Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Σχέση γνώσης και πίστης

Θεολογική ανάλυση της υπεροχής της πίστης έναντι των διερευνητικών μεθόδων της γνώσης και η λειτουργία τους στους αόρατους πολέμους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 1 από 13

ΛΟΓΟΙ ΞΒʹ. ΞΓʹ. ΞΔʹ. ΞΕʹ. ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΤΗΣ ΓΝΩΣΕΩΣ ΤΡΟΠΩΝ ΚΑΙ ΤΗΣ ΔΙΑΦΟΡΑΣ ΤΗΣ ΕΡΓΑΣΙΑΣ ΑΥΤΩΝ ΚΑΙ ΤΩΝ ΝΟΗΜΑΤΩΝ ΑΥΤΩΝ. ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΠΙΣΤΕΩΣ ΤΗΣ ΨΥΧΗΣ ΚΑΙ ΤΟΥ ΠΛΟΥΤΟΥ ΤΟΥ ΜΥΣΤΙΚΟΥ, ΤΟΥ ΕΓΚΕΚΡΥΜΜΕΝΟΥ ΑΥΤΗ ΚΑΙ ΠΟΣΟΝ ΔΙΑΦΕΡΕΙ Η ΓΝΩΣΙΣ ΤΟΥ ΚΟΣΜΟΥ ΤΟΥΤΟΥ ΕΝ ΤΟΙΣ ΤΡΟΠΟΙΣ ΑΥΤΗΣ ΤΗΣ ΑΠΛΟΤΗΤΟΣ ΤΗΣ ΠΙΣΤΕΩΣ Ἡ ψυχὴ ἡ ἐν ταῖς τρίβοις τῆς πολιτείας καὶ ἐν τῇ ὁδῷ τῆς πίστεως διαπορευομένη καὶ ταύτην πολλάκις κατορθώσασα, ἐὰν στραφῇ πάλιν εἰς τοὺς τρόπους τῆς γνώσεως, εὐθέως χωλαίνει ἐκ τῆς πίστεως καὶ στερεῖται ἐξ αὐτῆς ἡ νοερὰ δύναμις αὐτῆς, ἡ ἐκ τῶν ἐναλλαγμάτων τῶν ἀντιλήψεων φανερουμένη ἐν τῇ καθαρᾷ ψυχῇ καὶ ἀνεξετάστως ἐν αὐτῇ ἀναστρεφομένη ἐν ἁπλότητι ἐν πᾶσι τοῖς ἑαυτῆς.

Ψυχὴ γὰρ ἡ ἅπαξ παραθεμένη ἑαυτὴν τῷ Θεῷ ἐν πίστει καὶ ἐν πολλῇ πείρᾳ δεξαμένη τὴν γεῦσιν τῆς συνεργίας αὐτοῦ, πάλιν ἑαυτῆς οὐ φροντίζει, ἀλλὰ τῇ ἐκπλήξει καὶ τῇ σιωπῇ φιμοῦται, καὶ στραφῆναι πάλιν εἰς τοὺς τρόπους τῆς γνώσεως αὐτῆς καὶ ἀναστρέφεσθαι ἐν αὐτοῖς οὐκ ἔχει ἐξουσίαν. μήπως ἐν τῇ ἐναντιώσει αὐτῶν στερηθῇ τῆς προνοίας τοῦ Θεοῦ, τῆς κρυπτῶς ἐπισκεπτομένης αὐτὴν ἀπαύστως καὶ ἐπιμελουμένης αὐτῆς καὶ ἀδιαλείπτως ἐξακολουθούσης αὐτῇ ἐν παντὶ τρόπῳ. Διότι ἐμωράνθη, ὑπονοήσασα ἑαυτὴν ἱκανὴν οὖσαν προνοήσασθαι ἑαυτῆς ἐν τῇ δυνάμει τῆς γνώσεως αὐτῆς.

Ἐν οἷς γὰρ τὸ φῶς τῆς πίστεως ἀνατέλλει, οὐκ ἔστι πάλιν ἀναισχυντοῦσιν ὑπὲρ ἑαυτῶν εὔξασθαι, οὐδὲ ἐξαιτήσασθαι παρὰ τοῦ Θεοῦ, δὸς ἡμῖν τόδε ἢ λάβε ἐξ ἡμῶν τόδε, οὐδὲ φροντίζουσιν ἑαυτῶν κατὰ πάντα τρόπον. Διότι ἐν τοῖς νοεροῖς ὀφθαλμοῖς τῆς πίστεως ἐν πάσῃ ὥρᾳ θεωροῦσι τὴν πρόνοιαν τὴν πατρικήν, ἐπισκιάζουσαν αὐτοῖς ἐξ ἐκείνου τοῦ Πατρὸς τοῦ ἀληθινοῦ, τοῦ ὑπερέχοντος ἐν τῇ ἑαυτοῦ πολλῇ ἀγάπῃ τῇ ἀμέτρῳ πᾶσαν πατρικὴν ἀγάπησιν, τοῦ δυναμένου καὶ ἰσχύοντος παρὰ πάντας συνεργῆσαι ἡμῖν ὑπερεκπερισσοῦ, ὑπὲρ ὃ αἰτούμεθα καὶ ἐνθυμούμεθα καὶ νοοῦμεν.

Ἡ γνῶσις γὰρ ἐναντία τῇ πίστει ἐστίν, ἡ δὲ πίστις, λύσις ἐν πᾶσι τοῖς ἑαυτοῖς τῶν νόμων τῆς γνώσεως, οὐχὶ τῆς πνευματικῆς δὲ λέγομεν. Οὗτος γάρ ἐστιν ὁ ὁρισμὸς τῆς γνώσεως, ὅτι ἐκτὸς ἐξετάσεως καὶ ἐρεύνης ποιῆσαί τι πρᾶγμα οὐκ ἐξουσιάζει, ἀλλ’ ἐξετάζει εἰ δυνατὸν γενέσθαι ὅπερ ἐνθυμεῖται καὶ θέλει. Ἡ δὲ πίστις τί; Ὅτε τις προσεγγίσει ἐν αὐτῇ οὐκ ὀρθῶς, ἐν αὐτῷ παραμεῖναι οὐ πείθεται.

Ἡ γνῶσις χωρὶς ἐξετάσεως καὶ τρόπων ἀναστροφῆς οὐδὲ γνωσθῆναι δύναται, καὶ τοῦτό ἐστι τὸ σημεῖον τοῦ δισταγμοῦ περὶ τῆς ἀληθείας. Ἡ πίστις δὲ φρόνημα ἓν καθαρὸν καὶ ἁπλοῦν ἐπιζητεῖ τὸ ἀπέχον ἀπὸ πάσης πανουργίας καὶ τοῦ ζητῆσαι τρόπους. Βλέπε πῶς ἐναντιοῦνται ἀλλήλαις· ὁ οἶκος τῆς πίστεως ἔννοια νηπιώδης ἐστὶ καὶ καρδία ἁπλῆ· «ἐν ἁπλότητι», γάρ φησι, «καρδίας αὐτῶν ἐδόξαζον τὸν Θεόν», καὶ «ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ἡ γνῶσις δὲ τοῖς δυσὶ τούτοις ἐπίβουλός ἐστι καὶ ἐναντία.

Ἡ γνῶσις ὅρος τῆς φύσεώς ἐστι, φυλάττουσα αὐτὴν ἐν πάσαις ταῖς τρίβοις αὐτῆς, ἡ δὲ πίστις ὑπὲρ τὴν φύσιν ἐνεργεῖ τὴν ἑαυτῆς ὁδοιπορίαν. Ἡ γνῶσις πᾶν πρᾶγμα καταλύον τὴν φύσιν οὐ πειρᾶται πρὸς ἑαυτὴν ἐᾶσαι, ἀλλὰ μακρύνεται ἐξ αὐτοῦ, ἡ δὲ πίστις εὐχερῶς ἐπιτρέπει καὶ λέγει· «ἐπὶ ἀσπίδα», φησί, «καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα».

Τῇ γνώσει φόβος ἐξακολουθεῖ, τῇ δὲ πίστει ἐλπίς· ὅσον γάρ τις ἐν τοῖς τῆς γνώσεως τρόποις διαπορεύεται, τοσοῦτον ὑπὸ τοῦ φόβου δεσμεύεται καὶ τῆς ἐλευθερίας τούτου ἀξιωθῆναι οὐ δύναται. Ὁ δὲ τῇ πίστει ἐξακολουθῶν, εὐθέως ἐλεύθερος καὶ αὐτεξούσιος καὶ ὡς υἱὸς τοῦ Θεοῦ ἐν πᾶσι τοῖς πράγμασιν ἐν ἐλευθερίᾳ χρῆται ἐξουσιαστικῶς. Ἄνθρωπος εὑρὼν τὰς κλεῖς τῆς πίστεως ὡς ὁ Θεὸς χρῆται ταῖς φύσεσι πάσαις τῆς κτίσεως. Τῇ πίστει γάρ ἐστιν ἡ ἐξουσία κτίσιν δημιουργῆσαι καινὴν κατὰ τὴν τοῦ Θεοῦ ὁμοιότητα, «ἠθέλησας», φησί, «καὶ τὰ πάντα παρέστη ἐνώπιόν σου», καὶ πολλάκις ἐξ οὐκ ὄντων τὰ πάντα δύναται ποιῆσαι, ἡ δὲ γνῶσις χωρὶς ὕλης ποιῆσαί τι οὐ δύναται. Ἡ γνῶσις τὸ μὴ δοθὲν τῇ φύσει οὐκ ἀναισχυντεῖ διαπράξασθαι. Καὶ πῶς; Διότι ἡ ῥυτὴ φύσις τοῦ ὕδατος οὐ δέχεται ἐπὶ νώτων αὑτῆς τὰ ἴχνη τοῦ σώματος, καὶ ὁ προσεγγίζων τῷ πυρὶ ἑαυτὸν κατακαίει, καὶ ἐὰν ἀπαναιδεύηται κατὰ τούτων, κίνδυνος αὐτῷ ἐπακολουθεῖ.

Ἐκ τούτων ἡ γνῶσις ἐν φυλακῇ παραφυλάττεται καὶ διαβῆναι τὸν ὅρον τούτων παντελῶς οὐ πείθεται, ἡ δὲ πίστις ἐν ἐξουσίᾳ διαβαίνει ταῦτα καὶ λέγει ὅτι, «ἐὰν διαβαίνῃς διὰ πυρὸς οὐ κατακαύσει σε, καὶ ποταμοὶ οὐ κατακλύσουσί σε». Καὶ ταῦτα πολλάκις ἡ πίστις ἐνώπιον ἐνήργησε πάσης τῆς κτίσεως.

Καὶ εἰ ἐδόθη τῇ γνώσει τόπος ἐκεῖσε, πειρασθῆναι ἐν τούτοις, παντελῶς οὐκ εἶχε πεισθῆναι. Διὰ πίστεως γὰρ πολλοὶ εἰς τὴν φλόγα εἰσῆλθον καὶ τὴν δύναμιν τὴν καυστικὴν τοῦ πυρὸς ἐχαλίνωσαν καὶ ἀβλαβῶς ἐν μέσῳ αὐτῆς διέβαινον καὶ ἐπὶ νώτων τῆς θαλάσσης ὡς ἐπὶ ξηρᾶς ἐβάδισαν. Καὶ ταῦτα πάντα ὑπὲρ τὴν φύσιν εἰσὶ καὶ ἐναντία τοῖς τρόποις τῆς γνώσεως καὶ ἀπέδειξαν αὐτὴν ματαίαν ἐν πᾶσι τοῖς τρόποις αὐτῆς καὶ τοῖς νόμοις αὐτῆς.

Εἶδες τὴν γνῶσιν πῶς φυλάττει τοὺς ὅρους τῆς φύσεως; εἶδες τὴν πίστιν πῶς ὑπεράνω τῆς φύσεως διαβαίνει καὶ ποιεῖ τὴν τρίβον τῆς ὁδοιπορίας; Πεντακισχιλίους χρόνους, ἢ μικρὸν ἔλαττον ἢ ὑπὲρ τοῦτο, οἱ τρόποι τῆς γνώσεως τὸν κόσμον ἐκυβέρνων καὶ παντελῶς ἆραι τὴν κεφαλὴν αὑτοῦ ὁ ἄνθρωπος ἐκ τῆς γῆς καὶ αἰσθέσθαι τῆς ἰσχύος τοῦ κτίστου αὑτοῦ οὐκ ἠδυνήθη, ἕως οὗ ἡ πίστις ἡμῶν ἐπανέτειλε καὶ ἠλευθέρωσεν ἡμᾶς ἐκ τοῦ σκότους τῆς γηΐνης ἐργασίας καὶ ἐκ τῆς ὑποταγῆς τῆς μετὰ τὸν μετεωρισμὸν τὸν δωρεὰν γινόμενον. Καὶ νῦν δὲ πάλιν ὅτε εὕρομεν τὴν θάλασσαν τὴν ἀτάραχον καὶ τὸν θησαυρὸν τὸν ἀνέκλειπτον, πρὸς πηγὰς ταπεινὰς ἐπιποθοῦμεν ἐκκλῖναι.

Οὐκ ἔστι γνῶσις μὴ ἐν ἐνδείᾳ οὖσα, κἂν μεγάλως πλουτήσῃ, τοὺς δὲ τῆς πίστεως θησαυροὺς ὁ οὐρανὸς καὶ ἡ γῆ οὐ χωροῦσιν. Οὐχ ὑστερεῖταί ποτέ τινος ὁ τῇ ἐλπίδι τῆς πίστεως τῇ καρδίᾳ ἐρηρεισμένος καὶ ὅτε οὐδὲν ἔχει, τῇ πίστει πάντα κατέχει, ὡς γέγραπται, ὅτι «ὅσα αἰτεῖσθε ἐν προσευχῇ καὶ πίστει, λήψεσθε»· καὶ πάλιν, «ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνᾶτε».

Ἡ γνῶσις ἀεὶ τρόπους ζητεῖ πρὸς φυλακὴν τῶν κτωμένων αὐτήν, ἡ δὲ πίστις φησίν, «ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, καὶ διακενῆς ἐκοπίασεν ὁ οἰκοδομῶν». Οὐδέποτε ὁ ἐν πίστει προσευχόμενος ἐν τρόποις χρῆται καὶ ἀναστρέφεται. Ἡ γνῶσις γὰρ ἐν παντὶ τόπῳ τὸν φόβον ἐπαινεῖ, καθὼς εἶπεν ὁ σοφός· «ὁ φοβούμενος», φάσκων, «τῇ καρδίᾳ, μακάριος». Τί δὲ ἡ πίστις; «Ἐφοβήθη», φησί, «καὶ ἤρξατο καταποντίζεσθαι»· καὶ πάλιν, «οὐκ ἐλάβετε», φησί, «πνεῦμα δουλείας εἰς φόβον, ἀλλὰ πνεῦμα υἱοθεσίας, εἰς ἐλευθερίαν πίστεως καὶ ἐλπίδος τοῦ Θεοῦ»· καὶ πάλιν, «μὴ φείσῃ ἐξ αὐτῶν», μηδὲ φύγῃς ἀπὸ προσώπου αὐτῶν.

Πάντοτε ἀκολουθεῖ τῷ φόβῳ ὁ δισταγμὸς καὶ ὁ δισταγμὸς τῇ ἐξετάσει, καὶ ἡ ἐξέτασις τοῖς τρόποις καὶ οἱ τρόποι τῇ γνώσει καὶ ἐν τῇ ἐξερευνήσει καὶ ἐξετάσει ἀεὶ ὁ φόβος καὶ ὁ δισταγμὸς γνωρίζεται. Διότι οὐκ ἐν παντὶ καιρῷ εἰς πάντα κατορθοῖ ἡ γνῶσις, καθὼς ἐν πρώτοις ἀπεδείξαμεν. Πολλάκις γὰρ συναντῶσιν τῇ ψυχῇ συμβάσεις καὶ ἐπιφοραὶ δυσχερεῖς καὶ προφάσεις πολλαὶ πλήρεις κινδύνων, ἅπερ παντελῶς ἡ γνῶσις καὶ οἱ τρόποι τῆς σοφίας βοηθῆσαί τι ἐκεῖσε οὐ δύνανται. Πάλιν δὲ τοῖς δυσχερέσι τοῖς μὴ καταβαλλομένοις πάσῃ δυνάμει καὶ τῷ ὅρῳ τῆς ἀνθρωπίνης γνώσεως, ἡ πίστις οὐδέποτε νικᾶται ὑπό τινος αὐτῶν. Τί γὰρ ἐξαρκεῖ ἡ γνῶσις ἡ ἀνθρωπίνη βοηθῆσαι ἐν τοῖς φανεροῖς πολέμοις, ἢ πρὸς τὰς φύσεις τὰς ἀοράτους καὶ πρὸς τὰς ἐνσωμάτους δυνάμεις σὺν ἄλλοις πολλοῖς;

Εἶδες τὴν ἀσθένειαν τῆς δυνάμεως τῆς γνώσεως καὶ τὴν ἰσχὺν τῆς δυνάμεως τῆς πίστεως; Ἡ γνῶσις πᾶσι τοῖς ξένοις τῆς φύσεως κωλύει τοὺς μαθητὰς αὐτῆς προσπελάσαι. Ὅρα δὲ τὴν δύναμιν ἐνταῦθα τῆς πίστεως καὶ τί ἐπιτρέπει τοῖς αὐτῇ μαθητευομένοις. «Ἐν τῷ ὀνόματί μου», φησί, «δαιμόνια ἐκβαλεῖτε, ὄφεις ἀρεῖτε καί, ἐὰν τὸν ἰὸν πίητε, οὐ βλαβήσεσθε».

Ἡ γνῶσις πᾶσι τοῖς ἐν τῇ ὁδῷ ἑαυτῆς πορευομένοις ἐπιτρέπει κατὰ τοὺς νόμους αὐτῆς πρὸ τῆς ἀρχῆς ἐν πᾶσι τὸ τέλος ἐξετάσαι καὶ οὕτως ἄρξασθαι, μήπως δυσευρέτου τοῦ τέλους τοῦ πράγματος τῷ ὅρῳ τῆς ἀνθρωπίνης δυνάμεως εὑρεθέντος τὸν κόπον μάτην κοπιάσωσι, καὶ ἀδύνατον καὶ δυσχερὲς τοῦ γενέσθαι εὑρεθῇ τὸ πρᾶγμα. Ἡ δὲ πίστις τί λέγει; «πάντα δυνατὰ τῷ πιστεύοντι». Ἀδυνατεῖ γὰρ οὐδὲν τῷ Θεῷ.

Ὦ πλοῦτος ἄρρητος καὶ θάλασσα πλούτου ἐν κύμασιν αὑτῆς καὶ ἐν τοῖς ἑαυτῆς θησαυροῖς τοῖς θαυμαστοῖς τοῖς ὑπερεκχυνομένοις ἐκ τῆς δυνάμεως τῆς πίστεως. Πόσου θάρσους ἔμπλεως καὶ πόσης ἡδονῆς καὶ ἐλπίδος πλήρης ἡ ὁδοιπορία ἡ μετ’ αὐτῆς, καὶ τὰ φορτία αὐτῆς πόσον ἐλαφρά εἰσι καὶ ἡ ἐργασία αὐτῆς πόσην ἡδύτητα ἔχει!

Ἐρώτησις. Ὁ ἀξιωθεὶς γεύσασθαι τῆς ἡδύτητος τῆς πίστεως καὶ πάλιν στραφεὶς πρὸς τὴν γνῶσιν τῆς ψυχῆς, ἐν τίνι διαφέρει τὸ πρᾶγμα αὐτοῦ;

Ἀπόκρισις. Τῷ εὑρόντι μαργαρίτην πολύτιμον καὶ ἀλλάξαντι αὐτὸν εἰς ὀβολὸν χαλκοῦ, τῷ ἐάσαντι ἐλευθερίαν αὐτεξούσιον καὶ στραφέντι εἰς τοὺς τρόπους τῆς πτωχείας, πεπληρωμένους φόβου καὶ δουλείας. Οὐχὶ ψεκτή ἐστιν ἡ γνῶσις, ἀλλ’ ἡ πίστις ὑψηλοτέρα αὐτῆς ἐστι.

Καὶ ἐὰν ψέξωμεν, οὐχὶ τὴν γνῶσιν ψέγομεν, μὴ γένοιτο, ἀλλ’ ἢ τὸ διακρῖναι τοὺς τρόπους τοὺς παρηλλαγμένους, ἐν οἷς πορεύεται ἐξ ἐναντίας φύσεως, καὶ πῶς τοῖς τάγμασι τῶν δαιμόνων συγγενειάζει, ἅπερ μετὰ ταῦτα μέλλομεν διακρῖναι φανερῶς· καὶ πόσοι βαθμοί εἰσιν, ἐν αὐτοῖς ἡ γνῶσις, καί τις ἡ διαφορὰ ἡ γινομένη ἐν ἑκάστῳ αὐτῶν, καὶ ἐν ποίοις νοήμασιν ἐξυπνίζεται ἐν ἑκάστῳ τρόπῳ, ὅτε μείνῃ ἐν αὐτοῖς, καὶ ἐν τίνι τούτων τῶν τρόπων (ὅταν πορευθῇ ἐν αὐτοῖς) ἐναντιοῦνται τῇ πίστει καὶ ἐξέρχεται ἔξωθεν τῆς φύσεως, καὶ ποία ἐστὶν ἡ διαφορὰ ἡ ἐν αὐτῇ, καὶ ἐν ποίᾳ τάξει (ὅταν στρέψῃ τὸν σκοπὸν αὑτῆς τὸν πρῶτον) ἔρχεται εἰς τὴν φύσιν αὑτῆς καὶ καθιστᾷ τὸν βαθμὸν ἔμπροσθεν τῆς πίστεως ἐν ἀγαθῇ πολιτείᾳ, καὶ ἕως πότε ποιεῖ φθάσαι τὴν διαφορὰν τῆς τάξεως αὐτῆς, καὶ πῶς διαπερᾷ ἀπὸ τούτων εἰς τὰ ὑψηλότερα αὐτῶν, καὶ ποῖοί εἰσιν οἱ τρόποι τῆς τάξεως ἐκείνης τῆς ἄλλης, ἤγουν τῆς πρώτης, καὶ πότε συνάπτεται ἡ γνῶσις τῇ πίστει καὶ γίνεται μετ’ αὐτῆς μία καὶ ἐνδύεται ἐξ αὐτῆς νοήματα πύρινα καὶ ἐξάπτεται ἐν τῷ πνεύματι καὶ κτᾶται πτέρυγας ἀπαθείας καὶ ὑψοῦται ἐκ τῆς διακονίας τῶν γηΐνων ἐν τῷ χώρᾳ τοῦ δημιουργοῦ ἑαυτῆς, σὺν ἄλλοις τρόποις.

Ὅμως τέως ἁρμόζει ἡμᾶς εἰδέναι, ὅτι ἡ πίστις καὶ ἡ ἐργασία αὐτῆς ὑψηλοτέρα ἐστὶ τῆς γνώσεως. Καὶ αὐτὴ ἡ γνῶσις ἐν τῇ πίστει τελειοῦται καὶ κτᾶται δύναμιν ἀνελθεῖν ἄνω καὶ αἰσθέσθαι ἐκείνου τοῦ ὑψηλοτέρου πάσης αἰσθήσεως, καὶ ἰδεῖν τὴν αὐγὴν ἐκείνην τὴν ἀκατάληπτον τῷ νῷ καὶ τῇ γνώσει τῶν κτισμάτων. Ἡ γνῶσις δὲ βαθμίς ἐστι, δι’ ἧς ἀνέρχεταί τις εἰς τὸ ὕψος τῆς πίστεως, καὶ ὅταν φθάσῃ ἐγγὺς αὐτῆς, οὐκ ἔτι πάλιν χρῄζει αὐτῆς· «νῦν γάρ», φησίν, «καὶ ἐκ μέρους νοοῦμεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργεῖται».

Ἡ πίστις λοιπὸν ἄρτι ὡς ἐν ὀφθαλμοῖς δεικνύει ἡμῖν τὴν ἀλήθειαν τῆς τελειότητος καὶ ἐν τῇ πίστει ἡμῶν μανθάνομεν ἐκεῖνα τὰ ἀκατάληπτα, καὶ οὐκ ἐν τῇ ἐξετάσει καὶ τῇ δυνάμει τῆς γνώσεως. Ταῦτα τὰ ἔργα τῆς δικαιοσύνης· νηστεία, ἐλεημοσύνη, ἀγρυπνία, ἁγιασμὸς καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ σώματος ἐνεργούμενα· ἀγάπη πρὸς τὸν πλησίον, ταπεινοφροσύνη καρδίας, συγχώρησις τῶν ἐπταισμένων, ἐνθύμησις τῶν ἀγαθῶν, ἐξέτασις τῶν μυστηρίων τῶν ὄντων ἐν ταῖς ἁγίαις γραφαῖς κεκαλυμμένων, ἀδολεσχία τῆς διανοίας ἐν τοῖς ἔργοις τοῖς κρείττοσι, τοῦ φυλάξαι τοὺς ὅρους τῶν παθῶν τῆς ψυχῆς, καὶ αἱ λοιπαὶ ἀρεταί, αἱ ἐν τῇ ψυχῇ ἐκτελούμεναι. Ταῦτα πάντα χρῄζουσι τῆς γνώσεως. Αὕτη γὰρ φυλάττει αὐτὰ καὶ διδάσκει τὴν τάξιν αὐτῶν. Καὶ ταῦτα πάντα ἀκμὴν βαθμοί εἰσιν, ἐν οἷς ἡ ψυχὴ ἀνέρχεται εἰς τὸ ὕψος τὸ ἀνώτερον τῆς πίστεως, καὶ ἀρεταὶ καλοῦνται.

Ἡδὲ πολιτεία τῆς πίστεως ὑπὲρ τὴν ἀρετήν ἐστιν καὶ ἡ ἐργασία αὐτῆς οὐκ ἔργα ἐστίν, ἀλλὰ ἀνάπαυσις τελεία καὶ παράκλησις καὶ ἐν καρδίᾳ καὶ ἐν ταῖς ἐννοίαις τῆς ψυχῆς τελειοῦται. Καὶ πάντες οἱ τρόποι οἱ θαυμαστοὶ τῆς πνευματικῆς πολιτείας, ὧν ἡ ἐργασία αἴσθησις ἐν τῇ ζωῇ τῇ πνευματικῇ καὶ τρυφὴ καὶ ἀπόλαυσις ψυχῆς καὶ πόθος καὶ χαρὰ ἐν Θεῷ, καὶ τὰ λοιπά, ὅσα δίδονται ἐν ἐκείνῃ τῇ πολιτείᾳ τῇ ψυχῇ τῇ ἀξίᾳ τῆς χάριτος τῆς ἐκεῖθεν μακαριότητος, καὶ ὅσα ὡς ἐν νεύματι ἐν ταῖς θείαις Γραφαῖς ἐν τῇ πίστει τελειοῦνται ἐντεῦθεν ἐκ τοῦ Θεοῦ τοῦ πλουσίου ἐν τοῖς ἑαυτοῦ χαρίσμασιν.

Ἀπορία. Εἰ δὲ λέγει τις, εἰ πάντα τὰ ἀγαθὰ ταῦτα καὶ τὰ ἔργα τῆς ἀρετῆς τὰ προλεχθέντα καὶ ἡ ἀποχὴ τῶν κακῶν καὶ ἡ διάκρισις τῶν λεπτῶν λογισμῶν τῶν ἐν τῇ ψυχῇ ἀναφυομένων καὶ ἡ μετὰ λογισμῶν πάλη καὶ ὁ ἀγὼν ὁ πρὸς τὰ πάθη τὰ ἐρεθίζοντα, καὶ τὰ λοιπά, ὧν ἐκτὸς οὐδὲ αὐτὴ ἡ πίστις δύναται δεῖξαί σοι τὴν δύναμιν αὐτῆς ἐν τῇ ἐργασίᾳ τῆς ψυχῆς, εἰ ταῦτα πάντα ἡ γνῶσις τελειοῖ, πῶς νομίζεται ἡ γνῶσις τῇ πίστει ἐναντία;

Λύσις τοῦ δισταγμοῦ. Καὶ λέγομεν, ὡς τρεῖς τρόποι εἰσὶ νοητοί, ἐν οἷς ἡ γνῶσις ἀνέρχεται καὶ κατέρχεται, καὶ ὡς ἀλλοίωσις τοῖς τρόποις, ἐν οἷς πορεύεται, οὕτω καὶ ταύτῃ ἀλλοίωσις ἐγγίνεται, καὶ παρὰ τοῦτο βλάπτει καὶ βοηθεῖ. Τρεῖς δὲ τρόποι εἰσί· σῶμα, ψυχὴ καὶ πνεῦμα. Καὶ εἰ μία ἐστὶν ἡ γνῶσις ἐν τῇ φύσει αὐτῆς, ἀλλὰ πρὸς τὰς χώρας ταύτας τῶν νοητῶν καὶ τῶν αἰσθητῶν καὶ λεπτύνεται καὶ ἐπαλλάττει τοὺς τρόπους αὑτῆς καὶ τῆς ἐργασίας τῶν νοημάτων αὐτῆς.

Ἄκουσον δὲ λοιπὸν καὶ τὴν τάξιν τῆς ἐργασίας αὐτῆς καὶ τὰς αἰτίας, δι’ ἃς βλάπτει καὶ βοηθεῖ. Ἡ γνῶσις δόσις παρὰ Θεοῦ ἐστι τῇ φύσει τῶν λογικῶν, ἥτις ἐκ τῆς ἀρχῆς ἐδόθη τῆς αὐτῶν διαπλάσεως, καί ἐστιν ἁπλῆ καὶ οὐ μερίζεται τῇ ἑαυτῆς φύσει, ὥσπερ οὐδὲ τοῦ ἡλίου τὸ φῶς, καὶ κατὰ τὴν ἐργασίαν αὐτῆς κτᾶται ἀλλοιώσεις καὶ μερισμούς.