Ἔργον
Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί
Ορισμοί αρετών και φυσική κατάσταση της ψυχής
Η οδός προς την ταπείνωση, η αυτοθυσιαστική αγάπη, και η θεολογική διάκριση της κατά φύση, παρά φύση και υπέρ φύση κατάστασης της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ορισμοί αρετών και φυσική κατάσταση της ψυχής
Η οδός προς την ταπείνωση, η αυτοθυσιαστική αγάπη, και η θεολογική διάκριση της κατά φύση, παρά φύση και υπέρ φύση κατάστασης της ψυχής.
ΛΟΓΟΣ ΠΑʹ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΑΡΕΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΠΑΝΤΟΣ ΔΡΟΜΟΥ Τελειότης παντὸς δρόμου ἐν τοῖς τρισὶ τούτοις ἐστίν. Ἐν τῇ μετανοίᾳ, ἐν τῇ καθαρότητι, καὶ τῇ τελειότητι. Τί δέ ἐστιν ἡ μετάνοια; Καταλεῖψαι τὰ πρότερα καὶ λυπεῖσθαι ὑπὲρ αὐτῶν.
Καὶ τί ἐστιν ἡ καθαρότης; Συντόμως καρδία ἐλεήμων ὑπὲρ πάσης τῆς κτιστῆς φύσεως. Καὶ τί ἐστι τελειότης; Βάθος ταπεινώσεως, ὅπερ ἐστὶ κατάλειψις πάντων τῶν ὁρατῶν τε καὶ ἀοράτων (ὁρατῶν μέν, πάντων τῶν αἰσθητῶν, ἀοράτων δέ, τῶν νοητῶν), καὶ ἐκτὸς μερίμνης τῆς ὑπὲρ αὐτῶν.
Ἠρωτήθη πάλιν ἐν ἄλλῳ καιρῷ, τί ἐστι μετάνοια; Καὶ εἶπε· Καρδία συντετριμμένη καὶ ταπεινωμένη. Καὶ τί ἐστι ταπείνωσις; Καὶ εἶπε· Διπλῆ νέκρωσις ἑκουσία ἐκ πάντων. Καὶ τί ἐστι καρδία ἐλεήμων; Καὶ εἶπε· Καῦσις καρδίας ὑπὲρ πάσης τῆς κτίσεως, ὑπὲρ τῶν ἀνθρώπων καὶ τῶν ὀρνέων καὶ τῶν ζώων καὶ τῶν δαιμόνων, καὶ ὑπὲρ παντὸς κτίσματος, καὶ ἐκ τῆς μνήμης αὑτῶν καὶ τῆς θεωρίας αὐτῶν ῥέουσιν οἱ ὀφθαλμοὶ αὐτοῦ δάκρυα. Ἐκ τῆς πολλῆς καρτερίας σμικρύνεται ἡ καρδία αὐτοῦ καὶ οὐ δύναται βαστάξαι ἢ ἀκοῦσαι ἢ ἰδεῖν βλάβην τινὰ ἢ λύπην μικρὰν ἐν τῇ κτίσει γινομένην. Καὶ διὰ τοῦτο καὶ ὑπὲρ τῶν ἐχθρῶν τῆς ἀληθείας καὶ ὑπὲρ τῶν βλαπτόντων αὐτὸν ἐν πάσῃ ὥρᾳ εὐχὴν μετὰ δακρύων προσφέρει, τοῦ φυλαχθῆναι αὐτοὺς καὶ ἱλασθῆναι αὐτοῖς· ὁμοίως καὶ ὑπὲρ τῆς φύσεως τῶν ἑρπετῶν ἐκ τῆς πολλῆς αὐτοῦ ἐλεημοσύνης τῆς κινουμένης ἐν τῇ καρδίᾳ αὐτοῦ ἀμέτρως καθ’ ὁμοιότητα τοῦ Θεοῦ.
Καὶ ἠρωτήθη πάλιν, τί ἐστιν εὐχή; Καὶ εἶπεν· Εὐκαιρία καὶ σχολὴ τῆς διανοίας ἐκ πάντων τῶν ἐνταῦθα καὶ καρδία ἐπιστρέψασα τελείως τὴν ἑαυτῆς ὅρασιν εἰς τὴν ἐπιπόθησιν ἐκείνης τῆς ἐλπίδος τῶν μελλόντων. Ὁ δὲ ἀφωρισμένος ἐκ τούτων σύμμικτον σπόρον σπείρει ἐν τῷ ἑαυτοῦ σπόρῳ, κατὰ τὸν ζευγνύοντα ζεῦγος ἐν βοῒ καὶ ὄνῳ ὁμοῦ.
Καὶ πάλιν ἠρωτήθη, πῶς δύναταί τις κτήσασθαι τὴν ταπείνωσιν; Καὶ εἶπεν· Ἐν τῇ ἀδιαλείπτῳ μνήμῃ τῶν παραπτωμάτων καὶ ἐν ἐλπίδι προσεγγιζούσῃ θανάτῳ καὶ ἐν ἐσθῆτι εὐτελεῖ καὶ ἐν παντὶ καιρῷ προκρίνειν τὸν ἔσχατον τόπον καὶ ἐν παντὶ πράγματι ἐπιτρέχειν τοῖς ἔργοις τοῖς ἐλαχίστοις καὶ καθυβρισμένοις καὶ τῷ μὴ εἶναι ἀνήκοον, καὶ ἐν τῇ ἀδιαλείπτῳ σιωπῇ καὶ τῷ μὴ ἀγαπᾶν συναντῆσαι ταῖς συνάξεσι, καὶ τῷ θέλειν ἑαυτὸν ἀγνώριστον καὶ ἀψήφιστον, καὶ ἐν τῷ μὴ κατέχειν τινὰ τῶν πραγμάτων ἐν ἰδιορρυθμίᾳ παντελεῖ, καὶ τῷ μισεῖν τὴν ὁμιλίαν τῶν πολλῶν προσώπων καὶ τῷ μὴ ἀγαπᾶν τὰ κέρδη.
Καὶ μετὰ ταῦτα, τῷ ὑπεραίρειν τὴν ἑαυτοῦ διάνοιαν ἐκ πάσης μέμψεως καὶ ἐγκλήσεως παντὸς ἀνθρώπου καὶ τῆς ζηλοτυπίας· καὶ τῷ μὴ εἶναι τὴν χεῖρα αὐτοῦ κατὰ πάντων καὶ ἡ χεὶρ τῶν πάντων κατ’ αὑτοῦ, ἀλλ’ ἐν τοῖς ἑαυτοῦ μόνος μεμονωμένος· καὶ τῷ μὴ λαβεῖν μέριμνάν τινος ἐν τῷ κόσμῳ, πλὴν ἑαυτοῦ, καὶ τὸ σύντομον, ἡ ξενιτεία καὶ ἡ πτωχεία καὶ ἡ τῆς μονώσεως διαγωγή, ταῦτα τίκτουσι τὴν ταπείνωσιν καὶ καθαρίζουσι τὴν καρδίαν.
Τῶν δὲ φθασάντων τὴν τελειότητα τοῦτό ἐστι τὸ τεκμήριον. Ἐὰν καθ’ ἡμέραν δεκάκις εἰς καῦσιν παραδοθῶσιν ὑπὲρ τῆς ἀγάπης τῶν ἀνθρώπων, οὐ κορέννυνται ἐκ τούτων. Καθάπερ εἶπεν ὁ Μωϋσῆς τῷ Θεῷ· «εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἀμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψον κᾀμὲ ἐκ τῆς βίβλου, ἧς ἔγραψας»· καὶ καθὼς ὁ μακάριος Παῦλος, «ηὐχόμην», λέγων, «ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου», καὶ τὰ ἑξῆς.
Καὶ πάλιν, «νῦν χαίρω ἐν ταῖς θλίψεσιν ὑπὲρ ὑμῶν τῶν ἐθνῶν». Καὶ οἱ λοιποὶ δὲ Ἀπόστολοι ἀντὶ τοῦ πόθου τῆς ζωῆς τῶν ἀνθρώπων ἐδέξαντο θάνατον ἐν παντοίοις τρόποις. Τέλος δὲ τούτων πάντων ὁμοῦ ὁ Θεὸς καὶ Κύριος, διὰ πόθον τῆς κτίσεως τὸν ἑαυτοῦ Υἱὸν διὰ σταυροῦ εἰς θάνατον παρέδωκεν· «οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ ἑαυτοῦ Υἱὸν δοῦναι εἰς θάνατον ὑπὲρ αὐτοῦ». Οὐχ ὅτι οὐκ ἡδύνατο ἐν ἄλλῳ τρόπῳ λυτρώσασθαι ἡμᾶς, ἀλλὰ τὴν ἀγάπην ἑαυτοῦ τὴν ὑπερβάλλουσαν ἐν τούτῳ εὑρέθη διδάσκων ἡμᾶς.
Καὶ ἐν τῷ θανάτῳ τοῦ μονογενοῦς ἑαυτοῦ Υἱοῦ προσήγγισεν ἡμᾶς πρὸς ἑαυτόν. Καὶ εἰ εἶχε τιμιώτερον αὐτοῦ, ἔδωκεν ἂν ἡμῖν, ὅπως ἐν αὐτῷ εὑρεθῇ αὐτῷ τὸ γένος ἡμῶν. Καὶ διὰ τὴν ἀγάπην αὐτοῦ τὴν πολλὴν οὐκ εὐδόκησε τὴν ἐλευθερίαν ἡμῶν βιάσασθαι, κἂν δυνατὸς ᾖ ποιῆσαι, ἀλλὰ τῇ ἀγάπῃ τοῦ φρονήματος ἡμῶν πλησιάσαι αὐτῷ. Καὶ αὐτὸς ὁ Χριστὸς ὑπήκουσε τῷ Πατρὶ αὑτοῦ, διὰ τὴν ἀγάπην αὑτοῦ τὴν πρὸς ἡμᾶς, τοῦ δέξασθαι καθ’ ἑαυτοῦ τὴν ὕβριν καὶ τὴν λύπην ἐν χαρᾷ, καθὼς λέγει ἡ Γραφή· «ἀντὶ τῆς χαρᾶς ἧς εἶχεν, ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας». Διὰ τοῦτο εἶπεν ὁ Κύριος ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο· «τοῦτο τὸ σῶμά μου τὸ ὑπὲρ τοῦ κόσμου διδόμενον εἰς ζωήν, καὶ τοῦτο αἷμά μου τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν». Καὶ ὑπὲρ ἡμῶν φησι πάλιν· «ἐγὼ ἁγιάζω ἐμαυτόν».
Οὕτω καὶ πάντες οἱ ἅγιοι ταύτην τὴν τελειότητα φθάνουσιν, ὅταν τέλειοι γένωνται, καὶ τῷ Θεῷ ἀφομοιῶνται ἐν τῷ ὑπερεκβλύζειν τὴν ἀγάπην αὑτῶν καὶ τὴν φιλανθρωπίαν εἰς πάντας. Καὶ τοῦτο τὸ σημεῖον ζητοῦσιν ἑαυτοῖς οἱ ἄγιοι ἀφομοιωθῆναι τῷ Θεῷ, ἐν τῷ τελειωθῆναι τῷ πόθῳ τοῦ πλησίον.
Οὕτω καὶ οἱ πατέρες ἡμῶν οἱ μονασταὶ ἐποίουν, ὅταν πρὸς ἐκείνην τὴν τελειότητα καὶ ὁμοίωσιν, τὴν πλήρη ζωῆς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἐν ἑαυτοῖς ἐλάμβανον πάντοτε. Μακάριος, φασίν, Ἀντώνιος, οὐδέποτε ἔκρινε καθ’ ἑαυτὸν ποιῆσαί τι ὠφελοῦν αὐτὸν πλέον τοῦ πλησίον αὐτοῦ, ὅτι εἶχε τὴν ἐλπίδα ταύτην, ὅτι τὸ κέρδος τοῦ πλησίον αὐτοῦ, ἐστὶν αὐτῷ ἐργασία ἀρίστη.
Καὶ πάλιν ἐρρέθη περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὡς ἔλεγεν· ὅτι ‘Ἤθελον εὑρεῖν λωβὸν καὶ λαβεῖν τὸ σῶμα αὐτοῦ καὶ δοῦναι αὐτῷ τὸ ἐμόν’. Εἶδες ἀγάπην τελείαν; Καὶ ἕως πάλιν εἰς ὅπερ ἔξωθεν αὐτοῦ ἦν, οὐκ ἔφερε μὴ ἀναπαῦσαι τὸν πλησίον αὑτοῦ. Καὶ πάλιν εἶχε σμιλίον καὶ εἰσελθὼν ἀδελφὸς πρὸς αὐτὸν καὶ ἐπιθυμήσας αὐτοῦ, οὐκ ἀφῆκεν αὐτὸν ἐξελθεῖν ἐκ τοῦ κελλίου αὑτοῦ χωρὶς αὐτοῦ. Καὶ τὰ λοιπὰ τὰ γραφέντα περὶ τῶν τοιούτων.
Καὶ τί λέγω ταῦτα; Πολλοὶ ἐξ αὐτῶν τοῖς θηρίοις καὶ τῷ ξίφει καὶ τῷ πυρὶ παρέδωκαν τὰ σώματα ἑαυτῶν διὰ τὸν πλησίον. Οὐδεὶς δύναται ἐλθεῖν εἰς τὴν τάξιν ταύτης τῆς ἀγάπης, εἰ μή τις αἰσθηθῇ κρυπτῶς τῆς ἑαυτοῦ ἐλπίδος, καὶ οὐ δύνανται κτήσασθαι τὴν ἀγάπην τῶν ἀνθρώπων οἱ ἀγαπῶντες τοῦτον τὸν κόσμον. Ὅταν τις κτήσηται τὴν ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐνδύεται μετ’ αὑτῆς. Ἀνάγκη δὲ τὸν κτησάμενον τὸν Θεὸν μὴ πεισθῆναι κτήσασθαι μετ’ αὐτοῦ τι, ἀλλὰ καὶ τὸ σῶμα ἑαυτοῦ ἀποδύσασθαι. Ἐὰν δὲ τὸν κόσμον τοῦτον ἐνδύσηται καὶ τὴν ζωὴν ταύτην ἐν τῷ πόθῳ αὑτοῦ, οὐ μὴ ἐνδύσηται τὸν Θεόν, ἕως οὐκ ἀφῇ αὐτά. Αὐτὸς γὰρ ταῦτα ἐμαρτύρησεν· «εἴ τις», λέγων, «οὐκ ἀφίησι πάντα καὶ μισεῖ τὴν ἑαυτοῦ ψυχήν, μαθητὴς ἐμοὶ γενέσθαι οὐ δύναται». Καὶ οὐχὶ μόνον τὸ ἀφεῖναι, ἀλλὰ καὶ μισῆσαι αὐτά. Καὶ εἴ τις οὐ δύναται μαθητὴς αὐτοῦ γενέσθαι, πῶς οἰκήσει ἐν αὐτῷ;
Ἐρώτησις. Διατί ἡ ἐλπὶς οὕτως ἡδεῖα καὶ ἡ διαγωγὴ αὐτῆς καὶ τὰ ἔργα αὐτῆς ἐλαφρὰ καὶ ταχέως τὰ ἔργα αὐτῆς τῇ ψυχῇ γίνεται;
Ἀπόκρισις. Διὰ τὸ τὴν ἐπιπόθησιν τὴν φυσικὴν ἐξυπνισθῆναι ἐν τῇ ψυχῇ καὶ ποτίσαι αὐτοὺς τὸ ποτήριον τοῦτο καὶ μεθύσαι αὐτούς. Καὶ παρὰ τοῦτο ἐκ τῆς ὥρας ἐκείνης οὐκ ἔτι τοῦ κόπου αἰσθάνονται, ἀλλὰ ἀναίσθητοι τῶν θλίψεων γίνονται καὶ ἐν παντὶ δρόμῳ τῆς πορείας αὑτῶν οὕτω νομίζουσιν, ὡς εἶναι αὐτοὺς ποιοῦντας τὴν πορείαν ἐν τῷ ἀέρι, καὶ οὐχὶ ἐν τῷ βαδίσματι τῷ ἀνθρωπίνῳ, ἐν τῷ μὴ ὁρᾶσθαι ὑπ’ αὐτῶν τὴν σκληρότητα τῆς ὁδοῦ καὶ μὴ γενέσθαι κατ’ ἐνώπιον αὐτῶν βουνοὺς καὶ χειμάρρους, καὶ ἔσται αὐτοῖς τὰ τραχέα εἰς ὁδοὺς λείας, καὶ τὰ ἑξῆς, καὶ διὰ τὸ ἐν πάσῃ ὥρᾳ προσέχειν τῷ κόλπῳ τοῦ Πατρὸς αὐτῶν.
Καὶ αὕτη ἡ ἐλπὶς ὡς ἐν δακτύλῳ δεικνύει αὐτοῖς ἐν πάσῃ ῥοπῇ τὰ μακρὰν ὄντα καὶ ἀόρατα, ὡσανεὶ ἐν αὐτοῖς καθορῶσι παραβολικῶς ἐν τῷ ὀφθαλμῶ τῷ κρυπτῷ τῆς πίστεως. Καὶ διὰ τὸ πυρωθῆναι τὰ μέρη τῆς ψυχῆς, ὡς ἐν πυρί, ἐν τῷ πόθῳ τῶν μακρὰν ὄντων καὶ τὰ ἀπόντα ὡς παρόντα αὐτοῖς λογισθῆναι. Ἐκεῖσε οὖν ἐκτείνεται πᾶν διάστημα τῶν λογισμῶν αὐτῶν, καὶ τὸ πότε φθάσωσιν ἀεὶ ἐπείγονται.
Καὶ ὅτε προσεγγίζουσι πρὸς ἑκάστην ἀρετὴν τοῦ ἐνεργῆσαι αὐτήν, οὐχὶ μερικῶς ἐνεργοῦσιν αὐτήν, ἀλλὰ περιεκτικῶς ὅλας ἐξ ὅλου ἐφάπαξ ἐνεργοῦσι. Διότι τὴν πορείαν αὑτῶν οὐχὶ ἐν τῇ βασιλικῇ ὁδῷ ποιοῦνται, καθὼς πάντες, ἀλλὰ τρίβους συντόμους ἐκλέγονται οὗτοι οἱ γίγαντες ἑαυτοῖς, ἐν αἷς ἔκδηλοί τινες πορεύονται συντόμως πρὸς τὰς μονάς. Διότι αὕτη ἡ ἐλπὶς πυροῖ αὐτοὺς ὡς ἐν πυρί, καὶ οὐ δύνανται ἠρεμῆσαι ἐκ τοῦ σφοδροῦ δρόμου τοῦ διηνεκοῦς ἐν τῇ χαρᾷ αὐτῶν. Καὶ γίνεται αὐτοῖς καθὼς καὶ ἐν τῷ μακαρίῳ Ἰερεμίᾳ· «εἶπα γάρ φησιν οὐ μὴ μνησθῶ αὐτοῦ, οὐδ’ οὐ μὴ λαλήσω τῷ ὀνόματι αὐτοῦ. Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλογίζον καὶ εἰσδύνον ἐν τοῖς ὀστέοις μου». Οὕτω γίνεται ἐν ταῖς καρδίαις αὐτῶν ἡ μνήμη τοῦ Θεοῦ, τῶν ἐν τῇ ἐλπίδι τῶν ἐπαγγελιῶν αὐτοῦ μεθυόντων.
Αἱ τρίβοι αἱ σύντομοι τῶν ἀρετῶν αἱ περιεκτικαί εἰσιν ἀρεταί, διὰ τὸ μὴ ἔχειν αὐτὰς μακρὸν διάστημα ἐν ταῖς τρίβοις ταῖς πολλαῖς τῆς πολιτείας ἐξ ἐκείνης πρὸς ταύτην, οὐδὲ τόπον καὶ καιρὸν καὶ σκορπισμὸν ἐκδέχονται, ἀλλ’ εὐθέως ἵστανται καὶ πληροῦσιν αὐτά.
Ἐρώτησις. Τί ἐστιν ἀπάθεια ἡ ἀνθρωπίνη;
Ἀπόκρισις. Ἀπάθεια, οὐχὶ τὸ μὴ αἰσθηθῆναι τῶν παθῶν ἐστιν, ἀλλὰ τὸ μὴ δέξασθαι αὐτά, ἐκ τῶν πολλῶν καὶ ποικίλων ἀρετῶν, ὧν ἐκτήσαντο, τῶν φανερῶν καὶ κρυπτῶν, καὶ ἠσθένησαν ἐν αὐτοῖς τὰ πάθη καὶ οὐ δύνανται εὐχερῶς ἐπαναστῆναι κατὰ τῆς ψυχῆς. Καὶ ἡ διάνοια οὐ χρῄζει πάντοτε προσέχειν αὐτοῖς· διότι ἐν παντὶ καιρῷ πεπληρωμένη ἐστὶν ἐν τοῖς νοήμασιν αὑτῆς ἐκ τῆς μελέτης καὶ τῆς ὁμιλίας τῶν ἀρίστων τρόπων, τῶν ἐν τῇ συνέσει κινουμένων ἐν τῷ νοΐ. Καὶ ὅταν ἄρξωνται τὰ πάθη κινεῖσθαι, ἐξαίφνης ἁρπάζεται ἡ διάνοια ἐκ τῆς ἐγγύτητος αὐτῶν ἐν συνέσει τινὶ παρακυψάσῃ ἐν τῷ νοΐ, καὶ ἀπολιμπάνονται αὐτῷ τὰ πάθη ὡς ἀργά.
Καθάπερ εἶπεν ὁ μακάριος Μάρκος, νοῦς ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ τὰς πράξεις τῶν ἀρετῶν πληρῶν καὶ τῇ γνώσει πλησιάσας ὀλίγον αἰσθάνεται ἐκ τοῦ μέρους τοῦ κακοῦ καὶ ἀνοήτου τῆς ψυχῆς. Ἡ γνῶσις γὰρ αὐτοῦ ἁρπάζεται εἰς τὸ ὕψος καὶ ἀπαλλοτριοῖ αὐτὸν ἀπὸ πάντων τῶν ἐν τῷ κόσμῳ. Καὶ διὰ τὴν ἐν αὐτοῖς ἁγνείαν καὶ τὴν λεπτότητα καὶ ἐλαφρότητα καὶ ὀξύτητα τοῦ νοὸς αὐτῶν καὶ διὰ τὴν ἄσκησιν πάλιν αὐτῶν, καθαρίζεται αὐτῶν ὁ νοῦς καὶ διαυγὴς ἀποδείκνυται, διὰ τὸ τὴν σάρκα αὐτῶν ξηρανθῆναι, καὶ ἐκ τῆς σχολῆς τῆς ἡσυχίας καὶ τῆς πολλῆς διαμονῆς τῆς ἐν αὐτῇ εὐκόλως καὶ ταχέως ἐπιτίθεται ἑκάστῳ καὶ ὁδηγεῖ αὐτοὺς ἡ θεωρία ἡ ἐν αὐτοῖς πρὸς ἔκπληξιν τὴν παρ’ αὐτῇ. Καὶ ἐν τούτῳ πολλοστὸν πληθύνονται ταῖς θεωρίαις καὶ οὐδέποτε ὑστερεῖ ὕλης συνέσεως ἡ διάνοια αὐτῶν καὶ οὐδὲ ἐκτὸς ἐκείνων ποτέ, ὧν τοῦ Πνεύματος ὁ καρπὸς ἐμποιεῖ αὐτοῖς, διαγίνονται.
Καὶ ἐν τῇ συνηθείᾳ τῇ πολυχρονίῳ ἐξαλείφονται αἱ μνῆμαι ἐκ τῆς καρδίας αὐτῶν, αἵτινες κινοῦσι τὰ πάθη ἐν τῇ ψυχῇ, καὶ ἡ ἰσχὺς τῆς ἐξουσίας τοῦ διαβόλου. Ὅταν γὰρ ἡ ψυχὴ μὴ ἑταιρειάσῃ μετὰ τῶν παθῶν ἐν τῇ μελέτῃ ἐν αὐτοῖς, διὰ τὸ εἶναι αὐτὴν ἐξ ἄλλης φροντίδος κεκρατημένην ἀδιαλείπτως, οὐ δύναται ἡ ἰσχὺς τῶν ὀνύχων τῶν παθῶν κατακρατῆσαι τῶν αἰσθήσεων αὐτῆς τῶν πνευματικῶν.
Ἐρώτησις. Τίνα εἰσὶ τὰ ἐξαίρεται τῆς ταπεινώσεως;
Ἀπόκρισις. Καθάπερ ἡ οἴησις διασκορπισμός ἐστι τῆς ψυχῆς ἐν τῇ φαντασίᾳ αὐτῆς τῇ μετεωριζούσῃ αὐτήν, καὶ οὐκ ἀναχαιτιζούσῃ αὐτὴν πτερωθῆναι ἐν νεφέλαις τῶν λογισμῶν αὐτῆς, ὥστε κυκλῶσαι ἐν πάσῃ τῇ κτίσει, οὕτω καὶ ἡ ταπείνωσις συνάγει αὐτὴν ἐν ἡσυχίᾳ καὶ συνάπτεται ἐντὸς ἑαυτῆς ἡ ψυχή. Καὶ καθάπερ ψυχὴ οὐκ ἔστι γνωστὴ οὐδὲ τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατή, οὕτως ὁ ταπεινόφρων οὐ γινώσκεται μεταξὺ τῶν ἀνθρώπων. Καὶ ὥσπερ ψυχὴ ἐντὸς τοῦ σώματος κεκρυμμένη ἐστὶν ἐκ τῆς θεωρίας καὶ τῆς μίξεως τῆς μετὰ πάντων ἀνθρώπων, οὕτως ὁ ἀληθινὸς ταπεινόφρων οὐχὶ μόνον οὐ θέλει βλέπεσθαι καὶ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων, διὰ τὸν ἀφορισμὸν αὐτοῦ καὶ τὴν ἐκ πάντων ἀπορίαν, ἀλλὰ τοῦτό ἐστι τὸ θέλημα αὐτοῦ· εἰ δυνατόν, καὶ αὐτὸν ἀφ’ ἑαυτοῦ βαπτίζειν ἑαυτὸν ἐντὸς ἑαυτοῦ καὶ εἰσοικίζειν καὶ εἰσέρχεσθαι ἐν ἡσυχίᾳ καὶ καταλεῖψαι τὰ νοήματα αὑτοῦ τὰ πρῶτα μετὰ τῶν αἰσθήσεων αὑτοῦ ὅλα ἐξ ὅλου καὶ γενέσθαι ὥς τινα οὐκ ὄντα ἐν τῇ κτίσει καὶ οὐκ ἐλθόντα εἰς τὸ εἶναι καὶ μηδὲ τῇ ἑαυτοῦ ψυχῇ ὄντα παντελῶς γινωσκόμενον. Καὶ ὅσον ἐστὶν ὁ τοιοῦτος κεκρυμμένος καὶ τεθησαυρισμένος καὶ κεχωρισμένος ἐκ τοῦ κόσμου, ὅλος πρὸς τὸν ἑαυτοῦ Δεσπότην γίνεται.
Ὁ ταπεινόφρων οὐκ ἀναπαύεταί ποτε ἰδεῖν τὰ συναθροίσματα καὶ τὴν σύγχυσιν τῶν ὄχλων καὶ τὸν σεισμὸν καὶ τὰς φωνὰς καὶ τὸν πλατυσμὸν καὶ τὴν μέριμναν καὶ τὴν τρυφήν, ἐξ ἧς ἡ ἀκρασία· οὐδὲ εἰς τοὺς λόγους καὶ εἰς τὰς συντυχίας καὶ φωνὰς καὶ εἰς τὸν διασκορπισμὸν τῶν αἰσθήσεων, ἀλλὰ πλέον πάντων προκρίνει τὸ ἀφειδιάσαι ἑαυτὸν ἐν ἡσυχίᾳ μεμονωμένον καὶ κεχωρισμένον ἀπὸ πάσης κτίσεως, φροντίζοντα ἑαυτοῦ ἐν χώρᾳ ἡσύχῳ. Καὶ ἐν πᾶσιν ἡ σμικρότης καὶ ἡ ἀκτημοσύνη καὶ ἡ χρεία καὶ ἡ πτωχεία ποθητά εἰσι πρὸς αὐτόν, ἤπερ ἐν πράγμασι πολλοῖς καὶ ἔργοις εἶναι ἐπ’ ἀλλήλοις, ἀλλ’ ἐν παντὶ καιρῷ ἐν εὐκαιρίᾳ καὶ ἀμεριμνίᾳ στῆναι, χωρὶς συγχύσεως τῶν ἐνταῦθα, ἵνα μὴ ἐξέλθωσιν οἱ λογισμοὶ αὐτοῦ ἔξωθεν αὐτοῦ.
Ὅτι πεπεισμένος ἐστίν, ὅτι, ἐὰν εἰς τὰ πολλὰ πέσῃ, ἐκτὸς συγχύσεως τῶν λογισμῶν γενέσθαι οὐ δύναται· ὅτι τὰ πολλὰ πράγματα πολλαὶ μέριμναί εἰσι, καὶ συναγωγή ἐστι λογισμῶν ποικίλων καὶ συνθέτων. Καὶ ἐξέρχεται ἐκ τοῦ εἶναι αὐτὸν ὑψηλότερον τῶν μεριμνῶν τῶν γηΐνων ἐν τῇ εἰρήνῃ τῶν ἑαυτοῦ λογισμῶν, χωρὶς τῶν μικρῶν χρειῶν τῶν ἐν ἀνάγκῃ οὐσῶν, καὶ τῆς διανοίας τῆς λαβούσης φροντίδα μονογενῆ ἐν τοῖς λογισμοῖς ἑαυτῆς τοῖς ἀρίστοις. Ἐὰν δὲ κωλυθῆναι αὐτὸν ἐκ τῶν λογισμῶν τῶν ἀρίστων μὴ ἀφῶσιν αἱ χρεῖαι, ἔρχεται εἰς τὸ βλάπτεσθαι καὶ βλάπτειν. Ἐντεῦθεν ἀνοίγεται θύρα τοῖς πάθεσι καὶ ἀπέρχεται ἡ γαλήνη τῆς διακρίσεως καὶ φεύγει ἡ ταπείνωσις καὶ κλείεται ἡ θύρα τῆς εἰρήνης. Διὰ ταῦτα οὖν πάντα λοιπὸν ἀδιαλείπτως ἑαυτὸν φυλάττει ἐκ τῶν πολλῶν, καὶ ἐν παντὶ καιρῷ εὑρίσκει ἑαυτὸν ἐν γαλήνῃ καὶ ἀναπαύσει καὶ ἐν εἰρήνῃ καὶ ἐπιεικείᾳ καὶ εὐλαβείᾳ.
Ἐν ταπεινόφρονι ποτὲ οὐκ ἔστι κατέπειξις καὶ ταχύτης καὶ σύγχυσις, οὐδὲ νοήματα θερμὰ καὶ κοῦφα, ἀλλ’ ἐν παντὶ καιρῷ ἐν ἀναπαύσει ἐστὶ καταλύων. Ἐὰν κολληθῇ ὁ οὐρανὸς τῇ γῇ, ὁ ταπεινόφρων οὐ θροεῖται. Οὐχὶ πᾶς ἡσύχιος ταπεινόφρων, ἕκαστος δὲ ταπεινόφρων, καὶ ἡσύχιος. Ταπεινόφρων μὴ ὤν, συνεσταλμένος οὐκ ἔστι· συνεσταλμένους δέ, μὴ ὄντας ταπεινόφρονας, πολλοὺς εὑρήσεις. Τοῦτό ἐστιν ὅπερ εἶπεν ὁ Κύριος, ὁ πραῢς καὶ ταπεινός· «μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Ὁ ταπεινόφρων ἐν παντὶ καιρῷ ἐν ἀναπαύσει ἐστίν, ὅτι οὐκ ἔστι τι κινοῦν ἢ θροοῦν τὴν διάνοιαν αὐτοῦ. Καὶ ὥσπερ οὐ δύναταί τις πτοῆσαι ὄρος, οὕτως οὐ πτοεῖται ἡ διάνοια αὐτοῦ.
Καὶ εἰ δυνατὸν ῥηθῆναι, καὶ ἴσως οὐκ ἄτοπόν ἐστι τοῦτο εἰπεῖν, ὅτι ὁ ταπεινόφρων ἐκ τοῦ κόσμου τούτου οὐκ ἔστιν· ὅτι οὔτε ἐν ταῖς λύπαις θροεῖται καὶ ἀλλοιοῦται, οὔτε ἐν εὐφροσύναις θαυμάζεται καὶ ἐξαπλοῦται, ἀλλ’ ὅλη ἡ εὐφροσύνη αὐτοῦ καὶ ἡ ἀγαλλίασις ἡ ἀληθινὴ ἐν τοῖς τοῦ Δεσπότου αὑτοῦ ἐστίν.
Ἀκολουθεῖ δὲ τῇ ταπεινοφροσύνῃ ἡ ἐπιείκεια καὶ τὸ συνάξαι ἑαυτόν, ὅπερ ἐστὶν ἡ σωφροσύνη τῶν αἰσθήσεων, φωνὴ σύμμετρος, σμικρολογία, ἑαυτοῦ καταφρόνησις, ἐσθὴς εὐτελής, βάδισμα οὐ σεσοβημένον, τὸ προσέχειν κάτω, τὸ ὑπερέχειν ἐν ἐλεημοσύνῃ, ταχύτης δακρύων, μεμονωμένη ψυχή, καρδία συντετριμμένη, ἀκινησία θυμοῦ, αἰσθήσεις ἀσκόρπιστοι, σμικρότης πραγμάτων, σμικρότης ἐν πάσῃ χρείᾳ, τὸ βαστάξαι, ἡ ὑπομονή, τὸ μὴ πτοεῖσθαι, ἡ ἰσχυρότης τῆς καρδίας ἡ τικτομένη ἐκ τοῦ μίσους τῆς χρονικῆς ζωῆς, ἡ ὑπομονὴ τῶν πειρασμῶν, ἔννοιαι βαρεῖαι καὶ οὐκ ἐλαφραί, σβέσις λογισμῶν, φυλακὴ τῶν μυστηρίων τῆς σωφροσύνης, ἡ αἰδώς, ἡ εὐλάβεια, καὶ ὑπὲρ πάντα ταῦτα, τὸ ἡσυχάσαι πάντοτε, τὸ τὴν ἀγνωσίαν ἀεὶ προσκαλεῖσθαι.
Τῷ ταπεινόφρονι ποτὲ οὐκ ἀνάγκη ἀπαντᾷ ποιοῦσα αὐτὸν ταραχθῆναι ἢ συγχυθῆναι. Ὁ ταπεινόφρων ὅταν ποτὲ μόνος γένηται, αἰδεῖται ἐξ αὐτοῦ. Ἐγὼ θαυμάζω, ὅτι ἐὰν ᾖ τις ταπεινόφρων ἐν ἀληθείᾳ, οὐ τολμήσει τοῦ προεύξασθαι τῷ Θεῷ, ὁπόταν προσεγγίσῃ τῇ εὐχῇ, ἢ τοῦ ἀξιωθῆναι αὐτῆς ἢ αἰτήσασθαί τι ἄλλο, ἢ γινώσκει τί εὔχεται, ἀλλὰ μόνον σιωπᾷ ἐν ταῖς πάσαις ταῖς ἑαυτοῦ εὐνοίας, προσδοκῶν μόνον τὸ ἔλεος. Καὶ ποῖον ἄρα θέλημα ἐξέλθῃ περὶ αὐτοῦ ἐκ προσώπου τῆς μεγαλωσύνης τῆς προσκυνητῆς, ἡνίκα τὸ πρόσωπον κλίνει αὑτοῦ εἰς τὴν γῆν καὶ ἡ θεωρία ἡ ἔσω τῆς καρδίας αὐτοῦ ἐπηρμένη ἐπὶ τὴν πύλην τὴν ἁγίαν τῶν ἁγίων τὴν ὑψηλήν, ἔνθα ἐστὶν ἐκεῖνος, οὗτινος ὁ γνόφος σκήνωμα, ὁ ἀμβλύνων τὰ ὄμματα τῶν Σεραφίμ, καὶ ἡ ἀρετὴ αὐτοῦ κατεπείγει τοὺς λεγεῶνας τῆς χοροστασίας αὐτῶν καὶ σιωπὴν ἐπιχέων ἐπὶ πᾶσι τοῖς τάγμασιν αὐτῶν;
Καὶ ἕως τούτου μόνου τολμᾷ εἰπεῖν καὶ προσεύξασθαι· ‘Κατὰ τὸ θέλημά σου Κύριε, οὕτω γενέσθω ἐν ἐμοί’. Καὶ ἡμεῖς τοῦτο λέγωμεν εἰς ἡμᾶς. Ἀμήν.
ΛΟΓΟΣ ΠΒʹ ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΑΚΟΠΩΣ ΕΙΣΕΡΧΕΤΑΙ Η ΨΥΧΗ ΠΡΟΣ ΚΑΤΑΝΟΗΣΙΝ ΤΗΣ ΣΟΦΙΑΣ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΤΩΝ ΚΤΙΣΜΑΤΩΝ ΑΥΤΟΥ, ΕΑΝ ΗΣΥΧΑΣΗι ΑΠΟ ΤΕ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΩΝ ΜΕΡΙΜΝΩΝ ΤΩΝ ΒΙΩΤΙΚΩΝ. ΤΟΤΕ ΓΑΡ ΔΥΝΑΤΑΙ ΓΝΩΝΑΙ ΕΑΥΤΗΣ ΚΑΙ ΟΥΣ ΕΧΕΙ ΕΣΩΘΕΝ ΚΕΚΡΥΜΜΕΝΟΥΣ ΘΗΣΑΥΡΟΥΣ Ὅταν μὴ εἰσέλθωσιν ἔξωθεν μέριμναι βιωτικαὶ ἐπὶ τὴν ψυχήν, ἀλλὰ μείνῃ ἐπὶ τὴν φύσιν αὐτῆς, οὐ χρονίζει κοπιάσαι τοῦ εἰσελθεῖν καὶ κατανοῆσαι τὴν σοφίαν τοῦ Θεοῦ· ὅτι ὁ χωρισμὸς αὐτῆς ὁ ἐκ τοῦ κόσμου καὶ ἡ ἡσυχία αὐτῆς φυσικῶς κινοῦσιν αὐτὴν πρὸς κατανόησιν τῶν κτισμάτων τοῦ Θεοῦ, καὶ ἐκ τούτου ὑψοῦται πρὸς τὸν Θεὸν καὶ ἐκπλήττεται θαυμάζουσα καὶ παραμένει τῷ Θεῷ. Ὅταν γὰρ μὴ εἰσέλθῃ ὕδωρ ἔξωθεν ἐπὶ τὴν πηγὴν τῆς ψυχῆς, τὸ ὕδωρ τὸ βρύον τὸ φυσικὸν ἐν αὐτῇ νοήματα βλαστάνει ἐν αὐτῇ τῶν θαυμασίων τοῦ Θεοῦ διαπαντός.
Ὅταν δὲ εὑρεθῇ ἡ ψυχὴ ἐκτὸς τούτων, ἤ τινα αἰτίαν ἔκ τινος ἀλλοτρίας μνήμης ἔλαβεν ἢ αἱ αἰσθήσεις ἐκίνησαν κατ’ αὐτῆς ταραχὴν ἐκ τῆς ἀπαντήσεως τῶν πραγμάτων. Ὅταν δὲ συγκλεισθῶσιν αἱ αἰσθήσεις τῇ ἡσυχίᾳ καὶ μὴ ἐκπηδῆσαι συγχωρηθῶσι καὶ παλαιωθῶσιν αἱ μνῆμαι τῇ ταύτης βοηθείᾳ, τότε θεάσῃ τοὺς φυσικοὺς λογισμοὺς τῆς ψυχῆς, τί εἰσι καὶ τί ἐστιν ἡ φύσις τῆς ψυχῆς, καὶ ποίους θησαυροὺς κεκρυμμένους ἔχει ἐν ἑαυτῇ. Οἱ δὲ θησαυροί εἰσιν, ἡ κατανόησις τῶν ἀσωμάτων, ἡ κινουμένη ἐν ἑαυτῇ ἀφ’ ἑαυτῆς χωρὶς προνοίας καὶ κόπου τοῦ ὑπὲρ αὐτῆς. Οὐκ ἐπίσταται δὲ ὁ ἄνθρωπος, ὅτι τοιοῦτοι λογισμοὶ κινοῦνται ἐν τῇ ἀνθρωπίνῃ φύσει.
Τίς γὰρ ἦν αὐτοῦ διδάσκαλος, ἢ πῶς αὐτὸ κατέλαβεν, ὅπερ καὶ νοηθὲν ἀδύνατον ἄλλοις σαφηνισθῆναι, ἢ τίς ἦν αὐτῷ ὁδηγὸς πρὸς ὅπερ παρ’ ἄλλου μηδαμῶς μεμάθηκε; Τοιαύτη τίς ἐστιν ἡ φύσις τῆς ψυχῆς. Οὐκοῦν τὰ πάθη προσθήκη ἐστὶν ἐξ αἰτίας ψυχικῆς· ἐπεὶ φυσικῶς ἀπαθής ἐστιν ἡ ψυχή. Ὅταν δὲ ἀκούσῃς ἐν τῇ Γραφῇ πάθη ψυχικὰ καὶ σωματικά, γνῶθι, ὅτι πρὸς τὰς αἰτίας εἴρηται. Ἡ γὰρ ψυχὴ φυσικῶς ἀπαθής ἐστιν. Οἱ δὲ τῆς ἔξω φιλοσοφίας οὐ παραδέχονται τοῦτο, ὁμοίως δὲ καὶ οἱ τούτοις ἀκόλουθοι. Ἀλλ’ ἡμεῖς οὕτω πιστεύομεν, ὅτι ὁ Θεὸς τὸν κατ’ εἰκόνα ἀπαθῆ πεποίηκε· κατ’ εἰκόνα δὲ λέγω, οὐ κατὰ τὸ σῶμα, ἀλλὰ κατὰ τὴν ψυχήν, ἥτις ἐστὶν ἀόρατος. Πᾶσα γὰρ εἰκὼν ἐκ προϋποκειμένης εἰκόνος ἀνιμᾶται, ἀδύνατον δέ τινα παραστῆσαι εἰκόνα, μὴ προθεαθέντος αὐτῷ ὁμοιώματος. Ὥστε δεῖ πιστεύειν σε, ὅτι τὰ πάθη, ὡς προείπομεν, τῆς ψυχῆς οὔκ εἰσιν. Εἰ δέ τις ἀνθίσταται τοῖς εἰρημένοις, ἡμεῖς ἐρωτήσομεν, ὁ δὲ ἀποκρινέσθω.
Ἐρώτησις. Τί ἐστιν ἡ φύσις τῆς ψυχῆς; Ἆρα ἀπαθής τις καὶ φωτὸς πλήρης, ἢ ἐμπαθής τις καὶ σκοτεινή;
Ἀπόκρισις. Εἰ γὰρ ἦν ποτὲ ἡ φύσις τῆς ψυχῆς διαυγὴς καὶ καθαρὰ τῇ τοῦ μακαρίου φωτὸς ὑποδοχῇ, ὁμοίως δὲ καὶ ὅταν πρὸς τὴν ἀρχαίαν ἀνέλθῃ τάξιν οὕτως εὑρίσκεται· λοιπόν, ὅταν ἐμπαθῶς κινηθῇ, ἔξω τῆς φύσεως αὐτῆς ὁμολογουμένως ἐστίν, ὡς οἱ τῆς Ἐκκλησίας τρόφιμοι διαβεβαιοῦνται.
Ὥστε τὰ πάθη ὕστερον τῇ ψυχῇ ἐπεισῆλθε, καὶ οὐ δίκαιον εἰπεῖν τῆς ψυχῆς εἶναι τὰ πάθη, κἂν ἐν τούτοις αὕτη κινῆται. Φανερὸν οὖν ἐστίν, ὅτι τοῖς ἔξωθεν κινεῖται, οὐχ ὡς ἰδίοις. Καὶ εἰς ἐν τούτοις τοῖς πάθεσι τῆς ψυχῆς κινουμένης ἄνευ τοῦ σώματος, κατὰ τοῦτο λέγονται φυσικά, λοιπὸν ἡ πεῖνα καὶ ἡ δίψα καὶ ὁ ὕπνος ψυχικὰ ἂν εἴη· ὅτι καὶ ἐν τούτοις πάσχει καὶ συστενάζει τῷ σώματι καὶ τῇ τῶν μελῶν ἐκκοπῇ καὶ τοῖς πυρετοῖς καὶ ταῖς νόσοις καὶ τοῖς παραπλησίοις. Διότι τῇ κοινωνίᾳ συναλγεῖ τῷ σώματι ἡ ψυχή, ὥσπερ δὴ καὶ τὸ σῶμα αὐτῇ καὶ συγκινεῖται τῇ τοῦ σώματος εὐφροσύνῃ καὶ δέχεται τὰς τούτου θλίψεις.
Τῷ δὲ Θεῷ ἡμῶν δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΠΓʹ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΠΑΘΩΝ ΚΑΙ ΝΟΟΣ ΚΑΘΑΡΟΤΗΤΟΣ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ Ἐρώτησις. Τί ἐστιν ἡ φυσικὴ κατάστασις τῆς ψυχῆς, καὶ τί ἐστιν ἡ παρὰ φύσιν, καὶ τί ἐστιν ἡ ὑπὲρ φύσιν;
Ἀπόκρισις. Ἡ φυσικὴ κατάστασις τῆς ψυχῆς γνῶσίς ἐστι τῶν κτισμάτων τοῦ Θεοῦ τῶν αἰσθητῶν καὶ τῶν νοητῶν. Ἡ ὑπὲρ φύσιν ἐστὶν ἡ κίνησις τῆς θεωρίας τῆς ὑπερουσίου θεότητος. Ἡ παρὰ φύσιν ἐστὶν ἡ ἐν τοῖς ἐμπαθέσι κίνησις. Καθὼς ἔφη ὁ θεῖος καὶ μέγας Βασίλειος, ὅτι ἡ ψυχή, ὅταν εὑρεθῇ κατὰ φύσιν, ἄνω διάγει, ὅτε δὲ ἔξωθεν τῆς φύσεως αὑτῆς εὑρεθῇ, εὑρίσκεται κάτω εἰς τὴν γῆν, ὅταν δὲ ἄνω γένηται, ἀπαθὴς εὑρίσκεται· ἡνίκα δ’ ἂν κατέλθῃ ἡ φύσις ἐκ τῆς οἰκείας τάξεως, τότε τὰ πάθη ἐν αὐτῇ εὑρίσκεται.
Φανερὸν οὖν λοιπόν, ὅτι τὰ πάθη τὰ ψυχικὰ οὔκ εἰσι φύσει ψυχικά. Εἰ καὶ οὕτω κινεῖται ἐν τοῖς πάθεσι τοῦ σώματος τῆς ψεκτοῖς, ὥσπερ ἐν τῇ πείνῃ καὶ τῇ δίψῃ, ἀλλ’ ἐπειδὴ οὐκ ἐπετέθη αὐτῇ ἐν τούτοις νόμος, οὐ τοσοῦτον μεμπτέα ἐστί, καθὼς ἐν τοῖς λοιποῖς τοῖς ὑποκειμένοις τῇ μέμψει. Ἔσθ’ ὅτε συμβαίνει ἐπιτρέπεσθαί τινα παρὰ τοῦ Θεοῦ πρᾶξαί τι δοκοῦν ἄτοπον, καὶ ἀντὶ τῆς μέμψεως καὶ τῶν ἐλέγχων, ἀγαθαῖς ἀμοιβαῖς ἀμειφθῆναι. Καθὼς ὁ προφήτης Ὠσηέ, ὁ πόρνην γεγαμηκώς, καὶ ὡς Ἠλίας ὁ προφήτης, ὁ ζήλῳ Θεοῦ φονεύσας, καὶ ὡς οἱ μαχαίραις τοὺς ἰδίους γονεῖς ἀποκτείναντες τῇ προστάξει τοῦ Μωϋσέως.
Πλὴν λέγεται φυσικῶς εἶναι τῇ ψυχῇ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν, χωρὶς τῆς τοῦ σώματος φύσεως. Καὶ ταῦτα αὐτῆς τὰ πάθη.
Ἐρώτησις. Πότερον ἡνίκα ἡ τῆς ψυχῆς ἐπιθυμία ἐξαφθῇ ἐν τοῖς θείοις, κατὰ φύσιν ἐστὶν ἢ ὅταν εὑρεθῇ ἐν τοῖς γηΐνοις καὶ τοῖς σωματικοῖς; Καὶ διατί ζηλοῖ τῆς ψυχῆς ἡ φύσις τῷ θυμῷ; Καὶ πῶς λέγεται φυσικὸς ὁ θυμός; Ἆρα ἐν τῷ θυμοῦσθαι διά τινα σαρκικὴν ἐπιθυμίαν ἢ φθόνον ἢ κενοδοξίαν; ἢ ἐν τοῖς τοιούτοις ἢ κατὰ τὸ ἐναντίον τούτων; Ἀποκρινέσθω ὁ λέγων, καὶ ἡμεῖς ἀκολουθήσομεν.
Ἀπόκρισις. Πολλὰ λέγει ἡ θεία Γραφὴ καὶ τίθησι καταχρηστικῶς ὀνόματα πολλάκις, ἅτινα τοῦ σώματος μέν ἐστι, κατὰ τῆς ψυχῆς δὲ λέγεται, καὶ πάλιν τὰ τῆς ψυχῆς κατὰ τοῦ σώματος, καὶ οὐ χωρίζει ταῦτα. Ἀλλ’ οἱ συνετοὶ συνιεῖσι τοῦτο. Ὥσπερ τὰ τῆς θεότητος τοῦ Κυρίου, ἅτινα εἴρηνται κατὰ τοῦ παναγίου αὐτοῦ σώματος, πράγματα μὴ συγκρινόμενα τῇ ἀνθρωπίνῃ φύσει, καὶ πάλιν ταπεινὰ εἴρηνται κατὰ τῆς θεότητος αὐτοῦ, ἅτινά ἐστι κατὰ τῆς ἀνθρωπότητος. Καὶ πολλοὶ μὴ συνιέντες τὸν σκοπὸν τῶν θείων λόγων ἐνταῦθα ὠλίσθησαν ὀλίσθημα ἀδιόρθωτον. Οὕτω καὶ τὰ τῆς ψυχῆς κατὰ τοῦ σώματος.
Εἰ οὖν ἡ ἀρετὴ ὑγεία ἐστὶ τῆς ψυχῆς φυσικῶς, λοιπὸν τὰ πάθη ἀρρωστία ἐστὶ τῆς ψυχῆς, ἐπισυμβάντα καὶ ἐπεισελθόντα τῇ φύσει καὶ ἐξαγαγόντα τῆς ἰδίας ὑγείας. Φανερὸν οὖν, ὅτι ἡ ὑγεία προϋπάρχει ἐν τῇ φύσει τοῦ συμβεβηκότος ἀρρωστήματος.
Καὶ εἰ ταῦτα οὕτως, ὡς καὶ ἀληθῆ ἐστι, λοιπὸν ἡ ἀρετὴ φυσικῶς ἐστιν ἐν τῇ ψυχῇ, τὰ δὲ συμβεβηκότα ἔξωθεν τῆς φύσεώς ἐστι.
Ἐρώτησις. Τὰ πάθη τὰ σωματικὰ φυσικῶς λέγεται τῷ σώματι ἢ κατὰ συμβεβηκός; Καὶ τὰ πάθη τῆς ψυχῆς τὰ ὄντα αὐτῇ διὰ τὴν πρὸς τὸ σῶμα σχέσιν, φυσικῶς αὐτῇ λέγονται ἢ καταχρηστικῶς;
Ἀπόκρισις. Τὰ μὲν τοῦ σώματος οὐ θαρρεῖ τις λέγειν καταχρηστικῶς, τὰ δὲ τῆς ψυχῆς, ἀφ’ οὗ ἔγνωσται καὶ ὑπὸ πάντων ὡμολόγηται ὅτι φυσικῶς πέφυκε τῇ ψυχῇ ἡ καθαρότης, θαρρεῖν δεῖ καὶ λέγειν, ὅτι φυσικῶς αὐτῇ τὰ πάθη οὐδαμῶς.
Διότι ἡ νόσος, δευτέρα ἐστὶ τῆς ὑγείας. Τὸ δὲ εἶναι τὴν μίαν φύσιν ἀγαθὴν καὶ πονηράν, ἀδύνατον, ὥστε ἐξ ἀνάγκης ἡ μία προηγεῖται τῆς ἑτέρας, ἐκείνη δέ ἐστιν ἡ φυσική, ἡ προϋπάρξασα τῆς ἑτέρας. Διότι πᾶν πρᾶγμα ὂν συμβεβηκός, οὐ λέγεται εἶναι ἐκ τῆς φύσεως, ἀλλ’ ἔξωθεν ἐπεισελθόν· καὶ παντὶ συμβεβηκότι καὶ ἐπεισερχομένῳ ἀλλοίωσις ἔπεται, ἡ δὲ φύσις οὐκ ἀλλοιοῦται οὔτε μετακινεῖται.
Πᾶν πάθος πρὸς ὠφέλειαν ὑπάρχον παρὰ Θεοῦ δεδώρηται, Καὶ τὰ σωματικὰ πάθη πρὸς ὠφέλειαν καὶ αὔξησιν αὐτοῦ τέθεινται ἐν αὐτῷ, ὁμοίως καὶ τὰ ψυχικά. Ἀλλ’ ὅταν ἀναγκασθῇ τὸ σῶμα ἔξω γενέσθαι τῆς ἰδίας εὐθηνίας, ἐν τῇ στερήσει τῶν οἰκείων καὶ τῇ ψυχῇ ἀκολουθῆσαι, τότε ἐξασθενεῖ καὶ βλάπτεται. Καὶ ὅταν ἡ ψυχὴ τὰ ὑπάρχοντα αὐτῇ καταλείψασα, τῷ σώματι ἀκολουθήσῃ, τηνικαῦτα καὶ αὕτη βλάπτεται, κατὰ τὸν θεῖον Ἀπόστολον, λέγοντα, «τὸ πνεῦμα ἐπιθυμεῖ κατὰ τῆς σαρκός, καὶ ἡ σὰρξ κατὰ τοῦ πνεύματος». Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται. Οὐκοῦν μηδεὶς βλασφημείτω τὸν Θεόν, ὅτι αὐτὸς τὰ πάθη καὶ τὴν ἁμαρτίαν ἐπὶ τὴν φύσιν ἡμῶν τέθεικεν. Αὐτὸς μὲν γὰρ ἐν ταῖς φύσεσι τέθεικε τὰ ἑκάστην αὐξάνοντα, ἀλλ’ ὅταν συναινέσῃ μία τῇ ἑτέρᾳ, τότε οὐκ ἐν τοῖς ἰδίοις εὑρίσκεται, ἀλλ’ ἐν τοῖς ἐναντίοις. Εἰ γὰρ ἦσαν τὰ πάθη φυσικῶς ἐν τῇ ψυχῇ, τίνος χάριν ἐβλάπτετο ὑπ’ αὐτῶν; Τὰ γὰρ τῆς φύσεως ἴδια, τὴν φύσιν οὐ λυμαίνεται.
Ἐρώτησις. Καὶ τίνος ἕνεκεν τὰ σωματικὰ πάθη τὰ αὐξάνοντα καὶ ἐνδυναμοῦντα τὸ σῶμα, τὴν ψυχὴν βλάπτουσιν, εἰ ταύτης οὔκ εἰσιν ἴδια; Καὶ τίνος χάριν ἡ ἀρετὴ τὸ σῶμα μὲν κολάζει, τὴν δὲ ψυχὴν αὐξάνει;
Ἀπόκρισις. Οὐχ ὁρᾷς πῶς τὰ ἔξωθεν τῆς φύσεως ὄντα βλάπτει ταύτην; Ἑκάστη γὰρ φύσις προσεγγίσασα τοῖς οὖσιν αὐτῇ, εὐφροσύνης πληροῦται. Θέλεις δὲ γνῶναι, τί ἐστι τὸ ἴδιον ἑκάστης τῶν φύσεων τούτων; Ὅρα, ὅτι τὰ βοηθοῦντα ἑκάστῃ, ἴδια αὐτῆς ἐστι, τὰ δὲ βλάπτοντα, ἀλλότρια καὶ ἔξωθεν ἐπεισελθόντα. Ἐπεὶ οὖν ἔγνωσται, ὅτι τὰ πάθη τούτων ἀλλήλοις ἀντίκεινται, λοιπὸν πᾶν ὁτιοῦν βοηθοῦν τῷ σώματι καὶ ἄνεσιν αὐτῷ δίδωσιν, ὅταν δὲ ἡ ψυχὴ ἐν αὐτῷ συναναστραφῇ, οὐ λέγεται φυσικῶς εἶναι αὐτῇ· τὰ γὰρ τῆς ψυχῆς φυσικῶς ἴδια, θάνατός ἐστι τοῦ σώματος, καταχρηστικῶς δὲ ὅμως αὐτῇ ἀνατίθεται, καὶ διὰ τὴν τοῦ σώματος ἀσθένειαν οὐ δύναται τοῦτο ἐλευθερωθῆναι, ἐν ὅσῳ τοῦτο φορεῖ. Διότι φυσικῶς κεκοινώνηκε τοῖς λυπηροῖς αὐτοῦ, διὰ τὴν ἕνωσιν τῆς κινήσεως αὐτῆς, τὴν μεμιγμένην τῇ κινήσει τοῦ σώματος ἐν τῇ ἀκαταλήπτῳ σοφίᾳ. Ἀλλ’ εἰ καὶ οὕτως ἀλλήλοις κεκοινωνήκασιν, ἀλλ’ ὅμως κεχώρισται κίνησις ἀπὸ κινήσεως, καὶ θέλημα ἀπὸ θελήματος, καὶ πάλιν τὸ σῶμα ἀπὸ τοῦ πνεύματος.
Ἡ δὲ φύσις οὐκ ἀλλοιοῦται, ἀλλ’ ἑκάστη αὐτῶν, εἰ καὶ λίαν κλίνει εἴτε πρὸς τὴν ἁμαρτίαν εἴτε πρὸς τὴν ἀρετήν, ἀλλ’ ὅμως ἑκάστη αὐτῶν τῷ ἰδίῳ θελήματι κινεῖται. Καὶ ὅταν ἡ ψυχὴ ἀρθῇ ἀπὸ τῆς μερίμνης τοῦ σώματος, τότε ὅλη καθόλου διὰ τοῦ πνεύματος ἀνθεῖ τὰς ἑαυτῆς κινήσεις καὶ ἐν μέσῳ τοῦ οὐρανοῦ νήχεται ἐν ἀκαταλήπτοις πράγμασιν· οὐ μὲν δὲ συγχωρεῖ τῷ σώματι τοῦ μνημονεύειν τῶν ἰδίων, κἂν οὕτω γένηται.
Καὶ ἐὰν πάλιν τὸ σῶμα ἐν ταῖς ἁμαρτίαις εὑρεθῇ, οἱ διαλογισμοὶ τῆς ψυχῆς οὐ παύονται ἁλλόμενοι ἐν τῇ διανοίᾳ.
Ἐρώτησις. Τί ἐστιν ἡ καθαρότης τοῦ νοῦ;
Ἀπόκρισις. Καθαρός ἐστι τὸν νοῦν, οὐχ ὁ μὴ γινώσκων τὸ κακόν, ἐπεὶ κτηνώδης ἔσται, οὔτε ὁ ὢν τῇ φύσει ἐν τάξει νηπίων, οὔτε ὁ πρόσωπον λαμβάνων. Ἀλλ’ αὕτη ἐστὶν ἡ καθαρότης τοῦ νοῦ· διαλογισμὸς ἐν θείοις γενόμενος μετὰ τὴν πρᾶξιν τῶν ἀρετῶν. Καὶ οὐ θρασυνόμεθα εἰπεῖν, ὅτι ἄνευ τῆς τῶν λογισμῶν πείρας τοῦτο ἐκτήσατό τις, ἐπεὶ οὐκ ἐνδέδυται σῶμα.
Ἡμεῖς γὰρ ἕως τοῦ θανάτου μὴ πολεμηθῆναι τὴν φύσιν ἢ μὴ βληθῆναι, οὐ θαρροῦμεν λέγειν. Πεῖραν δὲ τῶν λογισμῶν λέγω, οὐ τὸ ὑποταγῆναι τούτοις, ἀλλὰ τὸ ἀρχὴν βαλεῖν, τοῦ ἀγωνίσασθαι ἐν αὐτοῖς. Ἡ κίνησις τῶν λογισμῶν ἐν τῷ ἀνθρώπῳ ὑπὸ τεσσάρων αἰτιῶν γίνεται. Πρῶτον μὲν ἐκ τοῦ θελήματος τῆς σαρκὸς τοῦ φυσικοῦ· δεύτερον δὲ ἐκ τῆς φαντασίας τῶν αἰσθήσεων τῶν τοῦ κόσμου πραγμάτων, ὧνπερ ἀκούει καὶ βλέπει· τρίτον, ἐκ τῶν προλήψεων καὶ ἐκ τῆς ἐκκλίσεως τῆς ψυχῆς, ὧν ἔχει κατὰ νοῦν· τέταρτον, ἐκ τῶν προσβολῶν τῶν δαιμόνων τῶν πολεμούντων ἡμᾶς εἰς πάντα τὰ πάθη, διὰ τῶν αἰτιῶν ὧν προείπομεν.
Διὰ τοῦτο ἕως θανάτου οὐ δύναται ὁ ἄνθρωπος μὴ ἔχειν λογισμοὺς καὶ πόλεμον, ὅσον ἐστὶν ἐν τῇ ζωῇ τῆς σαρκὸς ταύτης. Εἰ γὰρ πρὸ τῆς ἀπαλλαγῆς τοῦ κόσμου καὶ πρὸ θανάτου ἐνδέχεται καταργηθῆναι μίαν τῶν τεσσάρων τούτων αἰτιῶν, ἢ καὶ ἐὰν δυνατὸν ᾖ τὸ σῶμα μὴ ζητεῖν τὰ ἀναγκαῖα καὶ μὴ ἀναγκασθῇ ἐπιθυμῆσαί τινος τῶν κοσμικῶν πραγμάτων, κρῖνον σύ.
Εἰ δὲ ἄτοπόν ἐστιν ἐννοῆσαί τι τῶν τοιούτων, ἐπειδὴ ἡ φύσις ἐπιδεής ἐστι τῶν τοιούτων, λοιπὸν τὰ πάθη κινοῦνται ἐν παντὶ σῶμα φοροῦντι, θέλοντι καὶ μὴ βουλομένῳ. Διὰ τοῦτο ἀναγκαῖον παραφυλάττεσθαι πάντα ἄνθρωπον, οὐ δι’ ἓν λέγω πάθος, τὸ φανερῶς καὶ συνεχῶς ἐν αὐτῷ κινούμενον, οὐδὲ δύο, ἀλλὰ πλείονα, ὡς σῶμα φοροῦντα. Οἱ νικήσαντες τὰ πάθη διὰ τῶν ἀρετῶν, εἰ καὶ ἐνοχλοῦνται ὑπὸ τῶν λογισμῶν καὶ τῶν προσβολῶν τῶν τεσσάρων αἰτιῶν, ἀλλ’ οὐχ ἡττῶνται· ὅτι ἔχουσι δύναμιν καὶ ἁρπάζεται ὁ νοῦς αὐτῶν εἰς μνήμας ἀγαθὰς καὶ θείας.
Ἐρώτησις. Τί διαφέρει ἡ καθαρότης τοῦ νοῦ τῆς καθαρότητος τῆς καρδίας;
Ἀπόκρισις. Ἄλλη μέν ἐστιν ἡ καθαρότης τοῦ νοός, ἑτέρα δὲ τῆς καρδίας. Ὁ μὲν γὰρ νοῦς μία ἐστὶ τῶν τῆς ψυχῆς αἰσθήσεων, ἡ δὲ καρδία ἐστὶν ἡ περιέχουσα καὶ κρατοῦσα τὰς ἔνδον αἰσθήσεις, καὶ αὕτη ἐστὶν ἡ ῥίζα. Καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι ἅγιοι. Ἤγουν, ἐὰν καθαρθῇ ἡ καρδίᾳ, δῆλον ὅτι καὶ πᾶσαι αἱ αἰσθήσεις καθαίρονται. Ὁ μὲν γὰρ νοῦς ἐὰν ἐπιμέλειαν ποιήσηται τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν ἢ καὶ μοχθήσει μικρὸν ἔν τε νηστείαις καὶ ἀγρυπνίαις καὶ ἡσυχίαις, ἐπιλήσεται μὲν τῆς προτέρας διαγωγῆς καὶ καθαρθήσεται, ἡνίκα ἂν μακρυνθῇ ἀπὸ τῆς αἰσχρᾶς ἀναστροφῆς, οὐ μὴν δὲ μόνιμον ἕξει τὴν καθαρότητα· ὥσπερ γὰρ ταχέως καθαίρεται, οὕτω καὶ ταχέως μολύνεται.
Ἡ δὲ καρδία διὰ πολλῶν θλίψεων καὶ στερήσεων καὶ μακρυσμοῦ τῆς κοινωνίας τῆς μετὰ τῶν κατὰ κόσμον κοσμικῶν πάντων καὶ τῆς τούτων ἀπονεκρώσεως, καθαίρεται. Καθαρθεῖσα δὲ ἀπὸ τῶν μικρῶν πραγμάτων, οὐ μολύνεται αὐτῆς ἡ καθαρότης, οὐδὲ ἀπὸ τῶν μεγάλων πολέμων καὶ φανερῶν πτοεῖται, τῶν φοβερῶν λέγω· καθότι ἐκτήσατο στόμαχον ἰσχυρόν, δυνάμενον τάχιστα πέψαι πᾶσαν τροφήν, τὴν οὖσαν τοῖς ἀσθενέσιν ἄπεπτον. Οὕτω γὰρ εἴρηται τοῖς ἰατροῖς· ὅτι ἐκάστη βρῶσις κρεῶν δύσπεπτος μέν ἐστι, πολλὴν δὲ δύναμιν ἐμποιεῖ τοῖς ὑγιεινοῖς σώμασιν, ἡνίκα στόμαχος ἰσχυρὸς ταύτην δέξεται.
Οὕτως ἑκάστη καθαρότης ταχέως γινομένη καὶ ἐν μικρῷ χρόνῳ, καὶ ὀλίγῳ κόπῳ ταχέως καὶ ἀπογίνεται καὶ μολύνεται. Ἡ δὲ καθαρότης ἡ γενομένη διὰ πολλῶν θλίψεων καὶ ἡ διὰ μακροῦ χρόνου κτηθεῖσα, ἔκ τινος μετρίας προσβολῆς ἔν τινι μορίῳ τῶν τῆς ψυχῆς οὐ φοβεῖται. Ὁ Θεὸς γὰρ κρατύνει αὐτήν.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.