Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Οι νοερές ουσίες και οι αγγελικές τάξεις
Εξέταση της φύσης και της όρασης των αγγέλων και των δαιμόνων, της ιεραρχίας των εννέα ταγμάτων και της εξαήμερης δημιουργίας του σύμπαντος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι νοερές ουσίες και οι αγγελικές τάξεις
Εξέταση της φύσης και της όρασης των αγγέλων και των δαιμόνων, της ιεραρχίας των εννέα ταγμάτων και της εξαήμερης δημιουργίας του σύμπαντος.
ΛΟΓΟΣ ΞΖʹ ΠΕΡΙ ΥΠΟΘΕΣΕΩΣ ΤΗΣ ΨΥΧΗΣ ΤΗΣ ΖΗΤΟΥΣΗΣ ΤΗΝ ΒΑΘΕΙΑΝ ΘΕΩΡΙΑΝ ΤΟΥ ΒΥΘΙΣΘΗΝΑΙ ΕΝ ΑΥΤΗ ΑΠΟ ΤΩΝ ΣΑΡΚΙΚΩΝ ΛΟΓΙΣΜΩΝ ΤΩΝ ΑΠΟ ΤΗΣ ΜΝΗΜΗΣ ΤΩΝ ΠΡΑΓΜΑΤΩΝ Πᾶν πρᾶγμα ὑψηλότερον ἄλλου, ἐγκέκρυπται ἐξ ἐκείνου, οὗ ἐστιν ἀνώτερον. Καὶ τοῦτο, οὐχὶ παραπέτασμά τι ἄλλου σώματος, κέκτηται ἐν τῇ φύσει, τουτέστιν εἰς τὸ δύνασθαι ἀποκαλύψαι τὴν κρυφιότητα αὐτοῦ. Πᾶσα οὐσία νοητὴ τὰς διαφορὰς τῶν ἰδίων πραγμάτων οὐκ ἔξωθεν αὑτῆς κέκτηται, ἀλλ’ ἔνδοθεν τῶν κινήσεων αὑτῆς περιωρισμένας ἔχει· τουτέστιν εἰς τὸ τηλαυγέστερον δύνασθαι ἀμέσως ὑπεισδῦναι πρὸς ὑποδοχὴν τοῦ πρώτου φωτός, ἢ κατὰ ἑτέραν τάξιν, ἥτις οὐ κέκτηται δηλονότι διαφορὰν ἐν τόπῳ, ἀλλὰ κατὰ τὴν τῆς ὑποδοχῆς τε καὶ ὑπεροχῆς καθαρότητα, ἢ κατὰ τὸ μέτρον τῶν νόων πρὸς δύναμιν τῆς ὑποδοχῆς τῶν ἄνω διανύξεων καὶ δυνάμεων.
Νοητὴ πᾶσα οὐσία ἐξ ἐκείνων κέκρυπται τῶν ὑποκάτω αὐτῆς, οὐχὶ δὲ τῇ φύσει ἀπ’ ἀλλήλων, ἀλλὰ ταῖς τῶν ἀρετῶν κινήσεσι. Καὶ τοῦτο λέγω, ἐκ τῶν περὶ τῶν ἁγίων Δυνάμεων καὶ τῶν ψυχικῶν Ταγμάτων καὶ τῶν δαιμόνων. Τὰ πρῶτα ἀπὸ τῶν μέσων καὶ ταῦτα ἀπὸ τῶν τρίτων τῇ τε φύσει καὶ τῷ τόπῳ καὶ ταῖς κινήσεσιν, ἕκαστον τῶν ταγμάτων ἀφ’ ἑαυτοῦ καὶ πρὸς αὐτὸ τῇ γνώσει ἀπ’ ἀλλήλων κεκρυμμένα εἰσίν, εἴτε ὁρῶνται εἴτε μή· ἀπὸ δὲ τῶν κάτω, τῇ φύσει. Διότι ἡ ὅρασις τῶν ἀσωμάτων οὐκ ἔστιν ἔξωθεν αὐτῶν, ὡς τῶν σωματικῶν, ἀλλὰ τὸ ὁρᾶν αὐτοὺς ἀλλήλους ἔσωθεν τῶν κινήσεων αὐτῶν λέγεται εἶναι ταῖς τε ἀρεταῖς καὶ τῷ μέτρῳ τῶν κινήσεων. Τούτου ἕνεκεν ἐὰν ἰσομοιρίᾳ τετιμημένοι ὦσι, κᾂν ἀπῶσιν ἀπ’ ἀλλήλων, ὁρῶσιν ἀλλήλους, οὐχὶ φαντασίᾳ, ἀλλὰ ἀψευδεῖ ὁράσει καὶ φύσει ἀληθινῇ, πλὴν τῆς αἰτίας τῶν πάντων, ἥτις ὑπέρκειται ταύτης τῆς διαφορᾶς, αὕτη μόνη ἡ προσκυνητή.
Οἱ μέντοι δαίμονες, εἰ καὶ λίαν εἰσὶν ἐναγεῖς, οὔκ εἰσιν ἀπ’ ἀλλήλων κεκρυμμένοι ἐν ταῖς ἑαυτῶν τάξεσι, τὰς δὲ δύο τάξεις, τὰς οὔσας ὑπεράνω αὐτῶν, οὐχ ὁρῶσι. Διότι ἡ πνευματικὴ ὅρασις τὸ φῶς ἐστι τῆς κινήσεως, καὶ αὐτὸ τοῦτό ἐστιν αὐτοῖς ἔσοπτρόν τε καὶ ὄμμα. Ὅταν δὲ σκοτισθῶσιν αἱ κινήσεις, οὐχ ὁρῶσι τὰς ὑπερκειμένας τάξεις. Ἀλλήλους μὲν γάρ, καθότι παχύτεροί εἰσι τῶν πνευματικῶν ταγμάτων, κατὰ τὴν ἰδίαν τάξιν ὁρῶσι. Καὶ τὰ τῶν μὲν δαιμόνων οὕτως ἔχει.
Αἱ ψυχαὶ δέ, ἐν ὅσῳ μεμολυσμέναι καὶ σκοτειναί εἰσιν, ὁρᾶν οὐ δύνανται, οὔτε ἀλλήλαις οὔτε ἑαυτάς. Ἐὰν γὰρ καθαρθεῖσαι πρὸς τὴν ἀρχαίαν πλάσιν ἐπανέλθωσι, τηλαυγῶς ὁρῶσι τὰς τρεῖς τάξεις ταύτας, φημὶ τήν τε ὑποκάτω αὐτῶν, καὶ τὴν ἐπάνω, καὶ αὗται ἀλλήλαις. Οὐχ ὅτι ἀλλοιοῦνται σχήματι σωματικῷ καὶ τότε καθορῶσιν, εἴτε ἀγγέλους εἴτε δαίμονας εἴτε ἀλλήλας, ἀλλ’ αὐτῇ τῇ φύσει εἰσορῶσι καὶ πνευματικῇ τάξει.
Ἐὰν δὲ εἴπῃς ἀδύνατόν ἐστι τοῦτο, τὸ ὁραθῆναι δαίμονα ἢ ἄγγελον, ἐὰν μὴ ἀλλοιωθῶσι καὶ σχηματισθῶσι, λοιπὸν οὐχὶ ἡ ψυχὴ ὁρᾷ, ἀλλὰ τὸ σῶμα· καὶ οὕτως ἐὰν ᾖ, τίς χρεία τῆς καθάρσεως; ἰδοὺ γὰρ καὶ τοῖς μὴ καθαροῖς ἐν καιρῷ φαίνονται οἱ δαίμονες, ὡσαύτως καὶ οἱ ἄγγελοι, ἀλλ’ ὅμως τοῖς σωματικοῖς ὀφθαλμοῖς βλέπουσιν, ὅταν βλέπωσιν, ἔνθα οὐκ ἔστι χρεία τῆς καθάρσεως. Ὅμως οὐχ οὕτως ἐστὶν ἡ ψυχὴ ἡ καθαρθεῖσα, ἀλλὰ πνευματικῶς βλέπει ἐν τῷ ὀφθαλμῷ τῆς φύσεως, τουτέστιν ἐν τῷ διορατικῷ, ἤτοι διανοητικῷ.
Καὶ ὅτι αἱ ψυχαὶ ἀλλήλας ὁρῶσι καὶ ἐν σώματι οὖσαι, μὴ θαυμάσῃς. Ἐγὼ γὰρ ἀπόδειξίν σοι ἐναργῆ ἀποδείκνυμι διὰ τὴν τοῦ μαρτυροῦντος ἀλήθειαν, λέγω δὴ τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου, εἰπόντος ἐν τῷ περὶ τοῦ μεγάλου Ἀντωνίου συγγράμματι, ὅτι, φησί, ποτὲ ἱστάμενος ὁ μέγας Ἀντώνιος ἐν προσευχῇ, εἶδε ψυχήν τινος ὑψουμένην μετὰ πολλῆς τιμῆς, καὶ τὸν καταξιωθέντα τυχεῖν τῆς τοιαύτης δόξης ἐμακάρισεν.
Ἦν δὲ οὗτος ὁ μακάριος Ἀμμοῦν ἀπὸ τῆς Νιτρίας. Ἀπεῖχε δὲ τὸ ὅρος ἐκεῖνο, ἐν ᾧ διέτριβεν ὁ ἅγιος Ἀντώνιος, ἀπὸ Νιτρίας διάστημα δεκατριῶν ἡμερῶν. Δέδεικται λοιπὸν ἐκ τούτου τοῦ ὑποδείγματος ἐπὶ τῶν τριῶν τάξεων τῶν προειρημένων, ὅτι, κἂν ἀφιστῶνται ἀπ’ ἀλλήλων, ὁρῶσιν ἀλλήλας αἱ πνευματικαὶ φύσεις, καὶ ὅτι οὐ κωλύουσι τὰ διαστήματα καὶ αἱ τῶν σωμάτων αἰσθήσεις τοῦ καθορᾶν ἀλλήλας. Ὁμοίως καὶ αἱ ψυχαί, ὅταν καθαρθῶσιν, οὐ σωματικῶς βλέπουσιν, ἀλλὰ πνευματικῶς· διότι ἡ σωματικὴ θέα φανερά ἐστι καὶ τὰ ἔμπροσθεν ὁρᾶ, τὰ μέντοι μακρὰν ὄντα, ἄλλης δεῖται ὁράσεως.
Αἱ ἀνωτάτω τάξεις πολλαί εἰσι κατὰ τὴν ὕπαρξιν ἀναριθμήτως, καὶ κατὰ διαφορὰν καὶ τάξιν ὀνομάζονται. Διὰ τί γὰρ ἐκλήθησαν Ἀρχαὶ καὶ Ἐξουσίαι καὶ Δυνάμεις καὶ Κυριότητες; Ἴσως ὡς τετιμημέναι. Καὶ μὴν ὀλιγώτεραί εἰσι τῶν ὑποτεταγμένων αὐταῖς, ὡς ἔφησεν ὁ ἅγιος Διονύσιος, ὁ Ἀθηνῶν ἐπίσκοπος. Τῇ ἐξουσίᾳ καὶ τῇ γνώσει μέγιστοί εἰσι καὶ μερικώτατοι πρὸς τὸ μέγεθος τῶν οἰκείων ταγμάτων. Ἐπεὶ ἐπεκτείνονται ἀπὸ τάξεως εἰς τάξιν, ἕως ἂν καταντήσωσι εἰς τὴν ἑνότητα τοῦ μεγάλου καὶ δυνατοῦ παρὰ πάντας, τοῦ κεφαλῆς ὑπάρχοντος καὶ θεμελίου πάσης τῆς κτίσεως.
Κεφαλὴν δὲ λέγω οὐχὶ τὸν κτίστην, ἀλλὰ τὸν προηγούμενον τῶν θαυμάτων τῶν ἔργων τοῦ Θεοῦ. Πολὺ γὰρ ὑποδεέστεροί εἰσι τῆς προνοίας τῆς σοφίας τοῦ Θεοῦ, τοῦ πλάστου αὐτῶν τε καὶ ἡμῶν. Καὶ τοσοῦτόν εἰσιν ὑποδεέστεροι, ὅσον οἱ τούτοις ὑποκείμενοι τούτων ὑποδεέστεροι. Ὑποδεεστέρους δὲ λέγω τῇ τε ὑψηλότητι καὶ ταπεινότητι, οὐκ ἐν τῷ τόπῳ, ἀλλὰ τῇ δυνάμει καὶ τῇ γνώσει, κατὰ τὸ μέτρον ὃ κέκτηνται, ἀκολουθούσης τῆς μείζονος καὶ τῆς ἐλάττονος γνώσεως.
Πάσας γὰρ ταύτας τὰς νοερὰς οὐσίας ἡ θεία Γραφὴ ἐννέα προσηγορίαις πνευματικαῖς ὠνόμασε, καὶ ταύτας μὲν εἰς τρεῖς ἀφώρισε. Πρώτην μὲν εἰς τοὺς Θρόνους τοὺς μεγάλους καὶ ὑψηλοὺς καὶ ἁγιωτάτους καὶ τὰ πολυόμματα Χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ· δευτέραν δὲ τῇ τάξει εἰς τὰς Κυριότητας καὶ τὰς Δυνάμεις καὶ τὰς Ἐξουσίας· καὶ τρίτην εἰς τὰς Ἀρχὰς καὶ Ἀρχαγγέλους καὶ Ἀγγέλους. Διερμηνεύοντα δὲ ταῦτα τὰ τάγματα ἐκ τῆς ἑβραΐδος, τὰ μὲν Σεραφὶμ θερμαντικὰ καὶ καυστικά, τὰ δὲ Χερουβὶμ τὰ πολλὰ τῇ γνώσει καὶ τῇ σοφίᾳ, Θρόνοι ὑποδοχὴ Θεοῦ καὶ ἀνάπαυσις.
Ὠνομάσθησαν δὲ τούτοις τοῖς ὀνόμασι ταῦτα τὰ τάγματα ἐκ τῶν ἐνεργειῶν αὐτῶν. Οἱ Θρόνοι, οἱ τίμιοι λέγονται· αἱ Κυριότητες, οἱ ἔχοντες ἐξουσίαν κατὰ πάσης βασιλείας· Ἀρχαί, οἱ τὸν αἰθέρα διοικοῦντες· Ἐξουσίαι, οἱ ἐξουσιάζοντες τῶν ἐθνῶν καὶ ἑκάστου ἀνθρώπου· Δυνάμεις, οἱ ἰσχυροὶ ἐν δυνάμει καὶ φοβεροὶ ἐν τῇ θεωρίᾳ αὐτῶν· Σεραφίμ, οἱ ἁγιάζοντες· Χερουβίμ, οἱ βαστάζοντες· Ἀρχάγγελοι, οἱ γρηγόριοι φύλακες·
Ἄγγελοι, οἱ ἀποστελλόμενοι. Ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐκτίσθησαν αἱ ἐννέα νοεραὶ φύσεις ἐν σιωπῇ, καὶ μία ἐν φωνῇ, ὅπερ ἐστὶ τὸ φῶς· ἐν δὲ τῇ δευτέρᾳ ἡμέρα τὸ στερέωμα, καὶ ἐν τῇ τρίτη ἡμέρᾳ τὴν συναγωγὴν τῶν ὑδάτων ἐποίησεν ὁ Θεὸς καὶ τὴν βλάστησιν τῶν βοτανῶν· καὶ τῇ τετάρτῃ, τὸν μερισμὸν τοῦ φωτός· καὶ τῇ πέμπτῃ, τὰ πετεινὰ καὶ ἑρπετὰ καὶ τοὺς ἰχθύας· καὶ τῇ ἔκτῃ, τὰ ζῷα καὶ τὸν ἄνθρωπον.
Ἡ θέσις τοῦ κόσμου ὅλου, τὸ μῆκος καὶ τὸ πλάτος. Ἡ ἀρχή, ἡ ἀνατολή· τὸ τέλος, ἡ δύσις· τὰ δεξιά, ὁ βορρᾶς· τὰ ἀριστερά, ὁ νότος. Καὶ ὡς κλίνην τὴν γῆν ὅλην ἔθηκε, καὶ τὸν ἀνώτερον οὐρανὸν ὡς δέρριν καὶ καμάραν καὶ κύβον· τὸν δὲ δεύτερον οὐρανόν, ὡς τροχὸν κεκολλημένον τῷ πρώτῳ καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ καὶ τῆς γῆς κεκολλημένα· τὸν δὲ ὠκεανόν, ὡς ζώνην περικυκλοῦντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἔσωθεν αὐτοῦ ὑψηλὰ ὄρη φθάνοντα ἕως τοῦ οὐρανοῦ· καὶ τὸν ἥλιον ὀπίσω τῶν ὀρέων, διελθεῖν ὅλην τὴν νύκτα· καὶ τὴν θάλασσαν τὴν μεγάλην ἔσωθεν τῶν ὀρέων τούτων, ἥτις κρατεῖ ὡς τὸ ἥμισυ καὶ τέταρτον τῆς ξηρᾶς γῆς.
Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.