Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Ο Μάρκος ο μάγος, η απατηλή του δράση και η διαφθορά των γυναικών

Η μαγική δράση του Μάρκου, η τέλεση ψευδών μυστηρίων, η εκμετάλλευση και αποπλάνηση των γυναικών μέσω της δήθεν προφητείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 6 από 11

Μάρκος δέ τις ..... γύναια καὶ ἄνδρας ὑπ᾽ αὐτοῦ πεπλανημένα τε καὶ πεπλανημένους ἐπηγάγετο, ὑποληφθεὶς ὁ ἐλεεινὸς διορθωτὴς εἶναι τῶν προειρημένων ἀπατεώνων, μαγικῆς ὑπάρχων κυβείας ἐμπειρότατος. Ἀπατήσας δὲ τοὺς προειρημένους πάντας καὶ τὰς προειρημένας προσέχειν αὐτῷ, ὡς γνωστικωτάτῳ, καὶ δύναμιν τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων Ἄλλος δέ τις διδάσκαλος αὐτῶν Μάρκος μαγικῆς ἔμπειρος, ἃ μὲν διὰ κυβείας δώρων [καὶ ἐπῳδῶν], ἃ δὲ καὶ διὰ δαιμόνων ἠπάτα πολλούς.

Οὗτος ἔλεγεν ἐν αὐτῷ τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων εἶναι δύναμιν. Καὶ δὴ πολλάκις λαμβάνων ποτήριον ... κ.τ.λ. ἔχοντι, ὡς πρόδρομος ὢν ἀληθῶς τοῦ Ἀντιχρίστου ἀποδέδεικται. Τὰ γὰρ Ἀναξιλάου παίγνια τῇ τῶν λεγομένων μάγων πανουργίᾳ, συμμίξας, δι᾽ αὐτῶν φαντάζων τε καὶ μαγεύων, εἰς ἔκπληξιν τοὺς ὅρωντάς τε καὶ πειθομένους αὐτῷ περιέβαλεν. ...... Οἱ δὲ τὰ ἀπὸ περιεργίας ὁρῶντες δοκοῦσι δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι .....

Τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι μὴ γινώσκοντες δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ᾽ αὐτοῦ παιγνίου, ὡς ἔπος εἰπεῖν, ἐπιτελεῖται. Ποτήρια οἴνῳ κεκραμένα προσποιούμενος εὐχαριστεῖν, καὶ ἐπὶ πλέον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως, πορφύρεα καὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ· ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα Χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν ἐκείνῳ τῷ ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ, καὶ ὑπεριμείρεσθαι τοὺς παρόντας ἐξ ἐκείνου γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς ἐπομβρήσῃ ἡ διὰ τοῦ μάγου τούτου κληϊζομένη Χάρις.

Πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπώματα κεκραμένα, αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρεστῶτος αὐτοῦ. Καὶ τούτου γενομένου, αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου, οὗ ἡ ἐξηπατημένη εὐχαρίστησε, προσενεγκὼν, [Int. προενεγκών. Hipp. κρατῶν] καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου, τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου, εἰς τὸ ὑπ᾽ αὐτοῦ κεκοσμημένον [Int. κεκομισμένον], ἐπιλέγων ἅμα οὕτως· Ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄῤῥητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον, καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. Καὶ τοιαῦτά τινα εἰπὼν, καὶ ἐξοιστρήσας [ἐκστήσας Hippol.] τὴν ταλαίπωρον, θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μικροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. Καὶ ἄλλα τινα τούτοις παραπλήσια ποιῶν ἐξηπάτησε πολλοὺς, καὶ ἀπαγήοχεν ὀπίσω αὑτοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι᾽ οὗ αὐτός τε προφητεύειν δοκεῖ, καὶ ὅσας ἀξίας ἡγεῖται μετόχους τῆς χάριτος αὐτοῦ, προφητεύειν ποιεῖ.

Μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται, καὶ τούτων [τοῦτο] τὰς εὐπαρύφους, καὶ περιπορφύρους, καὶ πλουσιωτάτας, ἃς πολλάκις ὑπάγεσθαι πειρώμενος, κολακεύων φησὶν αὐταῖς· Μεταδοῦναί σοι θέλω τῆς ἐμῆς χάριτος, ἐπειδὴ ὁ Πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διαπαντὸς βλέπει πρὸ προσώπου αὑτοῦ· ὁ δὲ τόπος τοῦ μεγέθους ἐν ἡμῖν ἐστι δι᾽ ἡμᾶς ἐγκαταστῆσαι [l. δεῖ ἡμᾶς ἓν καταστῆσαι.] Λάμβανε πρῶτον ἀπ᾽ ἐμοῦ, καὶ δι᾽ ἐμοῦ τὴν χάριν. Εὐτρέπισον σεαυτὴν, ὡς νύμφη ἐκδεχομένη τὸν νυμφίον ἑαυτῆς, ἵνα ἔσῃ ὃ ἐγὼ, καὶ ἐγὼ ὃ σύ. Καθίδρυσον ἐν τῷ νυμφῶνί σου τὸ σπέρμα τοῦ φωτός. Λάβε παρ᾽ ἐμοῦ τὸν νυμφίον, καὶ χώρησον αὐτὸν, καὶ χωρήθητι ἐν αὐτῷ. Ἰδοὺ ἡ χάρις κατῆλθεν ἐπί σε· ἄνοιξον τὸ στόμα σου, καὶ προφήτευσον. Τῆς δὲ γυναικὸς ἀποκρινομένης, οὐ προεφήτευσα πώποτε, καὶ οὐκ οἶδα προφητεύειν· ἐπικλήσεις τινὰς ποιούμενος ἐκ δευτέρου εἰς κατάπληξιν τῆς ἀπατωμένης, φησὶν αὐτῇ· Ἄνοιξον τὸ στόμα σου, λάλησον ὅ τι δήποτε, καὶ προφητεύσεις. Ἡ δὲ χαυνωθεῖσα, καὶ κεπφωθεῖσα ὑπὸ τῶν προειρημένων, διαθερμανθεῖσα τὴν ψυχὴν ὑπὸ τῆς προσδοκίας τοῦ μέλλειν αὐτὴν προφητεύειν, τῆς καρδίας πλέον τοῦ δέοντος παλλούσης, ἀποτολμᾷ λαλεῖν [Int.

καὶ λαλεῖ] ληρώδη καὶ τὰ τυχόντα πάντα κενῶς καὶ τολμηρῶς, ἅτε ὑπὸ κενοῦ τεθερμαμένη πνεύματος· (καθὼς ὁ κρείσσων ἡμῶν ἔφη περὶ τῶν τοιούτων, ὅτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ κενῷ ἀέρι θερμαινομένη,) καὶ ἀπὸ τούτου λοιπὸν προφήτιδα ἑαυτὴν μεταλαμβάνει, καὶ εὐχαριστεῖ Μάρκῳ τῷ ἐπιδιδόντι τῆς ἰδίας χάριτος αὐτῇ· καὶ ἀμείβεσθαι αὐτὸν πειρᾶται, οὐ μόνον κατὰ τὴν τῶν ὑπαρχόντων δόσιν, (ὅθεν καὶ χρημάτων πλῆθος πολὺ συνενήνοχεν,) ἀλλὰ καὶ κατὰ τὴν τοῦ σώματος κοινωνίαν, κατὰ πάντα ἑνοῦσθαι αὐτῷ προθυμουμένη, ἵνα σὺν αὐτῷ κατέλθῃ εἰς τὸ ἕν.

Ἤδη δὲ τῶν προτέρων [Interpres, πιστοτάτων] τινὲς γυναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ Θεοῦ, καὶ μὴ ἐξαπατηθεισῶν, ἃς ὁμοίως ταῖς λοιπαῖς ἐπετήδευσε παραπείθειν, κελεύων αὐταῖς προφητεύειν, καὶ καταφυσήσασαι, καὶ καταθεματίσασαι αὐτὸν, ἐχωρίσθησαν τοῦ τοιούτου θιάσου· ἀκριβῶς εἰδυῖαι, ὅτι προφητεύειν οὐχ ὑπὸ Μάρκου τοῦ μάγου ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλ᾽ οἷς ἂν ὁ Θεὸς ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὑτοῦ, οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν, καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε Θεὸς βούλεται, ἀλλ᾽ οὐχ ὅτε Μάρκος κελεύει. Τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲν προηγεῖται, τὸ δὲ ὑποτέτακται.

Εἰ οὖν Μάρκος μὲν κελεύει, ἢ ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις τοῦ κλήρου οὗτοι πάντοτε παίζειν, καὶ ἀλλήλοις ἐγκελεύεσθαι τὸ προφητεύειν, καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὢν, ὅπερ ἀδύνατον. ἀλλὰ τοιαῦτα κελευόμενα ὑπ᾽ αὐτῶν πνεύματα, καὶ λαλοῦντα ὁπότε βούλονται αὐτοὶ, ἐπίσαθρα καὶ ἀδρανῆ ἐστι, τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴν πίστιν, ἣν ἀπ᾽ ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον, φυλασσόντων.

Ὅτι δὲ φίλτρα καὶ ἀγώγιμα, πρὸς τὸ καὶ τοῖς σώμασιν αὐτῶν ἐνυβρίζειν, ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, εἰ καὶ μὴ πάσαις, αὗται πολλάκις ἐπιστρέψασαι εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα ἠχρειῶσθαι ὑπ᾽ αὐτοῦ, καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφιληκέναι· ὥστε καὶ διάκονόν τινα τῶν ἐν τῇ Ἀσίᾳ τῶν ἡμετέρων ὑποδεξάμενον αὐτὸν εἰς τὸν οἶκον αὑτοῦ, περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης, καὶ τὴν γνώμην, καὶ τὸ σῶμα διαφθαρείσης ὑπὸ τοῦ μάγου τούτου, καὶ ἐξακολουθησάσης αὐτῷ πολλῷ τῷ χρόνῳ, ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων, αὐτὴ [l. ἐ. αὐτὴν,] τὸν ἅπαντα χρόνον ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφ᾽ ᾗ ἔπαθεν ὑπὸ τοῦ μάγου διαφθορᾷ.

Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς αὐτοῖς, ἐξαπατῶντες γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτοὺς ἀναγορεύοντες· ὡς μηδενὸς δυναμένου ἐξισωθῆναι τῷ μεγέθει τῆς γνώσεως αὐτῶν, μηδ᾽ ἂν Παῦλον, μηδ᾽ ἂν Πέτρον εἴπῃς, μηδ᾽ ἄλλον τινὰ τῶν Ἀποστόλων· ἀλλὰ πλείω πάντων ἐγνωκέναι, καὶ τὸ μέγεθος τῆς γνώσεως τῆς ἀῤῥήτου δυνάμεως μόνους καταπεπωκέναι. Εἶναί τε αὐτοὺς ἐν ὕψει ὑπὲρ πᾶσαν δύναμιν· διὸ καὶ ἐλευθέρως πάντα πράσσειν, μηδένα ἐν μηδενὶ φόβον ἔχοντας. Διὰ γὰρ τὴν ἀπολύτρωσιν ἀκρατήτους καὶ ἀοράτους γίνεσθαι τῷ κριτῇ. Εἰ δὲ καὶ ἐπιλάβοιτο αὐτῶν, παραστάντες αὐτῷ μετὰ τῆς ἀπολυτρώσεως τάδε εἴποιεν· ὦ πάρεδρε Θεοῦ καὶ μυστικῆς πρὸ αἰῶνος [Int. αἰώνων] Σιγῆς, ἣν τὰ μεγέθη διαπαντὸς βλέποντα, τὸ πρόσωπον τοῦ Πατρὸς, ὁδηγῷ σοι καὶ προσαγωγεῖ χρώμεθα [χρώμενα], ἀνασπῶσιν ἄνω τὰς αὐτῶν μορφὰς, ἃς ἡ μεγαλότολμος ἐκείνη φαντασιασθεῖσα, διὰ τὸ ἀγαθὸν τοῦ Προπάτορος προεβάλετο ἡμᾶς τὰς εἰκόνας, τότε ἐνθύμιον τῶν ἄνω ὡς ἐνύπνιον ἔχουσα· ἰδοὺ ὁ κριτὴς ἐγγὺς, καὶ ὁ κῆρυξ με κελεύει ἀπολογεῖσθαι· σὺ δὲ ὡς ἐπισταμένη τὰ ἀμφοτέρων τὸν ὑπὲρ ἀμφοτέρων ἡμῶν λόγον, ὡς ἕνα ὄντα τῷ κριτῇ παράστησον.

Ἡ δὲ μήτηρ ταχέως ἀκούσασα τούτων, τὴν Ὁμηρικὴν Ἄϊδος κυνέην αὐτοῖς περιέθηκε, πρὸς τὸ ἀοράτως ἐκφυγεῖν τὸν κριτήν· καὶ παραχρῆμα ἀνασπάσασα αὐτοὺς, εἰς τὸν νυμφῶνα εἰσήγαγε, καὶ ἀπέδωκε τοῖς ἑαυτῶν νυμφίοις.

Τοιαῦτα δὲ λέγοντες καὶ πράττοντες, καὶ ἐν τοῖς καθ᾽ ἡμᾶς κλίμασι τῆς Ῥοδανουσίας, πολλὰς ἐξηπατήκασι γυναῖκας, αἵτινες κεκαυτηριασμέναι τὴν συνείδησιν, αἱ μὲν καὶ εἰς φανερὸν ἐξομολογοῦνται, αἱ δὲ δυσωπούμεναι τοῦτο, ἡσυχῆ δέ πως ἑαυτὰς ἀπηλπικυῖαι τῆς ζωῆς τοῦ Θεοῦ, ἔνιαι μὲν εἰς τὸ παντελὲς ἀπέστησαν, ἔνιαι δὲ ἐπαμφοτερίζουσι, καὶ τὸ τῆς παροιμίας πεπόνθασι, μήτε ἔξω, μήτε ἔσω οὖσαι, ταύτην ἔχουσαι τὴν ἐπικαρπίαν τοῦ σπέρματος τῶν τέκνων τῆς γνώσεως.