Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Λόγοι ΙΑ'-ΙΕ': Διαφύλαξη του θείου πόθου, ησυχία και δάκρυα
Η σημασία της αμεριμνησίας, η αντιμετώπιση του μετεωρισμού, οι πνευματικές εναλλαγές και τα δάκρυα ως καρπός της αληθινής ησυχίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγοι ΙΑ'-ΙΕ': Διαφύλαξη του θείου πόθου, ησυχία και δάκρυα
Η σημασία της αμεριμνησίας, η αντιμετώπιση του μετεωρισμού, οι πνευματικές εναλλαγές και τα δάκρυα ως καρπός της αληθινής ησυχίας.
ΛΟΓΟΣ ΙΑʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ΤΟΝ ΔΟΥΛΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΥ ΜΗ ΔΕΙΝ ΤΟΝ ΔΟΥΛΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΠΤΩΧΕΥΣΑΝΤΑ ΑΠΟ ΤΩΝ ΚΟΣΜΙΚΩΝ ΚΑΙ ΕΞΕΛΗΛΥΘΟΤΑ ΕΙΣ ΑΝΑΖΗΤΗΣΙΝ ΑΥΤΟΥ, ΔΙΑ ΤΟ ΜΗ ΕΦΘΑΚΕΝΑΙ ΤΗΝ ΚΑΤΑΛΗΨΙΝ ΤΗΣ ΑΛΗΘΕΙΑΣ, ΦΟΒΩι ΤΟΥΤΟΥ ΠΑΥΣΑΣΘΑΙ ΤΗΣ ΑΝΑΖΗΤΗΣΕΩΣ ΚΑΙ ΨΥΧΡΑΝΘΗΝΑΙ ΤΗΣ ΘΕΡΜΗΣ ΤΗΣ ΤΙΚΤΟΜΕΝΗΣ ΑΠΟ ΤΟΥ ΠΟΘΟΥ ΤΩΝ ΘΕΙΩΝ ΚΑΙ ΤΗΣ ΕΡΕΥΝΗΣΕΩΣ ΤΩΝ ΜΥΣΤΗΡΙΩΝ ΑΥΤΩΝ. ΔΙ ΩΝ ΤΡΟΠΩΝ ΠΕΦΥΚΕΝ Ο ΝΟΥΣ ΦΥΡΕΣΘΑΙ ΕΝ ΤΗι ΜΝΗΜΗι ΤΩΝ ΠΑΘΩΝ Τρεῖς εἰσι τάξεις, ἐν αἷς προκόπτει ὁ ἄνθρωπος. Ἡ τάξις τῶν ἀρχαρίων, καὶ ἡ μέση, καὶ ἡ τῶν τελείων. Καὶ ὁ μὲν ἐν τῇ πρώτῃ τάξει ὤν, εἰ καὶ τὸ φρόνημα αὐτοῦ εἰς τὸ ἀγαθὸν ῥέπει, ἀλλ’ οὖν ἡ κίνησις τῆς διανοίας αὐτοῦ ἐν τοῖς πάθεσιν ἐστίν. Ἡ δὲ δευτέρα, μέση τίς ἐστιν ἐμπαθείας καὶ ἀπαθείας. Καὶ οἱ δεξιοὶ λογισμοὶ καὶ οἱ ἐξ εὐωνύμων ἐξίσης κινοῦνται ἐν αὐτῷ, καὶ οὐ παύεται ὅλως βρύων τὸ φῶς καὶ τὸ σκότος, ὡς ἤδη εἴρηται. Ἐὰν δὲ παύσηται πρὸς ὀλίγον ἀπὸ τῆς συνεχοῦς ἀναγνώσεως τῶν θείων Γραφῶν καὶ τῆς φαντασίας τῶν θείων νοημάτων, ἐν οἷς φανταζόμενος ἐξάπτεται ἐν τοῖς τρόποις τῆς ἀληθείας κατὰ τὴν ἑαυτοῦ δύναμιν, μετὰ τῆς παραφυλακῆς τῆς ἔξωθεν, ἐξ ἧς γίνεται καὶ ἡ ἐνδοτάτη φυλακὴ καὶ τὸ ἔργον τὸ ἱκανόν, μέλλει ἀνθέλκεσθαι εἰς τὰ πάθη.
Ἐὰν δὲ θρέψῃ τὴν φυσικὴν αὑτοῦ θέρμην ἐν οἷς ἔφην, καὶ μὴ ἐάσῃ τὴν ἀναζήτησιν καὶ τὴν ἔρευναν καὶ τὸν πρὸς αὐτὰ πόθον μακρόθεν, κᾂν οὐχ ἑώρακεν αὐτά, ἀλλ’ ἐκ τοῦ νεύματος τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν τρέφων τοὺς λογισμοὺς αὑτοῦ καὶ συνέχων, ἵνα μὴ κλίνωσιν εἰς τὰ ἀριστερά, καὶ μὴ δέξηται σπόρον τινὰ διαβολικὸν ἐν σχήματι ἀληθείας, φυλάξῃ δὲ μᾶλλον τὴν ἑαυτοῦ ψυχὴν μετὰ πόθου καὶ αἰτήσηται τὸν Θεὸν μετὰ ἐμπόνου προσευχῆς καὶ ὑπομονῆς, αὐτὸς παρέξει αὐτῷ τὴν αἴτησιν αὑτοῦ καὶ ἀνοίξει αὐτῷ τὴν θύραν αὐτοῦ, καὶ μάλιστα διὰ τὴν ταπείνωσιν αὑτοῦ. Τὰ γὰρ μυστήρια τοῖς ταπεινόφροσιν ἀποκαλύπτονται.
Ἐὰν δὲ ἀποθάνῃ ἐπὶ ταύτῃ τῇ ἐλπίδι, εἰ καὶ μηδαμοῦ θεάσηται τὴν γῆν ἐκείνην ἐκ τοῦ σύνεγγυς, ἀλλ’ οἶμαι, ὅτι ἡ κληρονομία αὐτοῦ μετὰ τῶν ἀρχαίων δικαίων ἔσται, τῶν ἐλπισάντων φθάσαι τὴν τελειότητα καὶ μὴ θεασαμένων αὐτήν, κατὰ τὸ ἀποστολικὸν λόγιον, ὅτι «ἐπ’ ἐλπίδι εἰργάσαντο πάσας τὰς ἡμέρας αὐτῶν καὶ ἐκοιμήθησαν». Ἀλλὰ τί εἴπωμεν, ἐὰν μὴ φθάσῃ ὁ ἄνθρωπος εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἥτις ἐστὶ τύπος τῆς τελειώσεως, τουτέστιν καταλαβεῖν τὴν ἀλήθειαν φανερῶς, κατὰ τὸ μέτρον τῆς φυσικῆς δυνάμεως; Ἆρα διὰ τοῦτο κωλύεται ἀπὸ τούτου καὶ μένει ἐν τῇ ἐσχάτῃ τάξει, ἧς πᾶσα ἡ πρόθεσις ἐπὶ τὰ ἀριστερὰ κέκλικεν; ἢ καὶ διὰ τὸ μὴ καταλαβεῖν πᾶσαν τὴν ἀλήθειαν, ἆρα ἐμμένει τῇ ἀγενότητι τῆς ἐσχάτης τάξεως, ἥτις οὐ γινώσκει, οὐδὲ ἐπιθυμεῖ τούτων; ἢ πρέπει αὐτὸν ὑψωθῆναι πρὸς ταύτην τὴν μέσην ὁδόν, ἣν ἔφην;
Κᾂν γὰρ οὐκ ἐθεάσατο αὐτήν, εἰ μὴ ὡς δι’ ἐσόπτρου, ἀλλὰ ἤλπισε μακρόθεν καὶ διὰ ταύτης τῆς ἐλπίδος συνετέθη τοῖς πατράσιν αὑτοῦ. Καὶ εἰ οὐκ ἠξιώθη τῆς τελείας χάριτος ἐνταῦθα, ἀλλὰ διὰ τὸ πάντοτε αὐτῇ ὁμιλεῖν καὶ ὅλῳ τῷ νῷ ἐν αὐτῇ ἀναστρέφεσθαι καὶ διὰ τὸ κεῖσθαι ἐν τῇ ἐπιθυμίᾳ αὐτῆς ὅσον ζῇ, ἐδύνατο ἐκκόψαι τοὺς λογισμοὺς τοὺς πονηρούς, καὶ ὅτι ἐν τῇ ἐλπίδι ταύτῃ ἡ καρδία αὐτοῦ πεπληρωμένη ἐκ τοῦ Θεοῦ ἐξέρχεται ἐκ τοῦ κόσμου τούτου.
Πᾶν ὁτιοῦν ἔχον ταπείνωσιν εὐπρεπὲς πέφυκεν. Ἡ γὰρ ἀδολεσχία τοῦ νοὸς ἡ ἀσώματος εἰς τὸν πόθον τοῦ Θεοῦ, ἥτις ὁδηγεῖται ἐκ τῆς κατανοήσεως τῶν θείων Γραφῶν, περιφράττει τὴν ψυχὴν ἔσωθεν ἀπ’ ἔμπροσθεν τῶν πονηρῶν λογισμῶν καὶ τηρεῖ τὴν διάνοιαν ἐν τῇ μνήμῃ τῶν μελλόντων ἀγαθῶν, ἵνα μὴ χαυνωθῇ ὁ νοῦς ἐν τῇ ἀμελείᾳ αὐτοῦ καὶ σχολάσῃ ἀντὶ τῶν κρειττόνων εἰς τὴν μνήμην τῶν κοσμικῶν πραγμάτων.
Διότι ἐκ τούτων κατ’ ὀλίγων ψυχραίνονται αἱ θερμότητες τῶν θαυμαστῶν κινήσεων αὐτοῦ, καὶ ἐμπίπτει εἰς ἐπιθυμίας ματαίας τε καὶ ἀλόγους. Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα.
ΛΟΓΟΣ ΙΒʹ ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΟΦΕΙΛΕΙ Ο ΔΙΑΚΡΙΤΙΚΟΣ ΚΑΘΕΖΕΣΘΑΙ ΕΝ ΤΗι ΗΣΥΧΙΑι Ἄκουσον, ἀγαπητέ, ἐὰν θέλῃς, ἵνα μὴ γένωνται τὰ ἔργα σου μάταια καὶ αἱ ἡμέραι σου ἀργαὶ καὶ στερούμεναι τοῦ κέρδους τοῦ ἐλπιζομένου τοῖς διακριτικοῖς ἐν τῇ ἡσυχίᾳ. Ἡ εἴσοδός σου ἐν αὐτῇ ἐν διακρίσει ἔστω· ἀλλὰ μὴ ἐξ ὑποδοχῆς τινός, ἵνα μὴ γένῃ ὡς οἱ πολλοί, ἀλλὰ γενέσθω σκοπὸς τεθειμένος ἐν τῇ διανοίᾳ σου, ἵνα πρὸς αὐτὸν εὐθύνῃς τὰ ἔργα τῆς πολιτείας σου. Καὶ ἐρώτησον τοὺς ἐπὶ πλέον γινώσκοντας ἐκ πείρας καὶ οὐχὶ ἀπὸ γνώσεως μόνον, καὶ μὴ παύσῃ, ἕως ἂν γυμνασθῇς ἐν πάσαις ταῖς τρίβοις τῶν ἔργων αὐτῆς.
Καὶ πᾶν βῆμα, ὅπερ τιθῇς, γίνου ἐξετάζων, εἰ ἐν τῇ ὁδῷ πορεύῃ, ἢ ἔξωθεν αὐτῆς ἐξέκλινας, εἰς μίαν τρίβον ἔξωθεν αὐτῆς πορευόμενος. Καὶ μὴ πιστεύσῃς ἐκ τῶν ἔργων μόνων τῶν φανερῶν ὅτι τελειοῦται ἡ ἀκριβὴς πολιτεία τῆς ἡσυχίας.
Ἐὰν ἐπιθυμῇς εὑρεῖν τι καὶ φθάσαι αὐτὸ ἐν τῇ ἑαυτοῦ πείρᾳ, γενέσθω σοι σημεῖα καὶ τεκμήρια κρυπτῶς ἐν τῇ ψυχῇ σου εἰς ἕκαστον βῆμα, ὅπερ τιθῇς, καὶ ἐξ αὐτῶν μέλλεις γνῶναι τὴν ἀλήθειαν τῶν Πατέρων ἢ τὴν πλάνην τοῦ ἐχθροῦ.
Ἔστω δέ σοι ταῦτα τὰ ὀλίγα, ἕως ἂν σοφισθείης ἐν τῇ ὁδῷ σου. Ὅτε ἐν τῇ ἡσυχίᾳ βλέπεις ἐν τῷ νοΐ σου τὴν διάνοιάν σου δυναμένην ἐλευθερίως ἐνεργεῖν ἐν τοῖς λογισμοῖς τοῖς δεξιοῖς καὶ οὐκ ἔστι βία αὐτῇ ἐν τῇ ἐξουσίᾳ αὐτῆς περί τινος αὐτῶν, γνῶθι, ὅτι ἡ ἡσυχία σου ὀρθή ἐστι.
Καὶ πάλιν, ὅταν λειτουργῇς, ἐὰν ἐν τῇ διαφορᾷ τῆς λειτουργίας σου πόρρω τοῦ μετεωρισμοῦ κατὰ τὸ δυνατὸν ὑπάρχῃς καὶ ἐξαίφνης κόπτηται ὁ στίχος ἐκ τῆς γλώσσης σου καὶ ἐκχέῃ κατὰ τῆς ψυχῆς σου τὰς πέδας τῆς σιωπῆς ἔξωθεν τῆς ἐλευθερίας αὐτῆς καὶ αὗται ἐξακολουθοῦσι τῇ διαμονῇ, γνῶθι, ὅτι εἰς τοὔμπροσθεν ἔρχῃ ἐν τῇ ἡσυχίᾳ σου καὶ ἤρξατο ἡ πρᾳότης διπλασιάζεσθαι ἐν σοί. Ἡ ἡσυχία γὰρ ἡ ἁπλῆ μεταξὺ τῆς δικαιοσύνης ψεκτή ἐστιν. Ἡ πολιτεία ἡ ἁπλῆ ὥσπερ μέλος μονογενὲς κεχωρισμένον ἐκ τῆς βοηθείας τῶν ἄλλων ψηφίζεται παρὰ τοῖς φιλοσόφοις καὶ διακριτικοῖς.
Καὶ ἐὰν πάλιν βλέπῃς τῇ ψυχῇ σου, ἐν ἑκάστῳ λογισμῷ κινουμένῳ ἐν αὐτῇ καὶ πάσῃ μνήμῃ καὶ ταῖς θεωρίαις ταῖς ἐν τῇ ἡσυχίᾳ σου, πληρουμένους τοὺς ὀφθαλμούς σου δακρύων καὶ βρέχοντας κατὰ τῶν παρειῶν σου χωρὶς βίας, γνῶθι, ὅτι ἤρξατο γενέσθαι ἔμπροσθέν σου ἄνοιγμα τοῦ φραγμοῦ, εἰς κατάλυμα τῶν ἐναντίων.
Καὶ ἐὰν εὑρίσκῃς ἐν ἑαυτῷ κατὰ καιρὸν καὶ καιρὸν βαπτιζομένην τὴν διάνοιάν σου ἐντός σου, χωρὶς προνοίας τῆς περὶ αὐτὴν ἔξωθεν τῆς τάξεως τοῦ ἔθους καὶ διαμένῃ τι τῆς ὥρας ἢ ὅπερ ἐστί, καὶ μετὰ ταῦτα βλέπῃς τὰ μέλη σου ὡσανεὶ ἐν ἀσθενείᾳ πολλῇ καὶ βασιλεύῃ ἡ εἰρήνη ἐπὶ τοὺς λογισμούς σου καὶ αὐτό σοι τοῦτο διαμένῃ ἀεί, γνῶθι, ὅτι ἤρξατο ἡ νεφέλη ἐπισκιάσαι ἐπὶ τὴν σκηνήν σου.
Ἐὰν δέ, ὅταν καιρὸν ποιήσῃς ἐν τῇ ἡσυχίᾳ, εὑρίσκῃς εἰς τὴν ψυχήν σου λογισμούς, σχίζοντας καὶ ἐξουσιάζοντας αὐτῆς, καὶ ὡς ἐν βίᾳ παραλαμβάνηται ἐξ αὐτῶν ἐν πάσῃ ὥρᾳ καὶ ὁδηγῆται ἡ διάνοια αὐτῆς ἐν παντὶ καιρῷ εἰς ἅπερ ἐπράχθη ὑπ’ αὐτῆς ἢ ἐπιθυμῇ ἐξετάσαι τὰ μάταια, γνῶθι, ὅτι ματαίως κοπιᾷς ἐν τῇ ἡσυχίᾳ καὶ ἐν τῷ μετεωρισμῷ διάγει ἡ ψυχή σου.
Καὶ γίνονται αὐτῇ αἰτίαι ἔξωθεν ἢ ἀπὸ ἀμελείας τῆς ἔνδον ἀπὸ τῶν καθηκόντων, μᾶλλον δὲ ἐκ τῆς ἀγρυπνίας καὶ τῆς ἀναγνώσεως, καὶ εὐθέως κατάστησον τὸ πρᾶγμά σου. Ἐὰν δέ, ὅταν εἰσέλθῃς ἐν ταῖς ἡμέραις αὐταῖς, οὐχ εὑρίσκῃς εἰρήνην ἐκ τῆς ὀχλήσεως τῶν παθῶν, μὴ θαυμάσῃς. Ἐὰν γὰρ ὁ κόλπος τοῦ κόσμου, διαδραμουσῶν ἐξ αὐτοῦ τῶν ἀκτίνων τοῦ ἡλίου, μετὰ ὥραν μακρὰν ἐν θερμότητι διατελῇ, καὶ ἡ ὀσμὴ πάλιν τῶν φαρμάκων καὶ ὁ καπνὸς τοῦ μύρου, ὁ ἐκχεόμενος ἐν τῷ ἀέρι, ὥραν μακρὰν διαμένει πρὸ τοῦ διασκεδασθῆναι καὶ ἀφανισθῆναι, πόσῳ μᾶλλον τὰ πάθη, τὰ ὡς δίκην κυνῶν εἰωθότων ἐν μακέλλῳ λεῖξαι τὸ αἷμα, ἡνίκα κωλυθείη τῆς ὕλης τοῦ ἔθους αὐτῶν, ἵστανται πρὸ τῶν θυρῶν ὑλακτοῦντα, ἕως ἂν διασκεδασθῇ ἡ δύναμις τῆς προτέρας αὐτῶν συνηθείας;
Ὅτε ἄρξεται ἡ ἀμέλεια κλοπιμαίῳ τρόπῳ εἰσελθεῖν ἐν τῇ ψυχῇ σου καὶ εἰς τὰ ὀπίσω στρέφεται ἑαυτῆς ἐν σκοτώσει καὶ ἐπλησίασεν ὁ οἶκος πληρωθῆναι σκοτώσεως, ταῦτα τὰ τεκμήρια πλησιάζουσιν· αἰσθάνῃ ἐν ἑαυτῷ κρυπτῶς, ὅτι ἐν τῇ πίστει σου ἀσθενεῖς καὶ ἐν τοῖς ὁρατοῖς πλεονεκτεῖς καὶ ἡ πεποίθησίς σου μειοῦται καὶ ἐν τῷ πλησίον σου ζημιοῦσαι καὶ ὅλη ἡ ψυχή σου πληροῦται μέμψεως ἐν στόματι καὶ καρδίᾳ κατὰ παντὸς ἀνθρώπου καὶ πράγματος καὶ ἐν οἷς πράγμασιν ἀπαντᾷς ἔν τε λογισμοῖς καὶ αἰσθήσεσι καὶ κατ’ αὐτοῦ τοῦ Ὑψηλοῦ καὶ πτοῇ ἐκ τῆς βλάβης τοῦ σώματος, δι’ ἧς ἡ μικροψυχία κατακυριεύσει σου ἐν πάσῃ ὥρᾳ, καὶ κατὰ καιρὸν καὶ καιρὸν κινεῖται ἡ ψυχή σου ἐν τῷ φόβῳ, ὡς καὶ ἀπὸ τῆς σκιᾶς σου δειλιᾶν καὶ κατεπείγεσθαι. Τὴν πίστιν γάρ, οὐχὶ τὴν ὡς θεμέλιον τῆς ὁμολογίας τῶν πάντων λέγομεν, ἀλλὰ τὴν δύναμιν ἐκείνην τὴν νοητήν, τὴν ἐν τῷ φωτὶ τῆς διανοίας στηρίζουσαν τὴν καρδίαν καὶ ἐν τῇ μαρτυρίᾳ τῆς συνειδήσεως κινοῦσαν ἐν τῇ ψυχῇ πολλὴν πεποίθησιν πρὸς τὸν Θεόν, ἵνα μὴ αὐτὴ φροντίζῃ ἑαυτῆς, ἀλλ’ ἐπὶ τὸν Θεὸν ἐπιρρίψῃ τὴν φροντίδα αὑτῆς ἀμερίμνως ἐν παντί, ἐκάλυψας ἐν τῇ ἀπιστίᾳ.
Ὅταν δὲ εἰς τὸ ἔμπροσθέν σου ἔλθῃς, ταῦτα τὰ φανερὰ σημεῖα ἐν τῇ ψυχῇ σου εὑρήσεις πλησίον. Ἐν τῇ ἐλπίδι κραταιοῦσαι ἐν πᾶσι καὶ ἐν τῇ εὐχῇ πλουτήσεις, καὶ οὐχ ὑστερῇ ὕλῃ κέρδους ποτὲ ἐν τῇ διανοίᾳ σου, ἐν οἷς ἀπαντᾷς ἅπασι, καὶ αἰσθάνῃ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης φύσεως καὶ ἐξ ἑνὸς τούτων ἐκ τῆς ὑπερηφανίας φυλάττεσαι, καὶ ἐν τῷ μέρει δὲ τῷ ἄλλῳ τὰ ἐλαττώματα καταφρονοῦντα τοῦ πλησίον ἐν τοῖς ὀφθαλμοῖς σου. Καὶ γίγνῃ ἐν ἐπιθυμίᾳ τοῦ ἐξελθεῖν ἐκ τοῦ σώματος ἐν τῇ ἐφέσει, ἐν ᾗ μέλλομεν ἔσεσθαι ἐν τῷ μέλλοντι.
Καὶ πάντα τὰ συμβαίνοντα ἡμῖν θλιβερά, τὰ συναντῶντά σοι φανερῶς καὶ κρυπτῶς, εὑρίσκεις ἐν δικαιοσύνῃ. Τὰ πάντα ἐγγύς σου ἐν πάσῃ ἀκριβείᾳ, τῇ ἀπεχούσῃ ἀπὸ τῆς οἰήσεως. Καὶ ὑπὲρ πάντων ἐξομολόγησιν ἀποδώσεις καὶ εὐχαριστίαν. Ταῦτα τὰ σημεῖα τῶν νηφόντων καὶ παραφυλαττομένων καὶ ἐν τῇ ἡσυχίᾳ διαμενόντων καὶ τὴν ἀκρίβειαν τῆς πολιτείας ἐπιθυμούντων φθάσαι.
Οἱ χαῦνοι δὲ οὐ χρήζουσι τούτων τῶν τεκμηρίων τῶν λεπτῶν τῶν ἐνέδρων τῶν πτώσεων, διὰ τὸ ἀπέχειν αὐτοὺς ἀπὸ τῶν κρυπτῶν ἀρετῶν. Ὅτε μία ἐκ τούτων παρακύψαι ἄρξεται ἐν τῇ ψυχῇ σου, νόησον αὐτῇ τῇ ὥρᾳ ἐν ποίῳ μέρει ἤρξω ἐκκλίνειν. Εὐθὺς γὰρ γινώσκεις ποίας συνοδίας ἐστίν.
Ὁ Θεὸς δῴη ἡμῖν γνῶσιν ἀληθῆ. Ἀμήν.
ΛΟΓΟΣ ΙΓʹ ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΩΦΕΛΙΜΟΣ ΤΟΙΣ ΗΣΥΧΑΣΤΑΙΣ Η ΑΡΓΙΑ ΤΩΝ ΦΡΟΝΤΙΔΩΝ ΚΑΙ ΕΠΙΖΗΜΙΟΣ Η ΕΙΣΟΔΟΣ ΚΑΙ Η ΕΞΟΔΟΣ Ἄνθρωπος πολυμέριμνος, πρᾷος καὶ ἡσύχιος γενέσθαι οὐ δύναται. Διότι αἱ ἀναγκαῖαι αἰτίαι τῶν πραγμάτων, ἐν αἷς ταλαιπωρεῖ, ἀναγκάζουσιν αὐτὸν κινεῖσθαι ἐν αὐταῖς καὶ ἀσχολεῖσθαι εἰς αὐτὰ ἄκοντα καὶ μὴ βουλόμενον, καὶ διασκορπίζουσι τὴν γαλήνην αὐτοῦ καὶ ἡσυχίαν. Δεῖ οὖν τὸν μοναχὸν κατέναντι τοῦ προσώπου τοῦ Θεοῦ στῆσαι ἑαυτὸν καὶ ἀεὶ πρὸς αὐτὸν τὸ ὄμμα αὑτοῦ τεῖναι ἀμετατρεπτί, εἰ ἀληθῶς βούλεται φρουρῆσαι τὸν νοῦν αὑτοῦ καὶ τὰς μικρὰς κινήσεις τὰς ἑρπούσας ἐν αὐτῷ καθαρίσαι καὶ μεταβαλεῖν, καὶ μαθεῖν μετὰ γαλήνης διαλογισμῶν διακρίναι τὰ εἰσερχόμενα καὶ ἐξερχόμενα· αἱ γὰρ πολλαὶ ἀσχολίαι τῶν μοναχῶν τεκμήριόν εἰσι τῆς χαυνότητος αὐτῶν πρὸς ἑτοιμότητα τῆς γεωργίας τῶν ἐντολῶν τοῦ Χριστοῦ καὶ ἐκφαίνουσιν αὐτῶν τὰ ἐλαττώματα πρὸς τὰ θεῖα.
Χωρὶς ἀμεριμνίας φῶς ἐν τῇ ψυχῇ σου μὴ ζητήσῃς μήτε γαλήνην καὶ ἡσυχίαν ἐν τῇ χαυνότητι τῶν αἰσθήσεών σου· καὶ ὅπου ἀσχολίαι πραγμάτων, μὴ πληθύνῃς τὰς ἀσχολίας σου, καὶ οὐ μὴ εὕρῃς ῥεμβασμὸν ἐν τῷ νῷ σου ἢ ἐν τῇ εὐχῇ σου. Ἄνευ γὰρ ἀδιαλείπτου προσευχῆς προσεγγίσαι τῷ Θεῷ οὐ δύνασαι. Τὸ δὲ μετὰ τὸν κόπον τῆς προσευχῆς ἑτέραν μέριμναν ἐμποιῆσαι τῷ νῷ, σκορπισμὸν τῇ διανοίᾳ ἀπεργάζεται.
Τὰ δάκρυα καὶ ὁ ῥαπισμὸς τῆς κεφαλῆς ἐν τῇ προσευχῇ καὶ τὸ κυλινδεῖσθαι μετὰ θερμότητος, ἐξυπνίζουσι τὴν θέρμην τῆς γλυκύτητος αὐτῶν ἔνδοθεν τῆς καρδίας, καὶ μετὰ ἐπαινουμένης ἐκστάσεως πετᾶται ἡ καρδία πρὸς τὸν Θεὸν καὶ βοᾷ, «ἐδίψησεν ἡ ψυχή μου πρὸς σὲ τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου, Κύριε;» Ὁ ἐκ τοῦ οἴνου τούτου πιὼν καὶ μετὰ ταῦτα στερηθεὶς αὐτοῦ, αὐτὸς μόνος οἶδεν ἐν ποίᾳ ταλαιπωρίᾳ κατελείφθη καὶ τί ἀφῃρέθη ἀπ’ αὐτοῦ χάριν τῆς χαυνότητος αὐτοῦ.
Ὦ τί κακὴ ἡ θέα καὶ ἡ ὁμιλία τοῖς ἐν ἡσυχίᾳ διάγουσιν! Ἐν ἀληθείᾳ, ὦ ἀδελφοί, πλέον τῶν λελυμένων τῆς ἡσυχίας. Ὅτι καθάπερ ἡ σφοδρότης τοῦ κρυστάλλου ἐξαίφνης ἐπιπεσοῦσα τοῖς ἀκροδρύοις τῶν φυτῶν ξηραίνει αὐτὰ καὶ ἀφανίζει, οὕτω καὶ αἱ συντυχίαι τῶν ἀνθρώπων, κᾂν μικραὶ παντελῶς ὦσι καί, ὡς τὸ δοκοῦν, πρὸς τὸ ἀγαθὸν ἐξενηνεγμέναι, ξηραίνουσι τὰ ἄνθη τῶν ἀρετῶν τὰ νεωστὶ ἀνθήσαντα ἐκ τῆς συγκράσεως τῆς ἡσυχίας καὶ κυκλοῦντα μετὰ ἁπλότητος καὶ τρυφερότητος τῷ φυτῷ τῆς ψυχῆς, τῷ φυτευθέντι ἐπὶ τὰς διεξόδους τῶν ὑδάτων τῆς μετανοίας. Καὶ ὥσπερ ἡ σφοδρότης τῆς πάχνης, καταλαμβάνουσα τὰ νεωστὶ φυόμενα, κατακαίει αὐτά, οὕτω καὶ ἡ συντυχία τῶν ἀνθρώπων τὴν ῥίζαν τοῦ νοῦ, τὴν ἀρξαμένην χλοηφορεῖν τὴν τῶν ἀρετῶν χλόην. Καὶ εἰ ἡ ὁμιλία τῶν κατά τι μὲν ἐγκρατευομένων κατά τι δὲ ἐλαττώματα μικρὰ ἐχόντων βλάπτειν εἴωθε τὴν ψυχήν, πόσῳ μᾶλλον ἡ λαλιὰ καὶ ἡ θέα τῶν ἰδιωτῶν καὶ μωρῶν, ἵνα μὴ εἴπω τῶν κοσμικῶν.
Ὥσπερ γὰρ εὐγενὴς ἄνθρωπος καὶ ἔντιμος, ὅταν μεθυσθῇ ἐπιλανθάνεται τῆς ἰδίας εὐγενείας καὶ ἀτιμάζεται αὐτοῦ ἡ κατάστασις καὶ καταγελᾶται αὐτοῦ τὸ τίμιον ἐκ τῶν ἀλλοτρίων λογισμῶν, τῶν ἐπεισελθόντων αὐτῷ ἐκ τῆς δυνάμεως τοῦ οἴνου, οὕτω καὶ ἡ σωφροσύνη τῆς ψυχῆς θολοῦται ὑπὸ τῆς θέας καὶ τῆς ὁμιλίας τῶν ἀνθρώπων καὶ ἐπιλανθάνεται τοῦ τρόπου τῆς παραφυλακῆς αὐτῆς καὶ ἀπαλείφεται ἀπὸ τῆς διανοίας αὐτῆς ὁ σκοπὸς τοῦ θελήματος αὐτῆς καὶ ἐκριζοῦται ἀπ’ αὐτῆς πᾶσα βάσις καταστάσεως ἐπαινουμένης.
Εἰ οὖν ἡ συντυχία καὶ ὁ πλατυσμός, αἱ ἐν τῷ μετεωρισμῷ ἐπισυμβαίνουσαι τῷ ὄντι ἐν ἡσυχίᾳ, ἢ καὶ ἡ πλησίασις τούτων, ὥστε ἰδεῖν ἢ ἀκοῦσαι, ἐπαρκοῦσι μόνον τούτῳ, τὰ εἰσερχόμενα διὰ τῶν πυλῶν τῆς ὄψεως καὶ τῆς ἀκοῆς τὰ ἐπεισιόντα πρὸς ψυχρότητα καὶ θόλωσιν τῆς διανοίας ἀπὸ τῶν θείων αὐτῷ ἐμποιῆσαι· καὶ εἰ ἡ μικρὰ ὥρα τοσαύτην ζημίαν δύναται τῷ ἐγκρατεῖ μοναχῷ ποιῆσαι, τί φήσομεν περὶ τῆς διηνεκοῦς ἀπαντήσεως καὶ τοῦ πολλοῦ ἐν τούτοις ἐγχρονισμοῦ; Ἡ γὰρ ἀναθυμίασις, ἡ ἐκ τῆς γαστρὸς ἀνιοῦσα, τὸν νοῦν οὐκ ἐᾷ δέξασθαι τὴν θείαν ἐπίγνωσιν, ἀλλὰ σκοτίζει αὐτόν, ὃν τρόπον ἡ ἐκ τῆς ὑγρότητος τῆς γῆς ἀνιοῦσα ὁμίχλη καὶ σκοτοῦσα τὸν ἀέρα.
Καὶ ἡ ὑπερηφανία δὲ οὐ κατανοεῖ, ὅτι ἐν τῇ σκοτίᾳ διαπορεύεται καὶ τὴν ἔννοιαν τῆς σοφίας οὐκ οἶδε. Πῶς γὰρ καὶ γνῶναι ἔχει ἡ ἐν τῷ σκοτασμῷ αὐτῆς ὑπάρχουσα; Διά τοι τοῦτο καὶ τῷ ἐσκοτισμένῳ λογισμῷ αὐτῆς ἐπαίρεται ὑπεράνω πάντων, οὖσα εὐτελεστέρα καὶ ἀσθενεστέρα, καὶ τὰς ὁδοὺς Κυρίου μὴ δυναμένη μαθεῖν. Ὁ δὲ Κύριος κρύπτει ἐξ αὐτῆς τὸ θέλημα αὑτοῦ, καθότι ἐν τῇ ὁδῷ τῶν ταπεινῶν οὐκ ἠβουλήθη πορεύεσθαι.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΙΔʹ ΠΕΡΙ ΤΗΣ ΕΝΑΛΛΑΓΗΣ ΚΑΙ ΤΡΟΠΗΣ ΤΗΣ ΓΙΝΟΜΕΝΗΣ ΤΟΙΣ ΟΔΕΥΟΥΣΙΝ ΕΝ ΤΗι ΟΔΩι ΤΗΣ ΗΣΥΧΙΑΣ ΤΗι ΥΠΟ ΤΟΥ ΘΕΟΥ ΤΕΤΑΓΜΕΝΗι Ὁ συνελθὼν τῷ νῷ αὑτοῦ ἐν τῇ ἡσυχίᾳ πολιτεύεσθαι, ῥυθμιζέτω ἑαυτὸν καὶ ἐν τῇ γεωργίᾳ καὶ τάξει τῆς ἡσυχίας διεξαγαγέτω τὸ ἐπίλοιπον τῶν ἡμερῶν αὑτοῦ.
Ὅταν συμβῇ σοι, ὡς ἔστι σύνηθες τῇ τάξει τῆς ἡσυχίας τῇ ὡρισμένῃ ὑπὸ τῆς θείας χάριτος, ἔνδοθεν συγκεχύσθαι τῷ σκότει τὴν ψυχήν, καὶ ὥσπερ τὰς ἡλιακὰς ἀκτῖνας τὰς καλυπτομένας ἀπὸ τῆς γῆς ἐκ τῆς ἀχλύος τῶν νεφελῶν, πρὸς ὀλίγον χρόνον στερηθῆναι τῆς πνευματικῆς παρακλήσεως καὶ τοῦ φωτὸς τῆς χάριτος, διὰ τὸ ἐπισκιάζον νέφος τῶν παθῶν, καὶ συσταλῆναι ἀπὸ σοῦ μικρὸν τὴν χαροποιὸν δύναμιν καὶ ἐπισκιάσαι τῷ νῷ ἀσυνήθη ἀχλύν, μὴ ταραχθῇς τῇ διανοίᾳ καὶ χεῖρα προτείνῃς τῇ ἀγνοίᾳ τῆς ψυχῆς, ἀλλ’ ὑπόμεινον καὶ ἀνάγνωθι εἰς τὰς βίβλους τῶν διδασκάλων, καὶ βίασαι σαυτὸν ἐν τῇ εὐχῇ καὶ ἐκδέχου τὴν βοήθειαν.
Ὥσπερ γὰρ ἀποκαλύπτεται τὸ πρόσωπον τῆς γῆς ταῖς ἀκτίσι τοῦ ἡλίου ἐκ τῆς κατασχούσης σκοτίας τοῦ ἀέρος, οὕτω δύναται καὶ ἡ εὐχὴ λύσαι καὶ διασκεδάσαι ἐκ τῆς ψυχῆς τὰ νέφη τῶν παθῶν καὶ διαυγάσαι τὸν νοῦν τῷ φωτὶ τῆς εὐφροσύνης καὶ τῆς παρακλήσεως· ὅπερ τίκτειν εἴωθεν ἐν τοῖς ἐνθυμήμασιν ἡμῶν, καὶ μάλιστα ὅταν σχῇ ὕλην ἐκ τῶν θείων Γραφῶν καὶ ἐγρήγορσιν στίλβουσαν τὸν νοῦν. Ἡ γὰρ διηνεκὴς μελέτη ἐν ταῖς γραφαῖς τῶν ἁγίων θαύματος ἀκαταλήπτου καὶ θείας εὐφροσύνης τὴν ψυχὴν ἐμπίπλησι.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας.
ΛΟΓΟΣ ΙΕʹ ΠΕΡΙ ΤΩΝ ΗΣΥΧΑΖΟΝΤΩΝ ΠΟΤΕ ΑΡΧΟΝΤΑΙ ΝΟΕΙΝ, ΠΟΥ ΕΦΘΑΣΑΝ ΕΝ ΤΟΙΣ ΕΡΓΟΙΣ ΑΥΤΩΝ ΕΝ ΤΗι ΑΠΕΡΑΝΤΩι ΘΑΛΑΣΣΗι, ΗΤΟΙ ΤΗι ΔΙΑΓΩΓΗι ΤΗΣ ΗΣΥΧΙΑΣ, ΚΑΙ ΠΟΤΕ ΔΥΝΑΝΤΑΙ ΕΛΠΙΣΑΙ ΜΙΚΡΟΝ, ΟΤΙ ΗΡΞΑΝΤΟ ΔΙΔΟΝΑΙ ΑΥΤΟΙΣ ΟΙ ΚΟΠΟΙ ΑΥΤΩΝ ΚΑΡΠΟΥΣ Λέγω σοι πρᾶγμα, καὶ μὴ διστάσῃς τούτου, μηδὲ τοῖς λοιποῖς μου λόγοις καταφρονήσῃς, ὡς ἐλαχίστου, διότι ἀληθεῖς οἱ παραδεδωκότες μοί εἰσιν. Ὅτι ἀλήθειαν λέγω σοι καὶ ἐν τούτοις τοῖς λόγοις μου καὶ ἐν ἅπασιν. Ἐὰν κρεμάσῃς σαυτὸν ἀπὸ τῶν βλεφάρων τῶν ὀφθαλμῶν σου, ἕως ἂν φθάσῃς τὰ δάκρυα, μὴ νομίσῃς, ὅτι ἔφθασάς τι ἐν τῇ διαγωγῇ τῆς πολιτείας σου. Μέχρι γὰρ τῆς ἄρτι τῷ κόσμῳ ὑπηρετοῦσι τὰ κρυπτά σου, τουτέστιν ἐν τῇ διαγωγῇ τῶν κοσμικῶν ἵστασαι καὶ διὰ τοῦ ἔξω ἀνθρώπου ἐργάζῃ τὸ ἔργον τοῦ Θεοῦ, ὁ δὲ ἔσω ἄνθρωπος ἀκμὴν ἄκαρπός ἐστιν· ὁ γὰρ καρπὸς αὐτοῦ ἐκ τῶν δακρύων ἄρχεται. Ὅταν γὰρ εἰς τὴν χώραν αὐτῶν φθάσῃς, τότε γίνωσκε, ὅτι ἐξῆλθεν ἡ διάνοιά σου ἐκ τῆς φυλακῆς τοῦ κόσμου τούτου καὶ τέθεικε τὸν πόδα αὑτῆς εἰς τὴν πορείαν τοῦ καινοῦ αἰῶνος καὶ ἤρξατο ὀσφραίνεσθαι τοῦ καινοῦ ἀέρος ἐκείνου τοῦ θαυμαστοῦ.
Καὶ τότε ἄρχεται καταφέρειν τὰ δάκρυα. Ἤγγικε γὰρ ἡ κύησις τοῦ πνευματικοῦ νηπίου, διότι ἡ χάρις, ἡ κοινὴ πάντων μήτηρ, κατεπείγεται τεκεῖν τῇ ψυχῇ θεῖον τύπον μυστικῶς πρὸς τὸ φῶς τοῦ μέλλοντος αἰῶνος. Ὅταν δὲ φθάσῃ ὁ καιρὸς τοῦ τοκετοῦ, τηνικαῦτα ὁ νοῦς ἄρχεται κινεῖσθαι ἐν ἐνίοις τῶν ἐκεῖσε, ὥσπερ ἡ ἀναπνοή, ἣν ἀνιμᾶται τὸ βρέφος ἔσωθεν τῶν μελῶν, ἐν οἷς διατρέφεσθαι πέφυκε. Καὶ διὰ τὸ μὴ ὑπομένειν ὅπερ οὐκ ἔστιν αὐτῷ σύνηθες, ἐξαίφνης ἄρχεται κινεῖν τὸ σῶμα εἰς κλαυθμόν, μεμιγμένον τῇ τοῦ μέλιτος γλυκύτητι. Καὶ καθ’ ὅσον τρέφεται τὸ ἔνδοθεν βρέφος, κατὰ τοσοῦτον καὶ ἡ προσθήκη τῶν δακρύων γίνεται. Καὶ αὕτη ἡ τάξις τῶν δακρύων, ἣν ἔφην, οὐκ ἔστιν ἐκείνη, ἡ ἐκ διαλειμμάτων ἐπισυμβαίνουσα τοῖς ἡσυχάζουσι· διότι αὕτη ἡ παράκλησις ἡ γινομένη ἀπὸ καιροῦ εἰς καιρόν, παντί ἐστι γινομένῳ ἐν ἡσυχίᾳ μετὰ Θεοῦ, καὶ ποτὲ μὲν ὄντι ἐν τῇ θεωρίᾳ τῆς διανοίας, ποτὲ δὲ ἐν τοῖς λόγοις τῶν Γραφῶν, ποτὲ δὲ ἐν τῇ ὁμιλίᾳ τῆς δεήσεως. Ἀλλὰ περὶ ταύτης λέγω, τῆς οὔσης τῷ ἀδιαλείπτως δακρύοντι νυκτὸς καὶ ἡμέρας.
Ὅστις δὲ ἐν ἀληθείᾳ καὶ ἀκριβείᾳ εὗρε τὴν ἀλήθειαν τῶν τρόπων τούτων, ἐν τῇ ἡσυχίᾳ ταύτην εὗρε. Γίνονται γὰρ οἱ ὀφθαλμοὶ αὐτοῦ δίκην πηγῆς ὕδατος μέχρι διετοῦς χρόνου ἢ καὶ πλείω. Μετὰ δὲ ταῦτα εἰσέρχεται εἰς τὴν εἰρήνην τῶν λογισμῶν, ἀπὸ δὲ τῆς εἰρήνης τῶν λογισμῶν εἰσέρχεται εἰς ἐκείνην τὴν κατάπαυσιν, περὶ ἧς εἶπεν ὁ ἅγιος Παῦλος, καθὼς χωρεῖ ἡ φύσις μερικῶς, ἀπὸ δὲ τῆς εἰρηνικῆς καταπαύσεως ἄρχεται ὁ νοῦς θεωρεῖν τὰ μυστήρια. Καὶ τότε τὸ ἅγιον Πνεῦμα ἄρχεται ἀποκαλύπτειν αὐτῷ τὰ οὐράνια, καὶ ὁ Θεὸς οἰκεῖ ἐν αὐτῷ, καὶ τὸν καρπὸν τοῦ Πνεύματος διεγείρει ἐν αὑτῷ. Καὶ ἐκ τούτου αἰσθάνεται τῆς ἀλλοιώσεως τῆς μελλούσης ὑποδέξασθαι τὴν φύσιν τὴν ἐσωτέραν ἐν τῇ ἀνακαινίσει τῶν ὅλων, ἀμυδρῶς πως καὶ ὡς ἐν αἰνίγματι.
Ταῦτα ἔγραψα πρὸς ἀνάμνησιν ἐμὴν καὶ παντὸς ἐντυγχάνοντος τῷδε τῷ συγγράμματι, καθὼς κατείληφα ἀπό τε τῆς θεωρίας τῶν Γραφῶν καὶ τῶν ἀληθινῶν στομάτων, καὶ μικρὸν ἀπ’ αὐτῆς τῆς πείρας, ἵνα μοι γένηται βοήθεια, διὰ τῶν προσευχῶν τῶν ὠφελουμένων ἐξ αὐτῶν. Διότι οὐκ ὀλίγον μόχθον κατεβαλόμην εἰς αὐτά.
Ἄκουε δὲ πάλιν καὶ ὃ μέλλω σοι λέγειν νῦν, ὃ μεμάθηκα παρὰ ἀψευδοῦς στόματος. Ὅταν εἰσέλθῃς εἰς τὴν χώραν τῆς εἰρήνης τῶν λογισμῶν, τότε τὸ πλῆθος τῶν δακρύων ἀφαιρεῖται ἀπὸ σοῦ, καὶ μετὰ ταῦτα ἔρχονταί σοι τὰ δάκρυα ἐν μέτρῳ καὶ καιρῶ τῷ προσήκοντι.
Αὕτη ἐστὶν ἐν ἀληθείᾳ ἡ ἀκρίβεια, ὡς ἐν συντόμῳ εἰπεῖν καὶ παρὰ πάσης τῆς Ἐκκλησίας πιστεύεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.