Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰγνάτιος Ἀντιοχείας – Ἐπιστολαὶ παρεμβεβλημέναι καὶ ἐπιστολαὶ ὑποβολιμαῖαι (Νόθος)

Ἰγνάτιος Ἀντιοχείας

Επιστολή προς Σμυρναίους

Ομολογία της αληθούς ενανθρωπήσεως και του πάθους, προειδοποίηση κατά των δοκητών και οδηγίες για την εκκλησιαστική ενότητα στη Σμύρνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰγνάτιος Ἀντιοχείας

—

Κεφάλαιο 7 από 13

ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ. Ἰγνάτιος, ὁ καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ πατρὸς ὑψίστου καὶ τοῦ ἠγαπημένου υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἠλεημένῃ ἐν παντὶ χαρίσματι, πεπληρωμένῃ ἐν πίστει καὶ ἀγάπῃ, ἀνυστερήτῳ οὔσῃ παντὸς χαρίσματος, θεοπρεπεστάτῃ καὶ ἁγιοφόρῳ, τῇ οὔσῃ ἐν Σμύρνῃ τῆς Ἀσίας, ἐν ἀμώμῳ πνεύματι καὶ λόγῳ θεοῦ πλεῖστα χαίρειν.

Δοξάζω τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν δι᾽ αὐτοῦ οὕτως ὑμᾶς σοφίσαντα· ἐνόησα γὰρ ὑμᾶς κατηρτισμένους ἐν ἀκινήτῳ πίστει, ὥσπερ καθηλωμένους ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ σαρκί τε καὶ πνεύματι καὶ ἡδρασμένους ἐν ἀγάπῃ ἐν τῷ αἵματι τοῦ Χριστοῦ· πεπληροφορημένους ὡς ἀληθῶς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν τοῦ θεοῦ υἱόν, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν θεὸν λόγον, τὸν μονογενῆ υἱόν, ὄντα δὲ ἐκ γένους Δαυὶδ κατὰ σάρκα. ἐκ Μαρίας τῆς παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου. ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ᾽ αὐτοῦ· πολιτευσάμενον ὁσίως ἄνευ ἁμαρτίας, καὶ ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρῴδου τοῦ τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν ἐν σαρκὶ ἀληθῶς, ἀφ᾽ οὗ καὶ ἡμεῖς ἐσμεν, ἀπὸ τοῦ θεομακαρίστου αὐτοῦ πάθους, ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ, εἴτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν, ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ.

Ταῦτα γὰρ πάντα ἔπαθεν δι᾽ ἡμᾶς. καὶ ἀληθῶς ἔπαθεν καὶ οὐ δοκήσει, ὡς καὶ ἀληθῶς ἀνέστη· ἀλλ᾽ οὐχ ὥσπερ τινὲς τῶν ἀπίστων, ἐπαισχυνόμενοι τὴν τοῦ ἀνθρώπου πλάσιν καὶ τὸν σταυρὸν καὶ αὐτὸν τὸν θάνατον, λέγουσιν, ὅτι δοκήσει καὶ οὐκ ἀληθείᾳ ἀνείληφε τὸ ἐκ τῆς παρθένου σῶμα καὶ τὸ δοκεῖν πέπονθεν, ἐπιλαθόμενοι τοῦ εἰπόντος· Ὁ λόγος σὰρξ ἐγένετο, καί· Λύσατε τὸν ναὸν τοῦτον, καὶ διὰ τριῶν ἡμερῶν ἐγερῶ αὐτόν, καί· Ἐὰν ὑψωθῶ ἀπὸ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. οὐκοῦν ὁ λόγος ἐν σαρκὶ ᾤκησεν· ἡ σοφία γὰρ ἑαυτῇ ᾠκοδόμησεν οἶκον. ὁ λόγος τὸν ἑαυτοῦ ναόν, λυθέντα ὑπὸ τῶν χριστομάχων Ἰουδαίων, ἀνέστησεν τῇ τρίτῃ ἡμέρᾳ. ὁ λόγος, ὑψωθείσης αὐτοῦ τῆς σαρκὸς κατὰ τὸν ἐν τῇ ἐρήμῳ χαλκοῦν ὄφιν, πάντας εἵλκυσεν πρὸς ἑαυτὸν εἰς σωτηρίαν αἰώνιον.

Ἐγὼ δὲ οὐκ ἐν τῷ γεννᾶσθαι καὶ σταυροῦσθαι γινώσκω αὐτὸν ἐν σώματι γεγονέναι μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα. καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἦλθεν, ἔφη αὐτοῖς· Λάβετε, ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι οὔκ εἰμι δαιμόνιον ἀσώματον· πνεῦμα γὰρ σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τῷ Θωμᾷ λέγει· Φέρε τὸν δάκτυλόν σου εἰς τὸν τύπον τῶν ἥλων, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου. καὶ εὐθὺς ἐπίστευσαν, ὡς αὐτὸς εἴη ὁ Χριστός. διὸ καὶ Θωμᾶς φησιν αὐτῷ Ὁ κύριός μου καὶ ὁ θεός μου. διὰ γὰρ τοῦτο καὶ θανάτου κατεφρόνησαν, μικρὸν γὰρ εἰπεῖν, ὕβρεων καὶ πληγῶν. οὐ μὴν δέ, ἀλλὰ καὶ μετὰ τὸ ἐπιδεῖξαι ἑαυτὸν αὐτοῖς, ὅτι ἀληθῶς, ἀλλ᾽ οὐ τὸ δοκεῖν ἐγήγερται, καὶ συνέφαγεν αὐτοῖς καὶ συνέπιεν ἄχρις ἡμερῶν ὅλων τεσσαράκοντα· καὶ οὕτω σὺν τῇ σαρκὶ βλεπόντων αὐτῶν ἀνελήφθη πρὸς τὸν ἀποστείλαντα αὐτόν, σὺν αὐτῇ πάλιν ἐρχόμενος μετὰ δόξης καὶ δυνάμεως. φασὶν γὰρ τὰ λόγια· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. εἰ δὲ ἄνευ σώματός φασιν ἔρχεσθαι ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, πῶς αὐτὸν καὶ ὄψονται οἱ ἐκκεντήσαντες καὶ ἐπιγνόντες κόψονται ἐφ᾽ ἑαυτοῖς; ἀσωμάτων γὰρ οὔτε εἶδος οὔτε χαρακτήρ ἐστιν ἤ τι μίμημα ζώου μορφὴν ἔχοντος, διὰ τὸ ἁπλοῦν τῆς φύσεως.

Ταῦτα δὲ παραινῶ ὑμῖν, ἀγαπητοί, εἰδώς, ὅτι καὶ ὑμεῖς οὕτως ἔχετε. Προφυλάσσω δὲ ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων, οὓς οὐ μόνον ἀποστρέφεσθαι χρή, ἀλλὰ καὶ φεύγειν, μόνον δὲ προσεύχεσθαι ὑπὲρ αὐτῶν, ἐάν πως μετανοήσωσιν. εἰ γὰρ τὸ δοκεῖν ἐν σώματι γέγονεν ὁ κύριος καὶ τὸ δοκεῖν ἐσταυρώθη, κἀγὼ τὸ δοκεῖν δέδεμαι. τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; ἀλλ᾽ οὐ τὸ δοκεῖν, ἀλλὰ τῷ ὄντι πάντα ὑπομένω διὰ Χριστὸν εἰς τὸ συμπαθεῖν αὐτῷ, αὐτοῦ με ἐνδυναμοῦντος· οὐ γάρ μοι τοσοῦτον σθένος.

Ὅν τινες ἀγνοοῦντες ἠρνήσαντο καὶ συνηγοροῦσι τῷ ψεύδει μᾶλλον ἢ τῇ ἀληθείᾳ· οὓς οὐκ ἔπεισαν αἱ προφητεῖαι οὐδ᾽ ὁ νόμος ὁ Μωσέως, ἀλλ᾽ οὐδὲ μέχρι νῦν τὸ εὐαγγέλιον, ἀλλ᾽ οὐδὲ τὰ ἡμέτερα τῶν κατ᾽ ἄνδρα παθήματα. καὶ γὰρ περὶ ἡμῶν τὸ αὐτὸ φρονοῦσι. τί γὰρ ὠφελεῖ, εἰ ἐμὲ ἐπαινεῖ τις, τὸν δὲ κύριόν μου βλασφημεῖ, μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον θεόν; ὁ δὲ τοῦτο μὴ λέγων τελείως αὐτὸν ἀπήρνηται, ὢν νεκροφόρος. τὰ δὲ ὀνόματα αὐτῶν, ὄντα ἄπιστα, νῦν οὐκ ἔδοξέ μοι ἐγγράψαι· μηδὲ γένοιτό μοι αὐτῶν μνημονεύειν, μέχρις οὗ μετανοήσωσιν.

Μηδεὶς πλανάσθω· ἐὰν μή τις πιστεύσῃ, Χριστὸν Ἰησοῦν ἐν σαρκὶ πεπολιτεῦσθαι, καὶ ὁμολογήσῃ τὸν σταυρὸν αὐτοῦ καὶ τὸ πάθος καὶ τὸ αἷμα, ὃ ἐξέχεεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, οὗτος ζωῆς αἰωνίου οὐ τεύξεται, κἂν βασιλεὺς ᾖ κἂν ἱερεύς, κἂν ἄρχων κἂν ἰδιώτης, κἂν δεσπότης ἢ δοῦλος, κἂν ἀνὴρ ἢ γυνή. ὁ χωρῶν χωρείτω, ὁ ἀκούων ἀκουέτω. τόπος καὶ ἀξίωμα καὶ πλοῦτος μηδένα φυσιούτω, ἀδοξία καὶ πενία μηδένα ταπεινούτω· τὸ γὰρ ὅλον ἐστὶν πίστις ἡ εἰς θεὸν καὶ ἡ εἰς Χριστὸν ἐλπίς, ἡ τῶν προσδοκωμένων ἀγαθῶν ἀπόλαυσις, ἀγάπη τε περὶ τὸν θεὸν καὶ τὸ ὁμόφυλον. ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς σεαυτόν, καὶ ὁ κύριός φησιν· Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν, καί· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους· ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. καταμάθετε οὖν τοὺς ἑτεροδοξοῦντας, πῶς νομοθετοῦσιν ἄγνωστον εἶναι τὸν πατέρα τοῦ Χριστοῦ, πῶς ἄπιστον ἔχθραν μετ᾽ ἀλλήλων ἔχουσιν· ἀγάπης αὐτοῖς οὐ μέλει, τῶν προσδοκωμένων ἀλογοῦσι, τὰ παρόντα ὡς ἑστῶτα λογίζονται, τὰς ἐντολὰς παρορῶσιν, χήραν καὶ ὀρφανὸν περιορῶσιν, θλιβόμενον διαπτύουσιν, δεδεμένον γελῶσιν.

Τὸν σταυρὸν ἐπαισχύνονται, τὸ πάθος χλευάζουσι, τὴν ἀνάστασιν κωμῳδοῦσιν. ἔγγονοί εἰσι τοῦ ἀρχεκάκου πνεύματος, τοῦ τὸν Ἀδὰμ διὰ τῆς γυναικὸς τῆς ἐντολῆς ἐξώσαντος, τοῦ τὸν Ἄβελ διὰ τοῦ Κάϊν ἀποκτείναντος, τοῦ τῷ Ἰὼβ ἐπιστρατεύσαντος, τοῦ κατηγοροῦντος Ἰησοῦ τοῦ τοῦ Ἰωσεδέκ, τοῦ ἐξαιτησαμένου σινιασθῆναι τῶν ἀποστόλων τὴν πίστιν, τοῦ τὸ ἰουδαϊκὸν πλῆθος ἐπεγείραντος τῷ κυρίῳ, τοῦ καὶ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ὧν ῥύσεται ἡμᾶς ὁ κύριος Ἰησοῦς Χριστός, ὁ δεηθεὶς μὴ ἐκλείπειν τὴν πίστιν τῶν ἀποστόλων, οὐχ ὡς μὴ αὐταρκῶν φυλάξαι αὐτήν, ἀλλ᾽ ὡς χαίρων τῇ τοῦ πατρὸς ὑπεροχῇ. πρέπον οὖν ἐστιν ἀπέχεσθαι τῶν τοιούτων, καὶ μήτε κατ᾽ ἰδίαν περὶ αὐτῶν λαλεῖν μήτε κοινῇ, προσέχειν δὲ νόμῳ καὶ προφήταις καὶ τοῖς εὐαγγελισαμένοις ὑμῖν τὸν σωτήριον λόγον. τὰς δὲ δυσωνύμους αἱρέσεις καὶ τοὺς τὰ σχίσματα ποιοῦντας φεύγετε ὡς ἀρχὴν κακῶν.

Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς ὁ Χριστὸς Ἰησοῦς τῷ πατρί, καὶ τῷ πρεσβυτερίῳ δὲ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε ὡς θεοῦ ἐντολὴν διακονοῦντας. μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν ἐκκλησίαν. ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω ἡ ὑπὸ τὸν ἐπίσκοπον οὖσα ἢ ᾧ ἂν αὐτὸς ἐπιτρέψῃ. ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἔστω, ὥσπερ ὅπου ὁ Χριστός, πᾶσα ἡ οὐράνιος στρατιὰ παρέστηκεν ὡς ἀρχιστρατήγῳ τῆς δυνάμεως κυρίου καὶ διανομεῖ πάσης νοητῆς φύσεως. οὐκ ἐξόν ἐστιν χωρὶς τοῦ ἐπισκόπου οὔτε βαπτίζειν οὔτε προσφέρειν οὔτε θυσίαν προσκομίζειν οὔτε δοχὴν ἐπιτελεῖν, ἀλλ᾽ ὃ ἂν ἐκείνῳ δοκῇ κατ᾽ εὐαρέστησιν θεοῦ, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν, ὃ πράσσεται.

Εὔλογόν ἐστι λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μετανοεῖν. ἐν γὰρ τῷ ᾅδῃ οὐκ ἔστιν ὁ ἐξομολογούμενος. ἰδοὺ γὰρ ἄνθρωπος, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. τίμα, φησίν, υἱὲ τὸν θεὸν καὶ βασιλέα. ἐγὼ δέ φημι· τίμα μὲν τὸν θεὸν ὡς αἴτιον τῶν ὅλων καὶ κύριον, ἐπίσκοπον δὲ ὡς ἀρχιερέα, θεοῦ εἰκόνα φοροῦντα κατὰ μὲν τὸ ἄρχειν θεοῦ, κατὰ δὲ τὸ ἱερατεύειν Χριστοῦ. καὶ μετὰ τοῦτον τιμᾶν χρὴ καὶ βασιλέα· οὔτε γὰρ θεοῦ τις κρείττων ἢ παραπλήσιος ἐν πᾶσι τοῖς οὖσιν, οὔτε δὲ ἐν ἐκκλησίᾳ ἐπισκόπου τις μείζων ἱερωμένου θεῷ ὑπὲρ τῆς τοῦ κόσμου παντὸς σωτηρίας, οὔτε βασιλέως τις παραπλήσιος ἐν ἄρχουσιν, εἰρήνην καὶ εὐνομίαν τοῖς ἀρχομένοις πρυτανεύοντος. ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τιμηθήσεται, ὥσπερ οὖν ὁ ἀτιμάζων αὐτὸν ὑπὸ θεοῦ κολασθήσεται. εἰ γὰρ ὁ βασιλεῦσιν ἐπεγειρόμενος κολάσεως ἄξιος δικαίως γενήσεται ὥς γε παραλύων τὴν κοινὴν εὐνομίαν, πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ ἄνευ ἐπισκόπου τι ποιεῖν προαιρούμενος καὶ τὴν ὁμόνοιαν διασπῶν καὶ τὴν εὐταξίαν συγχέων; ἱερωσύνη γάρ ἐστιν τὸ πάντων ἀγαθῶν ἐν ἀνθρώποις ἀναβεβηκός, ἧς ὁ καταμανεὶς οὐκ ἄνθρωπον ἀτιμάζει, ἀλλὰ θεὸν καὶ Χριστὸν Ἰησοῦν, τὸν πρωτότοκον καὶ μόνον τῇ φύσει τοῦ πατρὸς ἀρχιερέα.

πάντα οὖν ὑμῖν μετ᾽ εὐταξίας ἐπιτελείσθω ἐν Χριστῷ· οἱ λαϊκοὶ τοῖς διακόνοις ὑποτασσέσθωσαν, οἱ διάκονοι τοῖς πρεσβυτέροις, οἱ πρεσβύτεροι τῷ ἐπισκόπῳ, ὁ ἐπίσκοπος τῷ Χριστῷ, ὡς αὐτὸς τῷ πατρί. καθά με ἀνεπαύσατε, ἀδελφοί, καὶ ὑμᾶς Ἰησοῦς ὁ Χριστός. ἀπόντα με καὶ παρόντα ἠγαπήσατε· ἀμείψεται ὑμᾶς ὁ θεός, δι᾽ ὃν ταῦτα εἰς τὸν δέσμιον αὐτοῦ ἐνεδείξασθε. εἰ γὰρ καὶ μή εἰμι ἱκανός, ἀλλὰ τὸ τῆς προθυμίας ὑμῶν μέγα. ὁ τιμῶν γὰρ προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· δηλονότι καὶ ὁ τιμῶν δέσμιον Ἰησοῦ Χριστοῦ μαρτύρων λήψεται μισθόν.

Φίλωνα καὶ Γάϊον καὶ Ἀγαθόποδα, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ, διάκονοι Χριστοῦ ὄντες, καλῶς ἐποιήσατε ὑποδεξάμενοι ὡς διακόνους Χριστοῦ· οἳ καὶ σφόδρα εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον. οὐδὲν ὑμῖν παραλογισθήσεται, ὧν εἰς αὐτοὺς ἐποιήσατε. δῴη ὑμῖν ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἀντίψυχον ὑμῶν τὸ πνεῦμά μου καὶ τὰ δεσμά μου, ἃ οὐχ ὑπερηφανεύσατε οὐδὲ ἐπῃσχύνθητε· διὸ οὐδὲ ὑμᾶς ἐπαισχυνθήσεται ἡ τελεία ἐλπίς, Ἰησοῦς Χριστός.

Αἱ προσευχαὶ ὑμῶν ἤγγισαν εἰς τὴν Ἀντιοχέων ἐκκλησίαν, καὶ εἰρηνεύεται· ὅθεν δεδεμένος πάντας ἀσπάζομαι. οὐκ ὢν ἄξιος ἐκεῖθεν, ἔσχατος αὐτῶν ὤν, κατὰ θέλημα κατηξιώθην, οὐκ ἐκ συνειδήσεως ἐμῆς, ἀλλ᾽ ἐκ χάριτος θεοῦ· ἣν εὔχομαι τελείαν μοι δοθῆναι, ἵνα ἐν ταῖς προσευχαῖς ὑμῶν θεοῦ ἐπιτύχω. ὅπως οὖν ὑμῶν τὸ ἔργον τέλειον γένηται ἐπὶ τῆς γῆς καὶ ἐν τῷ οὐρανῷ, πρέπει εἰς θεοῦ τιμὴν χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβύτην, εἰς τὸ γενόμενον ἐν Συρίᾳ συγχαρῆναι αὐτοῖς, ὅτι εἰρηνεύουσι καὶ ἀπέλαβον τὸ ἴδιον μέγεθος, καὶ ἀπεκατεστάθη αὐτοῖς τὸ ἴδιον σωμάτιον. ὃ ἐφάνη μοι ἄξιον, τοῦτό ἐστιν, ὥστε πέμψαι τινὰ τῶν ὑμετέρων μετ᾽ ἐπιστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος εὐόρμου τετύχηκα Χριστοῦ διὰ τῶν προσευχῶν ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε· θέλουσι γὰρ ὑμῖν εὖ πράττειν καὶ θεὸς ἕτοιμος εἰς τὸ παρασχεῖν.

Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη τῶν ἀδελφῶν ὑμῶν τῶν ἐν Τρωάδι, ὅθεν καὶ γράφω ὑμῖν διὰ Βούργου, ὃν ἀπεστείλατε μετ᾽ ἐμοῦ ἅμα Ἐφεσίοις τοῖς συναδέλφοις ὑμῶν, ὃς κατὰ πάντα με ἀνέπαυσεν. καὶ ὄφελον πάντες αὐτὸν ἐμιμοῦντο, ὄντα ἐξεμπλάριον θεοῦ διακονίας. ἐμείψεται αὐτὸν ἡ χάρις τοῦ κυρίου κατὰ πάντα. ἀσπάζομαι τὸν ἀξιόθεον ἐπίσκοπον ὑμῶν Πολύκαρπον καὶ τὸ θεοπρεπὲς πρεσβυτέριον καὶ τοὺς χριστοφόρους διακόνους τοὺς συνδούλους μου καὶ τοὺς κατὰ ἄνδρα καὶ κοινῇ πάντας ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ καὶ τῇ σαρκὶ αὐτοῦ καὶ τῷ αἵματι, πάθει τε καὶ ἀναστάσει, σαρκικῇ τε καὶ πνευματικῇ ἐν ἑνότητι θεοῦ καὶ ὑμῶν. χάρις ὑμῖν, ἔλεος, εἰρήνη, ὑπομονὴ διὰ παντὸς ἐν Χριστῷ.

Ἀσπάζομαι τοὺς οἴκους τῶν ἀδελφῶν μου σὺν γυναιξὶν καὶ τέκνοις καὶ ἀειπαρθένοις καὶ τὰς χήρας. ἔρρωσθέ μοι ἐν δυνάμει πνεύματος. ἀσπάζεται ὑμᾶς Φίλων ὁ συνδιάκονος, ὁ ὢν σὺν ἐμοί. ἀσπάζομαι τὸν οἶκον Γαυΐας, ἣν εὔχομαι ἡδρᾶσθαι πίστει καὶ ἀγάπῃ σαρκικῇ τε καὶ πνευματικῇ. ἀσπάζομαι Ἄλκην, τὸ ποθητόν μοι ὄνομα, καὶ Δάφνον τὸν ἀσύγκριτον καὶ Εὔτεκνον καὶ πάντας κατ᾽ ὄνομα. ἔρρωσθε ἐν χάριτι θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πεπληρωμένοι πνεύματος ἁγίου καὶ σοφίας θείας καὶ ἱερᾶς.