Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Ἔργα νόθα
Διήγηση περί αγίου αδελφού και υπομονή στις θλίψεις
Κείμενο αυτομεμψίας ενός μοναχού, έλεγχος της κατάκρισης και παραίνεση για εγκαρτέρηση απέναντι στους πειρασμούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διήγηση περί αγίου αδελφού και υπομονή στις θλίψεις
Κείμενο αυτομεμψίας ενός μοναχού, έλεγχος της κατάκρισης και παραίνεση για εγκαρτέρηση απέναντι στους πειρασμούς.
Διήγησις περί τινος ἀδελφοῦ ἁγίου. Τίς τῶν ἀδελφῶν ἔγραψε ταῦτα, καὶ ἐτίθει αὐτὰ ἔμπροσθεν αὐτοῦ διηνεκῶς, ἀνεμίμνησκέ τε ἑαυτὸν τούτων καὶ ἔλεγεν· Ἐν ἀφροσύνῃ ἐδαπάνησας τὴν ζωήν σου, ὦ κατῃσχημένε ἄνθρωπε καὶ παντὸς κακοῦ ἄξιε, ἀλλὰ παραφυλάττου, κἂν ἐν ταύτῃ τῇ ἡμέρᾳ τῇ καταλειφθείσῃ ἐκ τῶν ἡμερῶν σου, τῶν ἐξεληλυθειῶν κενῶς καὶ ἀπράκτως τῶν ἀγαθῶν καὶ πεπλουτηκυιῶν ἐν τοῖς κακοῖς.
Μὴ ἐρωτήσῃς περὶ τοῦ κόσμου, μήτε περὶ τῆς διαγωγῆς αὐτοῦ, μήτε περὶ τῶν μοναχῶν ἢ τῶν πραγμάτων αὐτῶν καὶ ὅπως εἰσί, μήτε περὶ τῆς ποσότητος τῆς ἐργασίας αὐτῶν, καὶ μὴ φροντίσῃς τινὸς τῶν τοιούτων. Ἐξῆλθες ἐκ τοῦ κόσμου ἐν μυστηρίῳ, καὶ ἐλογίσθης ὡς νεκρὸς ἐν Χριστῷ, μηκέτι ζήσῃς τῷ κόσμῳ, μήτε τοῖς ἐν τῷ κόσμῳ, ἵνα σου προλάβῃ ἡ ἀνάπαυσις καὶ γενήσῃ ἐν Χριστῷ ζῶν.
Γενοῦ ἕτοιμος καὶ ηὐτρεπισμένος πρὸς πᾶν ὄνειδος καὶ πᾶσαν ὕβριν καὶ χλευασμὸν καὶ μέμψιν ἐκ πάντων, καὶ δέξαι ταῦτα πάντα μετὰ χαρᾶς ὡς ἄξιος αὐτῶν ἐν ἀληθείᾳ· καὶ ὑπόμεινον πάντα πόνον καὶ πᾶσαν θλίψιν καὶ κίνδυνον τὸν ἐκ τῶν δαιμόνων, ὧν τὸ θέλημα ἔπραξας μετ’ εὐχαριστίας· καὶ γενναίως φέρε πᾶσαν ἀνάγκην καὶ τὰ συμβεβηκότα φυσικῶς καὶ τὰς πικρότητας· καὶ ὑπόμεινον ἐν τῇ εἰς Θεὸν πεποιθήσει καὶ τὴν στέρησιν τῶν ἀναγκαίων τοῦ σώματος, τῶν μετ’ ὀλίγον εἰς κόπρον ἐσομένων· καὶ ταῦτα πάντα τῇ εἰς Θεὸν ἐλπίδι καταδέξασθαι θέλησον, μὴ ἀναμένων τὴν ἀλλαχόθεν λύτρωσιν ἢ τὴν παρ’ ἄλλου παράκλησιν, ἀλλ’ ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ ἐν πᾶσι τοῖς πειρασμοῖς σου σεαυτὸν κατάκρινον ὡς αἴτιον ὄντα τούτων.
Μὴ σκανδαλισθῇς ἔν τινι, μὴ δὲ μέμφου τινὶ τῶν λυπούντων σε, διότι ἔφαγες ἐκ τοῦ ὁρισθέντος σοι φυτοῦ καὶ ἐκτήσω διάφορα πάθη. Μετὰ χαρᾶς δέξαι τὰς πικρότητας, ἵνα σε τινάξωσι μικρὸν καὶ ὕστερον γλυκανθῇς.
Φεῦ σοι καὶ τῇ δόξῃ σου τῇ δυσώδει. διότι ἐγκατέλιπες τὴν σεαυτοῦ ψυχὴν ὡς ἀκατάκριτον πεπληρωμένην οὖσαν πάσης ἁμαρτίας, καὶ ἄλλους κατέκρινας λόγῳ καὶ διανοίᾳ· ἱκανεῖ γάρ σοι, ἱκανεῖ αὕτη ἡ χοιρώδης βρῶσις, ἐν ᾗ μέχρι τῆς ἄρτι τυγχάνεις ἐνδιαιτώμενος.
Τί σοι καὶ τοῖς ἀνθρώποις, ὦ ῥυπαρέ, οὐκ αἰσχύνῃ συναναστραφῆναι τούτοις, διότι ἀλόγως ἐπολιτεύσω; ἐὰν πρόσχῃς τούτοις καὶ κατάσχῃς ταῦτα πάντα, ἴσως τῇ συνεργείᾳ τοῦ Θεοῦ σωθήσῃ· εἰ δὲ μή, ἀπελεύσῃ εἰς τὴν σκοτεινὴν χώραν καὶ εἰς τὰς τῶν δαιμόνων κατασκηνώσεις, ὧν τὸ θέλημα εἰργάσω ἀναιδεῖ προσώπῳ.
Ἰδοὺ διεμαρτυράμην σοι ἐν πᾶσι τούτοις. Ἐὰν κινήσῃ κατὰ σοῦ ὁ Θεὸς δικαίως τοὺς ἀνθρώπους εἰς τὸ ἀμείψασθαί σε ἀντὶ τῶν ὕβρεων καὶ μέμψεων ὧν ἐλογίσω, καὶ ἐλάλησας κατ’ αὐτῶν χρόνον ὁλόκληρον, ὁ κόσμος ὅλος ἀσχοληθῆναι εἰς σὲ ἔχει. Λοιπὸν παῦσαι ἀπὸ τοῦ νῦν καὶ ὑπόμεινον τὰς ἐπερχομένας σοι ἀμοιβάς.
Ἐν πᾶσι τούτοις ὑπεμίμνησκεν ἑαυτὸν ὁ ἀδελφὸς πάσας τὰς ἡμέρας, ἵνα πειρασμοῦ ἐπελθόντος αὐτῷ ἢ θλίψεως, δυνηθῇ ὑπομεῖναι μετ’ εὐχαριστίας καὶ ὠφεληθῆναι. Γένοιτο δὲ καὶ ἡμᾶς μετ’ εὐχαριστίας ὑπομεῖναι τὰ ἐπερχόμενα καὶ ὠφεληθῆναι χάριτι τοῦ φιλανθρώπου Θεοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.