Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Οι τρεις βαθμίδες της γνώσης

Περιγραφή της σαρκικής, της ψυχικής και της πνευματικής γνώσης, καθώς και η ανύψωση του νου στην τάξη της τελειότητας μέσω της χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 2 από 13

[ΛΟΓΟΣ ΞΓʹ] ΠΕΡΙ ΤΑΞΕΩΣ ΠΡΩΤΗΣ ΤΗΣ ΓΝΩΣΕΩΣ Ὅτε τῇ ἐπιθυμίᾳ τῇ σαρκικῇ ἡ γνῶσις ἀκολουθεῖ, τούτους τοὺς τρόπους συνάγει· τὸν πλοῦτον, τὴν κενοδοξίαν, τὴν κόσμησιν, τὴν ἀνάπαυσιν τὴν τοῦ σώματος, σπουδὴν σοφίας τῆς λογικῆς, τῆς ἁρμοζούσης εἰς τὴν διοίκησιν τοῦ κόσμου τούτου καὶ βρυούσης τὰς ἀνανεώσεις τῶν εὑρέσεων καὶ τῶν τεχνῶν καὶ τῶν μαθήσεων καὶ τὰ λοιπὰ τὰ στεφανοῦντα τὸ σῶμα ἐν τῷ κόσμῳ τούτῳ τῷ ὁρατῷ. Ἐκ τῶν εἰδῶν τούτων γίνεται ἐναντία τῇ πίστει, ᾗπερ εἰρήκαμέν τε καὶ διετάξαμεν, ἥτις γνῶσις ψιλὴ ὀνομάζεται, καθότι γυμνή ἐστι πάσης θείας μερίμνης καὶ ἀδυναμίαν ἄλογον εἰσφέρει κατὰ τῆς διανοίας, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ σώματος, καὶ τελείως ἡ μέριμνα αὐτῆς ἐν τῷ κόσμῳ τούτῳ ἐστί.

Τοῦτο τὸ μέτρον τῆς γνώσεως, ὅτι ἔστι παντελῶς δύναμις νοητὴ καὶ κυβερνήτης κρυπτὸς τοῦ ἀνθρώπου καὶ ἐπιμέλεια θεία, ἡ ἐπισκεπτομένη αὐτὸν καὶ ἐπιμελουμένη τελείως καὶ τῇ προνοίᾳ τοῦ Θεοῦ τὰς διοικήσεις οὐ λογίζεται, ἀλλ’ ἕκαστον ἀγαθὸν τὸ ὂν ἐν τῷ ἀνθρώπῳ καὶ ἡ ἐκ τῶν βλαπτόντων αὐτὸν αὐτοῦ σωτηρία καὶ ἡ ἐκ τῶν δυσχερῶν φυσικὴ αὐτοῦ προσοχὴ καὶ ἡ ἐκ τῶν πολλῶν ἐναντιωμάτων τῶν ἀκολουθούντων τῇ φύσει ἡμῶν κρυπτῶς καὶ φανερῶς φυσικὴ ἐν τῇ ἑαυτοῦ σπουδῇ καὶ ἐν τοῖς ἑαυτοῦ τρόποις εἶναι δοκεῖ.

Τοῦτο τὸ μέτρον τῆς γνώσεως τῆς ἀδολεσχούσης τῇ ἑαυτῆς προνοίᾳ τὰ πάντα εἶναι οἴεται, κατὰ τοὺς λέγοντας, ὡς οὐκ ἔστι κυβέρνησις τούτων τῶν ὁρωμένων. Ὅμως ἐκτὸς τῆς διηνεκοῦς μερίμνης καὶ τοῦ φοβεῖσθαι ὑπὲρ τοῦ σώματος τυγχάνειν οὐ δύναται. Διὰ τοῦτο κατέχει αὐτὸν ἡ μικροψυχία καὶ ἡ λύπη καὶ ἡ ἀπόγνωσις καὶ ὁ τῶν δαιμόνων φόβος καὶ ἡ ἐκ τῶν ἀνθρώπων δειλία καὶ ἡ τῶν λῃστῶν φήμη καὶ ἀκοαὶ τῶν θανάτων καὶ ἡ τῶν νοσημάτων φροντὶς καὶ ἡ μέριμνα τῆς ἐνδείας καὶ τῆς λείψεως τῆς χρείας καὶ ὁ φόβος τοῦ θανάτου καὶ ὁ φόβος τῶν παθῶν καὶ τῶν πονηρῶν θηρίων, καὶ τὰ λοιπὰ τὰ τούτοις ὅμοια, τὰ κατὰ τὴν θάλασσαν τὴν ὑπὸ τῶν κυμάτων ταραττομένην ἐν πάσῃ ὥρᾳ τῆς νυκτὸς καὶ τῆς ἡμέρας καὶ βρύουσαν κατ’ αὐτῶν. Διότι οὐκ οἶδε ῥίψαι τὴν μέριμναν αὑτῆς ἐπὶ τὸν Θεὸν ἐν τῇ πεποιθήσει τῆς εἰς αὐτὸν πίστεως. Διὰ τοῦτο ἐν μηχανήμασι καὶ ἐν πανουργίαις ἐν ἅπασι τοῖς ἑαυτῆς ἀναστρέφεται.

Ὅταν δὲ ἀργήσωσιν οἱ τρόποι τῶν μηχανημάτων αὐτῆς ἐν μιᾷ προφάσει τινὶ καὶ μὴ θεωρήσῃ τὴν μυστικὴν πρόνοιαν, μάχεται μετὰ τῶν ἀνθρώπων τῶν ἐμποδιζόντων αὐτὴν καὶ ἐναντιουμένων αὐτῇ. Ἐν αὐτῇ τῇ γνώσει πεφυτευμένον ἐστὶ τὸ ξύλον τῆς γνώσεως τῶν καλῶν καὶ πονηρῶν, τὸ ἐκριζοῦν τὴν ἀγάπην, καὶ αὕτη ἐξετάζει τὰ βραχέα ἐγκλήματα τῶν ἄλλων ἀνθρώπων καὶ τὰς αἰτίας καὶ τὰς ἀσθενείας αὐτῶν, καὶ παρασκευάζει τὸν ἄνθρωπον εἰς τὸ δογματίζειν καὶ ἀντιλέγειν τοῖς λόγοις καὶ δολιεύεσθαι ἐν μηχανήμασι καὶ πανουργίαις πονηραῖς καὶ ἐν τοῖς λοιποῖς τρόποις τοῖς καθυβρίζουσι τὸν ἄνθρωπον. Αὕτη ἐγγίνεται καὶ ταύτῃ ἐστὶ φυσίωσις καὶ ὑπερηφανία· ὅτι ἑαυτῇ ἀνατίθησι πᾶν πρᾶγμα καλὸν καὶ οὐκ ἐπὶ τὸν Θεὸν ἀναφέρει.

Ἡ πίστις δὲ τῇ χάριτι λογίζεται τὰ ἔργα αὑτῆς. Διὰ τοῦτο καὶ ἐπαρθῆναι οὐ δύναται, καθὼς γέγραπται· «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ»· καὶ πάλιν, «οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί». Καὶ ὅπερ εἶπεν ὁ μακάριος Ἀπόστολος, ὅτι «ἡ γνῶσις φυσιοῖ», περὶ τῆς γνώσεως ταύτης εἴρηκε, τῆς μὴ συγκεκραμένης τῇ πίστει καὶ τῇ ἐλπίδι τῇ εἰς Θεόν, καὶ οὐχὶ περὶ τῆς γνώσεως τῆς ἀληθείας εἶπε. Μὴ γένοιτο.

Ἡ γνῶσις τῆς ἀληθείας ἐν ταπεινώσει τελειοῖ τὴν ψυχὴν τῶν κτωμένων αὐτήν, ὡς τὸν Μωϋσέα καὶ τὸν Δαβὶδ καὶ τὸν Ἠσαΐαν καὶ τὸν Πέτρον καὶ τὸν Παῦλον καὶ τοὺς λοιποὺς ἁγίους τοὺς ἀξιωθέντας αὐτῆς τῆς γνώσεως τῆς τελείας, κατὰ τὸ μέτρον τῆς ἀνθρωπίνης φύσεως. Καὶ ἐκ τῶν παρηλλαγμένων θεωριῶν καὶ τῶν ἀποκαλύψεων τῶν θείων καὶ ἐκ τῆς θεωρίας τῆς ὑψηλῆς τῶν πνευματικῶν καὶ ἐκ τῶν ἀρρήτων μυστηρίων καταπίνεται ἡ γνῶσις αὐτῶν πάντοτε ἐκ τῶν ὁμοίων τούτων, καὶ σποδὸν καὶ χοῦν ἀριθμεῖται ἡ ψυχὴ αὐτῶν ἐν τοῖς ἑαυτῶν ὀφθαλμοῖς.

Ἡ δὲ ἑτέρα γνῶσις πρεπόντως φυσιοῦται· ὅτι ἐν τῇ σκοτίᾳ πορεύεται καὶ ἐκ τῆς ὁμοιότητος τῶν ἐπὶ γῆς δοκιμάζεται τὰ ὄντα αὐτῇ, καὶ οὐ γινώσκει ὅτι ἐστί τι κρεῖττον αὐτῆς. Καὶ πάντες δὲ ὑπὸ τῆς ἐπάρσεως ἁρπάζονται, διὰ τὸ εἶναι αὐτοὺς ἐν τῇ γῇ καὶ ἐν τῇ σαρκὶ τὴν αὐτῶν πολιτείαν ζυγοστατεῖν καὶ εἰς τὰ ἔργα αὐτῶν ἐπερείδεσθαι, ἀλλὰ μὴ εἰς τὰ ἀκατάληπτα διαλογίζεσθαι ἐν τῷ νοῒ αὐτῶν. Ἕως ἂν ἐν τούτοις τοῖς κύμασιν ὦσιν ἐμπλέοντες, τοῦτο πάσχουσιν.

Οἱ δὲ ἅγιοι τὴν ἀρετὴν τὴν ἔνδοξον τῆς θεότητος ἐκτελοῦσι. Καὶ ἡ ἐργασία αὐτῶν ἄνω ἐστὶ καὶ οὐκ ἐκκλίνει τὸ φρόνημα αὐτῶν μεριμνῆσαι περὶ τῶν εὑρέσεων καὶ τῶν ματαίων. Οἱ γὰρ ἐν τῷ φωτὶ πορευόμενοι οὐ δύνανται πλανηθῆναι. Διὰ τοῦτο πάντες οἱ πλανηθέντες ἐκ τοῦ φωτὸς τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ἐκκλίναντες ἀπὸ τῆς ἀληθείας, ἐν ταύταις ταῖς τρίβοις διαπορεύονται.

Αὕτη ἡ τάξις τῆς γνώσεως ἡ πρώτη, ἐν ᾖ τις τῇ ἐπιθυμίᾳ τῆς σαρκὸς κατακολουθεῖ. Ταύτην ψέγομεν καὶ ἐναντίαν οὐ μόνον τῇ πίστει, ἀλλὰ καὶ πάσῃ ἀρετῆς ἐργασίᾳ, ἀποφαινόμεθα.

[ΛΟΓΟΣ ΞΔʹ] ΠΕΡΙ ΤΑΞΕΩΣ ΔΕΥΤΕΡΑΣ ΤΗΣ ΓΝΩΣΕΩΣ Ὅτε δὲ καταλείψας τις τὴν τάξιν τὴν πρώτην καὶ ἐν τοῖς διαλογισμοῖς καὶ ταῖς ἐπιθυμίαις στραφῇ τῆς ψυχῆς, ταῦτα τὰ προγεγραμμένα καλὰ ἐργάζεται ἐν τοῖς νοήμασι τῆς ψυχῆς μετὰ τῶν αἰσθήσεων τῶν ἐν τῷ σώματι ἐν τῷ φωτὶ τῆς φύσεως αὐτῆς. Ταῦτα δέ εἰσι νηστεία, εὐχή, ἐλεημοσύνη, ἀνάγνωσις τῶν θείων Γραφῶν, οἱ τρόποι τῆς ἀρετῆς, πάλη πρὸς τὰ πάθη, καὶ τὰ λοιπά. Πάντα γὰρ τὰ πράγματα τὰ ἀγαθὰ καὶ τὰς διαφορὰς τὰς καλὰς τὰς ἐν τῇ ψυχῇ θεωρουμένας καὶ τοὺς τρόπους τοὺς θαυμαστούς, τοὺς ἐν τῇ αὐλῇ τοῦ Χριστοῦ διακονουμένους, ἐν τῇ δευτέρᾳ ταύτῃ τάξει τῆς γνώσεως τελειοῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ ἐργασίᾳ τῆς δυνάμεως αὐτῆς. Καὶ αὕτη εὐθύνει τῇ καρδίᾳ τρίβους, πρὸς τὴν πίστιν ἡμᾶς ὁδηγούσας καὶ ἐν αὐτῇ συνάγομεν ἐφόδια τῷ αἰῶνι τῷ ἀληθινῷ.

Ἀκμὴν δὲ καὶ ἕως τούτων σωματική ἐστιν ἡ γνῶσις καὶ σύνθετος, καὶ ἐν αὐτῇ ὁδός ἐστιν ἡ ὁδηγοῦσα ἡμᾶς καὶ παραπέμπουσα τῇ πίστει. Ἀλλ’ ἔστι καὶ τάξις ὑψηλοτέρα αὐτῆς καί, ἐάν τις προκόψῃ, εὑρίσκει ἀναβιβασθῆναι ἐν αὐτῇ ἐν τῇ βοηθείᾳ τοῦ Χριστοῦ. Ὅτε θήσει τὸ θεμέλιον τῆς ἐργασίας αὐτῆς ἐν τῇ ἡσυχίᾳ τῇ ἐκ τῶν ἀνθρώπων καὶ ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν καὶ τῇ εὐχῇ καὶ τοῖς λοιποῖς ἀγαθοῖς, ἐν οἷς τελειοῦται τὰ τῆς δευτέρας γνώσεως, καὶ ἐν αὐτῇ ἐνεργεῖται πάντα τὰ καλά, ἥτις καλεῖται γνῶσις τῶν πραγμάτων, διότι ἐν τοῖς αἰσθητοῖς πράγμασι διὰ τῶν σωματικῶν αἰσθήσεων τελειοῖ τὸ ἑαυτῆς ἔργον ἐν τῇ τάξει τῇ ἐξωτέρᾳ. [Ἀμήν].

[ΛΟΓΟΣ ΞΕʹ] ΠΕΡΙ ΤΑΞΕΩΣ ΤΡΙΤΗΣ ΤΗΣ ΓΝΩΣΕΩΣ ΗΤΙΣ ΕΣΤΙ ΤΑΞΙΣ ΤΕΛΕΙΟΤΗΤΟΣ Πῶς οὖν λεπτύνεταί τις καὶ κτᾶται τὸ πνευματικὸν καὶ ὁμοιοῦται τῇ πολιτείᾳ τῶν ἀοράτων δυνάμεων, τῶν λειτουργουσῶν μὴ τῇ αἰσθητῇ ἐνεργείᾳ τῶν ἔργων, ἀλλὰ τῇ τελειουμένῃ ἐν τῇ τῆς διανοίας φροντίδι, ἄκουσον· ὅταν ἡ γνῶσις ὑψωθῇ ἐκ τῶν γηΐνων καὶ ἐκ τῆς μερίμνης τῆς ἐργασίας αὐτῶν, καὶ ἄρξηται ἀπόπειραν ποιεῖσθαι τῶν διαλογισμῶν ἑαυτῆς ἐν τοῖς κεκαλυμμένοις ἔσωθεν τῶν ὀφθαλμῶν καὶ τρόπῳ τινὶ καταφρονήσῃ τῶν πραγμάτων, ἐξ ὧν ἡ σκολιότης τῶν παθῶν γίνεται, καὶ ἁπλώσῃ ἑαυτὴν ἄνω καὶ ἀκολουθήσῃ τῇ πίστει ἐν τῇ μερίμνῃ τοῦ μέλλοντος αἰῶνος καὶ ἐν ταῖς ἐπιθυμίαις ταῖς ἐπαγγελθείσαις ἡμῖν καὶ ἐν τῇ ἐξετάσει τῶν κρυπτῶν μυστηρίων, τότε αὕτη ἡ πίστις καταπίνει ταύτην τὴν γνῶσιν καὶ στρέφεται καὶ τίκτει αὐτὴν ἐξ ἀρχῆς, ὡς γενέσθαι αὐτὴν ὅλην ἐξ ὅλου πνεῦμα.

Τότε δύναται πετασθῆναι ἐν ταῖς χώραις τῶν ἀσωμάτων πτέρυξι καὶ ἅψασθαι τοῦ βάθους τῆς θαλάσσης τῆς ἀναφοῦς, διανοοῦσα τὰς θείας καὶ θαυμαστὰς κυβερνήσεις, τὰς ἐν ταῖς φύσεσι τῶν νοητῶν καὶ αἰσθητῶν, καὶ ἐξετάσαι τὰ μυστήρια τὰ πνευματικά, τὰ ἐν διανοίᾳ ἁπλῇ καὶ λεπτῇ καταλαμβανόμενα.

Τότε αἱ αἰσθήσεις αἱ ἔσω ἐξυπνίζονται εἰς ἐργασίαν τοῦ πνεύματος, κατὰ τὴν τάξιν τὴν γινομένην ἐν ἐκείνῃ τῇ διαγωγῇ τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας, διότι τὴν ἀνάστασιν τὴν νοητήν, ὡς ἐν μυστηρίῳ, ἐκ τῶν ὧδε ἐδέξατο, πρὸς μαρτυρίαν ἀληθινὴν τῆς ἀνακαινίσεως τῶν πάντων.

Οὗτοί εἰσιν οἱ τρεῖς τρόποι τῆς γνώσεως, ἐν οἷς συνάπτεται πᾶς ὁ δρόμος τοῦ ἀνθρώπου ἐν τῷ σώματι, καὶ ἐν τῇ ψυχῇ, καὶ τῷ πνεύματι. Ὅθεν καί τις ἄρχεται διακρίνειν μέσον τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ, καὶ ἕως τοῦ ἐξελθεῖν αὐτὸν ἐκ τοῦ κόσμου τούτου, ἐν τοῖς τρισὶ μέτροις τούτοις ἡ γνῶσις τῆς ψυχῆς αὐτοῦ εἰσέρχεται καὶ τὸ πλήρωμα πάσης ἀδικίας καὶ ἀσεβείας καὶ τὸ τῆς δικαιοσύνης καὶ τοῦ ἅψασθαί τε τοῦ βάθους πάντων τῶν μυστηρίων τοῦ πνεύματος· μία γνῶσις ἐργάζεται ἐν τοῖς ῥηθεῖσι τρισὶ μέτροις καὶ ἐν αὐτῇ ἐστι πᾶσα κίνησις νοός, ὅτε ἀνέρχεται ἢ κατέρχεται ἐν τοῖς ἀγαθοῖς ἢ κακοῖς ἢ μέσοις.

Ταῦτα δὲ τὰ μέτρα καλοῦσιν οἱ πατέρες φύσιν, παρὰ φύσιν, καὶ ὑπὲρ φύσιν, καὶ ταῦτά εἰσι τὰ τρία πλάγια, ἐν οἷς ἀνάγεται καὶ κατάγεται ἡ μνήμη τῆς ψυχῆς τῆς λογικῆς, καθὼς ἐρρέθη. Ὅτι, ὅταν ἐν τῇ φύσει ἐργάζηταί τις τὴν δικαιοσύνην ἢ ὑπεράνωθεν τῆς φύσεως ἁρπάζεται ἐν τῇ μνήμῃ αὐτῆς, ἐν τῇ θεωρίᾳ τοῦ Θεοῦ ἔσωθεν τῆς φύσεως ἢ ἐξέρχεται βοσκῆσαι χοίρους, ὡς ὁ ἀπολέσας τὸν πλοῦτον τῆς διακρίσεως αὑτοῦ, ὃς εἰργάζετο μετὰ τοῦ πλήθους τῶν δαιμόνων.

ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΩΝ ΤΡΙΩΝ ΓΝΩΣΕΩΝ Ἡ τάξις ἡ πρώτη τῆς γνώσεως ψυχραίνει τὴν ψυχὴν ἐκ τῶν ἔργων τοῦ δρόμου ὀπίσω τοῦ Θεοῦ. Ἡ δευτέρα θερμαίνει αὐτὴν εἰς τὸν δρόμον τὸν ταχὺν τοῖς ἐν τῷ βαθμῷ τῆς πίστεως. Ἡ τρίτη δὲ ἡ τῆς ἐργασίας ἀνάπαυσις, ὅπερ ἐστὶ τύπος τοῦ μέλλοντος, ἐν τῇ ἀδολεσχίᾳ μόνῃ τῆς διανοίας τρυφῶσα ἐν τοῖς μυστηρίοις τῶν μελλόντων. Ἀλλὰ τῷ μηδέπω ὑψωθῆναι τὴν φύσιν τελείως ἐκ τῆς τάξεως τῆς νεκρώσεως καὶ τοῦ βάρους τῆς σαρκὸς καὶ τελειωθῆναι ἐν ἐκείνῃ τῇ πνευματικῇ τῇ ὑψηλοτέρᾳ τῆς ἄλλης τῆς ἐκκλινούσης, ἀδυνατεῖ καὶ πρὸς τὴν τελείωσιν τὴν μὴ ἔχουσαν λεῖψιν λειτουργῆσαι καὶ ἐν τῷ κόσμῳ τῆς νεκρώσεως εἶναι, καὶ ἀφεῖναι τὴν τῆς σαρκὸς φύσιν τελείως, ἕως ἂν ἀκμὴν ἐν αὐτῇ ἀναστρέφηται.

Ἐν μεταβολῇ γίνεται ἐν τούτῳ καὶ ἐν ἐκείνῳ. Καὶ ἅπαξ ὡς πτωχὸς καὶ πένης ἡ ψυχὴ αὐτοῦ λειτουργεῖ ἐν τῇ δευτέρᾳ τάξει τῇ μέσῃ, ἐν τῇ ἀρετῇ τῇ ἐν τῇ φύσει τεθείσῃ ἐνεργηθῆναι διὰ τῆς τοῦ σώματος φύσεως. Καὶ ἐν καιρῷ, κατὰ τοὺς λαβόντας τὸ πνεῦμα τῆς υἱοθεσίας ἐν μυστηρίῳ τῆς ἐλευθερίας, ἀπολαύει τῆς χάριτος τοῦ Πνεύματος, κατὰ τὴν ἀξίαν τοῦ δόντος αὐτήν. Καὶ πάλιν ὑποστρέφει εἰς ταπείνωσιν τῶν ἔργων αὑτῆς, ταῦτα δέ εἰσι τὰ διὰ τοῦ σώματος. Καὶ αὕτη διαφυλάττει αὐτά, μήπως αἰχμαλωτίσῃ αὐτὴν ὁ ἐχθρὸς ἐν τοῖς δελεάσμασι τοῖς εὑρισκομένοις ἐν τῷ αἰῶνι τούτῳ τῷ πονηρῷ καὶ ἐν τοῖς διαλογισμοῖς τοῖς τεταραγμένοις καὶ ἐκκλινομένοις. Διότι, ὅσον ἐστὶν ὁ ἄνθρωπος κάτωθεν τοῦ καλύμματος τῆς θύρας τῆς σαρκὸς ἐγκεκλεισμένος, οὐκ ἔχει πεποίθησιν. Διότι οὐκ ἔστι τελεία ἐλευθερία ἐν τῷ αἰῶνι τῷ ἀτελεῖ.

Πᾶσα γὰρ ἐργασία τῆς γνώσεως, εἰς ἐργασίαν καὶ διατριβήν ἐστιν, ἡ δὲ ἐργασία τῆς πίστεως, οὐκ ἐν τοῖς ἔργοις ἐνεργεῖται, ἀλλ’ ἐν ταῖς ἐννοίαις ταῖς πνευματικαῖς, ἐν ἐργασίᾳ γυμνῇ τῆς ψυχῆς πληροῦται καὶ ὑπεράνωθέν ἐστι τῶν αἰσθήσεων.

Ἡ γὰρ πίστις λεπτοτέρα τῆς γνώσεως, καθὼς ἡ γνῶσις τῶν πραγμάτων τῶν αἰσθητῶν. Πάντες γὰρ οἱ ἅγιοι τὴν πολιτείαν ταύτην καταξιωθέντες εὑρεῖν, ὅπερ ἐστὶν ἔκπληξις εἰς Θεόν, ἐν τῇ δυνάμει τῆς πίστεως διάγουσιν ἐν τῇ τρυφῇ τῆς πολιτείας ἐκείνης τῆς ὑπὲρ φύσιν.

Πίστιν δὲ λέγομεν, οὐκ ἐν ᾖ πιστεύει τις ἐν τῇ διαφορᾷ τῶν προσκυνητῶν ὑποστάσεών τε καὶ θείων καὶ ἐν τῇ οἰκονομίᾳ τῇ θαυμαστῇ τῇ ἐν τῇ ἀνθρωπότητι ἐν τῇ προσλήψει τῆς φύσεως ἡμῶν, εἰ καὶ αὐτὴ ὑψηλή ἐστι λίαν, ἀλλὰ τὴν πίστιν τὴν ἐκ τοῦ φωτὸς τῆς χάριτος ἀνατέλλουσαν ἐν τῇ ψυχῇ, ἐν τῇ μαρτυρίᾳ τῆς διανοίας στηρίζουσαν τὴν καρδίαν ἀδίστακτον εἶναι ἐν τῇ πληροφορίᾳ τῆς ἐλπίδος τῇ ἀπεχούσῃ ἀπὸ πάσης οἰήσεως· καὶ οὐκ ἐν τῇ ἐπιδόσει τῆς ἀκοῆς τῶν ὤτων ἑαυτὴν δεικνύει, ἀλλ’ ἐν τοῖς πνευματικοῖς ὀφθαλμοῖς τὰ μυστήρια τὰ κεκρυμμένα ἐν τῇ ψυχῇ, καὶ τὸν κρυπτὸν καὶ θεῖον πλοῦτον, τὸν κεκρυμμένον ἐκ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῆς σαρκὸς καὶ ἀποκαλυπτόμενον ἐν τῷ Πνεύματι τοῖς ἐν τῇ τραπέζῃ τοῦ Χριστοῦ διαιτωμένοις ἐν τῇ ἀδολεσχίᾳ τῶν νόμων αὐτοῦ, καθὼς εἶπεν· «ἐὰν τηρήσητε τὰς ἐντολάς μου, ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας, ὅπερ ὁ κόσμος οὐ δύναται δέξασθαι», κᾀκεῖνος διδάσκει ὑμᾶς πᾶσαν τὴν ἀλήθειαν.

Οὗτος δεικνύει τῷ ἀνθρώπῳ τὴν δύναμιν τὴν ἁγίαν, τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἐν παντὶ καιρῷ, τὴν σκέπην, τὴν ἰσχὺν τὴν νοητὴν τὴν σκεπάζουσαν τὸν ἄνθρωπον πάντοτε καὶ ἀποδιώκουσαν ἀπ’ αὐτοῦ πᾶσαν βλάβην, τοῦ μὴ προσεγγίσαι τῇ ψυχῇ αὐτοῦ ἢ τῷ σώματι. Ἧς τινος ὁ νοῦς ὁ φωτεινὸς καὶ νοητὸς ἀοράτως τοῖς ὀφθαλμοῖς αἰσθάνεται τῆς πίστεως, ἥτις τοῖς ἁγίοις τῇ πείρᾳ αὐτῆς πλέον γινώσκεται.

Ἐκείνη δὲ ἡ δύναμις αὐτός ἐστιν ὁ Παράκλητος, ἐν τῇ ἰσχύϊ τῆς πίστεως κατακαίων τὰ μέρη τῆς ψυχῆς, ὡς ἐν πυρί. Καὶ ὁρμᾷ καὶ καταφρονεῖ παντὸς κινδύνου τῇ ἐλπίδι τοῦ Θεοῦ, καὶ ἐν τοῖς πτεροῖς τῆς πίστεως ὑψοῦται ἐκ τῆς ὁρατῆς κτίσεως καὶ ὡς μεθύουσα γίνεται ἀεὶ ἐν τῇ ἐκπλήξει τῆς μερίμνης τῆς κατὰ Θεόν, καὶ ἐν τῇ θεωρίᾳ τῇ ἀσυνθέτῳ καὶ ἐν τῇ κατανοήσει τῇ ἀοράτῳ τῆς θείας φύσεως ἐθίζουσα τὴν διάνοιαν προσέχειν τῇ ἀδολεσχίᾳ τῶν κρυφίων αὐτῆς. Ἕως γὰρ ἂν ἔλθῃ ἐκεῖνο, ὅπερ ἐστὶν ἡ τελείωσις τῶν μυστηρίων, καὶ ἀξιωθῶμεν φανερῶς τῆς ἀποκαλύψεως αὐτῶν, ἡ πίστις λειτουργεῖ μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἁγίων μυστήρια ἄρρητα.

Ὧν ἀξιωθείημεν, διὰ τῆς χάριτος τοῦ Χριστοῦ, ἐνταῦθα μὲν ὡς ἀρραβῶνος, ἐκεῖ δὲ ἐν ὑποστάσει τῆς ἀληθείας, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἀγαπώντων αὐτόν. Ἀμήν.

ΛΟΓΟΣ ΞΣΤʹ ΠΕΡΙ ΑΛΛΩΝ ΤΡΟΠΩΝ ΚΑΙ ΕΝΝΟΙΩΝ ΤΗΣ ΔΙΑΦΟΡΑΣ ΤΗΣ ΓΝΩΣΕΩΣ Ἡ γνῶσις ἀναστρεφομένη ἐν τοῖς ὁρατοῖς, ἡ ἐν ταῖς αἰσθήσεσι δεχομένη τὴν διδαχὴν αὐτῶν, φυσικὴ ὀνομάζεται, ἡ δὲ ἐν τῇ δυνάμει τῶν νοητῶν καὶ ἔσωθεν ἑαυτῆς ἐν ταῖς φύσεσι τῶν ἀσωμάτων, πνευματικὴ ὀνομάζεται, διότι τὴν αἴσθησιν ἐν τῷ πνεύματι δέχεται καὶ οὐκ ἐν ταῖς αἰσθήσεσι.

Καὶ ταύταις ταῖς δυσὶ γνώσεσιν ἔξωθεν γίνονται τῇ ψυχῇ εἰς κατανόησιν αὐτῶν. Ἡ δὲ ἐν τῇ θείᾳ γενομένη ὑπὲρ τὴν φύσιν ὀνομάζεται καὶ ἄγνωστος μᾶλλον καὶ ἀνωτέρα τῆς γνώσεως. Ταύτης δὲ θεωρίαν οὐκ ἐν ὕλῃ τῇ ἔξωθεν αὐτῆς κατὰ τὰς πρώτας δέχεται ἡ ψυχή, ἀλλ’ ἀΰλως ἑαυτῆς ἔσωθεν ἐν δωρεᾷ εὐθέως καὶ ἀνελπίστως φανεροῦται, καὶ ἀποκαλύπτεται ἐκ τῶν ἔνδον, διότι «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί»· καὶ οὐκ ἔστιν ἐν τόπῳ ἐλπιζομένη, «οὐδὲ ἐν παρατηρήσει ἔρχεται», κατὰ τὸν λόγον τοῦ Χριστοῦ, ἀλλ’ ἔσωθεν τῆς εἰκόνος τῆς διανοίας τῆς κρυπτῆς ἀποκαλύπτεται ἀναιτίως, χωρὶς τῆς ὑπὲρ αὐτῆς μελέτης. Διότι οὐκ εὑρίσκει ἐν αὐτῇ ὕλην ἡ διάνοια.

Ἑρμηνεῖαι αὐτῶν. Ἡ πρώτη γνῶσις ἐκ τῆς διηνεκοῦς μελέτης καὶ ἐκ τῆς σπουδῆς τῆς μαθήσεως ἐγγίνεται, ἡ δευτέρα δὲ ἐκ τῆς ἀγαθῆς πολιτείας καὶ τῆς πίστεως τῆς διανοίας· ἡ τρίτη δὲ τῇ πίστει καὶ μόνῃ κεκλήρωται, διότι ἐν αὐτῇ καταργεῖται ἡ γνῶσις καὶ τὰ ἔργα περαίωσιν λαμβάνει καὶ αἱ αἰσθήσεις γίνονται περισσαὶ εἰς χρείαν. Ὅσον οὖν ἐκ τούτου τοῦ ὅρου ἡ γνῶσις κατέρχεται, τιμᾶται, καὶ καθ’ ὅσον κατέρχεται, πλέον τιμᾶται μᾶλλον. Καὶ ὅταν φθάσῃ τὴν γῆν καὶ τὰ γήϊνα, ἡ γνῶσίς ἐστιν ἡ δεσπόζουσα τῶν πάντων καὶ ἐκτὸς αὐτῆς ἕκαστον πρᾶγμα χωλόν ἐστι καὶ ἀργόν. Ὅτε δὲ ὑψώσει ἡ ψυχὴ τὴν θεωρίαν αὐτῆς ἄνω καὶ ἁπλώσει τὰς ἐννοίας αὐτῆς ἐν τοῖς ἐπουρανίοις καὶ ἐπιθυμήσει τὰ μὴ τοῖς σώματος ὀφθαλμοῖς ὁρώμενα καὶ ὧν οὐκ ἐν ἐξουσίᾳ ἡ σάρξ, τότε ἐν τῇ πίστει συνίστανται πάντα.

Ἣν καὶ δωρήσαιτο ἡμῖν ὁ Κύριος Ἰησοῦς Χριστός, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.