Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἔργα νόθα

Ἰσαὰκ ὁ Σύρος

Κανόνες μοναχικής ευταξίας και καθοδήγηση των αρχαρίων

Πρακτικές οδηγίες για την εγκράτεια, την πραότητα, την αποφυγή των περιττών συναναστροφών και τη διαφύλαξη της σωματικής και πνευματικής σεμνότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

Περὶ τάξεως ἀρχαρίων. Αὕτη ἐστὶν ἡ τάξις ἡ σώφρων καὶ Θεῷ προσφιλής· Τὸ μὴ περιβλέπειν τοῖς ὀφθαλμοῖς ὧδε κἀκεῖσε. ἀλλὰ πάντοτε τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Καὶ μὴ ἀργολογεῖν ἀλλὰ μόνα τὰ μόνον ἀναγκαῖα λαλεῖν, καὶ ἐνδύμασι πενιχροῖς αὐταρκεῖσθαι πρὸς τὴν χρείαν τοῦ σώματος.

Καὶ οὕτως τοῖς βρώμασι τοῖς συνιστάνουσι τὸ σῶμα κεχρῆσθαι καὶ μὴ τῇ γαστριμαργίᾳ, καὶ μεταλαμβάνειν πρὸς ὀλίγον ἀπὸ πάντων· καὶ μὴ τὰ μέν, ἐκφαυλίζειν, τὰ δέ, ἐκλέξασθαι καὶ ἐμπλῆσαι ἐκ τούτων τὴν γαστέρα· μείζων πάσης ἀρετῆς, ἡ διάκρισις.

Οἴνου χωρὶς ἑταίρων ἢ ἐκτὸς ἀσθενείας ἢ ἀδυναμίας μὴ μεταλαμβάνῃς. Μὴ ἐκκόψῃς τὸν λόγον τοῦ λαλοῦντος καὶ ὡς ἀπαίδευτος ἀντιφθέγξῃ. ἀλλ’ ὡς σοφὸς πάγιος ἔσο. Καὶ ὁπουδὰν εὑρεθῇς, μικρότερον σεαυτὸν λογίζου καὶ ὑπηρέτην τῶν ἀδελφῶν σου.

Μὴ γυμνώσῃς ἔμπροσθεν τινὸς τί τῶν μελῶν σου, μὴ δὲ προσεγγίσῃς σῶμα τινὸς ἐκτὸς ἀναγκαίας αἰτίας, μὴ δὲ τῷ σῷ σώματι τινὰ προσεγγίσαι ἐάσῃς, χωρὶς ὡς ἔφην εὐλόγου αἰτίας. Ἔκκλινον ἀπὸ τῆς παρρησίας ὡς ἀπὸ θανάτου.

Κτῆσαι δὲ σώφρονα τάξιν τῷ ὕπνῳ σου, ἵνα μὴ ἀπομακρυνθῇ ἐκ σοῦ ἡ δύναμις ἡ περιφρουροῦσα σε· ὁπουδὰν κοιμηθῇς, εἰ δυνατὸν μηδεὶς σὲ θεάσηται. Πτύελον ἔμπροσθεν τινὸς μὴ ῥίψῃς· ἐὰν δέ σοι βὴξ ἐπέλθῃ καθημένῳ ἐπὶ τῆς τραπέζης, στρέψον σου τὸ πρόσωπον εἰς τὰ ὀπίσω καὶ οὕτως βῆξον.

Μετὰ σωφροσύνης φάγε καὶ πίε ὡς πρέπει τέκνοις Θεοῦ. Μὴ ἐκτείνῃς σὴν χεῖρα τοῦ λαβεῖν ἀπέμπροσθεν τῶν ἑταίρων σου τί ἀναιδῶς. Ἐὰν δὲ καθίσῃ μετὰ σοῦ ξένος, πρότρεψον αὐτὸν ἅπαξ καὶ δὶς εἰς τὸ φαγεῖν, καὶ εὐτάκτως παράθες τῇ τραπέζῃ καὶ μὴ τεταραγμένως.

Εὐτάκτως κάθισον καὶ συνεσταλμένως, μὴ γυμνῶν τί τῶν μελῶν σου. Ὅταν χασμᾶσαι, σκέπασόν σου τὸ στόμα τοῦ μὴ θεαθῆναι· κρατήσας γὰρ τὰς ἀναπνοάς σου, παρελεύσεται. Ἐὰν εἰσέλθῃς εἰς τὸ κελλίον τοῦ σοῦ ἐπιστάτου ἢ φίλου ἢ μαθητοῦ, παραφυλάττου τοῦ μὴ ἰδεῖν τί τῶν ὄντων ἐκεῖ· ἐὰν δὲ ἀναγκασθῇς, μὴ ποιήσῃς τοῦτο· ὁ γὰρ ἐν τούτοις ἀναιδῶς διακείμενος. ξένος ἐστὶ τοῦ μοναχικοῦ σχήματος καὶ τοῦ Χριστοῦ. τοῦ τοῦτο χαρισαμένου ἡμῖν. Μὴ πρόσχῃς τοῖς τόποις, ἐν οἷς κέκρυπται τὰ σκεύη τοῦ κελλίου τοῦ φίλου σου.

Μετὰ γαλήνης ἄνοιξον σὴν θύραν καὶ κλεῖσον καὶ τὴν τοῦ ἑταίρου σου· καὶ μὴ αἰφνιδίως πρός τινα εἰσέλθῃς. Μὴ σπουδάσῃς ἐν τῷ σῷ βαδίσματι ἐκτὸς ἀναγκαίας χρείας κατεπειγούσης σε. Γενοῦ δὲ τοῖς πᾶσιν ὑπήκοος ἐν παντὶ ἔργῳ.

Πλὴν τοῖς φιλοκτήμοσιν ἢ φιλαργύροις ἢ κοσμικοῖς μὴ ἀκολουθήσῃς, ἵνα μὴ γένηται ἔργον διαβολικόν. Ἐν πραΰτητι πᾶσι διαλέγου, καὶ μετὰ σωφροσύνης πρὸς πάντας ἀτένισον, καὶ μὴ ἐμπλήσῃς σοὺς ὀφθαλμοὺς ἀπὸ προσώπου τινός.

Πορευόμενος ἐν τῇ ὁδῷ, μὴ προκαταλάβῃς τοὺς μείζονάς σου· ἐὰν δὲ καταληφθῇ ὁ ἑταῖρος σου, μικρὸν προλαβὼν ἔκδεξαι τοῦτον· ὁ γὰρ μὴ ποιῶν οὕτως, ἄφρων ἐστὶ καὶ χοίρῳ μὴ ἔχοντι νόμον παραπλήσιος· ἐὰν δὲ λαλήσῃ ὁ ἑταῖρος σου τισὶν ἀπαντήσασιν, ἐκδέχου αὐτὸν καὶ μὴ κατεπείγῃς τοῦτον.

Ὁ ὑγιὴς λεγέτω τῷ ἀσθενοῦντι πρὸ τοῦ καιροῦ· ποιήσωμεν τὴν χρείαν. Μὴ ἐλέγξῃς τινὰ ἔν τινι παραπτώματι, ἀλλὰ σεαυτὸν ἐν πᾶσιν ἡγοῦ ὑπεύθυνον καὶ τοῦ πταίσματος αἴτιον. Πᾶν ἔργον εὐτελὲς ποιεῖν μετὰ ταπεινοφροσύνης, μὴ παραιτοῦ.

Ἐὰν παραβιασθῇς γελάσαι, μὴ φανῶσι σου οἱ ὀδόντες. Ἐὰν δὲ ἀναγκασθῇς λαλῆσαι γυναιξί, στρέψον σου τὸ πρόσωπον ἐκ τῆς θέας αὐτῶν, καὶ οὕτως αὐταῖς διαλέγου· ἀπὸ δὲ κανονικῶν ἀπέχου ὡς ἀπὸ παγίδος διαβόλου· ἔκ τε τῆς ἀπαντήσεως αὐτῶν καὶ ὁμιλίας καὶ θέας, ἵνα μὴ χράνῃς σου τὴν καρδίαν τῷ βορβόρῳ τῶν παθῶν, κἂν ὦσι σου ἀδελφαὶ κατὰ σάρκα, ὡς ἀπὸ ξένων σαυτὸν παρατήρησαι.

Ἐκ τῆς μίξεως τῆς μετὰ τῶν ἰδίων σου, παραφυλάττου, ἵνα μὴ ψυχρανθῇ ἡ καρδία σου ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ. Τῆς μετὰ νεωτέρων παρρησίας καὶ συντυχίας φεῦγε, ὡς ἀπὸ φιλίας διαβόλου. Ἕνα ἔχε συνόμιλον καὶ συμμύστην, τὸν φοβούμενον τὸν Κύριον καὶ ἑαυτῷ προσέχοντα, πτωχὸν μὲν ὄντα ἐν τῷ κατασκηνώματι αὐτοῦ, πλούσιον δὲ ἐν τοῖς τοῦ Θεοῦ μυστηρίοις· ἀπὸ παντὸς δέ, κρύψον τὰ σὰ μυστήρια καὶ τὰς σὰς πράξεις καὶ τοὺς σοὺς πολέμους.

Μὴ καθίσῃς ἄνευ ἐπιρριπταρίου ἔμπροσθεν τινὸς ἐκτὸς ἀνάγκης· μετὰ δὲ σωφροσύνης, εἰς ἀναγκαίαν χρείαν ἔξελθε, ὡς εὐλαβούμενος τὸν διατηροῦντα σε ἄγγελον· καὶ μετὰ φόβου Θεοῦ διατέλεσον, καὶ ἀνάγκασον σεαυτὸν ἕως θανάτου, κἂν ἡ καρδία σου ἀπαρέσκηται.

Κρεῖσσόν σοι φαγεῖν ἰὸν θανάσιμον ἢ μετὰ γυναικὸς ἐσθίειν, κἂν γένηταί σου μήτηρ ἢ ἀδελφή. Κρεῖσσόν σοι συνοικῆσαι δράκοντι, ἢ συγκαθεύδειν ἑτέρῳ καὶ συσκεπασθῆναι, κἂν γένηταί σου ἀδελφὸς κατὰ σάρκα.

Ἐάν τις σοῦ μείζων, πορευομένῳ ἐν ὁδῷ εἴπῃ σοι, ἔρχου ἵνα ψάλλωμεν, μὴ παρακούσῃς αὐτοῦ· ἐὰν δὲ μὴ εἴπῃ, τῇ μὲν γλώττῃ σιώπα, τῇ δὲ σῇ καρδίᾳ τὸν Θεὸν δοξολόγησον. Μὴ ἀντιστῇς τινὶ περί τινος, μήτε μαχεσθῇς, μήτε ψεύσῃ, μήτε ὀμνύῃς ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου.

Καταφρονήθητι, καὶ μὴ καταφρονήσῃς. Ἀδικήθητι, καὶ μὴ ἀδικήσῃς· κρεῖσσον διαφθαρῆναι τὰ σωματικὰ μετὰ τοῦ σώματος, ἢ ζημιωθῆναι τί τῶν τῆς ψυχῆς. Ἐν κρίσει μετά τινος μὴ εἰσέλθῃς, ἀλλ’ ὑπόμεινον κατακριθείς, ἀκατάκριτος ὤν.

Μὴ ἀγαπήσῃς τῇ σῇ ψυχῇ τί τῶν κοσμικῶν· ἀλλ’ ὑποτάγηθι τοῖς ἡγουμένοις καὶ ἄρχουσι, καὶ τῆς μετ’ αὐτῶν μίξεως ἀπέχου· αὕτη γὰρ παγίς ἐστι παγιδεύουσα τοὺς ἀμελεστέρους εἰς ἀπώλειαν. Γαστρίμαργε, ὁ τὴν ἰδίαν ζητῶν θεραπεῦσαι γαστέρα, κρεῖσσόν σοι βαλεῖν ἐν τῇ σῇ κοιλίᾳ ἄνθρακας πυρός, ἢ τὰ τηγανίσματα τῶν ἡγουμένων καὶ τῶν ἀρχόντων.

Ἐπίχεέ σου ἐπὶ πάντας τὸ ἔλεος, καὶ γενοῦ συνεσταλμένος ἀπὸ πάντων. Ἐκ τῆς πολυλογίας σαυτὸν παρατήρησαι· αὕτη γὰρ σβέννυσιν ἐκ τῆς καρδίας τὰς νοερὰς κινήσεις. τὰς ἐκ Θεοῦ φυομένας. Φεῦγε τοῦ δογματίσαι μετὰ τῶν τροφίμων τῆς ἐκκλησίας ἢ μετὰ τῶν ἀλλοτρίων, ὡς ἀπὸ λέοντος ἀτάκτου.

Καὶ εἰς τὰς πλατείας τῶν ὀργίλων ἢ μαχητῶν μὴ περάσῃς, ἵνα μὴ ἐμπλησθῇ σου ἡ καρδία θυμοῦ, καὶ κατακυριεύσῃ τῆς ψυχῆς σου τὸ τῆς πλάνης σκότος. Ὑπερηφάνῳ μὴ συνοικήσῃς, ἵνα μὴ τοῦ ἁγίου Πνεύματος ἡ ἐνέργεια ἀρθῇ ἀπὸ τῆς ψυχῆς σου, καὶ γένηται οἰκητήριον παντὸς πονηροῦ πάθους.

Ταύτας τὰς παραφυλακὰς ἐὰν φυλάξῃς, ὦ ἄνθρωπε, καὶ ἀσχολήσῃς σεαυτὸν διαπαντὸς ἐν τῇ μελέτῃ τοῦ Θεοῦ, ἐν ἀληθείᾳ ὄψεταί σου ἡ ψυχὴ ἐν αὐτῇ τὸ φῶς τοῦ Χριστοῦ, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ σκοτάσῃ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.