Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἔργα νόθα

Ἰσαὰκ ὁ Σύρος

Απαντήσεις προς τον αββά Συμεών περί της τηρήσεως των εντολών και της ησυχίας

Ανάπτυξη της θεραπευτικής λειτουργίας των θείων εντολών, της διαφοράς μεταξύ κοινοβιακής ζωής και αναχώρησης στην έρημο, και της αντιμετώπισης των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 5 από 8

Ἐπιστολὴ πρὸς τὸν ἀββᾶ Συμεῶνα τὸν ἀπὸ Καισαρείας Ἡ ἐπιστολή σου, ὦ ἅγιε οὐχὶ λόγοι ἐγκεχαραγμένοι εἰσὶν ἐν αὐτῇ, ἀλλὰ τὴν ἀγάπην σου τὴν πρὸς ἡμᾶς ἐν ἐσόπτρῳ ἐζωγράφησας καὶ ὑπέδειξας ἐν αὐτῇ. Καὶ ὡς νομίζεις ἡμᾶς εἶναι, οὕτως γεγράφηκας ἡμῖν, καὶ ἐν αὐτοῖς τοῖς ἔργοις ἔδειξας, ὅτι ὑπερβαλλόντως ἀγαπᾶς ἡμᾶς, ὥστέ σε ἐκ τῆς πολλῆς ἀγάπης ἐπιλαθέσθαι τοῦ μέτρου ἡμῶν. Διότι ὅπερ ἔδει ἡμῖν γράψαι τῇ σῇ ὁσιότητι καὶ ἐρωτῆσαι καὶ μαθεῖν τὴν ἀλήθειαν παρ’ ἡμῶν, εἰ πρόνοιαν τῆς σωτηρίας ἡμῶν ἐποιούμεθα, τοῦτο διὰ τὸ μέγεθος τῆς ἀγάπης σου γεγράφηκας ἡμῖν· καὶ τάχα τοῦτο ἐν τέχνῃ φιλοσοφίας θείας πεποίηκας, ἵνα ἐν ταῖς ἐρωτήσεσι ταῖς σαῖς, ταῖς λεπταῖς καὶ πνευματικαῖς, ἐν αἷς ἐγὼ ἐρωτῶμαι παρ’ ὑμῶν, ἐξυπνισθῇ ἡ ψυχή μου ἐκ τῆς ἀμελείας, ἐν ᾗ ἐβυθίσθη ἐν αὐτῇ.

Ὅμως καὶ ἐγὼ ἐν τῇ ἀγάπῃ τῇ θείᾳ ἐκείνῃ, ἐν ᾗ ἐπελάθου τοῦ μέτρου ἡμῶν, ἐν αὐτῇ ἐγὼ ἐπιλανθάνομαι τῆς ἀνικανίας μου. ὥστε μὴ προσέχειν με τί δύναμαι ἀρκέσαι, ἀλλὰ τί δύναται ἡ εὐχή σου ποιῆσαι. Ὅτε γὰρ ἐγὼ ἐπιλάθωμαι τοῦ μέτρου μου, καὶ σὺ τὸν Θεὸν ταῖς εὐχαῖς σου ἐκλιπαρήσεις, ὥστε τελειῶσαι τὴν σὴν αἴτησιν, δοθήσεται ὑπὸ τοῦ Θεοῦ πάντως σοὶ ὅπερ ᾔτησας ἐν τῇ εὐχῇ.

Ἡ ἐρώτησις ἡ πρώτη ἐν τῇ ἐπιστολῇ σου, ἔστιν αὕτη· Εἰ δεῖ πάσας τὰς ἐντολὰς τοῦ Κυρίου φυλάττεσθαι, καὶ εἰ οὐκ ἔστι τρόπος σωτηρίας τῷ μὴ φυλάττοντι αὐτάς; Καὶ περὶ τούτου καθὼς δοκῶ, οὐδὲ ἐρωτᾶν θέλει τις. Εἰ γὰρ καὶ πολλαί εἰσιν, ἀλλὰ φυλάττεσθαι ὀφείλουσιν· εἰ δὲ μή, οὐκ ὤφελον δοθῆναι παρὰ τοῦ Σωτῆρος. Τί γὰρ περισσὸν ὑπάρχον καὶ μὴ ἔχον αἰτίαν καὶ χρείαν καθὼς δοκῶ, οὐκ ἐρρέθη οὐδὲ ἐπράχθη παρὰ τοῦ Κυρίου. Διότι ὁ σκοπὸς τῆς παρουσίας αὐτοῦ γέγονεν ἵνα καθαρίσῃ τὴν κακίαν τῆς πρώτης παραβάσεως ἐκ τῆς ψυχῆς, καὶ μεταβάλῃ αὐτὴν πρὸς τὴν ἀρχαίαν αὐτῆς κατάστασιν, ἡνίκα τὰς ζωοποιοὺς ἐντολὰς αὐτοῦ ὥσπερ φάρμακα καθαρτικὰ τῆς ἐμπαθείας τῆς ψυχῆς δέδωκεν ἡμῖν. Ὅπερ γὰρ τὰ φάρμακα τῷ νοσερῷ σώματι ἐμποιεῖ, τοῦτο ἐμποιοῦσιν αἱ ἐντολαὶ τῇ ἐμπαθεῖ ψυχῇ.

Καὶ δῆλον, ὅτι αἱ ἐντολαὶ ἐξεναντίας τῶν παθῶν ἐτέθησαν πρὸς ἰατρείαν τῆς παραβάσης φύσεως, καθὼς λέγει ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ φανερῶς· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτάς, ἐκεῖνος ἐστὶν ὁ ἀγαπῶν με. Καὶ ἐκεῖνος ὁ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν· καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Καὶ πάλιν·

Ἐν τούτῳ γνώσεται ὁ κόσμος, ὅτι ἐμοὶ μαθηταὶ ἐστέ, ἐὰν ἀγάπην ἔχητε εἰς ἀλλήλους. Καὶ δῆλον, ὅτι ἡ ἀγάπη μετὰ τὴν ὑγείαν τῆς ψυχῆς προσκτηθῆναι δύναται· καὶ ἡ ψυχὴ οὐχ’ ὑγιαίνει, εἰ μὴ φυλάξει τὰς ἐντολάς.

Ἡ φυλακὴ τῶν ἐντολῶν, ἀκμὴν ὑποκάτωθεν τῆς πνευματικῆς ἀγάπης ἐστί. Καὶ διὰ τὸ εἶναι τοὺς πολλοὺς φυλάττοντας τὰς ἐντολὰς ἐκ τοῦ φόβου, ἢ ὑπὲρ ἀμοιβῆς τῶν μελλόντων, καὶ οὐχὶ διὰ τὴν ἀγάπην, πολλὰ παραινεῖ εἰς τὴν φυλακὴν τῶν ἐντολῶν τῶν ἐκ τῆς ἀγάπης, τῶν παρεχόντων τῇ ψυχῇ τὸ φῶς. Καὶ πάλιν· Ἵνα θεωρῶσιν οἱ ἄνθρωποι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ οὐ δυνατὸν ὀρᾶσθαι ἐν τῇ ψυχῇ τὰ ἀγαθὰ ἔργα, ἅπερ ἐδίδαξεν ὁ Κύριος, ἐὰν μὴ φυλαχθῶσιν αἱ ἐντολαί. Καὶ ὅτι οὐκ εἰσὶν αἱ ἐντολαὶ βαρεῖαι τοῖς ἀγαπῶσι τὴν ἀλήθειαν. ὁ Κύριος εἶπε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ὅτι δὲ πάσαι αἱ ἐντολαὶ ὀφείλουσι φυλάττεσθαι ὑφ’ ἡμῶν ἐπιμελῶς, αὐτὸς ἐνετείλατο φανερῶς λέγων· Ὁ καταλύων μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων, καὶ διδάσκων τοὺς ἀνθρώπους οὕτως. ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Λοιπόν, οὐχὶ μετὰ ταῦτα πάντα τὰ γραφέντα πρὸς σωτηρίαν ἡμῶν ἱκανεῖ εἰπεῖν, ὅτι οὐ δεῖ φυλάττειν πάσας τὰς ἐντολάς, ἀλλ’ οὐδὲ αὐτὴ ἡ ψυχὴ δύναται καθαρθῆναι, ἐὰν μὴ φυλάξει τὰς ἐντολάς, αἵτινες ὡς τὰ φάρμακα καθαίρειν τὰ πάθη καὶ τὰ πταίσματα, ἐδόθησαν παρὰ Κυρίου.

Σὺ γινώσκεις ὅτι ἡ κακία διὰ τῆς παραβάσεως τῶν ἐντολῶν ὑπεισῆλθεν ἡμῖν· λοιπὸν δῆλον ὅτι ἐν τῇ φυλακῇ τῶν ἐντολῶν ἐξέρχεται. Ἀλλ’ οὐδὲ ἐκτὸς τῆς ἐργασίας τῶν ἐντολῶν δεῖ ἡμᾶς ἐπιθυμεῖν ἢ ἐλπίζειν τὴν κάθαρσιν τῆς ψυχῆς, ἡνίκα ἐν πρώτοις οὐ βαδίζομεν ἐν τῇ ὁδῷ ἐκείνῃ τῇ ἀπαγούσῃ ἡμᾶς πρὸς τὴν καθαρότητα τῆς ψυχῆς. Καὶ μὴ εἴπῃς, ὅτι ὁ Θεὸς δύναται καὶ χωρὶς τῆς ἐργασίας τῶν ἐντολῶν, πρακτικῶς δωρήσασθαι ἡμῖν χάριτι τὴν κάθαρσιν τῆς ψυχῆς· ὅτι ταῦτα τὰ κρίματά ἐστι τοῦ Κυρίου. καὶ οὐ παραγγέλλει ἡ ἐκκλησία τοῦ Θεοῦ τὰ τοιαῦτα ἡμᾶς ἐπερωτᾶν.

Καὶ οἱ Ἰουδαῖοι ἐν τῷ καιρῷ τῆς ἐπανόδου αὐτῶν ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, ἐν τῇ ὁδῷ τῇ τετριμμένῃ ὑπὸ τῆς φύσεως ὥδευσαν, καὶ οὕτως ἦλθον εἰς τὴν ἁγίαν πόλιν αὐτῶν, καὶ ἐθεάσαντο τὰ θαυμάσια Κυρίου. Ἀλλ’ ὁ Ἰεζεκιήλ, ὑπὲρ φύσιν ἐν τῇ ἐργασίᾳ τῆς ἀποκαλύψεως ἡρπάγη καὶ ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ ἐν τῇ ἀποκαλύψει τῇ θεϊκῇ ἐγένετο θεωρὸς τῆς μελλούσης ἀνανεώσεως πραχθῆναι ἐν αὐτῇ.

Κατὰ τοῦτον τὸν τρόπον ἐγγίνεται καὶ ἐν τῇ καθαρότητι τῆς ψυχῆς. Γίνονται τινές, ὅτι ἐν τῇ ὁδῷ τῇ πατουμένῃ καὶ νομίμῳ τῇ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν ἐν πολιτείᾳ πολυμόχθῳ, ἐν τῷ αἵματι αὐτῶν εἰσέρχονται εἰς τὴν καθαρότητα τῆς ψυχῆς· καὶ εἰσὶν ἄλλοι, οἵτινες ἐκ τῆς δωρεᾶς τῆς χάριτος, αὐτῆς ἀξιοῦνται. Καὶ τοῦτό ἐστι τὸ θαυμαστόν· ὅτι τὴν διὰ τῆς χάριτος δωρουμένην, οὐκ ἐπετράπημεν ἡμεῖς αἰτήσασθαι ἐν τῇ προσευχῇ καὶ παραιτήσασθαι τὴν ἐργασίαν τῆς πολιτείας. Καὶ ἐκείνῳ τῷ πλουσίῳ τῷ ἐρωτήσαντι τὸν Κύριον, «πῶς κληρονομήσω τὴν ζωὴν τὴν αἰώνιον», φανερῶς εἶπεν αὐτῷ· Φύλαξον τὰς ἐντολάς. Καὶ ὅτε ἠρώτησε ποῖαι εἰσὶν αἱ ἐντολαί, εἶπεν αὐτῷ· ἐν πρώτοις ἀπέχεσθαι ἀπὸ τῶν κακῶν ἔργων, καὶ οὕτως ὑπέμνησεν αὐτὸν τὰς φυσικὰς ἐντολάς.

Καὶ ὅτε ἐζήτησεν οὗτος μαθεῖν τί περισσόν, εἶπεν αὐτῷ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. καὶ ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι. Τοῦτο δέ ἐστιν, ἵνα νεκρωθῇς πᾶσι τοῖς ὑπάρχουσί σοι, καὶ οὕτως ζήσεις ἐν ἐμοί.

Ἔξελθε ἐκ τοῦ κόσμου τοῦ παλαιοῦ τῶν παθῶν, καὶ οὕτως εἰσέρχῃ εἰς τὸν κόσμον τὸν καινὸν τοῦ πνεύματος. Ἆρον καὶ ἀπόδυσον τὴν γνῶσιν τῶν τρόπων καὶ τῆς πανουργίας, καὶ οὕτως ἐνδύῃ τὴν γνῶσιν τὴν ἁπλῆν τῆς ἀληθείας. Ἐν τῷ εἰπεῖν γὰρ ἆρον τὸν σταυρόν σου, νέκρωσιν ἐκ πάντων τῶν ἐν τῷ κόσμῳ ἐδίδαξεν ὁ Κύριος. Καὶ ὅτε ἐνέκρωσεν ἐν ἑαυτῷ τὸν παλαιὸν ἄνθρωπον, ἤτοι τὰ πάθη, τότε εἶπεν αὐτῷ· Ἐλθὲ ὀπίσω μου. Οὐκ ἔστι τρόπος τῷ παλαιῷ ἀνθρώπῳ πορευθῆναι ἐν τῇ ὁδῷ τοῦ Χριστοῦ. καθὼς ὁ μακάριος Παῦλος εἶπεν, ὅτι σάρε καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. Καὶ πάλιν· Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον τόν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας, καὶ τότε δυνήσεσθε ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον ἐν ἐπιγνώσει τῆς ὁμοιώσεως τοῦ κτίσαντος αὐτόν.

Καὶ πάλιν· Τὸ φρόνημα τὸ χοϊκόν, ἔχθρα εἰς Θεόν. Τῷ νόμῳ γὰρ τοῦ Θεοῦ οὐχ’ ὑποτάσσεται. Οὐδὲ γὰρ δύναται. Οἱ γὰρ ἐν σαρκὶ ὄντες. τὰ τῆς σαρκὸς φρονοῦσι, καὶ ἀρέσαι τῷ Θεῷ ἐν τῷ φρονήματι τοῦ πνεύματος. οὐ δύνανται.

Σὺ δέ, ὦ ἅγιε, ἐὰν ἀγαπᾷς τὴν καθαρότητα τῆς ψυχῆς καὶ τὸ φρόνημα τὸ πνευματικόν, ὅπερ εἶπας. κολλήθητι ταῖς δεσποτικαῖς ἐντολαῖς. καθάπερ εἶπεν φανερῶς· Ἐὰν ἀγαπᾷς εἰσελθεῖν εἰς τὴν ζωήν, φύλαξον τὰς ἐντολάς, διὰ τὴν ἀγάπην τοῦ τεθεικότος αὐτάς. καὶ οὐχὶ διὰ τὸν φόβον ἢ τὴν ἀμοιβὴν τοῦ μισθοῦ. Διότι οὐχὶ ὅτε πράξομεν τὴν δικαιοσύνην γευόμεθα τῆς ἡδονῆς τῆς κεκαλυμμένης ἐν τῇ δικαιοσύνῃ. ἀλλ’ ὅτε ὁ πόθος τῆς δικαιοσύνης ἐσθίει τὴν καρδίαν ἡμῶν. Καὶ οὐχ’ ὅτε πράξομεν τὴν ἁμαρτίαν γινόμεθα ἁμαρτωλοί, ἀλλ’ ὅτε μὴ μισήσωμεν τὴν ἀμαρτίαν καὶ μεταμεληθῶμεν ἐπ’ αὐτῇ. Καὶ οὐ λέγω ὅτι γέγονέ τις ἄνθρωπος, οὐδὲ τῶν ἀρχαίων. οὐδὲ ἐκ τῶν ἐσχάτων, μὴ φυλάξας τὰς ἐντολάς, φθάσας τὴν καθαρότητα καὶ ἀξιωθεὶς τῆς θεωρίας τοῦ πνεύματος, ἀλλ’ ὡς δοκῶ, ὅστις τὰς ἐντολὰς οὐκ ἐφύλαξεν, οὕτως κατ’ ἴχνος τῶν μακαρίων ἀποστόλων οὐχ’ ὥδευσεν, οὐδὲ δεῖ καλεῖσθαι αὐτὸν ἅγιον.

Ὁ μακάριος Βασίλειος, καὶ οἱ μακάριοι Γρηγόριοι, περὶ ὧν εἶπας, ὅτι ἦσαν ἀγαπῶντες τὴν ἔρημον, καὶ ἦσαν στύλοι καὶ φῶς τῆς ἐκκλησίας, καὶ ἦσαν ἐπαινοῦντες τὴν ἡσυχίαν, οὐχ’ ὅτε ἦσαν ἀργοὶ ἐκ τῆς ἐργασίας τῶν ἐντολῶν ἦλθον εἰς τὴν ἡσυχίαν, ἀλλὰ πρῶτον κατῴκησαν ἐν εἰρήνῃ καὶ ἐφύλαξαν τὰς ἐντολάς, ἃς ἔδει τοῖς οἰκοῦσι μετὰ πολλῶν φυλάττεσθαι, καὶ οὕτως ἦλθον εἰς τὴν καθαρότητα τῆς ψυχῆς, καὶ ἠξιώθησαν τῆς θεωρίας τοῦ πνεύματος.

Ἐγὼ πιστεύω ἀληθῶς, ὅτι ὅτε ἦσαν οἰκοῦντες ἐν ταῖς πόλεσιν, ἦσαν ὑποδεχόμενοι τοὺς ξένους, καὶ ἐπεσκεπτόμενοι τοὺς ἀσθενεῖς, καὶ τοὺς γυμνοὺς ἐνδύοντες, τοὺς πόδας τῶν κοπιώντων ἀπένιπτον· καὶ εἰ ἠγγάρευεν αὐτοὺς τίς μίλιον ἕν, δύο ἀπήρχοντο.

Καὶ ὅτε ἐφύλαξαν τὰς ἐντολὰς τὰς δεομένας ἐν τῷ μεταξὺ τῶν πολλῶν ἀναστρέφεσθαι, καὶ ἤρξατο ὁ νοῦς αὐτῶν αἰσθηθῆναι τῆς ἀκινησίας τῆς πρώτης, καὶ τῶν θείων καὶ μυστικῶν θεωριῶν, ἔκτοτε ἔσπευσαν καὶ ἐξῆλθον εἰς τὴν ἡσυχίαν τῆς ἐρήμου, καὶ ἔκτοτε ὑπέμειναν μετὰ τοῦ ἔσω αὐτῶν ἀνθρώπου, ὥστε γενέσθαι αὐτοὺς θεωρητικούς, καὶ διέμειναν ἐν τῇ θεωρίᾳ τοῦ πνεύματος, ἕως ἂν ἐκλήθησαν ὑπὸ τῆς χάριτος γενέσθαι αὐτοὺς ποιμένας τῆς ἐκκλησίας τοῦ Χριστοῦ.

Ἐκεῖνο δὲ ὅπερ εἶπας περὶ τοῦ μακαρίου Βασιλείου, ὅτι ποτὲ μὲν τὴν συνοίκησιν τῶν πολλῶν ἐπαινεῖ, ποτὲ δὲ τὴν ἀναχώρησιν ἐν τῇ ἐρήμῳ, τὰ δύο ἀληθῆ εἰσι. Διότι ἐν τοῖς δυσὶ τόποις εὑρίσκεται τὸ κέρδος ἐν ἀληθείᾳ τοῖς σπουδαίοις, ἑκάστῳ κατὰ τὴν δύναμιν, καὶ τὴν διαφορὰν καὶ τὸν σκοπὸν ὃν ἔθηκεν ἐν ἑαυτῷ. Γίνεται γὰρ ποτὲ τοῖς δυνατοῖς ὠφέλεια τῇ συνοικήσει τῶν πολλῶν, καὶ γίνεταί ποτε καὶ τοῖς ἀσθενέσι καὶ ἡ ἔρημος τῷ αὐτῷ τρόπῳ ὁμοίως.

Ὁ σταθεὶς ἐν τῇ ὑγείᾳ τῆς ψυχῆς, καὶ ὁ νοῦς συνεκράθη μετὰ τοῦ Πνεύματος, καὶ ἐνεκρώθη τῇ πολιτείᾳ τῇ ἀνθρωπίνῃ, τῷ τοιούτῳ οὐ γίνεται βλαβερὰ ἡ συνοίκησις τῶν πολλῶν, ἐὰν νήφῃ ἐν τοῖς ἑαυτοῦ, καὶ οὕτως οὐχ’ ἵνα ὠφεληθῇ, ἀλλ’ ἵνα ὠφελήσῃ· ὅτι ἐκ τοῦ Θεοῦ ἐκλήθη ἐν τῷ ὁμοιώματι τῶν λοιπῶν πατέρων. Ἐὰν γένηται ὁ ἄνθρωπος ἀσθενὴς καὶ ἀκμὴν χρήζει τοῦ αὐξῆσαι ἐν τῷ γάλακτι τῶν ἐντολῶν, καὶ τούτῳ ὠφελεῖ μεγάλως ἡ συνοίκησις τῶν πολλῶν, ἕως ἂν γυμνασθῇ καὶ κατεργασθῇ καὶ κολαφισθῇ ἐν τοῖς πειρασμοῖς, καὶ πέσῃ καὶ ἀναστῇ μεταξὺ τῶν πολλῶν, καὶ κτήσηται τὴν ὑγείαν τῆς ψυχῆς. Οὐκ ἔστι βρέφος ὅτι ἐνετράφη χωρὶς γάλακτος, οὔτε μοναχὸς μὴ ἀνατραφεὶς ἐν τῷ γάλακτι τῶν ἐντολῶν. κατορθῶν καὶ νικῶν τὰ πάθη καὶ ἀξιούμενος τῆς καθαρότητος.

Κατὰ τοῦτον τὸν τρόπον δέ, καὶ ἡ ἔρημος πολλάκις ποτὲ μὲν τοῖς φεύγουσι γίνεται ὠφέλιμος, ποτὲ δὲ τοῖς δυνατοῖς. Τοῖς φεύγουσι μέν, ἵνα μὴ εὑρεθῇ αὐτοῖς ὕλη αὐξῆσαι τὰ πάθη αὐτῶν· τοῖς δυνατοῖς δέ, ἐν τῷ μὴ μεσάζειν ἐν ὕλῃ, καταντῆσαι πρὸς τοὺς πολέμους τοῦ πονηροῦ.

Ἐν ἀληθείᾳ γάρ ἐστιν ὅτι ἡ ἔρημος κατακοιμίζει τὰ πάθη καθὼς εἶπας. Ἀλλ’ οὐχὶ τοῦτο μόνον ζητεῖται, τὸ κατακοιμίσαι τινὰ τὰ πάθη αὐτοῦ, ἀλλὰ καὶ ἐκτίλαι. Τοῦτο δέ ἐστι, τὸ νικῆσαι αὐτά, ἡνίκα φιλονικήσουσιν ἐξεναντίας ἡμῶν. Τὰ πάθη γὰρ τὰ κοιμισθέντα, ὅταν ἀπαντήσῃ αὐτοῖς αἰτία τις, ἐξυπνίζει αὐτὰ εἰς τὴν πρᾶξιν αὐτῶν. Ὅπως δὲ μάθῃς ὅτι οὐχ’ ἡ ἔρημος μόνη κοιμίζει τὰ πάθη, καθὼς εἴρηκας, κατανόησον ἐν τῷ καιρῷ τῆς νόσου καὶ τῆς ἀσθενείας τῆς πολλῆς, ὅτι σφόδρα οὐ πολεμοῦσι τὰ πάθη. Καὶ αὐτὰ δὲ τὰ πάθη ποσάκις κοιμίζουσιν ἄλληλα, ὅτε δώσουσι τόπον ἀλλήλοις καιρὸν τινὰ καὶ στρέφονται. Τὸ πάθος γὰρ τῆς κενοδοξίας. ποσάκις κοιμίζει τὰ πάθη τῆς πορνείας. καὶ τὸ τῆς πορνείας τὸ τῆς δόξης.

Λοιπόν, μὴ θελήσωμεν καταδιῶξαι τὴν ἔρημον, διότι κοιμίζει τὰ πάθη μόνον, ἀλλ’ ὅτι ἐν τῇ ἀπορίᾳ τῶν αἰσθητῶν, καὶ ἐν τῇ ἀναχωρήσει τῇ ἐκ πάντων, σοφιζόμεθα ἐν τῇ ἐρήμῳ, καὶ ἀνακαινίζεται ἡμῖν ὁ ἔσω ἄνθρωπος τοῦ πνεύματος ἐν Χριστῷ τῆς ἐλπίδος ἡμῶν. Καὶ πᾶσαν ὥραν γινόμεθα θεωρητικοὶ ἑαυτῶν, καὶ γίνεται ὁ νοῦς ἡμῶν ἐγρήγορος καὶ φυλάττων ἑαυτὸν καθ’ ὥραν, μήπως κλαπῇ ἐξ αὐτοῦ ἡ μνήμη τῆς ἐλπίδος αὐτοῦ. Ταῦτα, ὡς δοκῶ, ἀρκοῦσι πρὸς τὴν ἐρώτησίν σου τὴν πρώτην, εἰ καὶ ταῦτα πάντα ἔχρηζεν.

Ἡ ἐρώτησίς σου ἡ δευτέρα, ἔστιν αὕτη· Εἰ καλόν ἐστιν ἐκ πάντων τῶν ἐρεθιζόντων τὰ πάθη μακρύνεσθαι, ἐὰν νίκη νομίζηται ἡ τοιαύτη φυγή, ἢ ἧττα τῆς ψυχῆς, ἐν τῷ φεύγειν τοὺς πολέμους καὶ ἐπιλέγεσθαι ἑαυτῇ τὴν ἀνάπαυσιν;

Συντόμως δὲ πρὸς τοῦτο ἐροῦμεν· δεῖ τῷ μοναχῷ ἵνα φεύγῃ ὁλοτελῶς ἐκ τῶν ἐρεθιζόντων αὐτῷ τὰ πάθη τὰ πονηρά. καὶ ἵνα κόψῃ ἐξ ἑαυτοῦ μάλιστα τὰς αἰτίας τῶν παθῶν, καὶ τὴν ὕλην, ἐν ᾗ ἐνεργοῦνται καὶ αὐξάνονται τὰ πάθη. καὶ ἐὰν μικρὰ τινὰ γένωνται.

Εἰ δὲ γένηται καιρὸς ἀντιστῆναι καὶ παλαίσαι πρὸς αὐτά. καὶ τοῦτο ποιήσωμεν, οὐχὶ ἐν παιγνίῳ, ἀλλὰ τεχνικῶς, ἡνίκα ἐνεδρευόμεθα ἐν τῇ θεωρίᾳ τοῦ πνεύματος, καὶ ἀποστρέψαι δεῖ τὴν διάνοιαν αὐτοῦ ἐξ αὐτῶν ἀεὶ εἰς τὸ φυσικὸν ἀγαθὸν τὸ τεθὲν ἐν τῇ φύσει ὑπὸ τοῦ δημιουργοῦ, καὶ ἐὰν αὐτὸς ὁ διάβολος καταστροφῇ κατέστρεψε τὴν ἀλήθειαν πρὸς πεῖραν πονηράν. Καὶ εἰ πρέπον ἡμῖν εἰπεῖν, ὅτι οὐχὶ ἐκ τῆς ὀχλήσεως τῶν παθῶν μόνον φεύγειν δεῖ τὸν ἄνθρωπον, ἀλλὰ καὶ ἐκ τῶν αἰσθήσεων τῶν ἑαυτοῦ εἰ δυνατὸν φεύγειν, καὶ καταδύεσθαι ἐνδὸς τοῦ ἐσωτέρου αὐτοῦ ἀνθρώπου, καὶ ἐκεῖ ἐμμεῖναι μοναχικῶς ἐν τῇ ἐπιμόνῳ ἐργασίᾳ, τῇ ἐν τῇ ἀμπέλῳ τῆς καρδίας αὐτοῦ, ἕως ἂν συμφωνήσῃ τὰ ἔργα τῷ μοναχικῷ ὀνόματι, τῷ ἐπικληθέντι ἐπ’ αὐτῷ ἐν τῷ κρυπτῷ αὐτοῦ καὶ τῷ φανερῷ.

Ἴσως καὶ ἐν αὐτῇ τῇ διαμονῇ τῇ ἐγγὺς τοῦ ἐσωτέρου ἡμῶν ἀνθρώπου, ἑνωθῶμεν ὁλοτελῶς τῇ γνώσει τῆς ἐλπίδος ἡμῶν, Χριστοῦ τοῦ οἰκοῦντος ἡμῖν. Ὅσον γὰρ διαμένει ὁ νοῦς ἡμῶν ἐκεῖσε μοναχικῶς καὶ ἀναχωρητικῶς, οὐκ αὐτός ἐστιν ὁ πολεμῶν πρὸς τὰ πάθη, ἀλλ’ ἡ χάρις. Πλὴν ὅτι, οὐδὲ αὐτὰ τὰ πάθη κινοῦνται ἐν αὐτῷ εἰς πρᾶξιν.

Ἐρώτησις· Ἐὰν ποιήσῃ ἄνθρωπος τί διὰ τὴν καθαρότητα τῆς ψυχῆς, ἕτεροι δὲ οἱ μὴ νοοῦντες εἰς τὴν πολιτείαν αὐτοῦ τὴν πνευματικὴν σκανδαλίζωνται, εἰ δεῖ ἀπέχεσθαι ἐκ τῆς πολιτείας αὐτοῦ τῆς θεϊκῆς διὰ τὸ σκάνδαλον τούτων, ἢ ποιήσει ἐκεῖνο ὅπερ ἔστιν ὠφέλιμον τῷ σκοπῷ αὐτοῦ, καὶ ἐὰν ἔστιν ἐπιζήμιον τοῖς ὁρῶσιν;

Ἀπόκρισις· Λέγωμεν δὲ καὶ περὶ τούτου· ἐὰν νομίμως, καθὼς ἐδέξατο παρὰ τῶν πρὸ αὐτοῦ πατέρων, ὁτιδήποτε ποιῇ, ὅπερ καθαίρει τὸν νοῦν αὐτοῦ, καὶ τοῦτον τὸν σκοπὸν ἔθηκεν ἐν ἑαυτῷ, τοῦ φθάσαι τὴν καθαρότητα· ἕτεροι δέ, οἱ μὴ ἐπιστάμενοι, εἰς τὸν σκοπὸν αὐτοῦ σκανδαλίζονται, οὐκ αὐτός ἐστιν ὁ ὑπεύθυνος, ἀλλ’ αὐτοί.

Οὐχὶ διατοῦτο ἐγκρατεύεται, ἢ νηστεύει, ἢ ἐγκλείεται περισσοτέρως, καὶ ποιεῖ ὅπερ ὤφειλε τῷ σκοπῷ αὐτοῦ, ἵνα ἄλλοι σκανδαλισθῶσιν, ἀλλ’ ἵνα καθαρεύσῃ τὸν νοῦν αὐτοῦ. Οὗτοι δὲ διὰ τὸ μὴ γινώσκειν τὸν αὐτοῦ σκοπὸν τῆς πολιτείας, καταμέμφονται καὶ ὑπεύθυνοι γίνονται τῇ ἀληθείᾳ, διότι οὐχ’ ἱκανοὶ ἐγένοντο, ἐν ἀμελείᾳ ὄντες, αἰσθηθῆναι τοῦ σκοποῦ τοῦ πνευματικοῦ ἐκείνου, οὗ ἔθηκεν οὗτος εἰς καθαρότητα τῆς ψυχῆς αὐτοῦ. Περὶ ὧν ὁ μακάριος Παῦλος ἔγραψεν· Ὁ λόγος ὁ τοῦ σταυροῦ φησι τοῖς μὲν ἀπολλυμένοις, μωρία ἐστίν. Τί οὖν ἄρτι, διότι μωρία ἐλογίζετο ὁ λόγος τοῦ σταυροῦ, τοῖς ἀπολλυμένοις καὶ οὐκ ᾐσθάνοντο εἰς τὴν δύναμιν τοῦ λόγου, σιωπᾶν ἔδει τὸν Παῦλον κηρύξαι; καὶ ἰδού, ἕως τῆς σήμερον, ἡ ὑπόθεσις τοῦ σταυροῦ πρόσκομμα καὶ σκάνδαλον τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησι. Σιωπῶμεν τοίνυν ἐκ τῆς ἀληθείας, ἵνα μὴ σκανδαλισθῶσιν οὗτοι; Παῦλος γὰρ οὐ μόνον οὐκ ἐσιώπησεν. ἀλλὰ καὶ ἔκραξε λέγων, ἐμοὶ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ καύχησις αὕτη ἡ ἐν τῷ σταυρῷ, οὐχ’ ἵνα σκανδαλίσῃ ἄλλους, διηγεῖτο αὐτήν, ἀλλὰ κηρύττων τὴν μεγάλην δύναμιν τοῦ σταυροῦ.

Καὶ σὺ ἀρτίως, ὦ ἅγιε, τελείωσον τὴν πολιτείαν σου ἐν τῷ σκοπῷ, ᾧ τέθεικας ἑαυτῷ πρὸς τὸν Θεόν, ὅπου οὐ κατακρίνεται ἡ συνείδησίς σου, καὶ τὴν πολιτείαν σου ἐξέτασον κατέναντι τῶν θείων, καὶ κατέναντι ὧν ἐδέξω παρὰ τῶν πατέρων τῶν ἁγίων. Καὶ ἐὰν μὴ ὑπὸ τούτων κατηγορηθῇς, ἐξ ἐκείνων περὶ ὧν ἐσκανδαλίσθησαν ἕτεροι, μὴ φοβηθῇς.