Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἔλεγχος καὶ ἀνατροπὴ τῆς ψευδωνύμου γνώσεως

Εἰρηναῖος Λυώνος

Παραλλαγές της βαλεντινιανής διδασκαλίας

Οι διαφορετικές και συχνά αντιφατικές δοξασίες του Πτολεμαίου, του Σεκούνδου και άλλων Γνωστικών σχετικά με τη φύση του Βυθού και την πρώτη Ογδοάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 5 από 11

ΤΟ δὲ πλεῖον ἢ ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς, οὐκ ἐν τῷ τὴν ὑπόθεσιν αὐτὴν ἀλλάσσειν γίνεται, καὶ ἄλλον Θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν, καὶ ποιητὴν, καὶ τροφέα τοῦδε τοῦ παντὸς, ὡς μὴ ἀρκουμένους τούτους, ἢ ἄλλον Χριστὸν, ἢ ἄλλον Μονογενῆ· ἀλλὰ ἐν τῷ τὰ ὅσα ἐν παραβολαῖς εἴρηται προσεπεργάζεσθαι, καὶ οἰκειοῦν τῇ τῆς πίστεως ὑποθέσει· καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ οἰκονομίαν τοῦ Θεοῦ, τὴν ἐπὶ τῇ ἀνθρωπότητι γενομένην, ἐκδιηγεῖσθαι· καὶ ὅτι ἐμακροθύμησεν ὁ Θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ, καὶ ἐπὶ τῇ παρακοῇ τῶν ἀνθρώπων, σαφηνίζειν· καὶ διὰ τί τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, καὶ τὰ μὲν οὐράνια, τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς Θεὸς πεποίηκεν, ἀπαγγέλλειν· καὶ διὰ τί ἀόρατος ὢν ἐφάνη τοῖς προφήταις ὁ Θεὸς, οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις, συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν, καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ, διδάσκειν· καὶ διὰ τί συνέκλεισε πάντα [ita iii. 22] εἰς ἀπείθειαν ὁ Θεὸς, ἵνα τοὺς πάντας ἐλεήσῃ, ἐξερευνᾷν· καὶ διὰ τί ὁ λόγος τοῦ Θεοῦ σὰρξ ἐγένετο, καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ᾽ ἐσχάτων τῶν καιρῶν ἡ παρουσία τοῦ υἱοῦ τοῦ Θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχὴ, ἀπαγγέλλειν· καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων, ὅσα τε κεῖται ἐν ταῖς γραφαῖς, ἀναπτύσσειν· καὶ τί ὅτι τὰ ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύσσωμα, καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ Θεὸς, μὴ σιωπᾷν· καὶ πῶς τὸ θνητὸν τοῦτο σαρκίον ἐνδύσεται ἀθανασίαν, καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε ἐρεῖ, Ὁ οὐ λαὸς, λαὸς, καὶ ἡ οὐκ ἠγαπημένη, ἠγαπημένη, καὶ πῶς Πλείονα τῆς ἐρήμου τὰ τέκνα μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, κηρύσσειν.

Ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν ὁμοίων αὐτοῖς ἐπεβόησεν ὁ Ἀπόστολος· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ἀλλὰ οὐκ ἐν τῷ ὑπὲρ τὸν κτιστὴν καὶ Δημιουργὸν Μητέρα τούτων καὶ αὐτοῦ Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν, καὶ εἰς τοσοῦτον ἥκειν βλασφημίας· οὐδὲ [suppl. ἐν τῷ] τὸ ὑπὲρ ταύτην πάλιν Πλήρωμα, τὸν μὲν ἕνα, νῦν δὲ ἀνήριθμον φῦλον Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν οὗτοι οἱ ἀληθῶς ἔρημοι θείας συνέσεως διδάσκαλοι· τῆς οὔσης Ἐκκλησίας πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς πάντα τὸν κόσμον, καθὼς προέφαμεν.

ἼΔΩΜΕΝ νῦν καὶ τὴν τούτων ἄστατον [l. ἀσύστ.] γνώμην δύο που καὶ τριῶν ὄντων, πῶς περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λέγουσιν, ἀλλὰ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται· Ὁ μὲν γὰρ πρῶτος, ἀπὸ τῆς λεγομένης γνωστικῆς αἱρέσεως τὰς ἀρχὰς εἰς ἴδιον χαρακτῆρα διδασκαλείου μεθαρμόσας Οὐαλεντῖνος, οὕτως ἐξηροφόρησεν, ὁρισάμενος εἶναι δυάδα ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄῤῥητον, τὸ δὲ Σιγήν. Ἔπειτα ἐκ ταύτης τῆς δυάδος δευτέραν δυάδα προβεβλῆσθαι, ἧς τὸ μέν τι Πατέρα ὀνομάζει, τὸ δὲ Ἀλήθειαν.

Ἐκ δὲ τῆς τετράδος ταύτης καρποφορεῖσθαι Λόγον καὶ Ζωὴν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην ὀγδοάδα πρώτην. Καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι, καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν καὶ ὑστερήσασαν, τὴν λοιπὴν πραγματείαν πεποιῆσθαι. Ὅρους τε δύο ὑπέθετο, ἕνα μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς γεννητοὺς Αἰῶνας ἀπὸ τοῦ ἀγεννήτου Πατρός· ἕτερον δὲ τὸν ἀφορίζοντα αὐτῷ [αὐτῶν] τὴν μητέρα ἀπὸ τοῦ Πληρώματος. Καὶ τὸν Χριστὸν δὲ οὐκ ἀπὸ τῶν ἐν τῷ Πληρώματι Αἰώνων προβεβλῆσθαι, ἀλλὰ ὑπὸ τῆς μητρὸς, ἔξω [suppl. δὲ] γενομένης, κατὰ τὴν γνώμην τῶν κρειττόνων ἀποκεκυῆσθαι μετὰ σκιᾶς τινος. Καὶ τοῦτον μὲν, ἅτε ἄῤῥενα ὑπάρχοντα, ἀποκόψαντα ἀφ᾽ ἑαυτοῦ τὴν σκιὰν, ἀναδραμεῖν εἰς τὸ Πλήρωμα. Τὴν δὲ μητέρα ὑπολειφθεῖσαν μετὰ τῆς σκιᾶς, κεκενωμένην τε τῆς πνευματικῆς ὑποστάσεως, ἕτερον υἱὸν προενέγκασθαι· καὶ τοῦτον εἶναι τὸν Δημιουργὸν, ὃν καὶ παντοκράτορα λέγει τῶν ὑποκειμένων. Συμπροβεβλῆσθαι δὲ αὐτῷ καὶ ἄριστον [l. ἀριστερὸν] ἄρχοντα ἐδογμάτισεν, ὁμοίως τοῖς ῥηθησομένοις ὑφ᾽ ἡμῶν ψευδωνύμως Γνωστικοῖς. Καὶ τὸν Ἰησοῦν ποτὲ μὲν ἀπὸ τοῦ συσταλέντος ἀπὸ τῆς μητρὸς αὐτῶν, συναναχυθέντος [ad.

τε] τοῖς ὅλοις προβεβλῆσθαί φησι, τουτέστι τοῦ Θελητοῦ· ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς τὸ Πλήρωμα, τουτέστι τοῦ Χριστοῦ· ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας. Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὑπὸ τῆς Ἐκκλησίας [l. Ἀληθείας] φησὶ προβεβλῆσθαι εἰς ἀνάκρισιν καὶ καρποφορίαν τῶν Αἰώνων, ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δι᾽ οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς ἀληθείας.

Σεκοῦνδος λέγει εἶναι τὴν πρώτην ὀγδοάδα, τετράδα δεξιὰν καὶ τετράδα ἀριστερὰν, οὕτως παραδιδοὺς καλεῖσθαι, τὴν μὲν μίαν φῶς, τὴν δὲ ἄλλην σκότος· τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα Αἰώνων, (ἀλλὰ) . . . . . . . . ἄλλος . . . . . . . . . . . . . . . . . . . . . ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκτεινόμενος, τὴν πρώτην τετράδα . . . . . οὕτως· Ἔστι τις πρὸ πάντων προαρχὴ, προανεννόητος, ἄῤῥητός τε καὶ ἀνονόμαστος, ἣν ἐγὼ μονότητα ἀριθμῶ. Ταύτῃ τῇ μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω ἑνότητα. Αὕτη ἡ ἑνότης, ἥ τε μονότης, τὸ ἓν οὖσαι, προήκαντο, μὴ προέμεναι, ἀρχὴν ἐπὶ πάντων νοητὴν, ἀγέννητόν τε καὶ ἀόρατον, ἣν ἀρχὴν ὁ λόγος μονάδα καλεῖ. Ταύτῃ τῇ μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ ἕν. Αὗται αἱ δυνάμεις, ἥ τε μονότης καὶ ἑνότης, μονάς τε καὶ τὸ ἓν, προήκαντο τὰς λοιπὰς προβολὰς τῶν Σεκοῦνδος μέν τις κατὰ τὸ αὐτὸ ἅμα τῷ Πτολεμαίῳ γενόμενος, οὗτος λέγει τετράδα εἶναι δεξιὰν καὶ τετράδα ἀριστερὰν, καὶ φῶς καὶ σκότος· καὶ τὴν ἀποστᾶσαν δὲ καὶ ὑστερήσασαν δύναμιν οὐκ ἀπὸ τῶν τριάκοντα Αἰώνων λέγει γεγενῆσθαι, ἀλλ᾽ ἀπὸ τῶν καρπῶν αὐτῶν. Ἄλλος δέ τις ἐπιφανὴς διδάσκαλος αὐτῶν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

οὕτως λέγει· Ἦν ἡ πρώτη ἀρχὴ ἀνεννόητος, ἀῤῥητός τε καὶ ἀνονόμαστος, ἢν μονότητα καλεῖ· ταύτῃ [δὲ συνυπάρχ]ειν δύναμιν, ἣν ὀνομάζει ἑνό[τητα]. Αὕτη ἡ ἑνότης εἴτε [ἥ τε] μονότης προήκαντο, μὴ προέμεναι, ἀρχὴν ἐπὶ πάντων νοητῶν ἀγέννητόν τε καὶ ἀόρατον, ἣν . . . μονάδα καλεῖ. Ταύτῃ τῇ δυνάμει συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ ἕν. Αὗται αἱ τέσσαρες δυνάμεις . . . . . . . . . . . . . . . . προήκαντο τὰς λοιπὰς τῶν αἰώνων προβολάς.

Αἰώνων. Ἰοῦ ἰοῦ, καὶ φεῦ φεῦ. Τὸ τραγικὸν γὰρ ὡς ἀληθῶς ἐπειπεῖν ἔστιν ἐπὶ τῇ τοιαύτῃ συμφορᾷ τῶν τὰ γελοιώδη ταῦτα γεγραφότων τῆς τοιαύτης ὀνοματοποιΐας, καὶ τῇ τοσαύτῃ τόλμῃ, ὡς ἀπερυθριάσας τῷ ψεύσματι αὐτοῦ ὄνομα [ὀνόματα] τέθεικεν· ἐν γὰρ τῷ λέγειν, ἔστι τις προαρχὴ πρὸ πάντων, προανεννόητος, ἣν ἐγὼ μονάδα [μονότητα] καλῶ· καὶ πάλιν, ταύτῃ τῇ μονάδι [μονότητι] συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ἑνότητα ὀνομάζω· σαφέστατα, ὅτι τε πλάσμα [πλάσματα] αὐτοῦ ἐστι τὰ εἰρημένα, ὡμολόγηκε, καὶ ὅτι αὐτὸς ὀνόματα τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα.

Καὶ σαφές ἐστιν, ὅτι αὐτὸς ταῦτα τετόλμηκεν ὀνοματοποιῆσαι· καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτὸς, οὐκ ἂν ἡ ἀλήθεια εἶχεν ὄνομα. Οὐδὲν οὖν κωλύει, καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως οὕτως ὁρίσασθαι ὀνόματα. ........

Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον ὀγδοάδα τούτοις τοῖς ὀνόμασι κεκλήκασι· πρῶτον προαρχὴν, ἔπειτα ἀνεννόητον, τὴν δὲ τρίτην ἄῤῥητον, καὶ τὴν τετάρτην ἀόρατον· καὶ ἐκ μὲν τῆς πρώτης Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ . . . ἀρχὴν, ἐκ δὲ τῆς [ἀρχῆς τῆς] ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ τόπῳ ἀκατάληπτον, ἐκ δὲ τῆς ἀῤῥήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ ἀνονόμαστον, ἐκ δὲ τῆς ἀοράτου ἀγέννητον, πλήρωμα τῆς πρώτης ὀγδοάδος.

Ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχαιόγονον [ἀρχέγονον] ὀγδοάδα τούτοις τοῖς ὀνομάσιν ἐκάλεσαν . . . . . . . . τετάρτην ἀόρατον. Καὶ ἐκ μὲν τῆς πρώτης προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ ἀρχήν· ἐκ δὲ τῆς ἀνεννοήτου, δευτέρῳ καὶ ἕκτῳ ἀκατάληπτον· ἐκ δὲ τῆς ἀῤῥήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ, ἀνονόμαστον· ἐκ δὲ τῆς ἀοράτου, ἀγέννητον, πλήρωμα τῆς πρώτης ὀγδοάδος.

Ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς [Σι]γῆς . . . . . . . Βυθοῦ καὶ τῆς Σιγῆς, ἵνα τελείων τελειότεροι φανῶσιν ὄντες, καὶ Γνωστικῶν γνωστικώτεροι· πρὸς οὓς δικαίως ἄν τις ἐπιφωνήσειεν· ὦ ληρολόγοι σοφισταί. Καὶ γὰρ περὶ αὐτοῦ τοῦ Βυθοῦ πολλαὶ καὶ διάφοροι γνῶμαι παρ᾽ αὐτοῖς.

Οἱ μὲν γὰρ αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄῤῥενα, μήτε θήλειαν, μήτε ὅλως ὄντα τι. Ἄλλοι δὲ ἀῤῥενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφροδίτου φύσιν αὐτῷ περιάπτοντες. Ἄλλοι δὲ περὶ αὐτοῦ τοῦ Βυθοῦ ἀδιαφόρως κινούμενοι, οἱ μὲν αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄῤῥενα μήτε θῆλυν, ἄλλοι δὲ τὴν Σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι, καὶ εἶναι ταύτην πρώτην συζυγίαν.

Σιγὴν δὲ πάλιν ἄλλοι συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται πρώτη συζυγία. ΟΥΤΟΣ τοίνυν ὁ Πτολεμαῖος, καὶ οἱ σὺν αὐτῷ, ἔτι ἐμπειρότερος ἡμῖν τοῦ ἑαυτῶν διδασκάλου προελήλυθε, ... δύο γὰρ οὗτος συζύγους τῷ Θεῷ, τῷ παρ᾽ αὐτοῖς Βυθῷ καλουμένῳ, ἐπενόησέ τε καὶ ἐχαρίσατο.

Ταύτας δὲ καὶ διαθέσεσιν [lege διαθέσεις] ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα. Πρῶτον γὰρ ἐνενοήθη προβαλεῖν, φησὶν, εἶτα ἠθέλησε. Διὸ καὶ τῶν δύο διαθέσεων τούτων, ἢ καὶ δυνάμεων, τῆς Ἐννοίας καὶ τῆς Θελήσεως, ὥστε συγκραθεισῶν εἰς ἀλλήλας, τῇ προβολῇ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. Οὕστινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν, τῶν ἀοράτων ὁρατάς· τοῦ μὲν Θελήματος τὴν Ἀλήθειαν, τῆς δὲ Ἐννοίας τὸν Νοῦν, καὶ διὰ τούτου τοῦ Θελήματος, ὁ μὲν ἄῤῥην εἰκὼν τῆς ἀγεννήτου Ἐννοίας γέγονεν, ὁ δὲ θῆλυς τοῦ Θελήματος· τὸ Θέλημα τοίνυν δύναμις ἐγένετο τῆς Ἐννοίας. Ἐνενόει μὲν γὰρ ἡ Ἔννοια τὴν προβολήν· οὐ μέντοι προβαλεῖν αὐτὴ καθ᾽ ἑαυτὴν ἠδύνατο ἃ ἐνενόει. Ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὃ ἐνενόει [ἐνενοεῖτο] προέβαλε . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

ΟΙ δὲ περὶ τὸν Πτολεμαῖον, δύο συζύγους αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, ἔννοιαν καὶ θέλησιν. Πρῶτον γὰρ ἐνενοήθη τι προβαλεῖν, ὥς φασιν, ἔπειτα ἠθέλησε. Διὸ καὶ τῶν δύο τούτων διαθέσεων καὶ δυνάμεων, τῆς τε ἐννοίας καὶ τῆς θελήσεως, ὥσπερ κραθεισῶν εἰς ἀλλήλας, ἡ προβολὴ τοῦ τε Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο· ὡς [οὕς] τινας τύπους καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς διελθεῖν ἐκ τῶν ἀοράτων ὁρατὰς, τοῦ μὲν Θελήματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ ἐπιγεννητοῦ Θελήματος, ὁ ἀῤῥενικός· [l. ὁ ἄῤῥην μὲν εἰκών·] τῆς δὲ ἀγεννήτου Ἐννοίας ὁ θῆλυς, ἐπὶ [ἐπεὶ] τὸ Θέλημα ὥσπερ δύναμις ἐγένετο τῆς Ἐννοίας.

Ἐννοεῖν [ἐνενόει] μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολὴν, οὐ μέντοι γε προβάλλειν αὐτὴν [αὐτὴ] κατ᾽ αὐτὴν [καθ᾽ ἑαυτὴν] ἠδύνατο, ἀλλὰ [ἃ] ἐνενοεῖτο [ἐνενόει.] Ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις . . . τότε ἐνενοεῖτο προβάλλει [ὁ ἐνενοεῖτο προέβαλε]. . . . . ἢ περὶ τοῦ τῶν ὅλων δεσπότου· ὃς ἅμα τῷ νοηθῆναι καὶ ἐπιτετελεκέν[αι d.] τοῦθ᾽ ὅπερ ἠθέλησε, καὶ ἅμα τῷ θελῆσαι καὶ ἐννοεῖται τοῦθ᾽ ὅπερ καὶ ἠθέλησε, τοῦτο ἐννοούμενος, ὃ καὶ θέλει, καὶ τότε θέλων, ὅτε ἐννοεῖται, ὅλος ἔννοια ὢν, ὅλος θέλημα, ὅλος νοῦς, [ὅλος φῶς Epiphan.] ὅλος ὀφθαλμὸς, ὅλος ἀκοὴ, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν. ... τὴν πρώτην ὀγδοάδα, οὐ καθ᾽ ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ᾽ ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. Καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, καὶ ἐξ Ἀνθρώπου, ὡς οἱ ἄλλοι [l.

ὡς οἱ ἄλλοι· ἀλλ᾽ ἐξ Ἀνθρώπου], καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ· ἀλλὰ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν· ὅτι ὅπερ ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπεὶ δὲ ὁ προεβάλετο ἀλήθεια [ἀληθῆ] ἦν, τοῦτο Ἀλήθεια ὠνομάσθη· ὅτε οὖν ἠθέλησεν ἐπιδεῖξαι αὐτὸν [ἑαυτὸν], τοῦτο Ἄνθρωπος ἐλέχθη· οὓς δὲ προελογίσατο ὅτε προέβαλε, τοῦτο Ἐκκλησία ὠνομάσθη· καὶ ὁ Ἄνθρωπος τὸν Λόγον, οὗτός ἐστιν ὁ πρωτότοκος Υἱός· ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή· καὶ οὕτως πρώτη Ὀγδοὰς συνετελέσθη.

Πολλὴ δὲ μάχη παρ᾽ αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. Οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι· διὸ καὶ Εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν [δι᾽ αὐτοῦ δοξάσαι τὸν Πατέρα]. Οἱ δὲ ἐκ μόνων τῶν δέκα Αἰώνων, τῶν ἀπὸ Λόγου καὶ Ζωῆς, προβεβλῆσθαι αὐτὸν λέγουσι, τὰ προγονικὰ ὀνόματα διασώζοντα. Οἱ δὲ ἐκ τῶν δεκαδύο Αἰώνων τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ζωῆς [l. Ἐκκλησίας] γενομένων· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου [adj. ἑαυτὸν] ὁμολογεῖ, ὡσανεὶ ἀπόγονον Ἀνθρώπου. Οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου Πνεύματος [τῶν] εἰς στήριγμα τοῦ Πληρώματος [Int. προβεβλημένων] γεγονέναι λέγουσιν αὐτόν· καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτὸν, τὴν τοῦ Πατρὸς, ἀφ᾽ οὗ προεβλήθη, διασώζοντα προσηγορίαν. Ἄλλοι δὲ, ὡς εἰπεῖν, τινες ἐξ αὐτῶν ῥαψωδοὶ, τὸν Προπάτορα τῶν ὅλων, καὶ Προάρχην, καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι· καὶ τοῦτ᾽ εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον, ὅτι ἡ ὑπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάντων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου ἑαυτὸν λέγειν τὸν Σωτῆρα.