ΤΟ δὲ πλεῖον ἢ ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς, οὐκ ἐν τῷ τὴν ὑπόθεσιν αὐτὴν ἀλλάσσειν γίνεται, καὶ ἄλλον Θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν, καὶ ποιητὴν, καὶ τροφέα τοῦδε τοῦ παντὸς, ὡς μὴ ἀρκουμένους τούτους, ἢ ἄλλον Χριστὸν, ἢ ἄλλον Μονογενῆ· ἀλλὰ ἐν τῷ τὰ ὅσα ἐν παραβολαῖς εἴρηται προσεπεργάζεσθαι, καὶ οἰκειοῦν τῇ τῆς πίστεως ὑποθέσει· καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ οἰκονομίαν τοῦ Θεοῦ, τὴν ἐπὶ τῇ ἀνθρωπότητι γενομένην, ἐκδιηγεῖσθαι· καὶ ὅτι ἐμακροθύμησεν ὁ Θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ, καὶ ἐπὶ τῇ παρακοῇ τῶν ἀνθρώπων, σαφηνίζειν· καὶ διὰ τί τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, καὶ τὰ μὲν οὐράνια, τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς Θεὸς πεποίηκεν, ἀπαγγέλλειν· καὶ διὰ τί ἀόρατος ὢν ἐφάνη τοῖς προφήταις ὁ Θεὸς, οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις, συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν, καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ, διδάσκειν· καὶ διὰ τί συνέκλεισε πάντα [ita iii. 22] εἰς ἀπείθειαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήσῃ, ἐξερευνᾷν· καὶ διὰ τί ὁ λόγος τοῦ Θεοῦ σὰρξ ἐγένετο, καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ᾽ ἐσχάτων τῶν καιρῶν ἡ παρουσία τοῦ υἱοῦ τοῦ Θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχὴ, ἀπαγγέλλειν· καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων, ὅσα τε κεῖται ἐν ταῖς γραφαῖς, ἀναπτύσσειν· καὶ τί ὅτι τὰ ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύσσωμα, καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ Θεὸς, μὴ σιωπᾷν· καὶ πῶς τὸ θνητὸν τοῦτο σαρκίον ἐνδύσεται ἀθανασίαν, καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε ἐρεῖ, Ὁ οὐ λαὸς, λαὸς, καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη, καὶ πῶς Πλείονα τῆς ἐρήμου τὰ τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, κηρύσσειν.