Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἐπιστολαί

Ἰσαὰκ ὁ Σύρος

Δεύτερη επιστολή: Η πνευματική βλάβη από τις συναναστροφές

Η απάντηση του συγγραφέα στον κατά σάρκα αδελφό του, η άρνηση συνάντησης προς ικανοποίηση φυσικών δεσμών και η επισήμανση των κινδύνων που ελλοχεύουν για την ψυχή κατά την επαφή με τον κόσμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 2 από 8

ΕΠΙΣΤΟΛΗ Βʹ ΠΡΟΣ ΤΟΝ ΑΔΕΛΦΟΝ ΦΥΣΙΚΟΝ ΚΑΙ ΠΝΕΥΜΑΤΙΚΟΝ ΠΡΟΤΡΕΠΟΜΕΝΟΝ ΚΑΙ ΠΑΡΑΚΑΛΟΥΝΤΑ ΕΝ ΓΡΑΜΜΑΣΙΝ ΕΝΔΗΜΗΣΑΙ ΠΡΟΣ ΑΥΤΟΝ, ΟΙΚΟΥΝΤΑ ΕΝ ΤΩι ΚΟΣΜΩι ΚΑΙ ΔΙΨΩΝΤΑ ΘΕΑΣΑΣΘΑΙ ΑΥΤΟΝ Οὐχ ὡς αὐτὸς νομίζεις, ἡμεῖς δυνατοί ἐσμεν, ὦ μακάριε, καὶ ἴσως οὐ γινώσκεις τὴν ἀσθένειάν μου. Εὐχερὴς οὖν σοι ἡ ἀπώλειά μου, καὶ διὰ τοῦτο αἰτεῖς παρ’ ἐμοῦ ἀεί, ὡς ὑπὸ τῆς φύσεως κατακαιόμενος κατὰ τὴν συνήθειαν αὐτῆς, ὅπερ οὐκ ἔδει ἡμᾶς μεριμνῆσαι καὶ σὲ ἐρᾶν. Τοῦτο μὴ αἰτήσῃς παρ’ ἐμοῦ μόνον τὸ ἀναπαῦον τὴν σάρκα καὶ τὸ φρόνημα αὐτῆς, ὦ ἀδελφέ, ἀλλὰ τὴν σωτηρίαν τῆς ψυχῆς μου περιποίησαι.

Πρὸς μικρὸν χρόνον, καὶ παρερχόμεθα ἐκ τοῦ αἰῶνος τούτου. Πόσοις προσώποις ἔχω ἀπαντῆσαι ὅταν ἔλθω ἐκεῖσε, καὶ πόσους τρόπους ἀνθρώπων καὶ τόπους, ἕως ἂν στραφῶ εἰς τὸν τόπον μου; Καὶ πόσας αἰτίας λογισμῶν δέχεται ἡ ψυχή μου ἐν τῇ ἀπαντήσει αὐτῶν, καὶ πόσην σύγχυσιν ὑπομένει ἐν τοῖς πάθεσι τοῖς ἐξυπνιζομένοις ἐν αὐτῇ, ἐξ ὧν μικρὸν ἀνεπαύθη;

Καὶ ταῦτα μὲν οὐκ ἀγνοεῖς. Βλάπτει γὰρ τὸν μοναστὴν ἡ θεωρία τῶν κοσμικῶν. Καὶ τοῦτο σὺ γινώσκεις. Καὶ βλέπε πόσην ἀλλοίωσιν δέχεται κατὰ διάνοιαν ὁ χρόνον πολὺν ἡσυχάζων καθ’ ἑαυτόν, ὁπότε πάλιν ἐν τούτοις πέσῃ ἐξαίφνης, καὶ ὁρᾷ καὶ ἀκούει τι παρὰ τὸ ἔθος ἑαυτοῦ. Ἐὰν δὲ καὶ ἡ ἀπάντησις τῶν μοναχῶν βλάπτῃ τὸν ἐν ἀγῶνι ὄντα καὶ ἀκμὴν πολεμοῦντα μετὰ τοῦ ἀντιπάλου αὐτοῦ, ὁπότε οὐ συμφωνοῦσι τῇ καταστάσει αὐτοῦ, ἐννόησον εἰς ποῖον φρέαρ πίπτομεν, ἵνα ῥυσθῶμεν τοῦ σκόλοπος τοῦ ἐχθροῦ ἡμῶν, μάλιστα οἱ ἐν πολλῇ πείρᾳ κτησάμενοι ἐπίγνωσιν; Διὰ τοῦτο οὖν χωρὶς ἀνάγκης ποιῆσαι τοῦτο, μὴ ἐξαιτήσῃς παρ’ ἐμοῦ.

Μὴ ἀπατήσωσιν ἡμᾶς οἱ λέγοντες, οὐδὲν βλάψει ἡμᾶς ἕν τινι τὸ ἀκοῦσαι καὶ τὸ ἰδεῖν. Ἴσοι γάρ ἐσμεν ἐν τῇ ἐρήμῳ καὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κελλίῳ ἡμῶν καὶ οὐ δεχόμεθα ἀλλοίωσιν κακήν, οὐδὲ αἰσθανόμεθα ἐν τῇ ἀπαντήσει τῶν προσώπων καὶ τῶν πραγμάτων τῆς ὀχλήσεως τῶν παθῶν. Οἱ λέγοντες ταῦτα, οὔτε εἰ πληγῇ πλήσσονται γινώσκουσιν. Ἡμεῖς γὰρ ἀκμὴν οὐκ ἐφθάσαμεν εἰς τὴν ὑγείαν ταύτην τῆς ψυχῆς.

Ἔχομεν γὰρ τραύματα ὀζόμενα καὶ ἐὰν ἀφεθῶσι κἂν μίαν ἡμέραν ἀνεπιμέλητα καὶ μὴ ἐπιδεσμούμενα καὶ μὴ ἐμπλασθῶσιν ἐμπλάστροις καὶ μὴ ἐπιδεσμίοις ἐπισφιγχθῶσι, σκωληκιῶσιν.