Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Θεωρία των ασωμάτων και θεία κρίση

Η μετάδοση των θείων μυστηρίων μέσω των αγγελικών τάξεων, η εγγενής κίνηση του νου προς το αγαθό και η ερμηνεία της κόλασης ως μάστιγας της αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 11 από 13

ΛΟΓΟΣ ΠΔʹ ΠΕΡΙ ΤΗΣ ΘΕΑΣ ΤΗΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ ΦΥΣΕΩΣ ΤΗΣ ΘΕΑΣ ΤΗΣ ΤΩΝ ΑΣΩΜΑΤΩΝ ΦΥΣΕΩΣ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΚΑΙ ΑΠΟΚΡΙΣΙΝ Ἐρώτησις. Κατὰ πόσους τρόπους καὶ διαφορὰς δέχεται τὴν θέαν τῆς φύσεως τῶν ἀσωμάτων ἡ ἀνθρωπίνη φύσις;

Ἀπόκρισις. Πάσης φύσεως ἀσυνθέτου καὶ λεπτῆς τῶν πνευματικῶν σωμάτων κατὰ τρεῖς διαφορὰς ὑποπίπτει ἡ κατάληψις τῇ αἰσθήσει τῆς ἀνθρωπίνης φύσεως, ἢ ἐν παχύτητι ὑποστάσεως, ἐνουσίως, ἢ ἐν λεπτότητι ὑποστάσεως, ἀνουσίως, ἢ ἐν θεωρίᾳ ἀληθινῇ, ἥτις ἐστὶν ἡ οὐσιώδης θεωρία. Καὶ κατὰ μὲν τοῦ πρώτου ἐξουσίαν ἔχουσιν αἱ αἰσθήσεις, κατὰ δὲ τοῦ δευτέρου ἡ ψυχὴ ἀκρομερῶς καθορᾷ, κατὰ δὲ τοῦ τρίτου ἡ δύναμις τῆς φύσεως τῆς διανοίας. Καὶ πάλιν ἡ θέλησις καὶ ἡ διάνοια καθ’ ἑκατέρου αὐτῶν ἔχουσι τὴν ἐξουσίαν καὶ τὰ κατὰ τῆς θελήσεως καὶ τῆς ψυχικῆς καυχήσεως, κᾀκείνου ᾧ συντέθειται αὕτη.

Ἡ θέλησις πρῶτόν ἐστιν ἡ αἰτία, καὶ ταῦτα ἔκγονα τοῦ αὐτεξουσίου, εἰ καὶ ἐν τῷ καιρῷ τῆς χρείας ἡσυχίαν ἄγει τό τε αὐτεξούσιον καὶ τὸ θέλημα, ἐν ὅσῳ χώραν ἔχει ἡ ἐνέργεια κᾀκεῖσε ἵσταται, καὶ καθ’ ἓν δείκνυσι μόνον καὶ ἔστι χωρὶς τοῦ ὑποδεχομένου θελήματος καὶ τῆς ἀληθοῦς γνώσεως. Διότι αἱ αἰσθήσεις δεκτικοί εἰσιν ὅλων τῶν συμβεβηκότων, ἄνευ τοῦ θελήματος.

Ἐν τοῖς τρισὶ τρόποις τούτοις λειτουργοῦσιν αἱ ἅγιαι Δυνάμεις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ, πρὸς διδαχὴν ἡμῶν καὶ πρὸς σύστασιν τῆς ἡμετέρας ζωῆς. Οἱ μέντοι ἐναγεῖς δαίμονες οὐ δύνανται κινῆσαι ἐν ἡμῖν, εἰ μὴ τοὺς δύο τρόπους, ἡνίκα πλησιάσωσιν ἡμῖν πρὸς ἀπώλειαν, οὐχὶ πρὸς ὠφέλειαν, τῷ δὲ τρίτῳ τρόπῳ οὐ δύνανται προσελθεῖν ἡμῖν, τοῦ πλανῆσαι ἡμᾶς. Διότι οἱ δαίμονες οὐκ ἔχουσιν ὅλως δύναμιν κινῆσαι ἐν ἡμῖν τοὺς φυσικοὺς λογισμοὺς ἐν τῇ διανοίᾳ· ἀδύνατον γὰρ τοῖς υἱοῖς τοῦ σκότους προσεγγίσαι τῷ φωτί. Οἱ δὲ ἅγιοι Ἄγγελοι κέκτηνται τοῦτο, καὶ κινῆσαι καὶ φωτίσαι. Ἐκεῖνοι γὰρ ψευδῶν νοημάτων τῶν σκότους ἐκγόνων ἐξουσιασταὶ καὶ δημιουργοὶ τυγχάνουσιν. Ἀπὸ μὲν γὰρ τῶν φωτιστικῶν φῶς ὑποδέχεται, ἀπὸ δὲ τῶν σκοτεινῶν σκότος.

Ἐρώτησις. Καὶ τίς ἡ αἰτία, ὅτι ἐκείνοις μὲν δέδοται, τούτοις δὲ οὐδαμῶς;

Ἀπόκρισις. Πᾶς τις ἐκ τούτων τῶν διδασκάλων τὴν σύνεσιν, ἣν διδάσκει, πρῶτον μὲν αὐτὸς καθορᾷ ἐν ἑαυτῷ καὶ μανθάνει καὶ δέχεται καὶ γεύεται, καὶ τότε δύναται ὑποτίθεσθαι αὐτὴν τοῖς διδασκομένοις. Οἱ πρῶτοι διδάσκαλοι τὴν ἀκρίβειαν τῶν πραγμάτων ἐκ τῆς οἰκείας γνώσεως τῆς ὑγιοῦς μεταδιδόασιν, ἐκεῖνοι, οἵτινες ἐξ ἀρχῆς δύνανται καταλαβεῖν ἐν ὀξείᾳ καταλήψει νοὸς ὀξυτάτου καὶ καθαρωτάτου. Οἱ δὲ δαίμονες κέκτηνται ταχυτῆτα, ἀλλ’ οὐχὶ καὶ φῶς. Ἄλλο δέ ἐστιν ὀξύτης, καὶ ἕτερον φῶς· ἡ πρώτη χωρὶς τῆς δευτέρας εἰς ἀπώλειαν φέρει τὸν ταύτην κεκτημένον. Αὕτη τὴν ἀλήθειαν δεικνύει, ἐκεῖνο, τῆς ἀληθείας ἴνδαλμα. Διότι τὸ φῶς τὴν ἀλήθειαν τῶν πραγμάτων δεικνύει καὶ κατὰ τὸ μέτρον τῆς διαγωγῆς πληθύνεται καὶ ἐλαττοῦται.

Οἱ ἅγιοι ἄγγελοι ἐκ τῆς οἰκείας γνώσεως ἐποχετεύουσιν ἡμῖν περὶ τῶν κινήσεων τῶν πραγμάτων ἐκείνης, ἧς πρῶτον γεύονται καὶ καταλαμβάνουσι, καὶ τότε μεταδιδόασιν ἡμῖν. Καὶ πάλιν οἱ δεύτεροι διδάσκαλοι κατὰ τὸ μέτρον τῆς γνώσεως αὐτῶν κινοῦσιν ἐν ἡμῖν περὶ τῆς τῶν πραγμάτων κινήσεως.

Ἐν οἷς γὰρ οὔκ εἰσι μεμενηκότες, ἀνάγκη ἐστὶν αὐτοῖς τὸ κινῆσαι ἐν ἡμῖν ὀρθοὺς λογισμούς. Ὅμως πίστευε, ὡς ἤδη εἶπον, ὅτι οὐδὲ εἰ ἦμεν δυνατοὶ ὑποδέξασθαι ἡμεῖς, ἠδύναντο αὐτοὶ διδάξαι ἡμᾶς ἀληθινὴν θεωρίαν, καί γε ἦσαν ἐν αὐτῇ ἐξ ἀρχῆς.

Καὶ πάλιν περὶ ἑνὸς ἑκάστου αὐτῶν κατὰ τὴν οἰκονομίαν, ἐν ᾗ διοικεῖται, ἐρεθίζει τοὺς διδασκομένους, εἴτε τούτων εἴτε τῶν ἐναντίων. Ἐγὼ δὲ οὕτως ἔχω ἐν ἀληθείᾳ, ὅτι ὁ ἡμέτερος νοῦς χωρὶς μεσιτείας ἁγίων ἀγγέλων, ἀφ’ ἑαυτοῦ δύναται κινεῖσθαι πρὸς τὸ ἀγαθὸν ἀδιδάκτως τὴν μέντοι τῶν κακῶν γνῶσιν ἄνευ τῆς τῶν δαιμόνων μεσιτείας οὐ δέχονται αἱ αἰσθήσεις οὔτε κινοῦνται ἐν αὐτοῖς, καὶ ἀφ’ ἑαυτοῦ οὐ δύναται τὸ κακὸν ἐνεργῆσαι.

Τὸ γὰρ ἀγαθὸν ἐν τῇ φύσει πεφυτευμένον ἐστί, τὸ δὲ κακὸν οὐδαμῶς. Πᾶν δὲ τὸ ὂν ξένον καὶ ἔξωθεν ἐπεισερχόμενον, πρὸς τὴν κατάληψιν τῆς γνώσεως αὐτοῦ μεσίτου τινὸς δέεται. Τὸ μέντοι ἔσωθεν φυόμενον ἀδιδάκτως ἕρπει εἰς τὴν φύσιν, κἂν ποσῶς. Καὶ εἰ οὕτως ἔχει ἡ φύσις τὸ κινεῖσθαι πρὸς τὸ ἀγαθὸν ἀφ’ ἑαυτῆς, ἡ αὔξησις αὐτῆς καὶ τὸ φῶς οὐκ ἄνευ τῆς τῶν ἀγγέλων θεωρίας δυνατὸν γενέσθαι. Διδάσκαλοι δὲ ἡμῶν εἰσι, καθὼς καὶ αὐτοὶ ἀλλήλων. Οἱ κατώτεροι, ἀπ’ ἐκείνων τῶν ἐπικυπτόντων αὐτοῖς καὶ τὸ φῶς ἐχόντων, καὶ οὕτως ἀλλήλοις, ἕως ἂν καταντήσωσι πρὸς ἐκείνην τὴν ἑνότητα, ἥτις κέκτηται διδάσκαλον τὴν ἁγίαν Τριάδα. Καὶ αὐτὴ πάλιν ἡ πρώτη τάξις θαρροῦσα λέγει, ὅτι οὐκ ἀφ’ ἑαυτῆς, ἀλλὰ διδάσκαλον ἔχει τὸν μεσίτην Ἰησοῦν ἐκεῖνον, ὑφ’ οὗ ὑποδέχεται καὶ τοῖς ὑποκάτω ἐπιδίδωσιν.

Ἐγὼ μὲν οὕτω λογίζομαι, ὅτι ὁ ἡμέτερος νοῦς οὐκ ἔχει φυσικὴν δύναμιν κινηθῆναι πρὸς θεωρίαν θείαν. Καὶ μιᾷ ὑφέσει ἴσοι ἐσμὲν ταῖς οὐρανίαις φύσεσι πάσαις, καθότι ἐν ἡμῖν καὶ αὐταῖς ἡ χάρις κινεῖται. Ξένον δὲ τῇ φύσει, τῷ ἀνθρωπίνῳ νοῒ καὶ τῷ ἀγγελικῷ· διότι οὐ συναριθμεῖται ἡ ἐπὶ τῇ θεότητι θεωρία ταῖς λοιπαῖς θεωρίαις. Πᾶσι δὲ τοῖς λογικοῖς τοῖς τε πρώταις καὶ μέσοις, οὐκ ἔστι κατὰ φύσιν, ἀλλὰ τῇ χάριτι κινεῖται ἡ θεωρία ἐν πᾶσι τοῖς οὖσιν, ἔν τε τοῖς οὐρανίοις καὶ ἐπιγείοις, καὶ οὐχ ἡ φύσις τοῦτο κατέλαβεν, ὡς τὰ λοιπὰ τῶν πραγμάτων.

Ἡ ἐν τῷ νῷ θεωρία, ἐν ᾗ κινεῖται ἡ τῶν οὐρανίων τάξις, καὶ ἡ ὀπτασία πρὸ τῆς ἐνσάρκου ἐπιδημίας τοῦ Χριστοῦ οὐκ ἦν αὐτοῖς κατ’ ἐξουσίαν, ὥστε εἰσιέναι πρὸς ταῦτα τὰ μυστήρια, ὅτε δὲ ἐσαρκώθη ὁ Λόγος, ἠνοίχθη αὐτοῖς θύρα ἐν τῷ Ἰησοῦ, καθώς φησιν ὁ Ἀπόστολος. Ἀλλὰ καὶ ἂν ἁγνισθῶμεν, ἐγὼ λογίζομαι, ὅπερ ἐστὶ καὶ ἀληθές, ὅτι ἡμεῖς οἱ ἄνθρωποι πρὸς τὰς ἀποκαλύψεις καὶ διαγνώσεις τὰς ἀπαγούσας πρὸς τὴν θεωρίαν ἐκείνην τὴν ἀΐδιον, ἥτις ἐστὶν ἀληθῶς μυστηρίων ἀποκάλυψις, ἄνευ τῆς μεσιτείας αὐτῶν προσεγγίσαι τὰ νοσήματα ἡμῶν οὐ δύνανται. Οὐ γάρ ἐστι τῷ ἡμετέρῳ νοῒ τοιαύτη δύναμις, ὅση ταῖς οὐσίαις ταῖς ἀνωτάτω, αἵτινες ἀμέσως παρὰ τοῦ ἀϊδίου τὰς ἀποκαλύψεις καὶ τὰς θεωρίας δέχονται. Κᾀκεῖναι γὰρ ἐν εἰκόνι καὶ οὐχὶ γυμνῶς ἐξ αὐτῆς, καὶ πάλιν ὁ ἡμέτερος νοῦς ὁμοίως.

Διὰ μεταδόσεως γὰρ ἑκάστη τάξις ἀπὸ τῆς ἄλλης κατὰ πᾶσαν οἰκονομίαν καὶ διάγνωσιν ἀπὸ τῆς πρώτης εἰς τὴν δευτέραν, καὶ οὕτως ἕως ἂν διέλθῃ τὸ μυστήριον εἰς ὅλας τὰς τάξεις. Πολλὰ δὲ τῶν μυστηρίων ἐν τῇ πρώτῃ τάξει ἵστανται καὶ πρὸς τὰς ἄλλας οὐ διαπερῶσιν. Οὐ γὰρ δύνανται χωρὶς ἐκείνης εἰσδέξασθαι τὸ μέγεθος τοῦ μυστηρίου. Καί τινα τῶν μυστηρίων ἀπὸ τῆς πρώτης τάξεως ἐξερχόμενα, τῇ δευτέρᾳ καὶ μόνῃ ἀποκαλύπτεται, κᾀκεῖ φυλάττεται σεσιγημένα, αἱ δὲ ἄλλαι τάξεις αὐτὰ οὐ συνῆκαν, καί τινα ἕως τῆς τρίτης καὶ τετάρτης. Καὶ πάλιν αὔξησις καὶ ὕφεσις γίνεται ἐν ταῖς ἀποκαλύψεσι ταῖς ὀφθησομέναις τοῖς ἁγίοις ἀγγέλοις. Καὶ εἰ ἐκεῖναι οὕτω, πόσῳ μᾶλλον ἡμεῖς χωρὶς αὐτῶν καὶ ἄνευ μεσιτείας δυνάμεθα δέξασθαι μυστήρια τοιαῦτα;

Ἀλλ’ ἐξ αὐτῶν ἐστιν, ὅταν τῷ νοῒ τῶν ἁγίων πίπτῃ ἡ αἴσθησις τῆς ἀποκαλύψεως ὁποίου μυστηρίου. Καὶ ὅτε συγχωρηθῇ ὑπὸ Θεοῦ ἀπὸ τάξεως εἰς τάξιν ἀποκαλυφθῆναι τῆς ἀνωτάτω καὶ τῆς κατωτέρω καὶ κατὰ τοῦτον τὸν τρόπον, ὅτε συγχωρηθῇ τι ἐκ τῆς θείας ἐπινεύσεως, μέχρι τῆς ἀνθρωπίνης φύσεως καταντήσει πρὸς τοὺς ἀξίους ἐκ παντός. Δι’ αὐτῶν γὰρ οἱ ἅγιοι εἰσδέχονται τὸ φῶς τῆς θεωρίας, μέχρι τῆς ἐνδόξου ἀϊδιότητος, τὸ ἀδίδακτον μυστήριον, καὶ οἱ αὐτοὶ ἀπ’ ἀλλήλων. «Πνεύματα γὰρ λειτουργικά εἰσι, πρὸς τοὺς ἐν ἑτοιμασίᾳ ὄντας κληρονόμους γενέσθαι τῆς ζωῆς ἀποστελλόμενα».

Ἀλλ’ εἰς τὸν μέλλοντα αἰῶνα αὕτη ἡ τάξις καταργηθήσεται. Τότε γὰρ οὐκ ἄλλος ἀπ’ ἄλλου δέχεται τὴν ἀποκάλυψιν τῆς δόξης τοῦ Θεοῦ πρὸς εὐφημίαν καὶ εὐφροσύνην τῆς ἰδίας ψυχῆς, ἀλλ’ ἑκάστῳ ἀφ’ ἑαυτοῦ δοθήσεται τὸ πρὸς ἀξίαν παρὰ τοῦ Δεσπότου κατὰ τὸ μέτρον τῶν ἀριστευμάτων αὐτοῦ, καὶ οὐχὶ ἐκ τοῦ ἑτέρου λήψεται τὴν δωρεάν, ὡς ἐνθάδε. Οὐ γάρ ἐστιν ἐκεῖ οὔτε ὁ διδάσκων, οὔτε ὁ διδασκόμενος, οὔτε ὁ δεόμενος ἀναπληρῶσαι τὸ ἐλάττωμα αὐτοῦ ἐκ τοῦ ἑτέρου. Εἷς γάρ ἐστιν ὁ δοτὴρ ἐκεῖ, ἀμέσως δωρούμενος τοῖς δεκτικοῖς, καὶ παρ’ αὐτοῦ κομίζονται οἱ κομιζόμενοι τὴν ἐπουράνιον εὐφροσύνην. Ἐκεῖ παύσονται αἱ τάξεις τῶν διδασκόντων καὶ τῶν διδασκομένων, καὶ ἐν ἑνὶ κρέμαται ἡ ὀξύτης τῆς ἐφέσεως παντός.

Ἐγὼ δὲ λέγω, ὅτι ἐν τῇ γεέννῃ κολαζόμενοι, τῇ μάστιγι τῆς ἀγάπης μαστίζονται. Καὶ τί πικρὸν καὶ σφοδρὸν τὸ τῆς ἀγάπης κολαστήριον! Τουτέστιν ἐκεῖνοι οἵτινες ᾐσθήθησαν, ὅτι εἰς τὴν ἀγάπην ἔπταισαν, μείζονα τὴν κόλασιν ἔχουσι πάσης φοβουμένης κολάσεως. Ἡ γὰρ λύπη ἡ βάλλουσα ἐν τῇ καρδίᾳ ἐκ τῆς εἰς τὴν ἀγάπην ἁμαρτίας, ὀξυτέρα ἐστὶ πάσης κολάσεως γινομένης.

Ἄτοπόν ἐστι λογίζεσθαί τινα, ὅτι οἱ ἁμαρτωλοὶ ἐν τῇ γεέννῃ στεροῦνται τῆς ἀγάπης τοῦ Θεοῦ. Ἡ ἀγάπη ἔκγονόν ἐστι τῆς γνώσεως τῆς ἀληθείας, ἥτις ὁμολογουμένως κοινῶς πᾶσι δίδοται. Ἐνεργεῖ δὲ ἡ ἀγάπη ἐν τῇ δυνάμει αὑτῆς κατὰ διπλοῦν τρόπον· τοὺς μὲν ἁμαρτωλοὺς κολάζουσα, ὡς καὶ ἐνταῦθα συμβαίνει πρὸς φίλον ἀπὸ φίλου, τοὺς δὲ τετηρηκότας τὰ δέοντα εὐφραίνουσα ἐν αὐτῇ. Καὶ αὕτη ἐστί, κατά γε τὸν ἐμὸν λόγον, ἡ ἐν τῇ γεέννῃ κόλασις, ἡ μεταμέλεια. Τῶν μέντοι υἱῶν τῶν ἄνω ἐν τῇ τρυφῇ μεθύσκει τὰς ψυχάς.

Ἐρώτησις. Ἠρωτήθη τις, πότε γνώσεταί τις, ὅτι ἔτυχε τῆς ἀφέσεως τῶν αὑτοῦ ἁμαρτιῶν;

Ἀπόκρισις. Καὶ ἀνταπεκρίθη αὐτῷ· Ἡνίκα ἂν αἰσθηθῇ ἐν τῇ ψυχῇ αὑτοῦ, ὅτι τελείως αὐτὰς μεμίσηκεν ἐκ καρδίας καὶ ὅταν ἐν τοῖς φανεροῖς αὑτοῦ ἐναντίως οὗ ἦν διοικῇ ἑαυτόν. Ὁ τοιοῦτος πέποιθεν, ὅτι τετύχηκε τῆς τῶν πταισμάτων συγχωρήσεως παρὰ Θεοῦ, τῶν ἐκ τῆς ἁμαρτίας, ὡς ἤδη μισήσας τὴν ἁμαρτίαν ἀπὸ τῆς μαρτυρίας τῆς συνειδήσεως, ἣν ἐν ἑαυτῷ ἐκτήσατο, κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου τὸ φάσκον· «συνείδησις ἀκατάκριτος, αὐτὴ ἑαυτῆς μάρτυς».

Γένοιτο δὲ ἡμᾶς τυχεῖν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου Πατρὸς σὺν τῷ μονογενεῖ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.