Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἐπιστολαί

Ἰσαὰκ ὁ Σύρος

Τέταρτη επιστολή (Μέρος Β΄): Η σχέση μεταξύ ησυχίας και έμπρακτης ελεημοσύνης

Διακρίσεις γύρω από το χρέος της μοναχικής αναχώρησης σε αντιπαραβολή με την υποχρέωση της ελεημοσύνης και της μέριμνας για τους ασθενείς αδελφούς. Επεξήγηση της διπλής εντολής της αγάπης και της ανάγκης για πνευματική διάκριση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 5 από 8

Ταῦτα, ὡς δοκεῖ μοι, ἀρκεῖ πρὸς τὴν πρώτην ἐρώτησίν σου, εἰ τέως καὶ τούτων ἔχρῃζεν. Εἴπωμεν δὲ λοιπὸν καὶ περὶ τῆς δευτέρας· ἡ δὲ ἦν. Ἐρώτησις. Ὅτι διατί ὁ Κύριος ἡμῶν πρὸς τὴν ὁμοίωσιν ἐκείνης τῆς μεγαλωσύνης τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς τὴν ἐλεημοσύνην ὥρισεν, οἱ μοναχοὶ δὲ τὴν ἡσυχίαν προτιμῶσιν αὐτῆς;

Ἀπόκρισις. Ἡ δὲ ἀπόκρισις αὐτῆς, αὕτη. Καλῶς, ὅτι ἐκ τοῦ Εὐαγγελίου παράδειγμα ἤνεγκας, καὶ τύπον ἐξετάσεως τῆς πολιτείας τῆς μεγάλης τῆς ἡσυχίας. Ἡμεῖς κατέναντι ταύτης ἱστάμεθα καὶ οὐ ζητοῦμεν τοῦ καταργῆσαι αὐτὴν ὡς πρᾶγμά τι περισσόν. Ὁ Κύριος τὴν ἐλεημοσύνην ὥρισε πρὸς τὴν ὁμοίωσιν τοῦ ἐπουρανίου Πατρός, ὡς προσεγγίζουσαν αὐτῷ τοὺς τελειοῦντας αὐτήν. Τοῦτο ἀληθές. Καὶ οὐδὲ ἡμεῖς οἱ μοναχοὶ τὴν ἡσυχίαν χωρὶς τῆς ἐλεημοσύνης τιμῶμεν, ἀλλ’ ὅτι ἐκ τῆς μερίμνης καὶ τῆς ταραχῆς καθ’ ὅσον οἷόν τε ἀπέχεσθαι σπεύδομεν. Οὐχ ὅτι ἐξ ἐναντίας τῶν ἀναγκαίων, ὅταν ἡμῖν ἀπαντήσωσιν, ἀντιστῆναι βουλόμεθα, ἀλλὰ φροντίζομεν τῆς ἡσυχίας, ἵνα ἐν τῇ ἀδολεσχίᾳ τοῦ Θεοῦ διαμείνωμεν, ἐν ᾗ δυνάμεθα ἐπὶ πλέον διϋλισθῆναι τῆς θολώσεως καὶ προσεγγίσαι αὐτῷ. Ἐὰν δὲ ἅπαξ ποτὲ πρὸς ποσότητα καιρῶν ἐπέλθῃ ἡμῖν χρεία τις ἀναγκαία ἀδελφῶν, μηδὲ ταύτης ἀμελεῖν προσήκει.

Ἀναγκάσωμεν οὖν ἑαυτοὺς διηνεκῶς, ἵνα γενώμεθα ἐν παντὶ καιρῷ ἔσωθεν ἐλεήμονες ὑπὲρ πάσης τῆς φύσεως τῶν λογικῶν. Οὕτω γὰρ ἐπιτρέπει ἡμῖν ἡ διδασκαλία τοῦ Κυρίου. Καὶ αὕτη ἐστὶν ἡ διαφορὰ τῆς ἡσυχίας ἡμῶν, καὶ οὐχ ὡς ἔτυχε. Καὶ οὐ μόνον ταύτην τὴν ἔσωθεν ἡμῶν φυλάξαι, ἀλλὰ καὶ ὅταν καλῇ καιρὸς τῶν ἔργων καὶ ἀνάγκη τῶν πραγμάτων, μὴ ἀμελεῖν τοῦ δεῖξαι τὴν ἀγάπην αὑτοῦ φανερῶς χρή. Καὶ μάλιστα ἐὰν τὴν παντελῆ ἡσυχίαν οὐκ ἔκριναν καθ’ ἑαυτούς, τοῦ μὴ ἀπαντῆσαί τινι, ἀλλὰ τῷ κανόνι τῶν ἑβδομάδων καὶ τῶν ἑπτάκις ἑπτὰ ποιούντων ἑαυτοῖς ἡσυχίαν στοιχῶσιν. Οἱ γὰρ τοιοῦτοι ἐκ τῶν πραγμάτων τῆς ἐλεημοσύνης τῆς πρὸς τὸν πλησίον, οὐδὲ ἐν μέσῳ τῶν ὅρων τῶν κανόνων αὐτῶν ὄντες πρὸς τὸ πληρῶσαι τούτους κατέχουσιν ἑαυτούς, εἰ μή τίς ἐστι πολὺ ἀπότομος καὶ ὠμὸς καὶ ἀπάνθρωπος καὶ κατέναντι τοῦ προσώπου καὶ τῶν ὀφθαλμῶν κρατεῖ τὴν ἡσυχίαν. Διότι γινώσκομεν, ὅτι χωρὶς τῆς τοῦ πλησίον ἀγάπης οὐδὲ ὁ νοῦς δύναται ἐν τῇ ὁμιλίᾳ καὶ τῇ ἀγάπῃ τῇ θείᾳ φωτισθῆναι.

Τίς γὰρ νῦν μοναχὸς ἐκ τῶν σοφῶν, ἔχων διατροφὰς καὶ ἐνδύματα, καὶ ὁρῶν τὸν αὐτοῦ πλησίον πεινῶντά τε καὶ γυμνητεύοντα, οὐ μεταδίδωσιν ὧν ἔχει, ἀλλὰ φείδεταί τινος ἐξ αὐτῶν; Ἢ πάλιν τίς τινα τῶν ἀπὸ τῆς αὐτῆς σαρκὸς θεωρῶν νόσῳ τρυχόμενον καὶ μόχθῳ ταλαιπωρούμενον καὶ χρείαν ἐπισκέψεως ἔχοντα, αὐτὸς διὰ τὸν πόθον τῆς ἡσυχίας τὸν κανόνα τοῦ ἐγκλεισμοῦ τῆς ἀγάπης τοῦ πλησίον προτιμᾷ; Ὅταν δέ τινα τοιαῦτα μὴ ᾖ, ἐν τῷ νοῒ τὴν ἀγάπην φυλάξωμεν καὶ τὴν ἐλεημοσύνην τὴν εἰς τοὺς ἀδελφούς. Τῶν γὰρ πραγμάτων ὄντων ἐγγύς, καὶ ἔργῳ πληρῶσαι καὶ τελειῶσαι ταύτην ἀπαιτεῖ παρ’ ἡμῶν ὁ Θεός.

Δῆλον οὖν ὅτι, εἰ οὐκ ἐκτησάμεθά τι, οὐκ ἐπετράπημεν πεσεῖν εἰς μέριμναν καὶ ταραχὴν ἕνεκα τῶν πτωχῶν. Ἐὰν γὰρ ἔχωμεν, ἀπαιτούμεθα. Καὶ πάλιν ἐὰν ἀπέχωμεν ἐν τῇ διαγωγῇ ἡμῶν ἐκ τοῦ συγκαθεσθῆναι καὶ συναναμίγνυσθαι ταῖς θεωρίαις τῶν ἀνθρώπων, οὐ χρεὼν καταλιπεῖν ἡμᾶς τὸ κελλίον ἡμῶν καὶ τὸ κάθισμα τὸ μοναστικὸν καὶ ἀναχωρητικόν, καὶ ἐκδοῦναι ἑαυτοὺς πρὸς τὸ γυρεῦσαι εἰς τὸν κόσμον καὶ ἐπισκέψασθαι τοὺς ἀρρώστους καὶ ἀσχολεῖσθαι ἐν πράγματι τοιούτοις. Δῆλον γάρ, ὅτι ἀπὸ τῶν μειζόνων εἰς τὰ ἐλάττω τὰ τοιαῦτα ἔρχονται. Ἐὰν δέ τις συνοικῇ τοῖς πολλοῖς καὶ πλησίον τῶν ἀνθρώπων ᾖ εἰς τὴ διαμονὴν τοῦ καθίσματος αὑτοῦ τὴν μετ’ αὐτῶν, καὶ ἀναπαύηται ἐν κόποις ἑτέρων, εἴτε τῷ τῆς ὑγιείας εἴτε τῷ τῆς ἀρρωστίας καιρῷ, τὸ αὐτὸ καὶ αὐτὸς ὀφείλει ποιῆσαι, ἀλλ’ οὐκ αὐτὸς μὲν ἐντελῶς ἐξ ἄλλων ἀπαιτεῖν τὴν ἀνάπαυσιν, ὅταν δὲ ἴδῃ τὸν υἱὸν τῆς ἑαυτοῦ σαρκὸς καὶ τοῦ αὐτοῦ σχήματος ἐν στενώσει, μᾶλλον δὲ τὸν Χριστὸν ἐρριμμένον καὶ μοχθοῦντα, ὑποχωρεῖν καὶ κρύπτεσθαι ἐξ αὐτοῦ, ἡνίκα φαντάζεται τὴν ψευδῆ ἡσυχίαν αὐτοῦ. Ἕκαστος δὲ τοιοῦτος ἀνελεήμων ἐστί.

Καὶ μή μοι εἰς μνήμην ἀγάγῃς Ἰωάννην τὸν τῆς Θηβαΐδος καὶ τὸν Ἀρσένιον, καὶ εἴπῃς ὅτι τίς τούτων εἰς τὰ τοιαῦτα ἐξέδωκεν ἑαυτὸν ἢ ἐπεμελήσατο τῶν ἀρρώστων καὶ τῶν πτωχῶν, καὶ ἠμέλησε τῆς ἡσυχίας αὑτοῦ; Μὴ ἐγγίσῃς πράγμασί τισι τοιούτων. Ἐὰν γὰρ ἀπέχῃς ἀπὸ πάσης ἀναπαύσεως καὶ ἀπαντήσεως ἀνθρώπων, ὧς ἦσαν οὗτοι, ἐπιτρέπεταί σοι ὁ Κύριος καταφρονεῖν τῶν τοιούτων. Ἐὰν δὲ ἐξ ἐκείνης τῆς τελειότητος ἀπέχῃς καὶ ἐν τοῖς κόποις τοῦ σώματος καὶ τῇ συντυχίᾳ τῶν ἀνθρώπων ὑπάρχῃς ἐν παντὶ καιρῷ, διατί ἀμελεῖς εἰς τὰς ἐντολὰς (ἃς τὸ μέτρον σου δέον φυλάξαι), διατρίβειν προφασιζόμενος εἰς τὴν πολιτείαν τὴν μεγάλην τῶν ἁγίων, ᾗ τινι οὐ προσήγγισας;

Ἠγὼ δὲ οὐκ ἀμελήσαιμι τῆς τοῦ ἁγίου Μακαρίου τοῦ μεγάλου χρήσεως ἀπομνημονεύσασθαι, ἥτις πρὸς ἔλεγχον τῶν καταφρονούντων τῶν ἀδελφῶν αὐτῶν ἐσημάνθη. Ἀπῆλθε γὰρ ἅπαξ ἐπισκέψασθαί τινα ἀδελφὸν ἀσθενοῦντα, καὶ ἐρωτήσαντος τοῦ μεγάλου, εἰ ἐπιθυμεῖ τινος ὁ ἀρρωστῶν, τοῦ δὲ ἀποκριναμένου, ὀλίγου τρυφεροῦ ἄρτου, διὰ τὸ τοὺς μοναχοὺς ἅπαντας τότε ποιεῖν τὸν ἄρτον τοῦ ὅλου ἑνιαυτοῦ, ὡς ἐπὶ τὸ πολὺ (οὕτω γὰρ ἦν τὸ ἔθος τοῦ τόπου ἐκείνου), εὐθέως ἀναστὰς ὁ ἀξιομακάριστος ἐκεῖνος ἀνήρ, καί περ τυγχάνων ἐτῶν ἐνενήκοντα, ἐκ τῆς Σκήτεως εἰς τὴν Ἀλεξάνδρειαν ἐπορεύθη καὶ ἠλλάξατο τοὺς ξηροὺς ἄρτους, οὓς ἔλαβεν ἐν τῷ μηλωταρίῳ, εἰς ἁπαλούς, καὶ ἤνεγκε τούτους τῷ ἀδελφῷ.

Ἀλλὰ καὶ ὁ ὅμοιος τούτῳ τῷ μεγάλῳ, ὁ ἀββᾶς Ἀγάθων, καὶ τούτου μεῖζον εἰργάσατο, ἀνὴρ ἐμπειρότατος πάντων τῶν κατ’ ἐκεῖνον τὸν καιρὸν μοναχῶν, καὶ τὴν σιωπὴν καὶ τὴν ἡσυχίαν ὑπὲρ πάντας τιμῶν. Οὗτος τοίνυν ὁ θαυμαστὸς ἐν καιρῷ πανηγύρεως ἀπῄει πωλῆσαι τὸ ἐργόχειρον αὑτοῦ καὶ εὗρεν ἐν τῇ ἀγορᾷ ξένον τινὰ ἐρριμμένον καὶ ἀσθενοῦντα, καὶ ἐμισθώσατο οἶκον καὶ ἔμενε παρ’ αὐτῷ ταῖς ἰδίαις χερσὶν ἐργαζόμενος καὶ τὸ τίμημα ὑπὲρ αὐτοῦ δαπανώμενος, καὶ ὑπηρέτει αὐτῷ μῆνας ἕξ, ἕως ἂν ὁ ἐν ἀσθενείᾳ οὗτος γέγονεν ὑγιής. Οὗτος (καθὼς διηγεῖται ἡ ὑπόθεσις) ἔλεγεν, ὅτι ἤθελον εὑρεῖν λωβὸν καὶ δοῦναι αὐτῷ τὸ σῶμά μου καὶ λαβεῖν τὸ αὐτοῦ.

Αὕτη ἐστὶν ἡ τελεία ἀγάπη. Οἱ φοβούμενοι τὸν Θεόν, ὦ ἀγαπητέ, εὐμαρῶς προθυμοῦνται καὶ προνοοῦσι φυλάξαι τὰς ἐντολάς. Καὶ ἐὰν ἐπ’ ἔργοις ἐγγένηται πεσεῖν εἰς τὰς χεῖρας αὐτῶν ἡ εὕρεσις αὐτῶν, καὶ κίνδυνον ὑποφέρουσι χάριν αὐτῶν. Ἐδέσμησε τὴν τελειότητα αὐτῶν καὶ ἐκρέμασεν ὁ ζωοποιὸς ἐν δυσὶν ἐντολαῖς περιεχούσαις πάσας, τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ τῇ ὁμοίᾳ τῆς κτίσεως αὐτῆς, τῇ ἀγάπῃ τῆς εἰκόνος αὐτοῦ.

Καὶ ἡ μὲν πρώτη τὸν σκοπὸν κατορθοῖ τῆς θεωρίας τοῦ πνεύματος, ἡ δὲ δευτέρα θεωρίαν καὶ πρᾶξιν. Διότι ἡ φύσις ἡ θεϊκὴ ἁπλῆ ἐστι καὶ ἀσύνθετος καὶ ἀόρατος καὶ ἀνενδεὴς κατὰ τὴν φύσιν. Οὐ χρῄζει γὰρ ἡ συνείδησις κατὰ τὴν φύσιν ἐν τῇ ἀδολεσχίᾳ αὐτῆς πράξεως σωματικῆς καὶ ἐνεργείας τινὸς καὶ ἐννοιῶν παχύτητος. Ἁπλῆ γάρ ἐστιν ἡ ἐνέργεια αὐτῆς καὶ ἐν τῷ ἑνὶ μέρει τοῦ νοὸς κατὰ τὴν ἁπλότητα τῆς προσκυνητῆς αἰτίας τὴν ὑπὲρ αἴσθησιν τῆς αἰσθήσεως τῆς σαρκὸς ἐνεργεῖ. Ἡ δευτέρα δὲ ἐντολή, ἥτις ἐστὶν ἡ φιλανθρωπία κατὰ τὸ διπλοῦν τῆς φύσεως, οὕτω καὶ ἡ μέριμνα τῆς ἐργασίας αὐτοῦ ἐν διπλότητί ἐστι. Λέγω δέ, ὅτι ὅπερ ἐν τῇ συνειδήσει πληροῦμεν ἀοράτως, θέλομεν καὶ ἐν τῷ σώματι πληρῶσαι ὁμοίως, καὶ οὐ μόνον φανερῶς, ἀλλὰ καὶ κρυπτῶς. Καὶ ἡ ἐν τοῖς πράγμασι τελειουμένη, καὶ ἐν τῇ συνειδήσει θέλει τελειοῦσθαι ὡσαύτως.

Καθάπερ γὰρ ὁ ἄνθρωπος ἐκ δύο μερῶν ἐγένετο, ἐκ ψυχῆς λέγω καὶ σώματος, οὕτω τὰ αὐτοῦ πάντα διπλῶς φροντίζονται, κατὰ τὸ διπλοῦν τῆς καταστάσεως αὐτοῦ. Καὶ ὅτι προηγεῖται ἡ πρᾶξις τῆς θεωρίας ἐν παντὶ τόπῳ, ἀδύνατόν τινα ὑψωθῆναι εἰς τὸ μέρος ἐκείνης τῆς ὑψηλῆς, ἐὰν μὴ πρῶτον τελειώσῃ τὴν ὑποδεεστέραν τῷ ἔργῳ. Καὶ νῦν οὐδεὶς ἄνθρωπος τολμᾷ εἰπεῖν περὶ τῆς κτίσεως τῆς ἀγάπης τοῦ πλησίον, ὅτι ἐν τῇ ψυχῇ αὑτοῦ κατορθοῖ, ἐὰν ἀπολειφθῇ τοῦ μέρους ἐκείνου, ὅπερ ἐν τῷ σώματι πληροῦται τὴν δύναμιν καὶ κατὰ τὸν καιρὸν καὶ τὸν τόπον τὸν παρέχοντα χεῖρα εἰς τὸ πρᾶγμα. Τότε γὰρ πιστεύεται, ὅτι ἡ ἀγάπη ἡ ἐν θεωρίᾳ κατέχεται καὶ γνωρίζεται.

Καὶ ὅτε ἐν τούτοις γινόμεθα πιστοὶ καὶ ἀληθινοὶ κατὰ τὸ δυνατόν, τότε πρὸς τὸ μέρος τὸ μέγα τῆς θεωρίας τῆς ὑψηλῆς καὶ θεϊκῆς δίδοται τῇ ψυχῇ δύναμις ἐκτείνεσθαι ἐν ταῖς ἐννοίαις ταῖς ἁπλαῖς καὶ ἀνομοίοις. Ὅπου δὲ οὐκ ἔστι τῷ ἀνθρώπῳ τῇ τοῦ πλησίον ἀγάπῃ τελειῶσαι ἐν τοῖς πράγμασι τοῖς ὁρατοῖς, καὶ τῷ σώματι, ἀρκεῖ πρὸς τὸν Θεὸν ἡ ἐν τῷ φρονήματι μόνη τελειουμένη ἡ ἀγάπη τοῦ πλησίον ἡμῶν, μάλιστα ἐὰν τὸ μέρος ἐκεῖνο τοῦ ἐγκλεισμοῦ καὶ τῆς ἡσυχίας καὶ ἡ ἐν αὐτῇ ὑπεροχὴ ἀρκούντως διαμείνῃ ἐν τῇ ἐργασίᾳ αὐτῆς.

Ἐὰν δὲ ἐξ ὅλων τῶν μερῶν ἐκείνης τῆς ἡσυχίας ὑστερούμεθα, πληρώσωμεν τὴν ἔλλειψιν αὐτῆς εἰς τὴν μετ’ αὐτὴν ἐντολήν, ἤτις ἐστὶν ἡ πρᾶξις ἡ αἰσθητή, ἥν τινα ὡς πλήρωμα τῆς ἀναπαύσεως τῆς ζωῆς ἡμῶν πληρώσωμεν ἐν τῷ κόπῳ τοῦ σώματος ἡμῶν, ἵνα μὴ εὑρεθῇ ἡ ἐλευθερία ἡμῶν πρόφασις ὑποταγῆναι τῇ σαρκί, ἡνίκα ἐν τῷ ἀναχωρητικῷ ὀνόματι ματαίως κοπιῶμεν. Δῆλον γάρ, ὅτι οὐκ ἐπετράπη ὁ ἐκ τῆς συντυχίας τῶν ἀνθρώπων ἀπορῶν τελείως καὶ ἐν τῷ Θεῷ ἐννοῶν ὁλοτελῶς, ἡνίκα ἐστὶ νεκρὸς ἐκ πάντων ἐν τῇ ἀπ’ αὐτῶν ἀποχῇ, ὑπηρετεῖν καὶ διακονεῖν τοῖς ἀνθρώποις. Ὁ δὲ ἔχων τὸν κανόνα τῆς ἡσυχίας αὑτοῦ ἐν ὅρῳ ἑβδομάδων ἑπτὰ ἢ καθ’ ἑβδομάδα, καὶ μετὰ τὸ πληρῶσαι τὸν κανόνα αὑτοῦ ἀπαντᾷ καὶ συμμίσγεται τοῖς ἀνθρώποις καὶ συμπαραμυθεῖται μετ’ αὐτῶν καὶ ἀμελῶν εἰς τοὺς ἐν θλίψεσιν ὄντας ἑαυτοῦ ἀδελφούς, ἡνίκα δοκεῖ κατέχειν ἐν δεσμῷ τὸν ἑβδοματιαῖον κανόνα, οὗτος ἀνηλεὴς καὶ ἀπότομος. Ἔκδηλον δέ ἐστιν, ὅτι διὰ τὸ μὴ ἔχειν ἐλεημοσύνην αὐτὸν καὶ ἐκ τῆς οἰήσεως καὶ ἐκ τῶν ψευδῶν λογισμῶν ἑαυτοῦ τοῖς τοιούτοις κοινωνῆσαι οὐ συγκαταβαίνει πράγμασιν.

Ὁ καταφρονῶν τοῦ ἀσθενοῦς, οὐκ ὄψεται φῶς, καὶ ὁ ἀποστρέφων τὸ ἑαυτοῦ πρόσωπον ἐκ τοῦ ἐν στενοχωρίᾳ ὄντος, ἡ ἡμέρα αὐτοῦ σκοτισθήσεται. Καὶ τοῦ καταφρονοῦντος τῆς φωνῆς τοῦ ἐν μόχθῳ ὄντος, οἱ υἱοὶ τῶν οἴκων ἑαυτοῦ ἐν τῇ ἀορασίᾳ ψηλαφήσουσι.

Μὴ καθυβρίσωμεν τὸ ὄνομα τὸ μέγα τῆς ἡσυχίας ἐν τῇ ἀγνωσίᾳ ἡμῶν. Πάσῃ γὰρ πολιτείᾳ καιρός ἐστι καὶ τόπος καὶ διαφορά, καὶ τότε τῷ Θεῷ ἔγνωσται, εἰ δεκτὴ γενήσεται πᾶσα ἡ ἐργασία αὐτῆς. Καὶ ἐκτὸς τούτων ματαία ἡ ἐργασία αὐτῶν πάντων τῶν τὸ μέτρον μεριμνώντων τῆς τελειότητος. Ὁ προσδοκῶν παρακληθῆναι καὶ ἐπισκεφθῆναι τὴν ἀσθένειαν αὑτοῦ ἐξ ἄλλων, οὗτος ταπεινώσει ἑαυτὸν καὶ συγκοπιάσει τῷ πλησίον ἑαυτοῦ ἐν τοῖς καιροῖς, ἐν οἷς πειράζεται, ἵνα γένηται ἡ ἐργασία αὐτοῦ ἐν χαρᾷ ἐν τῇ ἡσυχίᾳ ἑαυτοῦ, ἀπέχουσα ἀπὸ πάσης οἰήσεως καὶ πλάνης τῶν δαιμόνων. Ἐρρέθη τινὶ τῶν ἁγίων, γνωστικῷ ὄντι, ὅτι οὐδὲν δύναται λυτρώσασθαι τὸν μοναχὸν ἐκ τοῦ τῆς ὑπερηφανίας δαίμονος καὶ συνεργῆσαι τῷ ὅρῳ τῆς ἑαυτοῦ σωφροσύνης ἐν τῷ καιρῷ τῆς ἐξάψεως τοῦ πάθους τῆς πορνείας, ὡς ἐκεῖνο, τὸ τοὺς ἀνθρώπους τοὺς κατακειμένους ἐν ταῖς ἑαυτῶν στρωμναῖς καὶ τοὺς κατατηχθέντας ἐν τῇ θλίψει τῆς σαρκὸς ἐπισκέπτεσθαι.

Μεγάλη ἐστὶν ἡ πρᾶξις ἡ ἀγγελικὴ τῆς ἡσυχίας, ὅταν διάκρισιν τοιαύτην συμμίξῃ ἑαυτῇ διὰ τὴν χρείαν τῆς ταπεινώσεως. Ἔνθα γὰρ οὐ γινώσκομεν, κλεπτόμεθα καὶ πορθούμεθα. Ταῦτα εἶπον, ἀδελφοί, οὐχ ἵνα ἀμελήσωμεν καὶ καταφρονήσωμεν εἰς τὸ ἔργον τῆς ἡσυχίας. Ἡμεῖς γὰρ εἰς ἕκαστον τόπον περὶ τούτου πείθομεν, καὶ οὐκ ἐξ ἐναντίας τῶν ῥημάτων ἡμῶν ἀνθιστάμενοι εὑρέθημεν νῦν. Μηδεὶς λάβῃ καὶ ἐξαγάγῃ λόγον γυμνὸν ἐκ τῶν λόγων ἡμῶν καὶ ἀφῇ τὸ ὑπόλοιπον καὶ κρατήσῃ αὐτὸν ἐν ταῖς ἑαυτοῦ χερσὶν ἀνοήτως. Ἐγὼ μνημονεύω, ὅτι ἐν τόποις πολλοῖς εἶπον παρακαλῶν, ὅτι καὶ ἐὰν συμβῇ τινι ἐν ἀργίᾳ τελείᾳ εἶναι ἐν τῷ ἑαυτῷ κελλίῳ, διὰ τὴν ἀνάγκην τῆς ἀσθενείας ἡμῶν τῆς ἐπερχομένης ἡμῖν, χάριν τούτου οὐ δεῖ ἐπιλέγεσθαι τελείαν ἔξοδον ἐξ αὐτοῦ καὶ τὴν ἐξωτέραν ἐργασίαν κρείττονα εἶναι τῆς ἐργασίας τῆς ἐκεῖσε λογίσασθαι.

Ἔξοδον δὲ τελείαν εἶπον, οὐχὶ ἐὰν ἀπαντήσῃ ἡμῖν ἐν καιρῷ πρᾶγμα ἀναγκαῖον, ἵνα ἐξέλθῃς ἐν αὐτῷ ἑβδομάδας τινὰς τοῦ ἐμπορεύεσθαι ἐν αὐταῖς τὴν ἀνάπαυσιν καὶ τὴν ζωὴν τοῦ πλησίον σου, ἤδη τοῦτο ἀργίαν ψηφίσῃ καὶ ἀσχολίαν λογίσῃ.

Ἐὰν δέ τις δοκήσῃ ἐν ἑαυτῷ, ὅτι τέλειός ἐστι καὶ ἀνώτερος ἐκ πάντων τῶν ἐνταῦθα ἐν τῇ διαμονῇ αὑτοῦ τῇ πρὸς τὸν Θεὸν καὶ τῇ ἀποχῇ ἐκ πάντων τῶν ὁρωμένων πραγμάτων, εὐλόγως καὶ ἐκ τούτων παραιτησάσθω. Μεγάλη ἐστὶν ἡ ἐργασία τῆς διακρίσεως τῶν συνεργουμένων ὑπὸ τοῦ Θεοῦ, ὃς τῷ ἐλέει αὑτοῦ δῴη ἡμῖν πληρῶσαι τὸν λόγον ἑαυτοῦ, ὃν εἴρηκε λέγων· «εἴ τι θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως». Αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ εἰς τοὺς αἰῶνας. [Ἀμήν].