Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἐπιστολαί

Ἰσαὰκ ὁ Σύρος

Τέταρτη επιστολή (Μέρος Α΄): Η εργασία των εντολών ως βάση της πνευματικής ζωής

Εισαγωγή στην εκτενή επιστολή προς τον άγιο Συμεών. Η σημασία της τήρησης των εντολών ως θεραπευτικού φαρμάκου, η νέκρωση του παλαιού ανθρώπου και η μετάβαση από την έμπρακτη αρετή στη θεωρία και την έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

ΕΠΙΣΤΟΛΗ Δʹ ΠΡΟΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΣΥΜΕΩΝΗΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ Ἡ ἐπιστολή σου, ἅγιε, οὐχὶ λόγοι ἐγκεχαραγμένοι εἰσίν, ἀλλὰ τὴν ἀγάπην σου τὴν πρὸς ἡμᾶς ἐν αὐτῇ ὡς ἐν ἐσόπτρῳ ἐζωγράφησας καὶ ὑπέδειξας. Καὶ ὡς νομίζεις ἡμᾶς εἶναι, οὕτως ἔγραψας, καὶ ἔδειξας ἐν αὐτοῖς τοῖς ἔργοις ὅτι ὑπερβαλλόντως ἀγαπᾶς ἡμᾶς, ὥστε καὶ ἐκ τῆς πολλῆς ἀγάπης ἐπιλαθέσθαι τοῦ μέτρου ἡμῶν. Ὅπερ γὰρ ἔδει γράψαι ἡμᾶς τῇ σῇ ὁσιότητι καὶ ἐρωτῆσαι καὶ μαθεῖν τὴν ἀλήθειαν παρ’ ὑμῶν, εἰ πρόνοιαν τῆς σωτηρίας ἡμῶν ἐποιούμεθα, τοῦτο σὺ διὰ τὸ μέγεθος τῆς ἀγάπης προλαβὼν ἔγραψας ἡμῖν. Καὶ τάχα τοῦτο ἐν τέχνῃ φιλοσοφίας πεποίηκας, ἵνα ἐν ταῖς σαῖς ἐρωτήσεσι ταῖς λεπταῖς καὶ πνευματικαῖς, ἐν αἷς ἐγὼ ἐρωτῶμαι παρ’ ὑμῶν, ἐξυπνισθῇ ἡ ψυχή μου ἐκ τῆς ἀμελείας, ἐν ᾗ ἐβυθίσθη πολύ. Ὅμως κᾀγὼ ἐν τῇ ἀγάπῃ ἐκείνη, ἐν ᾗ ἐπελάθου τοῦ μέτρον ἡμῶν, ἐπιλανθάνομαι τῆς ἀνικανίας μου, ὥστε με μὴ προσέχειν τί δύναμαι ἀρκέσαι, ἀλλὰ τί ἰσχύει ἡ εὐχή σου ποιῆσαι.

Ὅτε γὰρ ἐγὼ ἐπιλάθωμαι τοῦ μέτρου μου καὶ σὺ τὸν Θεὸν ταῖς εὐχαῖς σου ἐκλιπαρήσεις, ὥστε τελειωθῆναι τὴν σὴν αἴτησιν, δοθήσεταί σοι πάντως ὑπὸ τοῦ Θεοῦ ὅπερ ᾔτησας ἐν τῇ εὐχῇ, ὡς αὐτοῦ γνησίῳ θεράποντι.

Ἐρώτησις. Ἡ πρώτη τοίνυν ἐρώτησις ἡ ἐν τῇ ἐπιστολῇ ἐστιν αὕτη. Εἰ δεῖ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου φυλάττεσθαι, καὶ εἰ οὐκ ἔστι τρόπος σωτηρίας τῷ μὴ φυλάττοντι αὐτάς. Ἀπόκρισις. Καὶ περὶ τούτου καθώς μοι δοκεῖ, οὐδὲ ἐρωτᾶν χρεών τινι. Εἰ γὰρ καὶ πολλαί εἰσι, φυλάττεσθαι ὀφειλόμενον· εἰ δὲ μή, δοθῆναι παρὰ τοῦ Σωτῆρος οὐκ ὤφειλον. Περισσὸν γάρ τι καὶ μὴ ἔχον αἰτίαν καὶ χρείαν, καθώς μοι δοκεῖ, οὐκ ἐρρέθη, οὐδὲ ἐπράχθη παρὰ τοῦ Δεσπότου ἡμῶν. Ὁ σκοπὸς γὰρ τῆς παρουσίας αὐτοῦ ἵνα καθαρίσῃ τὴν κακίαν τῆς πρώτης παραβάσεως ἐκ τῆς ψυχῆς καὶ μεταβάλῃ αὐτὴν πρὸς τὴν ἑαυτῆς ἀρχαίαν κατάστασιν, ἡνίκα τὰς ζωοποιοὺς αὑτοῦ ἐντολὰς ὥσπερ φάρμακα καθαρτικὰ τῆς ἐμπαθείας ἡμῶν δέδωκεν ἡμῖν. Ὅπερ γὰρ τὰ φάρμακα τῷ νοσερῷ σώματι, τοῦτο αἱ ἐντολαὶ τῇ ἐμπαθεῖ ψυχῇ. Καὶ δῆλόν ἐστιν, ὅτι αἱ ἐντολαὶ ἐξ ἐναντίας τῶν παθῶν ἐτέθησαν, πρὸς ἰατρείαν τῆς παραβεβηκυίας ψυχῆς, καθὼς ἀριδήλως ὁ Κύριος λέγει τοῖς ἑαυτοῦ μαθηταῖς· «ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· καὶ ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου· καὶ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτὸν καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν».

Καὶ πάλιν, «ἐν τούτῳ γνώσεται ὁ κόσμος ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους». Καὶ δῆλον ὅτι ἡ ἀγάπη μετὰ τὴν ὑγίειαν τῆς ψυχῆς προσκτηθῆναι δύναται, ἡ δὲ ψυχὴ οὐχ ὑγιαίνει, εἰ μὴ φυλάξασα τὰς ἐντολάς.

Ἡ φυλακὴ τῶν ἐντολῶν ἀκμὴν ὑποκάτωθεν τῆς πνευματικῆς ἀγάπης ἐστί. Καὶ διὰ τὸ εἶναι τοὺς πολλοὺς φυλάττοντας τὰς ἐντολὰς ἐκ τοῦ φόβου ἢ χάριν ἀμοιβῆς τῶν μελλόντων, καὶ οὐχὶ διὰ τὴν ἀγάπην, πολλὰ παραινεῖ εἰς τὴν φυλακὴν τῶν ἐντολῶν τῶν ἐκ τῆς ἀγάπης, τῶν παρεχουσῶν τῇ ψυχῇ τὸ φῶς. Καὶ πάλιν· «ἵνα θεωρῶσιν οἱ ἄνθρωποι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς».

Καὶ οὐ δυνατὸν ὁρᾶσθαι ἐν τῇ ψυχῇ τὰ ἀγαθὰ ἔργα, ἅπερ ὁ Κύριος ἐδίδαξεν, εἰ μὴ φυλαχθῶσιν αἱ ἐντολαί. Καὶ ὅτι οὔκ εἰσιν αἱ ἐντολαὶ βαρεῖαι τοῖς ἀγαπῶσι τὴν ἀλήθειαν, ὁ Κύριος εἶπε· «δεῦτε», γάρ φησι, «πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς· ὅτι ὁ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν». Ὅτι δὲ πάσας τὰς ἐντολὰς χρεὼν φυλάττεσθαι ὑφ’ ἡμῶν ἐπιμελῶς, καὶ τοῦτο αὐτὸς ἐνετείλατο λέγων· «ὁ καταλύων μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάσκων τοὺς ἀνθρώπους, οὗτος ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». Οὐχὶ μετὰ ταῦτα πάντα τὰ νομοθετηθέντα πρὸς σωτηρίαν ἡμῶν δύναμαι εἰπεῖν, ὅτι οὐ δεῖ φυλάττειν πάσας τὰς ἐντολάς, ἀλλὰ οὐδὲ αὐτὴ ἡ ψυχὴ ἱκανοῖ καθαρθῆναι, ἐὰν μὴ φυλάξῃ αὐτάς, αἵτινες ὡς φάρμακα καθαίρειν τὰ πάθη καὶ τὰ πταίσματα παρὰ Κυρίου ἐδόθησαν.

Σὺ γινώσκεις, ὅτι ἡ κακία διὰ τῆς παραβάσεως τῶν ἐντολῶν ἐπεισῆλθεν ἡμῖν. Λοιπὸν δῆλον, ὅτι ἐν τῇ φυλακῇ πάλιν ἐπανέρχεται ἡ ὑγίεια. Ἀλλ’ οὐδὲ ἐκτὸς τῆς ἐργασίας τῶν ἐντολῶν δωρήσασθαι ἡμῖν χάριτι τὴν κάθαρσιν τῆς ψυχῆς· ἡνίκα ἐν πρώτοις οὐ βαδίζομεν ἐν τῇ ὁδῷ ἐκείνῃ τῇ ἀπαγούσῃ πρὸς τὴν τῆς ψυχῆς καθαρότητα. Καὶ μὴ εἴπῃς, ὅτι ὁ Θεὸς δύναται καὶ χωρὶς τῆς ἐργασίας τῶν ἐντολῶν δωρήσασθαι ἡμῖν χάριτι τὴν κάθαρσιν τῆς ψυχῆς· ὅτι ταῦτα τὰ κρίματά ἐστι τοῦ Κυρίου καὶ οὐ παραγγέλλει ἡ Ἐκκλησία τοιαῦτα ἐπερωτᾶν ἡμᾶς. Καὶ οἱ Ἰουδαῖοι ἐν τῷ καιρῷ τῆς ἐπανόδου αὐτῶν, τῆς ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, ἐν τῇ ὁδῷ τῇ τετριμμένῃ ὑπὸ τῆς φύσεως ὥδευσαν, καὶ οὕτως ἦλθον εἰς τὴν ἁγίαν πόλιν αὑτῶν καὶ ἐθεάσαντο τὰ θαυμάσια Κυρίου. Ἀλλ’ ὁ Ἰεζεκιὴλ ὑπὲρ φύσιν ἐν τῇ ἐργασίᾳ τῆς ἀποκαλύψεως ἡρπάγη καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ ἐν τῇ ἀποκαλύψει τῇ θεϊκῇ ἐγένετο θεωρὸς τῆς μελλούσης ἀνανεώσεως.

Κατὰ τοῦτον τὸν τρόπον γίνεται καὶ ἐν τῇ τῆς ψυχῆς καθαρότητι. Γίνονταί τινες, ὅτι ἐν τῇ ὁδῷ τῇ πατουμένῃ καὶ νομίμῳ τῇ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν ἐν πολιτείᾳ πολυμόχθῳ, ἐν τῷ αἵματι αὐτῶν, εἰσέρχονται εἰς τὴν τῆς ψυχῆς καθαρότητα, καί εἰσιν ἄλλοι, οἵτινες ἐκ τῆς δωρεᾶς τῆς χάριτος αὐτῆς ἀξιοῦνται. Καὶ τοῦτό ἐστι τὸ θαυμαστόν· ὅτι τὴν διὰ τῆς χάριτος δωρουμένην ἡμῖν οὐκ ἐπετράπημεν αἰτήσασθαι ἐν τῇ προσευχῇ καὶ παραιτήσασθαι τὴν πολιτείαν τῆς ἐργασίας.

Ἐκείνῳ γὰρ τῷ πλουσίῳ τῷ ἐρωτήσαντι τὸν Κύριον, «πῶς κληρονομήσω τὴν ζωὴν τὴν αἰώνιον», εἶπε καθαρῶς· «φύλαξον τὰς ἐντολάς». Καὶ ὅτε εἶπε, «ποῖαί εἰσιν αἱ ἐντολαί;», εἶπεν αὐτῷ ἐν πρώτοις ἀπέχεσθαι τῶν ἔργων τῶν κακῶν, καὶ οὕτως ὑπέμνησεν αὐτὸν τῶν φυσικῶν. Ὅτε δὲ ἐζήτησε περισσόν τι μαθεῖν, εἶπεν αὐτῷ· «εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι». Τοῦτο δέ ἐστιν, ἵνα νεκρωθῇς πᾶσι τοῖς ὑπάρχουσί σοι καὶ οὕτω ζήσεις ἐν ἐμοί. Ἔξελθε ἐκ τοῦ κόσμου τοῦ παλαιοῦ τῶν παθῶν, καὶ οὕτως εἰσέρχῃ εἰς τὸν κόσμον τὸν καινὸν τοῦ Πνεύματος. Ἆρον, καὶ ἀπόδυσον τὴν γνῶσιν τῶν τρόπων καὶ τῆς πανουργίας, καὶ οὕτως ἐνδύῃ τὴν γνῶσιν τὴν ἁπλῆν τῆς ἀληθείας. Ἐν τῷ εἰπεῖν γὰρ «ἆρον τὸν σταυρόν σου», νέκρωσιν ἐκ πάντων τῶν ἐν τῷ κόσμῳ ἐδίδαξεν ὁ Κύριος. Καὶ ὅτε ἐνέκρωσεν ἐν ἑαυτῷ τὸν παλαιὸν ἄνθρωπον, ἤτοι τὰ πάθη, τότε εἶπεν αὐτῷ· ἐλθὲ ὀπίσω μου. Οὐκ ἔστι τῷ παλαιῷ ἀνθρώπῳ πορευθῆναι ἐν τῇ ὁδῷ τοῦ Χριστοῦ, καθὼς ὁ μακάριος Παῦλος εἶπεν· «ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ». Καὶ πάλιν· «ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας, καὶ τότε δυνήσεσθε ἐνδύσασθαι τὸν νέον, τὸν ἀνακαινούμενον ἐν ἐπιγνώσει τῆς ὁμοιώσεως τοῦ κτίσαντος αὐτόν».

Καὶ πάλιν· «τὸ φρόνημα τὸ χοϊκὸν ἔχθρα ἐστὶν εἰς Θεόν». Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. Οἱ γὰρ ἐν σαρκὶ ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσι καὶ ἀρέσαι τῷ Θεῷ ἐν τῷ φρονήματι τοῦ πνεύματος, οὐ δύναται.

Σὺ δέ, ὦ ἅγιε, ἐὰν ἀγαπᾷς τὴν καθαρότητα τῆς καρδίας καὶ τὸ φρόνημα τὸ πνευματικόν, ὅπερ εἶπας, κολλήθητι ταῖς δεσποτικαῖς ἐντολαῖς, καθάπερ εἶπεν ὁ Δεσπότης ἡμῶν· «ἐὰν ἀγαπᾷς εἰσελθεῖν εἰς τὴν ζωήν, φύλαξον τὰς ἐντολάς», διὰ τὴν ἀγάπην τοῦ τεθεικότος αὐτάς, καὶ μὴ διὰ φόβον ἢ ἀμοιβὴν τοῦ μισθοῦ. Διότι οὐχ ὅτε πράξομεν τὴν δικαιοσύνην γευόμεθα τῆς ἡδονῆς τῆς κεκαλυμμένης ἐν αὐτῇ, ἀλλ’ ὅτε ὁ πόθος τῆς δικαιοσύνης ἐσθίει τὴν καρδίαν ἡμῶν. Καὶ οὐχ ὅτε πράξομεν τὴν ἁμαρτίαν ἁμαρτωλοὶ γινόμεθα, ἀλλ’ ὅταν μὴ μισήσωμεν αὐτὴν καὶ μεταμεληθῶμεν ἐπ’ αὐτῇ. Καὶ οὐ λέγω ὅτι γέγονέ τις, ἢ τῶν ἀρχαίων ἢ τῶν ἐσχάτων, μὴ φυλάξας τὰς ἐντολάς, καὶ φθάσας τὴν καθαρότητα τῆς καρδίας καὶ τῆς θεωρίας τοῦ Πνεύματος καταξιωθείς· ἀλλ’ ὡς δοκεῖ μοι, ὅστις τὰς ἐντολὰς οὐκ ἐφύλαξε καὶ κατ’ ἴχνος μὴ ὥδευσε τῶν μακαρίων Ἀποστόλων, ἅγιος καλεῖσθαι οὐκ ἄξιος.

Ὁ μακάριος Βασίλειος καὶ οἱ μακάριοι Γρηγόριοι, περὶ ὧν εἶπας, ὅτι ἦσαν ἀγαπῶντες τὴν ἔρημον καὶ ἦσαν στύλοι καὶ φῶς τῆς Ἐκκλησίας, καὶ ἦσαν ἐπαινοῦντες τὴν ἡσυχίαν, οὐχ ὅτε ἦσαν ἀργοὶ ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν ἦλθον εἰς τὴν καθαρότητα τῆς ψυχῆς καὶ ἠξιώθησαν τῆς θεωρίας τοῦ Πνεύματος.

Ἐγὼ πιστεύω ἀληθῶς, ὅτι ὅτε ἦσαν οἰκοῦντες ἐν ταῖς πόλεσι, τοὺς ξένους ἦσαν ὑποδεχόμενοι, τοὺς ἀσθενεῖς τε ἐπισκεπτόμενοι καὶ τοὺς γυμνοὺς ἐνδύοντες, τοὺς τῶν κοπιώντων πόδας ἀπονίπτοντες· καὶ εἰ ἠγγάρευσεν αὐτούς τις μίλιον ἕν, δύο ἀπήρχοντο. Καὶ ὅτε ἐφύλαξαν τὰς ἐντολὰς τὰς δεομένας μεταξὺ τῶν πολλῶν ἀναστρέφεσθαι καὶ ἤρξατο ὁ νοῦς αὐτῶν τῆς πρώτης ἀκινησίας καὶ τῶν θείων καὶ μυστικῶν θεωριῶν, ἔκτοτε ἔσπευσαν καὶ ἐξῆλθον εἰς τὴν ἡσυχίαν τῆς ἐρήμου, καὶ ἔκτοτε ὑπέμειναν μετὰ τοῦ ἔσω αὐτῶν ἀνθρώπου, ὥστε γενέσθαι αὐτοὺς θεωρητικούς, καὶ διέμειναν ἐν τῇ θεωρίᾳ τοῦ Πνεύματος, ἕως ἂν ἐκλήθησαν ὑπὸ τῆς χάριτος γενέσθαι αὐτοὺς ποιμένας τῆς Ἐκκλησίας τοῦ Χριστοῦ.

Περὶ δὲ οὗ εἴρηκας, ὅτι ποτὲ μὲν ὁ μέγας Βασίλειος τὴν συνοίκησιν τῶν πολλῶν ἐπαινεῖ, ποτὲ δὲ τὴν ἀναχώρησιν, τοῦτό φημι· ὅτι δυσὶ τρόποις εὑρίσκεται τὸ κέρδος ἐν ἀληθείᾳ τοῖς σπουδαίοις, ἑκάστῳ κατὰ τὴν δύναμιν καὶ τὴν διαφορὰν καὶ τὸν σκοπόν, ὃν ἔθηκεν ἐν ἑαυτῷ. Γίνεται γάρ ποτε τοῖς δυνατοῖς ὠφέλεια τῇ τῶν πολλῶν συνοικήσει, ποτὲ δὲ καὶ τοῖς ἀσθενέσι, καὶ ἐν τῇ ἐρήμῳ δὲ τὸν αὐτὸν τρόπον ὡσαύτως. Τῷ σταθέντι ἐν τῇ τῆς ψυχῆς ὑγιείᾳ, ᾧ καὶ ὁ νοῦς συνεκράθη τῷ πνεύματι, καὶ νεκρώσαντι τῇ πολιτείᾳ τῇ ἀνθρωπίνῃ ἑαυτόν, οὐ γίνεται ἡ τῶν πολλῶν συνοίκησις βλαβερά, ἐὰν νήφῃ τοῖς ἑαυτοῦ, καὶ οὗτος οὐχ ἵνα ὠφεληθῇ, ἀλλ’ ἵνα ὠφελήσῃ· ὅτι ἐκ τοῦ Θεοῦ ἐκλήθη ἐν τῷ ὀνόματι τῶν λοιπῶν πατέρων. Καὶ τῷ ἀσθενεῖ δὲ καὶ χρῄζοντι ἀκμὴν τοῦ αὐξῆσαι τῷ τῶν ἐντολῶν γάλακτι, ὁμοίως ὠφέλιμον τὸ μετὰ τῶν πολλῶν συνοικεῖν, ἕως ἂν γυμνασθῇ καὶ κατεργασθῇ καὶ κολαφισθῇ ἐν τοῖς πειρασμοῖς καὶ πέσῃ καὶ ἀναστῇ μεταξὺ τῶν πλειόνων καὶ κτήσηται τὴν ὑγείαν τῆς ψυχῆς. Οὐκ ἔστι βρέφος μὴ τραφὲν τοῖς τοῦ γάλακτος ῥεύμασι, καὶ οὐκ ἔστι μοναχὸς μὴ τῷ γάλακτι τῶν ἐντολῶν ἐντραφείς, κατορθῶν καὶ νικῶν τὰ πάθη, καὶ τῆς καθαρότητος ἀξιούμενος. Τὸν ὅμοιον δὲ τρόπον, ὡς ἔφημεν, καὶ ἡ ἔρημος, ποτὲ μὲν τοῖς ἀσθενέσι καὶ φεύγουσιν ὠφέλιμος, ποτὲ δὲ τοῖς δυνατοῖς.

Τοῖς πρώτοις μέν, ἵνα μὴ εὑρεθεῖσα ὕλη, ἐκκαυθῆναι αὐτοῖς καὶ ἀξιωθῆναι τὰ πάθη παρασκευάσειε· τοῖς ἰσχυροῖς δέ, ἐν τῷ μεσάζειν ἐν ὕλῃ καὶ καταντῆσαι πρὸς τοὺς πολέμους τοῦ πονηροῦ.

Ἐν ἀληθείᾳ γάρ, ὡς εἶπας, ἡ ἔρημός ἐστιν ἡ κοιμίζουσα τὰ πάθη. Ἀλλ’ οὐ τοῦτο μόνον ζητεῖται, τὸ κατακοιμῆσαί τινα τὰ ἑαυτοῦ πάθη, ἀλλὰ καὶ ἐκτίλαι· τοῦτο δέ ἐστι νικῆσαι αὐτά, ἡνίκα φιλονεικήσουσιν ἐξ ἐναντίας ἡμῶν. Τὰ πάθη γὰρ τὰ κατακοιμισθέντα ἐξυπνίζεται, ὅταν ἀπαντήσῃ αἰτία ἐλθεῖν εἰς τὴν πρᾶξιν αὐτῶν.

Πῶς δὲ μαθήσῃ, ὡς οὐχ ἡ ἔρημος μόνη κοιμίζει τὰ πάθη, καθὼς ἔφης, κατανόησον ἐν τῷ καιρῷ τῆς νόσου καὶ τῆς πολλῆς ἀσθενείας, ὅτι οὐ σφοδρῶς πολεμοῦσιν ἡμῖν. Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτὰ πολλάκις κατακοιμίζουσιν ἄλληλα, ὅτε δώσουσι τόπον ἀλλήλοις. Τὸ πάθος γὰρ τὸ τῆς κενοδοξίας ὑποχωρεῖν τὸ τῆς πορνείας ποιεῖ, καὶ αὖ πάλιν τὸ τῆς πορνείας τὴν δοξομανίαν καταπραΰνει. Λοιπὸν μὴ θελήσωμεν καταδιῶξαι τὴν ἔρημον, ὅτι κοιμίζει μόνον τὰ πάθη, ἀλλ’ ὅτι ἐν τῇ τῶν αἰσθητῶν ἀπορίᾳ καὶ τῇ ἐκ πάντων ἀναχωρήσει, σοφιζόμεθα ἐν αὐτῇ καὶ ἀνακαινίζεται ἡμῖν ὁ ἔσω ἄνθρωπος τοῦ πνεύματος ἐν Χριστῷ καὶ πᾶσαν ὥραν γινόμεθα θεωρητικοὶ ἑαυτῶν καὶ γίνεται ὁ νοῦς ἡμῶν γρήγορος καὶ φυλάττει ἑαυτὸν καθ’ ὥραν, μήπως κλαπῇ ἐξ αὐτοῦ ἡ μνήμη τῆς ἐλπίδος αὐτοῦ.