Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)

Ἰγνάτιος Ἀντιοχείας

Επιστολή προς Φιλιππησίους

Δογματική διδασκαλία περί της Αγίας Τριάδος και της ενσαρκώσεως του Χριστού, απόρριψη των πλανών του διαβόλου και πρακτικές συμβουλές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰγνάτιος Ἀντιοχείας

—

Κεφάλαιο 5 από 13

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ ἠλεημένῃ ἐν πίστει καὶ ὑπομονῇ καὶ ἀγάπῃ ἀνυποκρίτῳ, τῇ οὔσῃ ἐν Φιλίπποις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.

Μεμνημένοι τῆς ἀγάπης ὑμῶν καὶ τῆς ἐν Χριστῷ σπουδῆς, ἧς ἐνεδείξασθε εἰς ἡμᾶς, πρέπον ἡγησάμεθα γράψαι πρὸς τὴν φιλάδελφον ὑμῶν κατὰ θεὸν ψυχικὴν ἀγάπην, ὑπομιμνήσκειν ὑμᾶς τοῦ ἐν Χριστῷ ὑμῶν δρόμου, ἵνα τὸ αὐτὸ λέγητε πάντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, τῷ αὐτῷ κανόνι τῆς πίστεως στοιχοῦντες, ὡς καὶ Παῦλος ὑμᾶς ἐνουθέτει. εἰ γὰρ εἷς ἐστιν ὁ τῶν ὅλων θεὸς ὁ πατὴρ τοῦ Χριστοῦ, ἐξ οὗ τὰ πάντα, εἷς δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῶν ὅλων κύριος, δι᾽ οὗ τὰ πάντα, ἓν δὲ καὶ πνεῦμα ἅγιον τὸ ἐνεργῆσαν ἐν Μωσῇ καὶ προφήταις καὶ ἀποστόλοις, ἓν δὲ καὶ τὸ βάπτισμα τὸ εἰς τὸν θάνατον τοῦ κυρίου διδόμενον, μία δὲ καὶ ἡ ἐκλεκτὴ ἐκκλησία· μία ὀφείλει εἶναι καὶ ἡ κατὰ Χριστὸν πίστις. εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

Εἷς οὖν θεὸς καὶ πατήρ, καὶ οὐ δύο οὐδὲ τρεῖς· εἷς ὁ ὤν, καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μόνος ἀληθινός. κύριος γάρ, φησίν, ὁ θεός σου, κύριος εἷς ἐστιν, καὶ πάλιν· Οὐχ εἷς θεὸς ἔκτισεν ἡμᾶς, οὐχ εἷς πατὴρ πάντων ἡμῶν; εἷς δὲ καὶ υἱός, λόγος θεός. ὁ μονογενὴς γάρ, φησίν, ὁ ὢν εἰς τοὺς κόλπους τοῦ πατρός, καὶ πάλιν· Εἷς κύριος Ἰησοῦς Χριστός, καὶ ἐν ἄλλῳ· Τί ὄνομα αὐτῷ ἢ τί ὄνομα τῷ υἱῷ, ἵνα γνῶμεν; εἷς δὲ καὶ ὁ παράκλητος. ἓν γάρ, φησίν, καὶ πνεῦμα, ἐπειδὴ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, καὶ πάλιν· Ἓν πνεῦμα ἐποτίσθημεν καὶ τὰ ἑξῆς. πάντα δὲ ταῦτα, τὰ χαρίσματα δηλονότι, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα. οὔτε οὖν τρεῖς πατέρες οὔτε τρεῖς υἱοὶ οὔτε τρεῖς παράκλητοι, ἀλλ᾽ εἷς πατὴρ καὶ εἷς υἱὸς καὶ εἷς παράκλητος. διὸ καὶ ὁ κύριος ἀποστέλλων τοὺς ἀποστόλους μαθητεῦσαι πάντα τὰ ἔθνη, ἐνετείλατο αὐτοῖς βαπτίζειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὔτε εἰς ἕνα τριώνυμον οὔτε εἰς τρεῖς ἐνανθρωπήσαντας, ἀλλ᾽ εἰς τρεῖς ὁμοτίμους.

Εἷς γὰρ ὁ ἐνανθρωπήσας, οὔτε ὁ πατὴρ οὔτε ὁ παράκλητος, ἀλλὰ μόνον ὁ υἱός, οὐ δοκήσει, οὐ φαντασίᾳ ἀλλ᾽ ἀληθείᾳ· ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ἡ γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. καὶ ἐγεννήθη ὡς ἄνθρωπος ὁ θεὸς λόγος μετὰ σώματος ἐκ τῆς παρθένου ἄνευ ὁμιλίας ἀνδρός· ἡ παρθένος γὰρ ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν. ἀληθῶς οὖν ἐγεννήθη, ἀληθῶς ηὐξήθη, ἀληθῶς ἔφαγεν καὶ ἔπιεν, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανεν καὶ ἀνέστη. ὁ ταῦτα πιστεύσας, ὡς ἔχει, ὡς γεγένηται, μακάριος· ὁ ταῦτα μὴ πιστεύσας ἐναγής, οὐχ ἧττον τῶν τὸν κύριον σταυρωσάντων. ὁ γὰρ ἄρχων τοῦ κόσμου τούτου χαίρει, ὅταν τις ἀρνῆται τὸν σταυρόν· ὄλεθρον γὰρ ἑαυτοῦ γινώσκει τὴν ὁμολογίαν τοῦ σταυροῦ. τοῦτο γάρ ἐστιν τὸ τρόπαιον κατὰ τῆς αὐτοῦ δυνάμεως, ὅπερ ὁρῶν φρίττει καὶ ἀκούων φοβεῖται.

Καὶ πρὶν μὲν γένηται ὁ σταυρός, ἔσπευδεν γενέσθαι τοῦτο, καὶ ἐνήργει ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐνήργει ἐν Ἰούδᾳ, ἐν Φαρισαίοις, ἐν Σαδδουκαίοις, ἐν πρεσβύταις, ἐν νέοις, ἐν ἱερεῦσιν. μέλλοντος δὲ γίνεσθαι θορυβεῖται καὶ μετάμελον ἐμβάλλει τῷ προδότῃ καὶ βρόχον αὐτῷ δείκνυσιν καὶ ἀγχόνην διδάσκει· φοβεῖ δὲ καὶ τὸ γύναιον, ἐν ὀνείροις αὐτὸ καταταράττων, καὶ παύειν πειρᾶται τὰ κατὰ τὸν σταυρόν, ὁ πάντα κάλων κινῶν εἰς τὴν αὐτοῦ κατασκευήν· οὐ μεταγινώσκων ἐπὶ τῷ τοσούτῳ κακῷ (εἰ γὰρ ἄν, οὐ πάντα ἦν πονηρός), ἀλλ᾽ ἐπῄσθετο τῆς ἑαυτοῦ ἀπωλείας· ἀρχὴ γὰρ αὐτῷ καταδίκης ὁ τοῦ Χριστοῦ σταυρός, ἀρχὴ θανάτου, ἀρχὴ ἀπωλείας. διὸ καὶ ἔν τισιν ἐνεργεῖ ἀρνεῖσθαι τὸν σταυρόν, τὸ πάθος ἐπαισχύνεσθαι, τὸν θάνατον δόκησιν καλεῖν, τὴν ἐκ παρθένου γέννησιν περικόπτειν, τὴν φύσιν αὐτὴν διαβάλλειν ὡς μυσεράν. Ἰουδαίοις συμμαχεῖ εἰς ἄρνησιν τοῦ σταυροῦ, Ἕλλησιν εἰς συκοφαντίαν μαγείας, αἱρετικοῖς εἰς φαντασίαν. ποικίλος γάρ ἐστιν ὁ τῆς κακίας στρατηγός, κλεψίνους, ἄστατος, ἑαυτῷ ἐναντίος καὶ ἄλλα μὲν προβαλλόμενος, ἕτερα δὲ δεικνύς· σοφὸς γάρ ἐστι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ὅ τί ποτέ ἐστιν ἀγνοεῖ, ἀγνοίας πεπλήρωται δι᾽ ἑκούσιον παράνοιαν. πῶς γὰρ οὐκ ἔστιν τοιοῦτος, ὃς μηδὲ πρὸ ποδῶν τὸν ἑαυτοῦ λόγον βλέπει;

Εἰ γὰρ ψιλὸς ἄνθρωπος ὁ κύριος ἐκ ψυχῆς καὶ σώματος, τί περικόπτεις τὴν γέννησιν τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως; τί δὲ ὡς παράδοξόν τι ἐπ᾽ ἀνθρώπου γενόμενον τὸ πάθος δόκησιν καλεῖς καὶ τὸν θάνατον τοῦ θνητοῦ δόξαν νομίζεις; εἰ δὲ θεὸς καὶ ἄνθρωπος, τί παράνομον καλεῖς τὸν τῆς δόξης κύριον, τὸν τῇ φύσει ἄτρεπτον; τί παράνομον λέγεις τὸν νομοθέτην, τὸν οὐκ ἀνθρωπείαν ψυχὴν ἔχοντα; ὁ λόγος σὰρξ ἐγένετο, ὁ λόγος ἄνθρωπος, οὐκ ἐν ἀνθρώπῳ κατοικήσας. πῶς δὲ καὶ μάγος οὗτος, ὁ πάλαι μὲν πᾶσαν αἰσθητὴν καὶ νοητὴν φύσιν κατασκευάσας γνώμῃ πατρός, ἐν δὲ τῇ ἐνανθρωπήσει πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύσας;

Πῶς δὲ οὐχ οὗτος θεός, ὁ νεκροὺς ἀνιστῶν, χωλοὺς ἀρτίους ἀποστέλλων, λεπροὺς καθαρίζων, τυφλοὺς ὀμματῶν, τὰ ὄντα ἢ αὔξων ἢ μεταβάλλων ὡς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας καὶ τὸ ὕδωρ εἰς οἶνον, τὸν δὲ σὸν στρατὸν ῥήματι μόνον φυγαδεύων; τί δὲ κακίζεις τὴν φύσιν τῆς παρθένου καὶ τὰ μόρια ἀποκαλεῖς αἰσχρά, πάλαι ταῦτα πομπεύων καὶ γυμνοῦσθαι κελεύων ἄρρενας μὲν εἰς ὄψιν θηλειῶν, θηλείας δὲ εἰς ἀκόλαστον ἐπιθυμίαν ἀρρένων; νῦν αἰσχρά σοι ταῦτα νενόμισται, καὶ σεμνὸς εἶναι προσποιῇ, σὺ τὸ τῆς πορνείας πνεῦμα, ἀγνοῶν, ὅτι τότε γίνεται αἰσχρόν τι, ὅταν παρανομίᾳ ῥυπανθῇ, ἁμαρτίας δὲ ἀπούσης οὐδὲν τῶν γενομένων αἰσχρόν, οὐδὲν φαῦλον, ἀλλὰ πάντα καλὰ λίαν· καὶ σὺ μὴ βλέπων κακίζεις αὐτά;

Πῶς δὲ πάλιν οὐκέτι σοι δοκεῖ ὁ Χριστὸς εἶναι ἐκ τῆς παρθένου, ἀλλ᾽ ὁ ἐπὶ πάντων θεός, ὁ ὤν, ὁ παντοκράτωρ; τίς οὖν ὁ τοῦτον ἀποστείλας, εἰπέ· τίς ὁ τούτου κυριεύων, γνώμῃ δὲ τίνος οὗτος ἐπειθάρχησεν, νόμων δὲ ποίων πληρωτὴς γέγονεν, ὁ μήτε γνώμῃ τινὸς μήτε ἐξουσίᾳ εἴκων; καὶ τὸν Χριστὸν ἐξαιρῶν τῆς γεννήσεως, τὸν ἀγέννητον νομοθετεῖς γεγεννῆσθαι καὶ σταυρῷ προσηλῶσθαι τὸν ἄναρχον· τίνος συγχωρήσαντος, οὐκ ἔχω εἰπεῖν. ἀλλὰ γὰρ οὐ λέληθάς με τοῦ παλιμβόλου οὐδ᾽ ἀγνοῶ, ὅτι διάλοξα καὶ δίδυμα βαίνεις· ἀγνοεῖς δὲ σύ, τίς ὁ γεννηθείς, ὁ πᾶν εἰδέναι προσποιούμενος.

Πολλὰ γάρ σε λανθάνει· ἡ παρθενία Μαρίας, ὁ παράδοξος τοκετός, ὅστις ὁ ἐν τῷ σώματι, ὁ ἡγούμενος ἀστὴρ τῶν ἐν ἀνατολῇ, τῶν τὰ δῶρα κομιζόντων μάγων, ἀρχαγγέλου ἀσπασμὸς πρὸς παρθένον, παρθένου παράδοξος σύλληψις μεμνηστευμένης, παιδὸς προδρόμου κηρυκεία ἐπὶ τῷ ἐκ τῆς παρθένου καὶ ἐν κοιλίᾳ σκίρτησις ἐκ τοῦ προθεωρουμένου, ἀγγέλων ὕμνοι ἐπὶ τῷ τεχθέντι, ποιμένων εὐαγγελία, Ἡρῴδου φόβος ἐπὶ ἀφαιρέσει βασιλείας, νηπιοκτόνον πρόσταγμα, εἰς Αἴγυπτον μετανάστασις, ἐκεῖθεν ἐπὶ τὰ τῇδε ἐπάνοδος, σπάργανα παιδικά, ἀπογραφὴ ἀνθρωπίνη, γαλακτοτροφία, ὄνομα πατρὸς οὐ σπείραντος, φάτνη διὰ τὸ μὴ εἶναι τόπον, οὐδεμία παρασκευὴ ἀνθρωπίνη, αὐξήσεως προκοπή, ἀνθρώπινα ῥήματα, πεῖνα, δίψα, ὁδοιπορία, κόπος, θυσιῶν προσκομιδαί, ἐπειδὴ καὶ περιτομή, βάπτισμα, φωνὴ θεοῦ ἐπὶ τῷ βαπτιζομένῳ, ὅστις καὶ πόθεν, μαρτυρία πνεύματος καὶ θεοῦ ὑπεράνωθεν, φωνὴ Ἰωάννου προφήτου σημαίνουσα πάθος διὰ τῆς τοῦ ἀμνοῦ προσηγορίας, σημείων διαφόρων ἐνέργειαι, ἰάσεις ποικίλαι, ἐπιτίμησις δεσποτικὴ προστάττουσα θαλάττῃ καὶ ἀνέμοις, πνεύματα πονηρὰ φυγαδευόμενα, σεαυτὸν στρεβλούμενον, ἐκ τῆς τοῦ φαινομένου δυνάμεως αἰκιζόμενον, οὐκ ἔχοντα ὅ τι ποιήσῃς. ταῦθ᾽ ὁρῶν ἰλιγγιᾷς, καὶ ὅτι παρθένος ἡ τεκοῦσα, ἠγνόεις· ἀλλ᾽ ἐξέπληττέν σε ἡ τῶν ἀγγέλων ὑμνολογία, ἡ τῶν μάγων προσκύνησις, ἡ τοῦ ἀστέρος ἐπιτολή.

εἰς ἄγνοιαν σὺ παλινδρομεῖς διὰ τὰ εὐτελῆ· μικρὰ γάρ σοι δοκεῖ σπάργανα, φάτνη, περιτομή, γαλακτοτροφία· ἀνάξιά σοι ταῦτα κατὰ θεοῦ καταφαίνεται.

Πάλιν εἶδες ἄνθρωπον τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἄγευστον μείναντα τροφῆς ἀνθρωπίνης, ἀγγέλους διακονοῦντας, οὓς καὶ ἔφριττες, ἰδὼν πρῶτον ὡς κοινὸν ἄνθρωπον βαπτιζόμενον καὶ τὴν αἰτίαν ἀγνοῶν· μετὰ δὲ τὴν νηστείαν πεινῶντι κατεθάρσεις πάλιν καὶ ἐπείραζες ὡς κοινὸν ἄνθρωπον, ἀγνοῶν, ὅστις εἴη. ἔλεγες γάρ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. τὸ γὰρ εἰ υἱὸς εἶ τοῦ θεοῦ ἀγνοίας ἐστίν· εἰ γὰρ ὄντως ἐγίνωσκες, ἠπίστω, ὅτι δημιουργῷ καὶ τὸ μὴ ὂν ποιῆσαι καὶ τὸ ὂν μεταβαλεῖν ἐπ᾽ ἴσης δυνατόν. καὶ διὰ γαστρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. εἰ γὰρ ᾔδεις, ὅτι υἱὸς θεοῦ ἦν, ἐγίνωσκες ἄν, ὅτι ὁ ἐν τεσσαράκοντα ἡμέραις καὶ ἰσαρίθμοις νυξὶν ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ, ὅτι κατ᾽ ἀλήθειαν ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. διὰ μὲν τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄνθρωπος.

Σὺ οὖν, ὁ ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή, τολμᾷς λέγειν τῷ κυρίῳ· Βάλε σεαυτὸν ἐντεῦθεν κάτω, ᾧ τὰ ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι τὸν οὐκ ἐπιδεικτιῶντα; καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν περὶ αὐτοῦ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, ἃ περί σου καὶ τῶν σῶν προπόλων προεφήτευσεν· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα;

Εἰ τοίνυν σὺ πάτημα τῶν ποδῶν τοῦ κυρίου, πῶς πειράζεις τὸν ἀπείραστον, ἐπιλαθόμενος τοῦ νομοθέτου παρακελευομένου, ὅτι οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ἀλλὰ καὶ τολμᾷς, ἐναγέστατε, τὰ τοῦ θεοῦ ἔργα οἰκειοῦσθαι καί σοι παραδεδόσθαι λέγειν τὴν τούτων ἀρχήν· καὶ τὴν σὴν πτῶσιν προτείνεις τῷ κυρίῳ καὶ διδόναι τὰ αὐτοῦ αὐτῷ ἐπαγγέλλῃ, ἐὰν πεσὼν ἐπὶ τῆς γῆς προσκυνήσῃ σοι; καὶ πῶς οὐκ ἔφριξας τοιαύτην φωνὴν κατὰ τοῦ δεσπότου προήκασθαι, ὦ πάντων πονηρῶν πνευμάτων πονηρότερον ἐκ κακονοίας πνεῦμα; διὰ γαστρὸς ἡττήθης καὶ διὰ κενοδοξίας ἠτιμάσθης, διὰ φιλοχρηματίας καὶ φιλαρχίας εἰς ἀσέβειαν ἐφέλκῃ. σὺ ὁ Βελίαρ, ὁ δράκων, ὁ ἀποστάτης, ὁ σκολιὸς ὄφις, ὁ τοῦ θεοῦ ἀποστάς, ὁ τοῦ Χριστοῦ χωρισθείς, ὁ τοῦ ἁγίου πνεύματος ἀλλοτριωθείς, ὁ τοῦ χοροῦ τῶν ἀγγέλων ἐξωσθείς, ὁ τῶν νόμων τοῦ θεοῦ ὑβριστής, ὁ τῶν νομίμων ἐχθρός, ὁ τοῖς πρωτοπλάστοις ἐπαναστὰς καὶ τῆς ἐντολῆς κινήσας τοὺς οὐδὲν ἀδικήσαντάς σε, ὁ τῷ Ἄβελ ἐπαναστήσας τὸν ἀνθρωποκτόνον Κάϊν, ὁ τῷ Ἰὼβ ἐπιστρατεύσας, λέγεις τῷ κυρίῳ· Ἐὰν πεσὼν προσκυνήσῃς μοι; ὢ τῆς τόλμης, ὢ τῆς παραπληξίας· δοῦλος δραπέτης, δοῦλος μαστιγίας, ἀφηνιάσας τοῦ καλοῦ δεσπότου, δεσπότῃ τηλικούτῳ, θεῷ πάντων τῶν νοητῶν καὶ αἰσθητῶν λέγεις· Ἐὰν πεσὼν προσκυνήσῃς μοι;

Ὁ δὲ κύριος μακροθυμεῖ καὶ οὐκ εἰς τὸ μὴ ὂν ἀναιρεῖ τὸν ἀπὸ ἀγνοίας τοιαῦτα θρασυνόμενον, ἀλλὰ πράως ἀποκρίνεται· Ὕπαγε σατανᾶ. οὐκ εἶπεν· Ὕπαγε ὀπίσω μου (οὐ γὰρ ὑποστρέψαι οἷός τε), ἀλλ᾽· Ὕπαγε σατανᾶ, ἐν οἷς ἐπελέξω· ὕπαγε, ἐν οἷς ἠρεθίσθης ἐκ κακονοίας· ἐγὼ γὰρ ὅστις εἰμὶ γινώσκω καὶ ὑπὸ τίνος ἀπέσταλμαι καὶ ὃν χρὴ προσκυνεῖν ἐπίσταμαι. κύριον γάρ, φησίν, τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. οἶδα τὸν ἕνα, ἐπίσταμαι τὸν μόνον, οὗ σὺ ἀποστάτης γέγονας. οὔκ εἰμι ἀντίθεος, ὁμολογῶ τὴν ὑπεροχήν, καὶ οὐ παραιτοῦμαι προσκυνεῖν ἐκείνῳ, ὃν ἐπίσταμαι τὸν τῆς ἐμῆς γεννήσεως αἴτιον καὶ κύριον καὶ ὑποστάσεως φύλακα· ἐγὼ γὰρ ζῶ διὰ τὸν πατέρα.

Ταῦτα, ἀδελφοί, ἀπὸ διαθέσεως τῆς πρὸς ὑμᾶς ἠναγκάσθην ἐπιστεῖλαι εἰς δόξαν θεοῦ παραινῶν, οὐκ ὤν τι, ἀλλ᾽ ὡς ἀδελφός. ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, τοῖς πρεσβυτέροις, τοῖς διακόνοις· ἀγαπᾶτε ἀλλήλους ἐν κυρίῳ ὡς θεοῦ ἀγάλματα. ὁρᾶτε οἱ ἄνδρες, ὡς ἴδια μέλη τὰς γαμετὰς στέργετε· αἱ γυναῖκες, ὡς ἓν οὖσαι τῇ συναφείᾳ, στέργετε τοὺς ἑαυτῶν ἄνδρας. εἴ τις ἁγνεύει ἢ ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν. τὰς ἑορτὰς μὴ ἀτιμάζετε· τὴν τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε (μίμησιν γὰρ περιέχει τῆς τοῦ κυρίου πολιτείας) καὶ τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε· τετράδα καὶ παρασκευὴν νηστεύετε, πένησιν ἐπιχορηγοῦντες τὴν περισσείαν. εἴ τις κυριακὴν ἢ σάββατον νηστεύει πλὴν ἑνὸς σαββάτου, οὗτος χριστοκτόνος ἐστίν.

Αἱ προσευχαὶ ὑμῶν ἐκταθείησαν εἰς τὴν Ἀντιοχείας ἐκκλησίαν, ὅθεν καὶ δέσμιος ἀπάγομαι εἰς Ῥώμην. ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Πολύκαρπον, ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Βιτάλιον καὶ τὸ ἱερὸν πρεσβυτέριον καὶ τοὺς συνδούλους μου τοὺς διακόνους· ὧν ἐγὼ ἀντίψυχον γενοίμην. ἔτι συντάσσομαι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις ἐν κυρίῳ· εἴ τις μετὰ Ἰουδαίων ἐπιτελεῖ τὸ πάσχα ἢ τὰ σύμβολα τῆς ἑορτῆς αὐτῶν δέχεται, κοινωνός ἐστι τῶν ἀποκτεινάντων τὸν κύριον καὶ τοὺς ἀποστόλους αὐτοῦ.

Ἀσπάζονται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι. ἀσπάζομαι τὸ σύστημα τῶν παρθένων, τὸ τάγμα τῶν χηρῶν· ὧν καὶ ὀναίμην. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου. ἀπέστειλα ὑμῖν ταῦτά μου τὰ γράμματα διὰ Εὐφανίου τοῦ ἀναγνώστου, ἀνδρὸς θεοτιμήτου καὶ πιστοτάτου, συντυχὼν περὶ Ῥήγιον, ἀναγομένου ἐν πλοίῳ. μέμνησθέ μου τῶν δεσμῶν, ἵνα τελειωθῶ ἐν Χριστῷ. ἔρρωσθε σαρκί, ψυχῇ, πνεύματι, τέλεια φρονοῦντες, ἀποστρεφόμενοι τοὺς ἐργάτας τῆς ἀνομίας καὶ τοῦ λόγου τῆς ἀληθείας φθορεῖς, ἐνδυναμούμενοι ἐν τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.