Ἔργον
Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)
Επιστολή προς Ταρσείς
Αναφορά στις δοκιμασίες του Ιγνατίου, αναίρεση των χριστολογικών αιρέσεων μέσω της Γραφής και ηθικές νουθεσίες προς τους Ταρσείς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς Ταρσείς
Αναφορά στις δοκιμασίες του Ιγνατίου, αναίρεση των χριστολογικών αιρέσεων μέσω της Γραφής και ηθικές νουθεσίες προς τους Ταρσείς.
ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΑΡΣΩΙ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, τῇ σεσωσμένῃ ἐν Χριστῷ ἐκκλησίᾳ, ἀξιεπαίνῳ καὶ ἀξιομνημονεύτῳ καὶ ἀξιαγαπητῷ, τῇ οὔσῃ ἐν Ταρσῷ, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ πληθυνθείη διὰ παντός.
Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, οὐχ ὑπὸ ἀλόγων θηρίων βιβρωσκόμενος (ταῦτα γάρ, ὡς ἴστε, θεοῦ θελήσαντος ἐφείσαντο τοῦ Δανιήλ), ὑπὸ δὲ ἀνθρωπομόρφων, οἷς ὁ ἀνήμερος θὴρ ἐμφωλεύων νύττει με ὁσημέραι καὶ τιτρώσκει. ἀλλ᾽ οὐδενὸς λόγον ποιοῦμαι τῶν δεινῶν, οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς ἀγαπῶν αὐτὴν μᾶλλον ἢ τὸν κύριον. διὸ ἕτοιμός εἰμι πρὸς πῦρ, πρὸς θηρία, πρὸς ξίφος, πρὸς σταυρόν, μόνον ἵνα τὸν Χριστὸν ἴδω τὸν σωτῆρά μου καὶ θεόν, τὸν ὑπὲρ ἐμοῦ ἀποθανόντα. παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος Χριστοῦ, ὁ διὰ γῆς καὶ θαλάσσης ἐλαυνόμενος· στήκετε ἐν τῇ πίστει ἑδραῖοι, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται· γίνεσθε ἀκλινεῖς, ὅτι κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
Ἔγνων, ὅτι τινὲς τῶν τοῦ Σατανᾶ ὑπηρετῶν ἐβουλήθησαν ὑμᾶς ταράξαι· οἱ μέν, ὅτι Ἰησοῦς δοκήσει ἐγεννήθη καὶ δοκήσει ἐσταυρώθη καὶ δοκήσει ἀπέθανεν· οἱ δέ, ὅτι οὐκ ἔστιν υἱὸς τοῦ δημιουργοῦ· οἱ δέ, ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός· ἄλλοι δέ, ὅτι ψιλὸς ἄνθρωπός ἐστιν· ἕτεροι δέ, ὅτι ἡ σὰρξ αὕτη οὐκ ἐγείρεται καὶ δεῖ τὸν ἀπολαυστικὸν βίον ζῆν καὶ μετιέναι· τοῦτον γὰρ εἶναι πέρας τῶν ἀγαθῶν τοῖς μετ᾽ οὐ πολὺ φθαρησομένοις. τοσούτων κακῶν ἐσμὸς εἰσεκώμασεν· ἀλλ᾽ ὑμεῖς οὐδὲ πρὸς ὥραν εἴξατε τῇ ὑποταγῇ αὐτῶν. Παύλου γάρ ἐστε πολῖται καὶ μαθηταί, τοῦ ἀπὸ Ἱεροσολύμων καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότος τὸ εὐαγγέλιον καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ περιφέροντος.
Οὗ μεμνημένοι πάντως γινώσκετε, ὅτι Ἰησοῦς ὁ κύριος ἀληθῶς ἐγεννήθη ἐκ Μαρίας, γενόμενος ἐκ γυναικός, καὶ ἀληθείᾳ ἐσταυρώθη. ἐμοὶ γάρ, φησί, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ. καὶ ἀληθείᾳ ἀπέθανε καὶ ἀνέστη· εἰ παθητὸς γάρ, φησίν, ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, τῷ θεῷ ζῇ. ἐπεὶ τίς χρεία δεσμῶν, Χριστοῦ μὴ ἀποθανόντος; τίς χρεία ὑπομονῆς; τίς χρεία μαστίγων; τί δήποτε Πέτρος μὲν ἐσταυροῦτο, Παῦλος δὲ καὶ Ἰάκωβος μαχαίρᾳ ἐτέμνοντο, Ἰωάννης δὲ ἐφυγαδεύετο ἐν Πάτμῳ, Στέφανος δὲ ἐν λίθοις ἀνῃρεῖτο παρὰ τῶν κυριοκτόνων Ἰουδαίων; ἀλλ᾽ οὐδὲν τούτων εἰκῆ· ἀληθείᾳ γὰρ ἐσταυρώθη ὁ κύριος ὑπὸ τῶν δυσσεβῶν.
Καὶ οὗτος ὁ γεννηθεὶς ἐκ γυναικὸς υἱός ἐστι τοῦ θεοῦ, καὶ ὁ σταυρωθεὶς πρωτότοκος πάσης κτίσεως καὶ θεὸς λόγος, καὶ αὐτὸς ἐποίησε τὰ πάντα. λέγει γὰρ ὁ ἀπόστολος· Εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα. καὶ πάλιν· Εἷς γὰρ θεὸς καὶ εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, καί· Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ὁρατὰ καὶ ἀόρατα· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.
Καὶ ὅτι οὐκ αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός, ἀλλ᾽ υἱὸς ἐκείνου, λέγει· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν, καί· Ὅτε ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. οὐκοῦν ἕτερός ἐστιν ὁ ὑποτάξας καὶ ὁ ὢν τὰ πάντα ἐν πᾶσιν, καὶ ἕτερος, ᾧ ὑπετάγη, ὃς καὶ μετὰ πάντων ὑποτάσσεται.
Καὶ οὔτε ψιλὸς ἄνθρωπος ὁ δι᾽ οὗ καὶ ἐν ᾧ γέγονε τὰ πάντα· πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο. ἡνίκα ἐποίει τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἐκεῖ ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα, καὶ προσέχαιρέν μοι καθ᾽ ἡμέραν. πῶς δ᾽ ἂν ὁ ψιλὸς ἄνθρωπος ἤκουσεν· Κάθου ἐκ δεξιῶν μου; πῶς δὲ καὶ ἔλεγεν· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι; καί· Δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον γενέσθαι; ποῖος δὲ ἄνθρωπος ἔλεγεν· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με; περὶ ποίου δὲ ἀνθρώπου ἔλεγεν τό· Ἧν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον; πῶς οὖν ὁ τοιοῦτος ψιλὸς ἄνθρωπος καὶ ἐκ Μαρίας ἔχων τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλ᾽ οὐχὶ θεὸς λόγος καὶ υἱὸς μονογενής; ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. καὶ ἐν ἄλλοις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
Ὅτι δὲ καὶ ἀνίσταται τὰ σώματα ἡμῶν, λέγει· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. καὶ ὁ ἀπόστολος· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. καὶ ὅτι δεῖ σωφρόνως ζῆν καὶ δικαίως, πάλιν λέγει· Μὴ πλανᾶσθε· οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πόρνοι οὔτε λοίδοροι οὔτε μέθυσοι οὔτε κλέπται βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται, καί· Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. οὕτω δὲ διακείμενοι, τί διοίσομεν ὄνων καὶ κυνῶν, οἳ μηδὲν τοῦ μέλλοντος φροντίζοντες μόνου τοῦ φαγεῖν εἰσιν ὀρεκτικοὶ καὶ τῶν μετὰ τὸ φαγεῖν; ἀνεπιστάτητοι γάρ εἰσι τοῦ κινοῦντος ἔνδοθεν νοῦ.
Ὀναίμην ὑμῶν ἐν κυρίῳ. νήφετε· πᾶσαν ἕκαστος κακίαν ἀπόθεσθε καὶ τὸν θηριώδη θυμόν, καταλαλιάν, συκοφαντίαν, αἰσχρολογίαν, εὐτραπελίαν, ψιθυρισμόν, φυσίωσιν, μέθην, λαγνείαν, φιλαργυρίαν, φιλοδοξίαν, φθόνον καὶ πᾶν τὸ τούτοις συνῳδόν. ἐνδύσασθε δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. οἱ πρεσβύτεροι ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, οἱ διάκονοι τοῖς πρεσβυτέροις, ὁ λαὸς τοῖς διακόνοις. ἀντίψυχον ἐγὼ τῶν φυλαττόντων ταύτην τὴν εὐταξίαν· καὶ ὁ κύριος εἴη μετ᾽ αὐτῶν διηνεκῶς.
Οἱ ἄνδρες στέργετε τὰς γαμετὰς ὑμῶν, αἱ γυναῖκες τοὺς ὁμοζύγους· οἱ παῖδες τοὺς γονεῖς προηγεῖσθε, οἱ γονεῖς τὰ τέκνα ἐκτρέφετε ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου· τὰς ἐν παρθενίᾳ τιμᾶτε ὡς ἱερείας Χριστοῦ, τὰς ἐν σεμνότητι χήρας ὡς θυσιαστήριον θεοῦ. οἱ κύριοι μετὰ φειδοῦς τοῖς δούλοις ἐπιτάσσετε· οἱ δοῦλοι μετὰ φόβου τοῖς κυρίοις ἐξυπηρετεῖτε. μηδεὶς ἐν ὑμῖν ἀργὸς ἔστω· μήτηρ γὰρ τῆς ἐνδείας ἡ ἀργία. ταῦτα οὐκ ἐπιτάττω ὡς ὤν τι, εἰ καὶ δέδεμαι, ἀλλ᾽ ὡς ἀδελφὸς ὑπομιμνήσκω. εἴη κύριος μεθ᾽ ὑμῶν.
Ὀναίμην ὑμῶν τῶν προσευχῶν· προσεύχεσθε, ἵνα Ἰησοῦ ἐπιτύχω. παρατίθεμαι ὑμῖν τὴν ἐν Ἀντιοχείᾳ ἐκκλησίαν. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ Πολύκαρπος ὁ ἄνθρωπος θεοῦ, ᾧ καὶ παραθήσομαι τὴν ἐκκλησίαν τῆς Συρίας. ἀσπάζεται ὑμᾶς ἡ ἐκκλησία Φιλιππησίων, ὅθεν καὶ γράφω ὑμῖν. ἀσπάζεται ὑμᾶς Φίλων ὁ διάκονος ὑμῶν, ᾧ καὶ ἐγὼ εὐχαριστῶ σπουδαίως ὑπηρετοῦντί μοι ἐν πᾶσιν. ἀσπάζεται ὑμᾶς Ἀγαθόπους ὁ διάκονος, ὃς ἐκ Συρίας ἀκολουθεῖ μοι ἐν Χριστῷ. ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζομαι πάντας καὶ πάσας τοὺς ἐν Χριστῷ. ἔρρωσθε σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐμοῦ μὴ ἐπιλάθησθε. ὁ κύριος μεθ᾽ ὑμῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.