Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εἰρηναῖος Λυώνος – Ἀπολεσθέντα συγγράμματα

Εἰρηναῖος Λυώνος

Ερμηνεία της Πτώσης, παλαιοδιαθηκική τυπολογία και ανακεφαλαίωση

Θεολογική ανάλυση της πτώσης των πρωτοπλάστων, τυπολογική ερμηνεία προσώπων και γεγονότων της Παλαιάς Διαθήκης και η διδασκαλία περί της ανακεφαλαίωσης του Αδάμ μέσω της ενσάρκωσης του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εἰρηναῖος Λυώνος

—

Κεφάλαιο 3 από 5

Πῶς δυνατὸν τὸν φύσει ἄλογον καὶ ἄνουν ὑπὸ Θεοῦ γενόμενον ὄφιν, λογικὸν καὶ λαλητὸν εἰπεῖν; Εἰ μὲν αὐτουργικῶς ἑαυτῷ τὸν λόγον καὶ τὴν διάκρισιν καὶ τὴν σύνεσιν καὶ ἀπόκρισιν τῶν ὑπὸ τῆς γυναικὸς λεγομένων ἐχρήσατο, ἄρα οὖν καὶ πᾶς ὄφις τοῦτο ποιεῖν οὐ κεκώλυτο. Εἰ δὲ πάλιν φήσουσι κατὰ θείαν βουλὴν καὶ οἰκονομίαν ἀνθρωπίνῃ φωνῇ τῇ Εὔᾳ τοῦτον προσφθέγγεσθαι, τὸν Θεὸν ἱστῶσι τῆς ἁμαρτίας αἴτιον. Ἀλλ᾽ οὐδὲ τῷ πονηρῷ δαίμονι ἐξὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἀλόγῳ φύσει λόγον χαρίσασθαι· ἐπεὶ οὐκ ἂν ἐπαύσατό ποτε πρὸς ἀπάτην δι᾽ ὄφεων καὶ θηρίων καὶ πετεινῶν τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πλανῶν. Πόθεν δὲ καὶ θηρίον ὢν, ἤκουσε τῆς ἐντολῆς τῆς ὑπὸ Θεοῦ τῷ ἀνθρώπῳ, καὶ μόνῳ, μυστικῶς δοθείσης, μηδ᾽ αὐτῆς τῆς γυναικὸς τοῦτο μαθούσης; Διὰ τί μὴ μᾶλλον τῷ ἀνθρώπῳ, καὶ οὐ τῇ γυναικὶ προσέβαλε; Κἂν μὴ εἴπῃς, ὡς ἀσθενεστέρας ταύτης κατέδραμε· τοὐναντίον ἀνδρειοτέρα, ὡς βοηθὸς τοῦ ἀνθρώπου ἐφάνη ἐν τῇ παραβάσει τῆς ἐντολῆς.

Αὕτη γὰρ καὶ ἀνταίρει μόνη τῷ ὄφει, καὶ μετά τινος στάσεως καὶ φιλονεικίας καταπανουργηθεῖσα, τοῦ ξύλου ἔφαγεν· ὁ δὲ Ἀδὰμ οὐδὲν ὅλως μαχεσάμενος, ἢ ἀντιλέξας, τοῦ καρποῦ μετειλήφει δοθέντος παρὰ τῆς γυναικός· ὅπερ ἀσθενείας παντελοῦς καὶ νοὸς ἀνάνδρου ἐστὶν ἀπόδειξις. Ἡ μὲν γὰρ γυνὴ ὑπὸ δαίμονος καταπαλαισθεῖσα, συγγνωστὴ ὑπάρχει· ὁ δὲ Ἀδὰμ, ὡς ὑπὸ γυναικὸς ἡττηθεὶς ἀσύγγνωστος ἔσται, ὡς αὐτοπροσώπως τὴν ἐντολὴν αὐτὸς ὑπὸ Θεοῦ κομισάμενος· ἡ μὲν γὰρ γυνὴ, καὶ παρ᾽ αὐτοῦ Ἀδὰμ τῆς ἐντολῆς ἀκούσασα, εὐκαταφρονήτως διέκειτο, ἢ ὡς μὴ ἀξιωθεῖσα τὸν Θεὸν καὶ ταύτῃ λαλῆσαι, ἢ καὶ ὡς διστάζουσα, ἴσως καὶ νομίζουσα οἴκοθεν τὸν [l. τοῦ] Ἀδὰμ τὴν ἐντολὴν αὐτῇ δοθῆναι. Πρὸς ἑαυτὴν ἰδιάζουσαν εὗρεν ὁ ὄφις, ἵνα δυνηθῇ κατ᾽ ἰδίαν αὐτῇ προσομιλῆσαι.

Ἐσθίουσαν δὲ αὐτὴν ἐκ τῶν ξύλων ἰδὼν, προσέβαλλε τὴν βρῶσιν τοῦ ξύλου, ἢ μὴ ἐσθίουσαν. Καὶ εἰ μὲν ἐσθίουσαν, πρόδηλον, ὅτι καὶ ἐν φθαρτῷ σώματι οὖσαν. Πᾶν γὰρ τὸ εἰς τὸ στόμα εἰσερχόμενον, εἰς ἀφεδρῶνα χωρεῖ. Εἰ οὖν φθαρτὴ, πρόδηλον ὅτι καὶ θνητή. Εἰ δὲ θνητὴ, οὐκέτι κατάρα, οὐδὲ ἀπόφασις ἦν ἐκείνη, ἡ φάσκουσα πρὸς τὸν ἄνθρωπον φωνὴ Θεοῦ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καθὰ ἔχει ἡ τῶν πραγμάτων ἀλήθεια. Εἰ δὲ πάλιν οὐκ ἐσθίουσαν ὁ ὄφις τὴν γυναῖκα ἐθεάσατο, πῶς εἰς βρῶσιν μετήγαγε τὴν οὐδέποτε φαγοῦσαν; Τίς δὲ ὁ μηνύσας καὶ τούτῳ τῷ φονευτῇ παλαμναίῳ ὄφει, ὡς οὐκ εἰς πέρας ἔλθῃ ἡ πρὸς αὐτοὺς ἐκ Θεοῦ περὶ θανάτου ἀπόφασις, εἰπόντος, ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Καὶ οὐ μόνον, ἀλλ᾽ ὅτι σὺν τῇ ἀθρηξίᾳ καὶ τούτων διανοιχθήσονται οἱ ὀφθαλμοὶ, οἱ τὸ πρὶν ἀβλεποῦντες; Τῇ δὲ λεγομένῃ διανοίξει τὴν εἴσοδον τῷ θανάτῳ ποιήσαντες.

Ταῦτα πάλαι διὰ παραβολῶν λαλῶν ὁ Βαλαὰμ οὐκ ἐγινώσκετο· καὶ νῦν ὁ Χριστὸς παρὼν, καὶ ταῦτα πληρῶν, οὐκ ἐπιστεύετο· ὅθεν προβλέπων καὶ θαυμάζων λέγει· ὢ, ὢ, τίς ζήσεται, ὅταν θῇ ταῦτα Θεός; Ἄνωθεν τὸν νόμον τῇ μετὰ τοὺς ᾑρημένους ἐν τῇ ἐρήμῳ γενεᾷ ἐπεξηγούμενος, ἐκδιδάσκει τὸ Δευτερονόμιον· οὐχ ὡς ἕτερον νόμον διδοὺς, παρὰ τὸν πάλαι τοῖς πατράσιν αὐτῶν ὡρισμένον· ἀλλ᾽ αὐτὸν τοῦτον ἀνακεφαλαιούμενος· ἵνα ἀκούσαντες τὰ συμβάντα τοῖς πατράσιν αὐτῶν, ἐξ ὅλης τῆς καρδίας φοβηθῶσι τὸν Θεόν.

Ἐξ ὧν ὁ Χριστὸς προετυπώθη, καὶ ἐπεγνώσθη, καὶ ἐγεννήθη· ἐν μὲν γὰρ τῷ Ἰωσὴφ προετυπώθη· ἐκ δὲ τοῦ Λευὶ καὶ τοῦ Ἰούδα τὸ κατὰ σάρκα, ὡς βασιλεὺς καὶ ἱερεὺς, ἐγεννήθη· διὰ δὲ τοῦ Συμεὼν ἐν τῷ ναῷ ἐπεγνώσθη· διὰ τοῦ Ζαβουλὼν ἐν τοῖς ἔθνεσιν ἐπιστεύθη, (ὥς φησιν ὁ προφήτης· γῆ Ζαβουλών·) διὰ δὲ τοῦ Βενιαμὶν, (τοῦ Παύλου), εἰς πάντα τὸν κόσμον κηρυχθεὶς ἐδοξάσθη.

Καὶ τοῦτο οὐκ ἀργῶς, ἀλλ᾽ ἵνα διὰ τοῦ ἀριθμοῦ τῶν δέκα ἄνδρων, Ἰησοῦν μεθ᾽ ἑαυτοῦ ἔχων φάνῃ βοηθὸν, οἷα καὶ ἀπὸ συμφώνου αὐτοῖς γεγονότος. Καὶ μὴ βουληθέντος ἐπικοινωνῆσαι οἷς ἔπραττον εἰδωλολατροῦντες, ἐπ᾽ αὐτὸν τὴν αἰτίαν ἀναφέρουσιν· ὅτι Ἱεροβάαλ δικαστήριον τοῦ Βάαλ λέγεται.

Λαβὲ πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυῆ. Ἔδει γὰρ ἐξ Αἰγύπτου Μωϋσῆν τὸν λαὸν ἐξαγαγεῖν, τὸν δὲ Ἰησοῦν εἰς τὴν κληροδοσίαν εἰσαγαγεῖν· καὶ τὸν μὲν Μωϋσῆν ὡς νόμον ἀνάπαυλαν λαμβάνειν, Ἰησοῦν δὲ ὡς λόγον, καὶ τοῦ ἐνυποστάτου Λόγου τύπον ἀψευδῆ, τῷ λαῷ δημηγορεῖν· καὶ τὸν μὲν Μωϋσῆν τὸ μάννα τοῖς πατράσι τροφὴν διδόναι, τὸν δὲ Ἰησοῦν τὸν σῖτον, ἄρτι τὴν ἀπαρχὴν τῆς ζωῆς, τύπον τοῦ σώματος τοῦ Χριστοῦ, καθά φησι καὶ ἡ γραφὴ, ὅτι τότε ἐπαύσατο τὸ μάννα Κυρίου, μετὰ τὸ φαγεῖν τὸν σῖτον λαὸν ἀπὸ τῆς γῆς.

Οὐ πορεύσῃ μετ᾽ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν. Οὐ περὶ τοῦ λαοῦ αἰνίττεται, πάντες γὰρ κατεστρώθησαν· ἀλλὰ διὰ τὸ προδηλούμενον τοῦ Χριστοῦ μυστήριον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκ τῶν πατέρων κατὰ σάρκα γεννᾶσθαι, προδιδάσκει τὸ πνεῦμα τὸν ἄνδρα, μήποτε κατὰ ἄγνοιαν πορευθεὶς καταράσηται τὸν λαόν. Οὐχ ὡς ἀρὰν ἰσχύουσαν παρὰ τὴν τοῦ Θεοῦ βούλησιν, ἀλλ᾽ εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ προνοίας, ἧς εἶχε διὰ τοὺς προπάτορας εἰς αὐτούς.

Καὶ οὗτος ἐπεβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ. Ἡ μὲν ὄνος τύπον εἶχε σώματος Χριστοῦ· ἐφ᾽ ὃν πάντες οἱ ἄνθρωποι ἐκ καμάτων ἀναπαυόμενοι, ὡς ὑπὸ ὀχήματος βαστάζονται. Τὸ γὰρ φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Σωτὴρ ἀνεδέξατο.

Ὁ δὲ ἄγγελος ὀφθεὶς τῷ Βαλαὰμ, αὐτὸς ὁ Λόγος ἦν· εἶχε δὲ ἐν τῇ χειρὶ μάχαιραν, δηλονότι, ἣν εἶχεν ἄνωθεν ἐξουσίαν. Οὐχ ὡς ἄνθρωπος ὁ Θεός. Δείκνυσιν, ὡς πάντες μὲν ἄνθρωποι ψεύδονται μεταφερόμενοι· ὁ δὲ Θεὸς οὐχ οὕτως· ἀεὶ γὰρ μένει ἀληθὴς, ἐπιτελῶν ὅσα βούλεται.

Ἀποδοῦναι ἐκδίκησιν παρὰ Κυρίου τῇ Μαδιάμ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ, ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ᾽ ὡς μάντις λογισθήσεται· μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν.

Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ νόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκ ἔστι κενὸς, ἀλλὰ πλήρης.

Τὸ μὲν οὖν παιδάριον τὸ χειραγωγοῦν τὸν Σαμψὼν προτυπωθήσεται εἰς Ἰωάννην τὸν Βαπτιστὴν, ἐπιδεικνύντα τῷ λαῷ τὴν εἰς Χριστὸν πίστιν. Ὁ δὲ οἶκος, εἰς ὃν ἦσαν συνηγμένοι, σημαίνεται εἶναι ὁ κόσμος, ἐν ᾧ κατῴκει τὰ ἀλλόφυλα ἔθνη καὶ ἄπιστα, θυσιάζοντα τοῖς εἰδώλοις αὑτῶν· οἱ δὲ δύο στύλοι, αἱ δύο διαθῆκαι. Τὸ οὖν ἐπαναπαυθῆναι τὸν Σαμψὼν ἐπὶ τοὺς στύλους, τὸ τὸν διδαχθέντα λαὸν ἐπιγνῶναι τὸ τοῦ Χριστοῦ μυστήριον.

Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον, καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. Ὅπερ ἦν σημεῖον ἀναγωγῆς ψυχῶν διὰ ξύλου, ἐφ᾽ οὗ πέπονθεν ὁ ψυχὰς ἀνάγειν δυνάμενος, ἀκολουθούσας ἀνόδῳ τῇ ἑαυτοῦ. Οὗ καὶ ἐκεῖνο γνώρισμα, τὸ ἀναβῆναι ψυχὰς πολλὰς καὶ ἐν τοῖς σώμασιν ὀφθῆναι, ἅμα τῇ καθόδῳ τῆς ἁγίας ψυχῆς Χριστοῦ. Ὡς γὰρ τὸ κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, ὁ δὲ βαρύτατος ἐπεπόλασε σίδηρος· οὕτω τοῦ Θεοῦ λόγου ἑνώσει, τῇ καθ᾽ ὑπόστασιν φυσικῇ, ἑνωθέντος τῇ σαρκὶ, τὸ βαρὺ καὶ γεῶδες ὑπὸ τῆς θείας φύσεως εἰς οὐρανοὺς ἀνελήφθη μετὰ τὴν ἀνάστασιν ἀφθαρτισθέν.

Τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον πρὸς Ἰουδαίους ἐγράφη· οὗτοι γὰρ ἐπεθύμουν πάνυ σφόδρα ἐκ σπέρματος Δαβὶδ Χριστόν. Ὁ δὲ Ματθαῖος, καὶ ἔτι μᾶλλον σφοδροτέραν ἔχων τὴν τοιαύτην ἐπιθυμίαν, παντοίως ἔσπευδε πληροφορίαν παρέχειν αὐτοῖς, ὡς εἴη ἐκ σπέρματος Δαβὶδ ὁ Χριστός· διὸ καὶ ἀπὸ τῆς γενέσεως αὐτοῦ ἤρξατο.

Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν, φησί· διεγείρων πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τῷ φόβῳ καθαίρων, καὶ παρασκευάζων καρπὸν ὥριμον φέρειν. Ἴδε κόκκος σινάπεως διὰ παραβολῆς δεικνύμενος, καὶ λόγον ἐνουράνιον, σπέρματος δίκην ἐν κόσμῳ, ὡς ἐν ἀγρῷ, σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυῤῥακὲς καὶ αὐστηρὸν τῆς δυνάμεως. Κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο· οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς, ἐν χώματι κρυβεὶς, καὶ τριημέρῳ μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους εἰς τὰ πέρατα τῆς γῆς. Ἐκ τούτου προκύψαντες οἱ δώδεκα Ἀπόστολοι, κλάδοι ὡραῖοι καὶ εὐθαλεῖς γενηθέντες, σκέπη ἐγενήθησαν τοῖς ἔθνεσιν, ὡς πετεινοῖς οὐρανοῦ, ὑφ᾽ ὧν κλάδων σκεπασθέντες οἱ πάντες, ὡς ὄρνεα ὑπὸ καλιὰν συνελθόντα, μετέλαβον τῆς ἐξ αὐτῶν προερχομένης ἐδωδίμου καὶ ἐπουρανίου τροφῆς.

Νῦν δὲ ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου, ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοὶ, καὶ ἀπέβαλον τὴν ζωήν· οὕτως ἔδει καὶ δι᾽ ὑπακοῆς ἑνὸς ἀνθρώπου, τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς, καὶ ἀπολαβεῖν τὴν σωτηρίαν.