμφώνως ἀνιοῦσα πρὸς θεὸν πιστοῖ παρασχεθῆναι αὐτοῖς πάντα τὰ ἐν Χριστῷ αἰτήματα. ὁ οὖν τῶν τοιούτων χωριζόμενος καὶ μὴ συνερχόμενος ἐν βουλῇ θυσιῶν καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ, λύκος ἐστὶν ἐν προβάτου δορᾷ ἥμερον ἐπιδεικνὺς μορφήν. σπουδάσατε, ἀγαπητοί, ὑποταγῆναι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις· ὁ γὰρ τούτοις ὑποτασσόμενος ὑπακούει Χριστῷ τῷ προχειρισαμένῳ αὐτούς, ὁ δὲ ἀπειθῶν αὐτοῖς ἀπειθεῖ Χριστῷ Ἰησοῦ, ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾽ αὐτόν· αὐθάδης γάρ ἐστιν καὶ δύσερις ὑπερήφανος, ὁ μὴ πειθαρχῶν τοῖς κρείττοσιν. Ὑπερηφάνοις δέ, φησίν, ὁ θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καί· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα.

λέγει δὲ καὶ ὁ κύριος πρὸς τοὺς ἱερεῖς· Ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει, καὶ ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ πέμψαντός με πατρός· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν πέμψαντά με.

Ὅσῳ οὖν βλέπετε σιωπῶντα τὸν ἐπίσκοπον, πλεῖον αὐτὸν φοβεῖσθε· πάντα γὰρ ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως αὐτὸν δεῖ ἡμᾶς δέχεσθαι, ὡς αὐτὸν τὸν πέμψαντα. τὸν οὖν ἐπίσκοπον δηλονότι ὡς αὐτὸν τὸν κύριον δεῖ προσβλέπειν, τῷ κυρίῳ παρεστῶτα. ὁρατικὸν δὲ ἄνδρα καὶ ὀξὺν τοῖς ἔργοις βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνθρώποις νωθροῖς. αὐτὸς μέντοι Ὀνήσιμος ὑπερεπαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν, ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἵρεσις κατοικεῖ. ἀλλ᾽ οὐδὲ ἀκούετέ τινος ἢ μόνου Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ ποιμένος καὶ διδασκάλου, καί ἐστε, ὡς Παῦλος ὑμῖν ἔγραφεν, ἓν σῶμα καὶ ἓν πνεῦμα, διὰ τὸ ἐν μιᾷ ἐλπίδι κεκλῆσθαι τῆς πίστεως· ἐπείπερ καὶ εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. ὑμεῖς μὲν οὖν ἐστε τοιοῦτοι, ὑπὸ τοιῶνδε παιδευτῶν στοιχειωθέντες, Παύλου τοῦ χριστοφόρου καὶ Τιμοθέου τοῦ πιστοτάτου.

Τινὲς δὲ φαυλότατοι εἰώθασιν δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ καὶ φρονοῦντες ἐναντία τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπ᾽ ὀλέθρῳ ἑαυτῶν καὶ τῶν πειθομένων αὐτοῖς· οὓς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν. δίκαιος γὰρ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια· εἰσὶ γὰρ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν, λυσσῶντες, λαθροδῆκτοι, οὓς φυλάσσεσθαι χρή· ἀνίατα γὰρ νοσοῦσιν. ἰατρὸς δὲ ἡμῶν ἐστιν ὁ μόνος ἀληθινὸς θεός, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ τῶν ὅλων κύριος, τοῦ δὲ μονογενοῦς πατὴρ καὶ γεννήτωρ. ἔχομεν ἰατρὸν καὶ τὸν κύριον ἡμῶν θεὸν Ἰησοῦν τὸν Χριστόν, τὸν πρὸ αἰώνων υἱὸν μονογενῆ καὶ λόγον, ὕστερον δὲ καὶ ἄνθρωπον ἐκ Μαρίας τῆς παρθένου· ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ὁ ἀσώματος ἐν σώματι, ὁ ἀπαθὴς ἐν παθητῷ σώματι, ὁ ἀθάνατος ἐν θνητῷ σώματι, ἡ ζωὴ ἐν φθορᾷ, ὅπως θανάτου καὶ φθορᾶς ἐλευθερώσῃ καὶ ἰατρεύσῃ τὰς ψυχὰς ἡμῶν καὶ ἰάσηται αὐτὰς νοσηλευθείσας ἐν ἀσεβείᾳ καὶ πονηραῖς ἐπιθυμίαις.

Μὴ οὖν τις ὑμᾶς ἐξαπατάτω, ὥσπερ οὐδὲ ἐξαπατᾶσθε· ὅλοι γάρ ἐστε θεοῦ. ὅταν γὰρ μηδεμία ἐπιθυμία ἐν ὑμῖν ὑπάρχῃ δυναμένη ὑμᾶς ῥυπάναι καὶ βάσανον ἐπαγαγεῖν, ἄρα κατὰ θεὸν ζῆτε καί ἐστε Χριστοῦ. περίψημα ὑμῶν καὶ τῆς ἁγνοτάτης Ἐφεσίων ἐκκλησίας, τῆς διαβοήτου καὶ πολυϋμνήτου τοῖς αἰῶσιν. οἱ σαρκικοὶ τὰ πνευματικὰ πράττειν οὐ δύνανται οὐδὲ οἱ πνευματικοὶ τὰ σαρκικά, ὥστε οὐδὲ ἡ πίστις τὰ τῆς ἀπιστίας οὐδὲ ἡ ἀπιστία τὰ τῆς πίστεως. ὑμεῖς δέ, πλήρεις ὄντες τοῦ ἁγίου πνεύματος, οὐδὲν σαρκικόν, ἀλλὰ πνευματικὰ πάντα πράσσετε. ἐν Χριστῷ Ἰησοῦ τελειοῦσθε, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.

Ἔγνων δέ τινας παροδεύσαντας δι᾽ ὑμῶν, ἔχοντας κακὴν διδαχὴν ἀλλοκότου καὶ πονηροῦ πνεύματος, οἷς οὐκ ἐδώκατε πάροδον σπεῖραι τὰ ζιζάνια, βύσαντες τὰ ὦτα, εἰς τὸ μὴ παραδέξασθαι τὴν ὑπ᾽ αὐτῶν καταγγελλομένην πλάνην, πεπεισμένοι τὸ λαοπλάνον πνεῦμα οὐ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἴδια λαλεῖν· ψευδολόγον γάρ ἐστιν. τὸ δὲ ἅγιον πνεῦμα οὐ τὰ ἴδια, ἀλλὰ τὰ τοῦ Χριστοῦ, καὶ οὐκ ἀφ᾽ ἑαυτοῦ, ἀλλὰ ἀπὸ τοῦ κυρίου, ὡς καὶ ὁ κύριος τὰ παρὰ τοῦ πατρὸς ἡμῖν κατήγγελλεν. ὁ λόγος γάρ, φησίν, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός. καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου· Οὐ λαλήσει, φησίν, ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ παρ᾽ ἐμοῦ. καὶ περὶ ἑαυτοῦ φησι πρὸς τὸν πατέρα· Ἐγώ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα· ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. καὶ περὶ τοῦ ἁγίου πνεύματος· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. οὐκοῦν ἑκάτερος αὐτὸν δοξάζει, παρ᾽ οὗ καὶ ἔλαβεν, ὃ ποιήσει· καὶ αὐτὸν κηρύττει καὶ αὐτοῦ τὰ ῥήματα καταγγέλλει.

τὸ δὲ πλάνον πνεῦμα ἑαυτὸ κηρύττει, τὰ ἴδια λαλεῖ, αὐτάρεσκον γάρ ἐστιν· ἑαυτὸ δοξάζει, τύφου γάρ ἐστι μεστόν· ψευδολόγον ὑπάρχει, ἀπατηλόν, θωπευτικόν, κολακευτικόν, ὕπουλον, ῥαψωδόν, φλύαρον, ἀσύμφωνον, ἀμετροεπές, γλίσχρον, ψοφοδεές, οὗ τῆς ἐνεργείας ῥύσεται ἡμᾶς Ἰησοῦς ὁ Χριστός, ὁ θεμελιώσας ἡμᾶς ἐπὶ τὴν πέτραν, ὡς λίθους ἐκλεκτούς, εὐαρμολογουμένους εἰς οἰκοδομὴν θεοῦ πατρός, ἀναφερομένους εἰς τὰ ὕψη διὰ Χριστοῦ τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος, σχοίνῳ χρωμένους τῷ ἁγίῳ πνεύματι, πίστει δὲ ἀναγομένους καὶ ἀγάπῃ κουφιζομένους ἐκ γῆς πρὸς οὐρανόν, συνοδοιποροῦντας ἅμα ἀμώμοις. μακάριοι γάρ, φησίν, οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. ὁδὸς δέ ἐστιν ἀπλανὴς Ἰησοῦς ὁ Χριστός· ἐγὼ γάρ, φησίν, εἰμὶ ἡ ὁδὸς καὶ ἡ ζωή. ὁδηγεῖ δὲ ἡ ὁδὸς πρὸς τὸν πατέρα· οὐδεὶς γάρ, φησίν, ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ. μακάριοι οὖν ἐστε ὑμεῖς οἱ θεοφόροι. πνευματοφόροι, ναοφόροι, ἁγιοφόροι, κατὰ πάντα κεκοσμημένοι ἐν ταῖς ἐντολαῖς Ἰησοῦ Χριστοῦ, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν· δι᾽ οὓς ἀγαλλιώμενος ἠξιώθην, δι᾽ ὧν γράφω προσομιλῆσαι τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, τοῖς πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. χαίρω οὖν ἐφ᾽ ὑμῖν, ὅτι μὴ τῇ ματαιότητι προσέχετε οὐδὲ κατὰ σάρκα ἀγαπᾶτε, ἀλλὰ κατὰ θεόν.

Καὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδιαλείπτως προσεύχεσθε· ἔστιν γὰρ αὐτοῖς ἐλπὶς μετανοίας, ἵνα θεοῦ τύχωσιν. μὴ ὁ πίπτων γὰρ οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἐπιτρέψατε οὖν αὐτοῖς μαθητευθῆναι ὑμῖν. γίνεσθε οὖν διάκονοι θεοῦ καὶ στόμα Χριστοῦ· λέγει γὰρ ὁ κύριος· Ἐὰν ἐξαγάγητε ἐξ ἀναξίου τίμιον, ὡς στόμα μου ἔσεσθε. γίνεσθε πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς ταπεινόφρονες, ἀντιτάξατε πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς ἐκτενεῖς εὐχάς, αὐτῶν πλανωμένων στήκετε ὑμεῖς ἐν τῇ πίστει ἑδραῖοι, νικήσατε τὸ ἄγριον ἦθος ἐν ἡμερότητι, τὸ ὀργίλον ἐν πραότητι. μακάριοι γὰρ οἱ πραεῖς, καὶ Μωσῆς πρᾶος παρὰ πάντας ἀνθρώπους, καὶ Δαυὶδ πρᾶος σφόδρα· διὸ παραινεῖ Παῦλος, δοῦλον λέγων κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. μὴ σπουδάζοντες ἀμύνεσθαι τοὺς ἀδικοῦντας ὑμᾶς (εἰ ἀνταπέδωκα γάρ, φησί, τοῖς ἀνταποδιδοῦσί μοι κακά), ἀδελφοὺς αὐτοὺς ποιήσωμεν τῇ ἐπιεικείᾳ. εἴπατε γὰρ τοῖς μισοῦσιν ὑμᾶς· Ἀδελφοὶ ἡμῶν ἐστε, ἵνα τὸ ὄνομα τοῦ κυρίου δοξασθῇ. καὶ μιμησώμεθα τὸν κύριον, ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, σταυρούμενος οὐκ ἀντέτεινε, πάσχων οὐκ ἠπείλει, ἀλλ᾽ ὑπὲρ τῶν ἐχθρῶν προσηύχετο· Πάτερ ἄφες αὐτοῖς, οὐκ οἴδασιν, ὃ ποιοῦσιν.

εἴ τις πλέον ἀδικηθεὶς πλείονα ὑπομείνῃ, οὗτος μακάριος· εἴ τις ἀποστερηθῇ, εἴ τις ἀθετηθῇ διὰ τὸ ὄνομα τοῦ κυρίου, οὗτος ὄντως Χριστοῦ ἐστιν. βλέπετε, μὴ τοῦ διαβόλου βοτάνη εὑρεθῇ ἐν ὑμῖν· πικρὰ γάρ ἐστιν καὶ ἁλμυρά τις αὕτη. νήψατε, σωφρονήσατε ἐν Χριστῷ Ἰησοῦ.

Ἔσχατοι καιροὶ λοιπόν εἰσιν. αἰσχυνθῶμεν, φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ θεοῦ. μὴ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καταφρονήσωμεν· ἢ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἢ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν ἐν τῷ νῦν βίῳ· μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῆναι εἰς τὸ ἀληθινῶς ζῆν. χωρὶς τούτου μηδ᾽ ἂν ἀναπνεῦσαί ποτε ἕλησθε· οὗτος γάρ μου ἡ ἐλπίς, οὗτος τὸ καύχημα, οὗτος ἀνελλιπὴς πλοῦτος, ἐν ᾧ τὰ δεσμὰ ἀπὸ Συρίας μέχρι Ῥώμης περιφέρω, τοὺς πνευματικοὺς μαργαρίτας, ἐν οἷς γένοιτό μοι τελειωθῆναι τῇ προσευχῇ ὑμῶν μέτοχον τῶν παθημάτων Χριστοῦ καὶ κοινωνὸν τοῦ θανάτου αὐτοῦ γενέσθαι καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς ἀνεκλιποῦς ζωῆς, ἧς γένοιτό μοι ἐπιτυχεῖν, ἵνα ἐν κλήρῳ Ἐφεσίων εὑρεθῶ τῶν Χριστιανῶν, οἳ καὶ τοῖς ἀποστόλοις πάντοτε συνῆσαν ἐν δυνάμει Ἰησοῦ Χριστοῦ, Παύλῳ, Ἰωάννῃ, Τιμοθέῳ τῷ πιστοτάτῳ.

Οἶδα, τίς εἰμι καὶ τίσιν γράφω. ἐγὼ ὁ ἐλάχιστος Ἰγνάτιος καὶ τοῖς ὑπὸ κίνδυνον καὶ κρίσιν παρόμοιος· ὑμεῖς δὲ ἠλεημένοι, ἐστηριγμένοι ἐν Χριστῷ. πάροδός ἐστε τῶν διὰ Χριστὸν ἀναιρουμένων ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ἰγνατίου τοῦ ἐλαχίστου.

Παύλου συμμύσται ἐστέ, ἡγιασμένου, μεμαρτυρημένου, ὅτι σκεῦός ἐστιν ἐκλογῆς, οὗ γένοιτό μοι ὑπὸ τὰ ἴχνη εὑρεθῆναι καὶ τῶν λοιπῶν ἁγίων, ὅταν Ἰησοῦ Χριστοῦ ἐπιτύχω, ὃς πάντοτε ἐν ταῖς δεήσεσιν αὐτοῦ μνημονεύει ὑμῶν.

Σπουδάζετε οὖν πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ δόξαν. ὅταν γὰρ συνεχῶς ἐπὶ τὸ αὐτὸ γένησθε, καθαιροῦνται αἱ δυνάμεις τοῦ σατανᾶ, καὶ ἄπρακτα αὐτοῦ ἐπιστρέφει τὰ πεπυρωμένα βέλη πρὸς ἁμαρτίαν· ἡ γὰρ ὑμετέρα ὁμόνοια καὶ σύμφωνος πίστις αὐτοῦ μέν ἐστιν ὄλεθρος, τῶν δὲ ὑπασπιστῶν αὐτοῦ βάσανος. οὐδὲν ἄμεινον τῆς κατὰ Χριστὸν εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται ἀερίων καὶ ἐπιγείων πνευμάτων. οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ πρὸς ἐξουσίας καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

Οὐκοῦν οὐ λήσεται ὑμᾶς τι τῶν νοημάτων τοῦ διαβόλου, ἐὰν ὡς Παῦλος τελείως εἰς Χριστὸν ἔχητε τὴν πίστιν καὶ τὴν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος. ἀρχὴ ζωῆς πίστις, τέλος δὲ ἀγάπη· τὰ δὲ δύο ἐν ἑνότητι γενόμενα θεοῦ ἄνθρωπον ἀποτελεῖ. τὰ δὲ ἄλλα πάντα εἰς καλοκἀγαθίαν ἀκόλουθά ἐστιν. οὐδεὶς πίστιν ἐπαγγελλόμενος ὀφείλει ἁμαρτάνειν, οὐδὲ ἀγάπην κεκτημένος μισεῖν τὸν ἀδελφόν. ὁ γὰρ εἰπών· Ἀγαπήσεις κύριον τὸν θεόν σου, εἶπεν· Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι οὐκ ἐξ ὧν λέγουσι μόνον, ἀλλὰ καὶ ἐξ ὧν πράττουσι γνωρίζονται· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.

Ἄμεινόν ἐστι σιωπᾶν καὶ εἶναι, ἢ λαλεῖν καὶ μὴ εἶναι. οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ᾽ ἐν δυνάμει· καρδίᾳ πιστεύεται, στόματι δὲ ὁμολογεῖται, τῇ μὲν εἰς δικαιοσύνην, τῷ δὲ εἰς σωτηρίαν. καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας ἐν τῇ βασιλείᾳ. ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος πρῶτον ἐποίησεν, καὶ τότε ἐδίδαξεν, ὡς μαρτυρεῖ Λουκᾶς, οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν. οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν ἐγγὺς αὐτῷ ἐστιν. πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὦμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεός. Χριστὸς ἐν ἡμῖν λαλείτω, ὡς καὶ ἐν Παύλῳ. τὸ πνεῦμα τὸ ἅγιον διδασκέτω ἡμᾶς τὰ Χριστοῦ φθέγγεσθαι παραπλησίως αὐτῷ.

Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. εἰ δὲ οἱ τοὺς ἀνθρωπίνους οἴκους διαφθείροντες θανάτῳ καταδικάζονται, πόσῳ μᾶλλον οἱ τὴν Χριστοῦ διδασκαλίαν νοθεύειν ἐπιχειροῦντες αἰωνίαν τίσουσι δίκην, ὑπὲρ ἧς σταυρὸν καὶ θάνατον ὑπέμεινεν ὁ κύριος Ἰησοῦς ὁ τοῦ θεοῦ μονογενὴς υἱός, οὗ τὴν διδασκαλίαν ὁ ἀθετήσας λιπανθεὶς καὶ παχυνθεὶς εἰς γέενναν χωρήσει; ὁμοίως δὲ καὶ πᾶς ἄνθρωπος ὁ τὸ διακρίνειν παρὰ θεοῦ εἰληφὼς κολασθήσεται, ἀπείρῳ ποιμένι ἐξακολουθήσας καὶ ψευδῆ δόξαν ὡς ἀληθῆ δεξάμενος. τίς κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Βελίαρ, ἢ τίς μερὶς πιστοῦ πρὸς ἄπιστον ἢ ναῷ θεοῦ μετὰ εἰδώλων; φημὶ δὲ κἀγώ· τίς κοινωνία ἀληθείας πρὸς ψεῦδος ἢ δικαιοσύνης πρὸς ἀδικίαν ἢ δόξης πρὸς ψευδοδοξίαν;

Διὰ τοῦτο μύρον ἔλαβεν ὁ κύριος ἐπὶ τῆς κεφαλῆς, ἵνα ἡ ἐκκλησία πνέῃ τὴν ἀφθαρσίαν. μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε· ὀπίσω εἰς ὀσμὴν μύρων σου δραμούμεθα. μὴ ἀλειφέσθω δυσωδίαν διδασκαλίας τοῦ αἰῶνος τούτου ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία· μὴ αἰχμαλωτισθῇ ὑπὸ τῆς πανουργίας αὐτοῦ, ὡς ἡ πρώτη γυνή. διὰ τί λογικοὶ ὄντες οὐ γινόμεθα φρόνιμοι; διὰ τί ἔμφυτον τὸ περὶ θεοῦ παρὰ Χριστοῦ λαβόντες κριτήριον εἰς ἄγνοιαν καταπίπτομεν, ἐξ ἀμελείας ἀγνοοῦντες τὸ χάρισμα, ὃ εἰλήφαμεν, ἀνοήτως ἀπολλύμεθα;

Ὁ σταυρὸς τοῦ Χριστοῦ τοῖς μὲν ἀπίστοις σκάνδαλόν ἐστιν, τοῖς δὲ πιστοῖς σωτηρία καὶ ζωὴ αἰώνιος. ποῦ σοφός; ποῦ συζητητής; ποῦ καύχησις τῶν λεγομένων δυνατῶν; ὁ γὰρ τοῦ θεοῦ υἱός, ὁ πρὸ αἰώνων γεννηθεὶς καὶ τὰ πάντα γνώμῃ τοῦ πατρὸς συστησάμενος, οὗτος ἐκυοφορήθη ἐκ Μαρίας κατ᾽ οἰκονομίαν, ἐκ σπέρματος μὲν Δαυίδ, πνεύματος δὲ ἁγίου. ἰδοὺ γάρ, φησίν, ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ κληθήσεται Ἐμμανουήλ. οὗτος ἐγεννήθη, ἐβαπτίσθη ὑπὸ Ἰωάννου, ἵνα πιστοποιήσηται τὴν διάταξιν τὴν ἐγχειρισθεῖσαν τῷ προφήτῃ.

Καὶ ἔλαθεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ κυρίου· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ ἐπράχθη, ἡμῖν δὲ ἐφανερώθη. ἀστὴρ ἐν οὐρανῷ ἔλαμψεν ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, καὶ τὸ φῶς αὐτοῦ ἀνεκλάλητον ἦν καὶ ξενισμὸν παρεῖχεν ἡ καινότης αὐτοῦ τοῖς ὁρῶσιν αὐτόν. τὰ δὲ λοιπὰ πάντα ἄστρα ἅμα ἡλίῳ καὶ σελήνῃ χορὸς ἐγίνοντο τῷ ἀστέρι, αὐτὸς δὲ ἦν ὑπερβάλλων αὐτοὺς τῷ φανῷ· ταραχή τε ἦν, πόθεν ἡ καινότης ἡ φαινομένη. ἔνθεν ἐμωραίνετο σοφία κοσμική, γοητεία ὕθλος ἦν καὶ γέλως ἡ μαγεία· πᾶς θεσμὸς κακίας ἠφανίζετο, ἀγνοίας ζόφος διεσκεδάννυτο καὶ τυραννικὴ ἀρχὴ καθῃρεῖτο, θεοῦ ὡς ἀνθρώπου φαινομένου καὶ ἀνθρώπου ὡς θεοῦ ἐνεργοῦντος· ἀλλ᾽ οὔτε τὸ πρότερον δόξα οὔτε τὸ δεύτερον ψιλότης, ἀλλὰ τὸ μὲν ἀλήθεια, τὸ δὲ οἰκονομία. ἀρχὴν δὲ ἐλάμβανεν τὸ παρὰ θεῷ ἀπηρτισμένον· ἔνθεν τὰ πάντα συνεκινεῖτο διὰ τὸ μελετᾶσθαι θανάτου κατάλυσιν.

Στήκετε, ἀδελφοί, ἑδραῖοι ἐν τῇ πίστει Ἰησοῦ Χριστοῦ καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει. πάντες ἐν χάριτι ἐξ ὀνόματος συναθροίζεσθε κοινῇ, ἐν μιᾷ πίστει θεοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ τοῦ καὶ πρωτοτόκου πάσης κτίσεως, κατὰ σάρκα δὲ ἐκ γένους Δαυίδ, ἐφοδηγούμενοι ὑπὸ τοῦ παρακλήτου· ὑπακούοντες τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ διανοίᾳ, ἕνα ἄρτον κλῶντες, ὅ ἐστιν φάρμακον ἀθανασίας, ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν θεῷ διὰ Ἰησοῦ Χριστοῦ, καθαρτήριον ἀλεξίκακον.

Εἴην ὑμῶν ἀντίψυχον καὶ ὧν ἐπέμψατε εἰς θεοῦ τιμὴν εἰς Σμύρναν, ὅθεν καὶ γράφω ὑμῖν, εὐχαριστῶν τῷ κυρίῳ, ἀγαπῶν Πολύκαρπον ὡς καὶ ὑμᾶς. μνημονεύετέ μου, ὡς καὶ ὑμῶν Ἰησοῦς ὁ Χριστός, ὁ εὐλογητὸς εἰς τοὺς αἰῶνας. προσεύχεσθε ὑπὲρ τῆς ἐκκλησίας Ἀντιοχέων τῆς ἐν Συρίᾳ, ὅθεν δεδεμένος εἰς Ῥώμην ἀπάγομαι, ἔσχατος ὢν τῶν ἐκεῖ πιστῶν, ὥσπερ ἠξιώθην εἰς θεοῦ τιμὴν φορέσαι ταυτασὶ τὰς ἁλύσεις. ἔρρωσθε ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν, ἐν πνεύματι ἁγίῳ. ἔρρωσθε. ἀμήν. ἡ χάρις.