Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἐπιστολαί

Ἰσαὰκ ὁ Σύρος

Τρίτη επιστολή: Ο σκοπός, τα μέσα και οι καρποί της ησυχαστικής πολιτείας

Ανάλυση της σταθερής προσήλωσης που απαιτεί η ησυχία, παράθεση πατερικών ρήσεων περί αγρυπνίας και νήψεως, και η προσέγγιση της σιωπής ως μυστηρίου που οδηγεί στη θέα των θείων μυστηρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 3 από 8

ΕΠΙΣΤΟΛΗ Γʹ ΣΤΑΛΕΙΣΑ ΠΡΟΣ ΤΙΝΑ ΑΓΑΠΗΤΟΝ ΑΥΤΟΥ ΔΙΔΑΣΚΕΙ ΔΕ ΕΝ ΑΥΤΗι ΤΑ ΠΕΡΙ ΤΩΝ ΜΥΣΤΗΡΙΩΝ ΤΗΣ ΗΣΥΧΙΑΣ ΚΑΙ ΠΩΣ ΠΟΛΛΟΙ ΔΙΑ ΤΟ ΜΗ ΓΙΝΩΣΚΕΙΝ ΑΥΤΑ ΑΜΕΛΟΥΣΙΝ ΕΙΣ ΤΗΝ ΕΡΓΑΣΙΑΝ ΤΑΥΤΗΝ ΤΗΝ ΘΑΥΜΑΣΤΗΝ· ΚΑΙ ΟΤΙ ΟΙ ΠΛΕΙΣΤΟΙ ΕΚΡΑΤΗΣΑΝ ΤΟ ΚΑΘΙΣΜΑ ΤΩΝ ΚΕΛΛΙΩΝ ΕΚ ΔΙΔΑΧΗΣ, ΤΗΣ ΠΟΡΕΥΟΜΕΝΗΣ ΜΕΤΑΞΥ ΤΩΝ ΜΟΝΑΧΩΝ, ΜΕΤΑ ΣΥΝΤΟΜΟΥ ΣΥΝΑΓΩΓΗΣ ΤΗΣ ΟΦΕΙΛΟΜΕΝΗΣ ΤΗι ΔΙΗΓΗΣΕΙ ΤΗΣ ΗΣΥΧΙΑΣ Ἀδελφέ, ἐπειδὴ ἠναγκάσθην ἐκ τοῦ ὀφείλοντος ἐπιστεῖλαί σοι περὶ τῶν ὀφειλομένων ἐξ ἀνάγκης, γνωρίζω τῇ ἀγάπῃ σου ἐν τοῖς γράμμασί μου κατὰ τὴν ἐπαγγελίαν ἡμῶν τὴν πρὸς σέ, ὅτι εὗρόν σε ἐν τῇ ἀκριβείᾳ τῆς πολιτείας τεθεικότα ἑαυτόν, πορευθῆναι ἐν τῷ τῆς ἡσυχίας καθίσματι.

Ἐγὼ γοῦν ὅπερ ἤκουσα ἐκ τῶν διακριτικῶν περὶ τῆς ἐργασίας ταύτης, ἡνίκα κατὰ διάνοιαν λάβω τὴν συναγωγὴν τῶν ῥημάτων αὐτῶν μετὰ πείρας τῆς ἐγγύθεν, δι’ ἧς ἐν αὐτοῖς τοῖς πράγμασιν ἐγὼ ἐπείρασα, τῇ μνήμῃ σου ἐντυπῶ ἐν συντόμῳ λόγῳ, ἡνίκα καὶ σὺ συνεργήσεις σεαυτῷ ἐκ τῆς ὁμιλίας τῆς ἐπιστολῆς ἐν σπουδῇ τῇ γινομένῃ ἐν σοί. Διότι ἐν συνέσει τῆς σοφίας μέλλεις προσεγγίσαι τῇ ἀναγνώσει τῶν συναχθέντων λόγων, τῶν ἐν τῇ ἐπιστολῇ ἡμῶν ταύτῃ, ἔξωθεν τῆς συνήθους ἀναγνώσεως, καὶ ὡς φῶς τι λαβεῖν αὐτὴν ἐν τῇ λοιπῇ ἀναγνώσει, διὰ τὴν πολλὴν δύναμιν τὴν κεκρυμμένην ἐν αὐτῇ, ἵνα μάθῃς τί ἐστι τὸ κάθισμα τῆς ἡσυχίας καὶ τί ἐστιν ἡ ἐργασία αὐτῆς καὶ ποῖα μυστήρια κέκρυπται ἐν τῇ ἐργασίᾳ ταύτῃ καὶ διατί τινες τὴν δικαιοσύνην τὴν μεταξὺ τῶν ἀνθρώπων πολιτευομένην σμικρύνουσι καὶ προκρίνουσιν αὐτῆς τὰς θλίψεις καὶ τοὺς ἀγῶνας τοῦ καθίσματος τοῦ ἡσυχαστικοῦ καὶ μοναστικοῦ βίου.

Ἐὰν θέλῃς εὑρεῖν ζωὴν ἄφθαρτον ἐν ταῖς ἡμέραις σου ταῖς μικραῖς, ὦ ἀδελφέ, ἡ εἴσοδός σου ἡ ἐν τῇ ἡσυχίᾳ ἐν διακρίσει ἔστω. Ἐξέτασον περὶ τῆς ἐργασίας αὐτῆς καὶ μὴ δράμῃς ἐξ ὀνόματος, ἀλλ’ εἴσελθε καὶ βάθυνον καὶ ἀγώνισαι καὶ σπούδασαι φθάσαι μετὰ πάντων τῶν ἁγίων τί ἐστι τὸ βάθος καὶ τὸ ὕψος τῆς πολιτείας ταύτης. Ἑκάστῳ γὰρ πράγματι τῶν ἀνθρώπων, ἐν τῇ ἀρχῇ τῆς ἐργασίας αὐτοῦ ἕως τέλους, τρόπος τις καὶ ἐλπὶς προσδοκᾶται ἐκ τοῦ ἔργου τοῦ πράγματος, κινοῦντα τὴν διάνοιαν πρὸς τὴν θέσιν τοῦ θεμελίου αὐτοῦ. Καὶ ὁ σκοπὸς οὗτος κραταιοῖ τὴν διάνοιαν βαστάξαι τὴν ἐν αὐτῷ σκληρότητα καὶ παράκλησίν τινα λαμβάνει ἐξ αὐτοῦ ἐν τῇ θεωρίᾳ τῇ πρὸς αὐτόν. Καὶ ὥς τις κρατῶν κρατεῖ τὸν νοῦν ἑαυτοῦ ἕως τοῦ τέλους τοῦ πράγματος, οὕτω καὶ τὸ τίμιον ἔργον τῆς ἡσυχίας λιμὴν τῶν μυστηρίων γίνεται τῷ διακριτικῷ σκοπῷ, ᾧ τινι προσέχει ἡ διάνοια ἐκ τοῦ πρώτου τῶν δόμων, ἕως τῆς τελειώσεως τῆς οἰκοδομῆς, καὶ ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ τοῖς μακροῖς καὶ σκληροῖς.

Καὶ κατὰ τοὺς ὀφθαλμοὺς τοῦ κυβερνήτου τοῦ προσέχοντος τοῖς ἄστροις, οὕτω προσέχει καὶ ὁ μοναστὴς ἐν τῇ ἐσωτέρᾳ θεωρίᾳ εἰς ἅπαντα τὸν δρόμον τῆς ἑαυτοῦ πορείας ἐν τῷ σκοπῷ, ᾧ ἔλαβεν ἐν τῇ ἑαυτοῦ διανοίᾳ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ, ἐν ᾗ ἐξέδωκεν ἑαυτὸν πορεύεσθαι ἐν τῇ σκληρᾷ θαλάσσῃ τῆς ἡσυχίας, ἕως ἂν εὕρῃ τὸν μαργαρίτην, δι’ ὃν ἑαυτὸν ἐξέπεμψεν εἰς τὸν πυθμένα τὸν ἀψηλάφητον τῆς θαλάσσης τῆς ἡσυχίας. Καὶ ἡ προσοχὴ τῆς ἐλπίδος κουφίζει αὐτὸν ἐπάνωθεν τοῦ βάρους τῆς ἐργασίας καὶ τῆς σκληρότητος τῆς πλήρους κινδύνων τῶν ἀπαντώντων αὐτῷ ἐν τῇ πορείᾳ αὐτοῦ. Καὶ ὅστις ἐν τῇ ἀρχῇ τῆς ἡσυχίας αὑτοῦ οὐ τίθησι τὸν σκοπὸν τοῦτον ἐν ἑαυτῷ, πρὸς τὴν ὀφειλομένην αὐτῷ ἐργασίαν ἀκρίτως ἐργάζεται, καθώς τις τῷ ἀέρι προσπαλαίων. Καὶ ὁ τοιοῦτος οὐδέποτε λυτροῦται ἐκ τοῦ πνεύματος τῆς ἀκηδίας ἐν πάσῃ τῇ ζωῇ αὑτοῦ.

Καὶ ἓν ἐκ τῶν δύο γίνεται αὐτῷ, ἢ ὅτι οὐχ ὑπομένει τὸ βάρος τὸ ἀνυπομόνητον καὶ ἡττᾶται καὶ ἐξέρχεται ἐκ τῆς ἡσυχίας τελείως, ἢ καρτερεῖ ἐν αὐτῇ καὶ οἶκος εἱρκτῆς γίνεται τὸ κελλίον αὐτῷ καὶ τηγανίζεται ἐν αὐτῷ, διὰ τὸ μὴ γινώσκειν ἐλπίζειν εἰς τὴν παράκλησιν τὴν τικτομένην ἐκ τῆς ἐργασίας τῆς ἡσυχίας. Διὰ τοῦτο, οὐδὲ αἰτεῖν ἐν πόνῳ τῆς καρδίας καὶ κλαίειν ἐπὶ προσευχῇ ἐφιέμενος αὐτῆς δύναται.

Περὶ ὧν οἱ πατέρες ἡμῶν, οἱ πεπληρωμένοι ἐλέους, οἱ ἀγαπῶντες τοὺς υἱοὺς ἑαυτῶν, ἀφῆκαν σημεῖα ἐν ταῖς γραφαῖς εἰς τὴν χρείαν τῆς ζωῆς ἡμῶν. Α Καὶ εἷς ἐξ αὐτῶν, εἶπεν· Ἐμοὶ μὲν κέρδος ἐκ τῆς ἡσυχίας ἐστὶ τοῦτο· ἡνίκα ἀποστήσω ἐμαυτὸν ἀπὸ τῆς οἰκίας ἐφ’ ἧς κάθημαι, σχολάζει ἡ διάνοιά μου ἀπὸ τῆς παρασκευῆς τοῦ πολέμου καὶ στρέφεται εἰς ἐργασίαν κρείττονα.

Β Ὁμοίως καὶ ἄλλος· ἐγώ, ἔφη, διὰ τοῦτο εἰς τὴν ἡσυχίαν τρέχω, ὅπως γλυκανθῶσί μοι οἱ στίχοι τῆς ἀναγνώσεως καὶ τῆς προσευχῆς. Καὶ ἡνίκα ἐν τῇ ἡδονῇ τῆς κατανοήσεως αὐτῶν ἡ γλῶσσά μου σιγήσει, ὡς ἐν ὕπνῳ τινὶ ἐμπίπτω εἰς τὴν συστολὴν τῶν αἰσθήσεών μου μετὰ τῶν νοημάτων μου. Καὶ πάλιν, ὅταν ἐν τῷ μακρυσμῷ τῷ ἐν αὐτῇ τῇ ἡσυχίᾳ γαληνιάσῃ ἡ καρδία μου ἐκ τῆς ταραχῆς τῶν μνημῶν, ἐξαποστέλλονταί μοι ἀεὶ τὰ κύματα τῆς χαρᾶς, τὰ ἐκ τῶν ἐνθυμήσεων τῶν ἔσω ἀπροσδοκήτως ἐρχομένων ἐξαίφνης εἰς τὴν τρυφὴν τῆς καρδίας μου. Καὶ ἡνίκα ταῦτα τῷ τῆς ψυχῆς μου προσεγγίσωσι πλοίῳ, βυθίζουσιν αὐτὴν ἐκ τῶν ῥημάτων τοῦ κόσμου καὶ τῆς ζωῆς τῆς σαρκὸς ἐν τοῖς θαύμασι τοῖς ἀληθινοῖς, ἐν τῇ ἡσυχίᾳ τῇ ἐν Θεῷ.

Γ Καὶ ἕτερος αὖθις, ἡ ἡσυχία, ἔλεξε, τὰς προφάσεις καὶ τὰς αἰτίας τὰς καινουργούσας τοὺς λογισμοὺς ἐκκόπτει καὶ ἔσωθεν τῶν τειχέων αὐτῆς παλαιοῖ καὶ μαραίνει τὰς μνήμας τῶν προλήψεων. Καὶ ὅταν παλαιωθῶσιν αἱ ὕλαι αἱ παλαιαὶ ἐν τῇ διανοίᾳ, εἰς τὴν ἑαυτοῦ τάξιν στρέφεται ὁ νοῦς, εὐθύνων αὐτάς.

Δ Καὶ ἕτερος πάλιν εἶπε· Τὰ μέτρα τῶν κρυφίων σου ἐκ τῆς τῶν νοημάτων σου διαφορᾶς συνήσεις, τῶν διηνεκῶν δὲ λέγω, οὐχὶ τῶν κινουμένων ἀπὸ τοῦ συμβεβηκότος καὶ ἐν μιᾷ ὥρᾳ διαπορευομένων. Οὐκ ἔστι τις σῶμα φορῶν, ὅστις οὐκ ἀπαντᾷ τῷ ἑαυτοῦ οἴκῳ ἀπόδημος ἐκ τῶν δύο ἀλλοιώσεων τῶν ἀγαθῶν καὶ τῶν κακῶν· εἰ μέν ἐστι σπουδαῖος, ἐκ τῶν ἐλαχίστων διὰ τὴν φύσιν (οἱ πατέρες γὰρ τῶν τικτομένων εἰσὶ πατέρες). Εἰ δέ ἐστι ῥᾴθυμος, ἐκ τῶν ὑψηλῶν διὰ τὴν ζύμην ἐκείνης τῆς χάριτος, τῆς γενομένης ἐν τῇ φύσει ἡμῶν.

Ε Καὶ ἄλλος, ἔκλεξαι, ἔφη, σεαυτῷ ἐργασίαν τρυφῆς, ἀγρυπνίαν διηνεκῆ τὴν ἐν νυξίν, ἐν ᾗ ἀπεδύσαντο οἱ πατέρες πάντες τὸν παλαιὸν ἄνθρωπον καὶ ἠξιώθησαν τοῦ ἀνακαινισμοῦ τοῦ νοός. Ἐν ταῖς ὥραις ταύταις αἰσθάνεται ἡ ψυχὴ τῆς ζωῆς ἐκείνης τῆς ἀθανάτου καὶ ἐν τῇ αἰσθήσει ταύτης ἀποδύεται τὸ ἔνδυμα τοῦ σκότους καὶ ὑποδέχεται τὸ Πνεῦμα τὸ ἅγιον.

ΣΤ Καὶ ἕτερος πάλιν ἔλεξεν, ὅτι ὅταν τις ἴδῃ ὄψεις διαφόρους καὶ ἀκούσῃ φωνὰς πολυτρόπους παρηλλαγμένας τῆς μελέτης ἑαυτοῦ τῆς πνευματικῆς, καὶ ὁμιλῇ καὶ συντυγχάνῃ μετὰ τῶν τοιούτων, οὐ δύναται εὐκαιρῆσαι κατὰ διάνοιαν κατιδεῖν ἑαυτὸν ἐν τῷ κρυπτῷ καὶ μνημονεῦσαι τῶν ἁμαρτιῶν ἑαυτοῦ, καθαίρειν τε τοὺς ἑαυτοῦ λογισμοὺς καὶ προσέχειν πρὸς τὰ ἐπερχόμενα αὐτῷ καὶ ὁμιλῆσαι κρυπτῶς ἐν τῇ εὐχῇ.

Ζ Καὶ πάλιν. Τὸ ὑποτάξαι τὰς αἰσθήσεις ταύτας ὑπὸ τὴν ἐξουσίαν τῆς ψυχῆς ἐκτὸς τῆς ἡσυχίας καὶ τῆς ἀλλοτριώσεως τῶν ἀνθρώπων, οὐ δυνατόν. Διότι ἐν αὐταῖς συνηνωμένη καὶ συνημμένη ὑποστατικῶς ἡ νοερὰ ψυχὴ καὶ μετὰ τῶν ἑαυτῆς λογισμῶν ἄκουσα καθέλκεται, ἐὰν μὴ ὁ ἄνθρωπος ἐγρήγορος γένηται ἐν τῇ προσευχῇ τῇ κρυπτῇ.

Η Καὶ πάλιν. Ὦ πῶς ἡ ἐγρήγορσις ἐν τῷ ἑαυτῆς ἐξυπνισμῷ σὺν τῇ εὐχῇ καὶ τῇ ἀναγνώσει τρυφὴν ἐμποιεῖ καὶ εὐφραίνει καὶ χαροποιεῖ καὶ καθαίρει τὴν ψυχήν. Οὗτοι μάλιστα γινώσκουσι ταῦτα οἱ ἐν αὐτοῖς ἐν παντὶ καιρῷ τῆς ζωῆς ἑαυτῶν συναναστρεφόμενοι καὶ πολιτευόμενοι ἐν τῇ ἀκριβεστάτῃ ἀσκήσει.

Σὺ οὖν, ὦ ἄνθρωπε ὁ ἀγαπῶν τὴν ἡσυχίαν, θοῦ τὰ νεύματα τὰ ἐκ τῆς γνώμης τῶν λόγων τῶν πατέρων ἔμπροσθέν σου, ὡς σκοπόν τινα, καὶ πρὸς τὸν πλησιασμὸν αὐτῶν εὔθυνον τὸν δρόμον σου τῆς ἐργασίας. Καὶ πρὸ πάντων σοφίσθητι, ποῖόν ἐστιν ὅπερ μάλιστα καθήκει συμφωνεῖν τῷ σκοπῷ τῆς ἐργασίας σου. Ἐκτὸς γὰρ τούτων γνῶναι τὴν γνῶσιν τῆς ἀληθείας οὐ δύνασαι σύ. Καὶ ἐν αὐτοῖς σπούδασον ὑπερεκπερισσοῦ δεῖξαι τὴν καρτερίαν σου.

Ἡ σιωπὴ μυστήριόν ἐστι τοῦ αἰῶνος τοῦ μέλλοντος, οἱ δὲ λόγοι ὄργανόν εἰσι τούτου τοῦ κόσμου. Ἄνθρωπος νηστευτὴς τῇ φύσει, πνευματικῇ πειρᾶται τὴν ψυχὴν ἑαυτοῦ ἀφομοιῶσαι ἔκ τε τῆς σιωπῆς καὶ τῆς ἀδιαλείπτου νηστείας.

Ὅταν ἀφορίζηται ὁ ἄνθρωπος ἐν τῇ ἐργασίᾳ ἑαυτοῦ τῇ θεικῇ, διαμένων ἐν τῷ κρυπτῷ ἑαυτοῦ, ἐν τούτοις τοῖς μυστηρίοις τελειοῦται. Καὶ ἡ λειτουργία αὐτοῦ πεπληρωμένη τῶν θείων μυστηρίων καὶ ἐξ ἐκείνων τῶν ἀοράτων δυνάμεων καὶ τοῦ ἁγιασμοῦ ἐκείνης τῆς ἐξουσίας τῆς κυρίας τῶν κτισμάτων.

Καὶ εἴπερ τινὲς ἀφωρίσθησαν ἐν καιρῷ εἰσελθεῖν τῶν θείων μυστηρίων ἐντός, ἐν τῇ σφραγῖδι ταύτῃ ἐσημειώθησαν. Καί τισιν ἐξ αὐτῶν τὰ κρυπτὰ τὰ κρυβέντα ἐν τῇ σιωπῇ τοῦ Κυρίου τῇ ἀποκρύφῳ πρὸς ἀνακαινισμὸν τῶν ἐν μέσῳ, φανερῶσαι ἐνεπιστεύθησαν· οὐδὲ γὰρ ἔπρεπεν ἐν γαστρὶ πεπληρωμένῃ καὶ νοῒ πεφυρμένῳ ἐκ τῆς ἀκρασίας διακονηθῆναι τὰ τοιαῦτα μυστήρια.

Καὶ οἱ ἅγιοι δὲ οὐκ ἦσαν κατατολμῶντες τῆς ὁμιλίας τῆς πρὸς τὸν Θεόν, οὐδὲ πρὸς τὰ κρυπτὰ τῶν μυστηρίων ἑαυτοὺς ἀνύψουν, εἰ μὴ ἐν ἀσθενείᾳ τῶν μελῶν καὶ ὠχριάσει τῆς χροιᾶς καὶ τῆς ἐκ τοῦ πόθου τῆς πείνης καὶ νοῦ τοῦ ἡσύχου καὶ ἐν τῇ ἀποταγῇ πάντων τῶν λογισμῶν τῶν γηΐνων.

Ὅταν ἐν καιρῷ μακρῷ ἐν τῷ σῷ κελλίῳ ἐν ἔργοις κόπου καὶ φυλακῆς τῶν κρυπτῶν καὶ τῇ συστολῇ τῶν αἰσθήσεων ἐκ πάσης ἀπαντήσεως ἐπισκιάσῃ σοι ἡ δύναμις τῆς ἡσυχίας, πρῶτον μὲν ἀπαντᾷς χαρᾷ τῇ ἐκτὸς αἰτίας κατακρατούσῃ ἐν καιρῷ καὶ καιρῷ ἐν τῇ ψυχῇ σου, καὶ τότε ἀνοίγονται οἱ ὀφθαλμοί σου τοῦ ἰδεῖν τὴν ἰσχὺν τῆς κτίσεως τοῦ Θεοῦ καὶ τὸ κάλλος τῶν κτισμάτων κατὰ τὸ μέτρον τῆς καθαρότητός σου.

Καὶ ὅταν ὁ νοῦς ὁδηγηθῇ ἐν θαύματι τῆς θεωρίας ταύτης, τότε καὶ ἡ νὺξ καὶ ἡ ἡμέρα ἓν ἔσται αὐτῷ ἐν τοῖς θαύμασι τοῖς ἐνδόξοις τῶν κτισμάτων τοῦ Θεοῦ. Καὶ ἐντεῦθεν κλέπτεται ἐξ αὐτῆς τῆς ψυχῆς ἡ αἴσθησις τῶν παθῶν ἐν τῇ ἡδονῇ τῆς θεωρίας ταύτης. Καὶ ἐν αὐτῇ εἰσέρχεται εἰς τοὺς δύο βαθμοὺς τῶν ἀποκαλύψεων τῶν νοητῶν, τοὺς ὄντας ἐν τῇ τάξει τῇ μετὰ ταύτην, ἐκ τῆς καθαρότητος καὶ ἐπάνω.

Ὁ Θεὸς ἀξιώσειεν ἡμᾶς αὐτῶν. Ἀμήν.