Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΜΔ΄-ΜΣΤ΄: Φύλαξη των αισθήσεων, θεία συγκατάβαση και παιδαγωγία των θλίψεων

Οδηγίες για τον έλεγχο των αισθήσεων, παραδείγματα της θείας πρόνοιας στις αδυναμίες, και η διαφοροποίηση των πειρασμών της προκοπής από τους πειρασμούς της υπερηφάνειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 7 από 11

ΛΟΓΟΣ ΜΔʹ ΠΕΡΙ ΤΩΝ ΑΙΣΘΗΣΕΩΝ, ΕΝ Ωι ΚΑΙ ΠΕΡΙ ΠΕΙΡΑΣΜΩΝ Αἱ αἰσθήσεις αἱ σώφρονες καὶ συνηγμέναι εἰρήνην γεννῶσι τῇ ψυχῇ καὶ οὐκ ἐῶσιν αὐτὴν πεῖραν λαβεῖν τῶν πραγμάτων, ὅταν δὲ αἴσθησιν τῶν πραγμάτων οὐ λάβη, τότε γενήσεται νίκη δίχα ἀγῶνος. Εἰ μέντοι ἀμελήσει ὁ ἄνθρωπος καὶ τὰς προσβολὰς εἰσελθεῖν ἐν αὐτῷ παραχωρήσει, τότε ἀναγκάζεται πολεμῆσαι, ταράττεται δὲ ἡ πρώτη καθαρότης, ἥτις ἐστὶν ἁπλουστάτη καὶ ὁμαλή. Οἱ πλεῖστοι γὰρ τῶν ἀνθρώπων ἢ καὶ ὅλος ὁ κόσμος διὰ τὴν ἀμέλειαν ταύτην ἐξέρχονται ἐκ τῆς φυσικῆς καὶ καθαρᾶς καταστάσεως. Διὰ τοῦτο οἱ ἐν κόσμῳ καὶ τοῖς κοσμικοῖς συμφυρόμενοι οὐ δύνανται καθαρθῆναι τὴν διάνοιαν, διὰ τὴν πολλὴν τῆς κακίας ἐπίδοσιν. Ὀλίγοι δέ εἰσιν οἱ δυνάμενοι ὑποστρέψαι εἰς τὴν πρώτην καθαρότητα τῆς διανοίας. Διὰ τοῦτο χρὴ ἀσφαλῶς τηρεῖν ἕκαστον ἄνθρωπον τὰς αἰσθήσεις αὑτοῦ καὶ τὴν διάνοιαν ἐκ τῶν προσβολῶν ἀεί. Νήψεως γὰρ χρεία πολλῆς καὶ φυλακῆς καὶ τηρήσεως.

Ἡ πολλὴ ἁπλότης πέφυκεν εὐπρεπής. Φόβου χρεία τῇ ἀνθρωπίνῃ φύσει, ἵνα τοὺς ὅρους τῆς ὑπακοῆς τῆς πρὸς τὸν Θεὸν φυλάξῃ, ἡ δὲ ἀγάπη ἡ πρὸς Θεὸν κινεῖ πρὸς πόθον τῆς ἐργασίας τῶν ἀρετῶν καὶ δι’ αὐτῆς ἁρπάζεται πρὸς ἀγαθοεργίαν.

Ἡ πνευματικὴ γνῶσις δευτέρα ἐστὶ τῇ φύσει τῆς ἐργασίας τῶν ἀρετῶν, προηγεῖται δὲ ἀμφοτέρων ὁ φόβος καὶ ἡ ἀγάπη, καὶ πάλιν προηγεῖται τῆς ἀγάπης ὁ φόβος. Πᾶς τις ἀναιδῶς λέγων, ὅτι δυνατὸν κτήσασθαι τὰς τελευταίας πρὸ τῆς τῶν πρώτων ἐργασίας, πρῶτον ἀνενδοιάστως θεμέλιον ἀπωλείας τῇ ἑαυτοῦ ψυχῇ τέθεικεν. Αὕτη γάρ ἐστιν ἡ ὁδὸς τοῦ Κυρίου, ὅτι αὗται ὑπ’ ἐκείνων γεννῶνται.

Μὴ ἀλλάξῃς τὴν ἀγάπην τοῦ ἀδελφοῦ σου ἀγάπῃ τινὸς τῶν πραγμάτων. Διότι τὸν τῶν πάντων τιμιώτερον λεληθότως ἔνδοθεν κέκτηται. Κατάλειψον τὰ μικρά, ἵνα εὕρῃς τὰ τίμια. Γενοῦ τεθνεὼς ἐν τῇ ζωῇ σου, καὶ ζήσῃ μετὰ θάνατον. Δίδου σεαυτὸν θανεῖν ἐν τοῖς ἀγωνίσμασι, καὶ μὴ ζῆν ἐν ἀμελείᾳ.

Οὐ μόνον γὰρ οἱ διὰ τὴν εἰς Χριστὸν πίστιν δεξάμενοι τὸν θάνατον μάρτυρές εἰσιν, ἀλλὰ καὶ οἱ διὰ τὴν τῶν ἐντολῶν αὐτοῦ τήρησιν ἀποθνῄσκοντες. Μὴ γίνου ἄφρων ἐν τοῖς σοῖς αἰτήμασιν, ἵνα μὴ τὸν Θεὸν καθυβρίσῃς τῇ σμικρότητι τῆς σῆς γνώσεως. Γενοῦ σοφὸς ἐν ταῖς σαῖς προσευχαῖς, ἵνα τῶν ἐνδόξων καταξιωθῇς.

Ζήτησον τὰ τίμια παρὰ τοῦ μὴ φθονοῦντος, ἵνα καὶ τὴν τιμὴν παρ’ αὐτοῦ δέξῃ, διὰ τὸ σοφόν σου θέλημα. Σοφίαν ᾐτήσατο ὁ Σολομών, καὶ σὺν αὐτῇ βασιλείαν γῆς ἐδέξατο, καθότι σοφῶς ᾐτήσατο, λέγω δὴ παρὰ τοῦ μεγάλου βασιλέως. Ἐλισσαιὲ διπλῆν ᾐτήσατο τὴν χάριν τοῦ Πνεύματος, τὴν οὖσαν τῷ διδασκάλῳ αὑτοῦ, καὶ οὐδαμῶς τῆς αἰτήσεως ἀπέτυχεν· ὁ γὰρ παρὰ βασιλέως ζητῶν τὰ εὐτελῆ, τούτου τὴν τιμὴν ἐξευτελίζει.

Ὁ Ἰσραὴλ ᾐτήσατο τὰ εὐτελῆ, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἐδέξατο. Ἀφῆκε γὰρ τοῦ θαυμάσαι ἐν τοῖς ἔργοις τοῦ Θεοῦ τὰ φοβερὰ θαυμάσια αὐτοῦ, καὶ ἐξήτησε τὰς ἐπιθυμίας τῆς γαστρὸς αὑτοῦ. Ἔτι δὲ οὔσης τῆς βρώσεως ἐν τῷ στόματι αὐτῶν, καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς.

Πρόσφερε τῷ Θεῷ κατὰ τὴν δόξαν αὐτοῦ τὰς αἰτήσεις σου, ἵνα σου μεγαλυνθῇ πρὸς αὐτὸν ἡ ἀξία καὶ ἐπιχαρῇ σοι. Ὥσπερ γὰρ ἐάν τις αἰτήσηται παρὰ τοῦ βασιλέως μέτρον κόπρου, οὐ μόνον αὐτὸς ἀτιμάζεται χάριν τῆς εὐτελείας τῆς αἰτήσεως αὑτοῦ, καθότι πολλὴν ἀγνωμοσύνην ἐπεδείξατο, ἀλλ’ ὅτι καὶ ὕβριν τῷ βασιλεῖ χάριν τῆς αἰτήσεως αὑτοῦ ἐπέθηκεν, οὕτω καὶ ὁ τὰ γήϊνα ζητῶν ἐν ταῖς προσευχαῖς αὑτοῦ παρὰ Θεοῦ. Ἰδοὺ γὰρ Ἄγγελος καὶ Ἀρχάγγελοι, οἵτινές εἰσι τοῦ βασιλέως μεγιστάνες, εἰς σὲ ἀτενίζουσιν ἐν τῷ καιρῷ τῆς προσευχῆς σου, ὁποίαν αἴτησιν αὐτῇ παρὰ τῷ Δεσπότῃ αὐτῶν, καὶ ἐκπλήττονται καὶ ἀγάλλονται, ὅταν ἴδωσι τὸν γεώδη καταλείψαντα τὴν ἑαυτοῦ σάρκα καὶ τὰ οὐράνια αἰτοῦντα, ὥσπερ δὴ ἀνιῶνται αὖθις πρὸς τὸν ἐάσαντα τὰ οὐράνια καὶ αἰτοῦντα τὴν ἑαυτοῦ κόπρον.

Μὴ αἰτήσῃς παρὰ Θεοῦ πρᾶγμα, ὅπερ αὐτὸς ἄνευ αἰτήσεως ἡμῖν διδόναι προνοεῖται, καὶ οὐ μόνον τοῖς ἰδίοις καὶ προσφιλέσιν, ἀλλὰ καὶ τοῖς οὖσι ξένοις τῆς αὐτοῦ γνώσεως. Μὴ γίνεσθε γάρ, φησίν, ὡς τὰ ἔθνη, βαττολογοῦντες ἐν ταῖς προσευχαῖς.

Ταῦτα γὰρ τὰ σωματικὰ τὰ ἔθνη ἐπιζητοῦσιν, ἔφη ὁ Κύριος, «ὑμεῖς δὲ μὴ μεριμνήσητε, τί φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσησθε· ὁ γὰρ Πατὴρ ὑμῶν οἶδεν, ὅτι χρείαν ἔχετε τούτων». Ὁ υἱὸς οὐκέτι αἰτεῖ παρὰ τοῦ πατρὸς αὑτοῦ ἄρτον, ἀλλὰ ζητεῖ τὰ μέγιστα καὶ τὰ ὑψηλὰ τῆς οἰκίας τοῦ πατρὸς αὑτοῦ. Διὰ γὰρ τὴν ἀσθένειαν τῆς διανοίας τῶν ἀνθρώπων ἐνετείλατο ὁ Κύριος αἰτεῖσθαι τὸν καθημερινὸν ἄρτον. Ὅρα γὰρ τί ἐντέταλται τοῖς τελείοις τὴν γνῶσιν καὶ ὑγιεινοῖς τὴν ψυχήν. «Μὴ μεριμνήσητε», γάρ φησι, «περὶ βρώματος ἢ ἐνδύματος». Εἰ γὰρ τῶν ἀλόγων ζώων καὶ τῶν πετεινῶν καὶ αὐτῶν δὴ τῶν ἀψύχων ἐπιμελεῖται, οὐ πολλῷ μᾶλλον ἡμῶν; Ἀλλὰ «ζητήσατε μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν».

Ἐὰν δεηθῇς τοῦ Θεοῦ περὶ πράγματος καὶ μακροθυμήσῃ τοῦ μὴ ταχέως ἐπακοῦσαί σου, μὴ λυποῦ. Οὐ γὰρ εἶ σὺ τοῦ Θεοῦ σοφώτερος. Τοῦτο δὲ συμβαίνει σοι, ἢ διὰ τὸ ἀνάξιόν σε ὄντα τυχεῖν τῆς αἰτήσεως ἢ διὰ τὸ μὴ εἶναι τὰς ὁδοὺς τῆς καρδίας σου ἐφαμίλλους τοῖς αἰτήμασί σου, ἀλλ’ ἐναντίας, ἢ διὰ τὸ μήπω ἐφθακέναι σε τὸ μέτρον τοῦ δέξασθαί σε τὸ χάρισμα, ὅπερ αἰτεῖς. Καθότι οὐ δεῖ ἡμᾶς εἰς μέτρα μεγάλα πρὸ καιροῦ ἐπιβάλλειν ἑαυτούς, ἵνα μὴ ἀχρειωθῇ τὸ χάρισμα τοῦ Θεοῦ ἐν τῇ ταχύτητι τῆς ὑποδοχῆς καὶ ἀπόλλυται. Ἕκαστον πρᾶγμα μετὰ πόνου καρδίας εὑρισκόμενον, μετὰ παραφυλακῆς καὶ φυλάττεται.

Διὰ Χριστὸν δίψησον, ἵνα σε μεθύσῃ τῆς ἀγάπης αὑτοῦ. Κάμμυσον τοὺς ὀφθαλμούς σου ἀπὸ τῶν τερπνῶν τοῦ βίου, ἵνα καταξιωθῇς παρὰ τοῦ Θεοῦ τοῦ βασιλεύειν ἐν τῇ σῇ καρδίᾳ τὴν αὐτοῦ εἰρήνην. Ἐγκρατεύου ἀπὸ τῶν πραγμάτων, ὧν τὰ σὰ ὄμματα θεωρεῖ, ἵνα τῆς πνευματικῆς χαρᾶς καταξιωθῇς.

Ἐὰν μὴ ἀρέσωσι τῷ Θεῷ τὰ ἔργα σου, μὴ ζητήσῃς παρ’ αὐτοῦ τὰ ἐπίδοξα, ἵνα μὴ γένῃ ὡς ἄνθρωπος πειράζων τὸν Θεόν. Κατὰ τὴν διαγωγήν σου δέον εἶναι καὶ τὴν εὐχήν σου. Ἀδύνατον γάρ τινα συνδεδεμένον τοῖς γηΐνοις ζητεῖν τὰ ἐπουράνια, ἀμήχανόν τε τὸν ἐν τοῖς κοσμικοῖς ἀσχολούμενον τὰ θεῖα αἰτήσασθαι. Διότι ἑκάστου ἀνθρώπου ἡ ἐπιθυμία ἐκ τῶν ἔργων αὐτοῦ δείκνυται, καὶ ἐν οἷς τισι πράγμασι δείκνυσι τὴν ἑαυτοῦ σπουδήν, ὑπὲρ αὐτῶν ἀγωνίζεται ἐν τῇ προσευχῇ. Ὁ τὰ μέγιστα θέλων, οὐκ ἐνασχολεῖται τοῖς εὐτελεστέροις.

Γενοῦ ἐλεύθερος, συνδεδεμένος ὢν τῷ σώματι, καὶ δεῖξόν σου τῆς ὑπακοῆς τὴν ἐλευθερίαν διὰ τὸν Χριστόν. Γενοῦ δὲ καὶ νουνεχὴς ἐν τῇ σῇ πρᾳότητι, ἵνα μὴ κλαπῇς. Ἀγάπησον τὴν ταπείνωσιν ἐν πᾶσι τοῖς ἔργοις σου, ἵνα ῥυσθῇς τῶν ἀκαταλήπτων παγίδων, αἵτινες εὑρίσκονται ἀεὶ ἔξωθεν τῆς ὁδοῦ τῶν ταπεινοφρόνων. Μὴ ἀπαναίνου τὰς θλίψεις, διότι δι’ αὑτῶν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας εἰσέρχῃ. Καὶ μὴ φοβηθῇς τοὺς πειρασμούς, διότι ἐν αὐτοῖς εὑρίσκεις τὰ τίμια. Πρόσευξαι τοῦ μὴ εἰσελθεῖν εἰς τοὺς ψυχικοὺς πειρασμούς, πρὸς δὲ τοὺς σωματικοὺς εὐτρεπίζου ἐξ ὅλης τῆς ἰσχύος σου. Ἐκτὸς γὰρ τούτων οὐ δύνασαι προσπελάσαι τῷ Θεῷ. Διότι ἔνδοθεν αὐτῶν ἀπόκειται ἡ θεία ἀνάπαυσις. Ὁ φεύγων τοὺς πειρασμούς, φεύγει τὴν ἀρετήν· πειρασμὸν δὲ λέγω οὐ τῶν ἐπιθυμιῶν, ἀλλὰ τῶν θλίψεων.

Ἐρώτησις. Καὶ πῶς ὁμοφωνήσει τό, «εὔξασθε μὴ εἰσελθεῖν εἰς πειρασμόν», καὶ τό, «ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης»; Καὶ πάλιν, «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα», καὶ «ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν»; Πῶς οὖν πανταχοῦ προτρέπεται ἡμᾶς ὁ Κύριος πρὸς τοὺς πειρασμούς, ἐνταῦθα δὲ προσέταξεν «εὔξασθε μὴ εἰσελθεῖν εἰς αὐτούς»; Ποία γὰρ ἀρετὴ γίνεται ἄνευ θλίψεως καὶ πειρασμοῦ; ἢ ποῖος πειρασμὸς μείζων τοῦ ἀπολέσαι τινὰ ἑαυτόν, εἰς ὃν εἰσελθεῖν ἡμᾶς ἕνεκεν αὐτοῦ διεκελεύσατο; «Ὅστις», γάρ φησι, «μὴ ἄρῃ τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθῇ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος». Πῶς οὖν ἐν πάσῃ τῇ διδασκαλίᾳ αὑτοῦ προστάξας εἰσελθεῖν εἰς τοὺς πειρασμούς, ἐνταῦθα μὴ εἰσελθεῖν προσεύξασθαι ἐνετείλατο; «Διὰ πολλῶν», γάρ φησι, «θλίψεων δεῖ ὑμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε», καὶ «ἐν τῇ τούτων ὑπομονῇ κτήσασθε τὰς ψυχὰς ὑμῶν».

Ὦ τῆς λεπτότητος τῆς ὁδοῦ τῶν σῶν διδαγμάτων, Κύριε, ἧς ἔξωθεν πάντοτε καθέστηκεν ὁ μὴ συνετῶς καὶ μετὰ γνώσεως ἀναγινώσκων. Ἡνίκα ἐπεθύμησαν οἱ υἱοὶ τοῦ Ζεβεδαίου καὶ ἡ μήτηρ αὐτῶν τῆς μετὰ σοῦ καθέδρας εἰς τὴν βασιλείαν, ταῦτα εἶπες αὐτοῖς· «δύνασθε πιεῖν τὸ ποτήριον τῶν πειρασμῶν, ὃ ἐγὼ μέλλω πίνειν καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίσομαι βαπτισθῆναι;» Καὶ πῶς ἐνταῦθα, ὦ Δέσποτα, ἐπιτρέπεις ἡμῖν εὔξασθαι τοῦ μὴ εἰσελθεῖν εἰς πειρασμόν; Περὶ ποίων πειρασμῶν κελεύειν ἡμῖν εὔξασθαι τοῦ μὴ εἰσελθεῖν;

Ἀπόκρισις. Εὖξαι, φησί, τοῦ μὴ εἰσελθεῖν πρὸς τοὺς εἰς τὴν πίστιν πειρασμούς. Εὖξαι τοῦ μὴ εἰσελθεῖν πρὸς τοὺς ἐν τῇ οἰήσει τοῦ νοός σου πειρασμοὺς μετὰ τοῦ δαίμονος τῆς βλασφημίας καὶ τῆς ὑπερηφανίας. Εὖξαι μὴ εἰσελθεῖν κατὰ παραχώρησιν Θεοῦ εἰς πειρασμὸν φανερὸν τοῦ διαβόλου, διὰ τὰς κακὰς ἐνθυμήσεις, ἃς ἐνεθυμήθης ἐν τῇ διανοίᾳ σου, δι’ ἃς καὶ παρεχωρήθης.

Εὖξαι, μὴ ἀποστῆναι ἀπὸ σοῦ τὸν Ἄγγελον τῆς σωφροσύνης σου, ἵνα μὴ ἐμπύρῳ πολέμῳ πολεμηθῇς τῆς ἁμαρτίας καὶ χωρισθῇς ἀπ’ αὐτοῦ. Εὖξαι, μὴ εἰσελθεῖν εἰς πειρασμὸν ἐρεθισμοῦ τινος κατά τινος ἢ εἰς πειρασμὸν διψυχίας καὶ δισταγμοῦ, ἐξ ὧν ἡ ψυχὴ εἰς μέγαν ἀγῶνα ἐκβιάζεται.

Τοὺς μέν τοι πειρασμοὺς τοῦ σώματος ὁλοψύχως ὑποδέξασθαι εὐτρεπίζου καὶ ἐν πᾶσι τοῖς μέλεσί σου διάπλευσον ἐν αὐτοῖς καὶ τοὺς ὀφθαλμούς σου δακρύων πλήρωσον, ἵνα μὴ ἀποστῇ ὁ φυλάσσων σε ἀπὸ σοῦ. Ἐκτὸς γὰρ πειρασμῶν ἡ πρόνοια τοῦ Θεοῦ οὐχ ὁρᾶται καὶ τὴν πρὸς Θεὸν παρρησίαν ἀδύνατον κτήσασθαι καὶ τὴν σοφίαν τοῦ Πνεύματος ἀδύνατον μαθεῖν καὶ τὸν θεῖον πόθον ἐν τῇ ψυχῇ σου βεβαιωθῆναι ἀνένδεκτον.

Πρὸ γὰρ τῶν πειρασμῶν, ὥσπερ τις ξένος ὁ ἄνθρωπος εὔχεται τῷ Θεῷ, ἐπὰν δὲ εἰσέλθῃ εἰς πειρασμοὺς διὰ τὴν ἀγάπην αὐτοῦ καὶ μὴ δέξηται ἀλλοίωσιν, τηνικαῦτα, καθάπερ τις ὑπόχρεων ἔχων τὸν Θεὸν καὶ ὡς γνήσιος φίλος λογίζεται παρὰ τῷ Θεῷ. Διότι ἕνεκεν τοῦ θελήματος αὐτοῦ ἐπολέμησε τὸν ἐχθρὸν αὐτοῦ καὶ ἐνίκησεν αὐτόν. Τοῦτό ἐστι τό, «εὔξασθε μὴ εἰσελθεῖν εἰς πειρασμόν».

Καὶ πάλιν εὖξαι, τοῦ μὴ εἰσελθεῖν εἰς τὸν πειρασμὸν τὸν φοβερὸν τοῦ διαβόλου, διὰ τὴν ἀλαζονείαν σου, ἀλλὰ διὰ τὸ ἀγαπᾶν σε τὸν Θεόν, ἵνα ἡ δύναμις αὐτοῦ συνεργήσῃ σοι καὶ ἐν σοὶ νικήσῃ τοὺς ἐχθροὺς αὐτοῦ. Εὖξαι, τοῦ μὴ εἰσελθεῖν εἰς τοὺς πειρασμοὺς τούτους, διὰ τὴν κακίαν τῶν λογισμῶν σου καὶ τῶν πράξεων, ἀλλ’ ἵνα δοκιμασθῇ σου ἡ πρὸς τὸ Θεὸν ἀγάπη καὶ δοξασθῇ ἡ δύναμις αὐτοῦ ἐν τῇ ὑπομονῇ σου.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΕʹ ΠΕΡΙ ΤΗΣ ΕΥΣΠΛΑΧΝΙΑΣ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΔΙ’ ΗΣ ΕΚ ΤΟΥ ΥΨΟΥΣ ΤΗΣ ΜΕΓΑΛΩΣΥΝΗΣ ΑΥΤΟΥ ΠΡΟΣ ΤΗΝ ΑΣΘΕΝΕΙΑΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΣΥΓΚΑΤΕΒΗ. ΚΑΙ ΠΕΡΙ ΠΕΙΡΑΣΜΩΝ Καὶ πάλιν ὁ Κύριος ἡμῶν κατὰ τὸν τρόπον τοῦ ἐλέους αὐτοῦ πρόνοιαν ποιησάμενος καὶ κατὰ τὸ μέτρον τῆς χάριτος αὐτοῦ, ἐὰν συνετῶς πρόσχῃς, καὶ περὶ τῶν σωματικῶν πειρασμῶν προσέταξε προσεύξασθαι. Ἰδὼν γὰρ τὴν φύσιν ἡμῶν ἀσθενῆ οὖσαν, διὰ τὸ γεῶδες καὶ σαθρὸν τοῦ σώματος, καὶ μὴ δυναμένην ἀντιστῆναι τοῖς πειρασμοῖς, ὅταν ἐν μέσῳ αὐτῶν γένηται, καὶ διὰ τοῦτο ἐκπίπτουσαν τῆς ἀληθείας, καὶ νῶτα προσέχουσαν καὶ νικωμένην ὑπὸ τῶν θλίψεων, προσέταξε προσεύξασθαι, μὴ ἐμπεσεῖν ἐξαίφνης εἰς τοὺς πειρασμούς, εἰ δυνατόν ἐστιν ἄνευ αὐτῶν εὐαρεστεῖν τῷ Θεῷ.

Ἐὰν μέντοι αἰφνιδίως ἕνεκα μεγίστης ἀρετῆς εἰς φοβεροὺς πειρασμοὺς ἐμπέσῃ ὁ ἄνθρωπος καὶ μὴ ὑπομείνῃ, οὐδὲ τελειῶσαι τὴν ἀρετὴν ἐν τῷ καιρῷ ἐκείνῳ δύναται. Οὐ χρὴ ἡμᾶς πρόσωπον λαμβάνειν, οὔτε ἡμῶν αὐτῶν οὔτε ἄλλων, οὐδὲ χάριν φόβου καταλιπεῖν τὸ εὐγενὲς καὶ τίμιον πρᾶγμα, ἐν ᾧ ἡ ζωὴ τῆς ψυχῆς ταμιεύεται, καὶ προφάσεις φέρειν καὶ δόγματα τῆς χαυνότητος. Οἷον, «εὔξασθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν». Περὶ τῶν τοιούτων γὰρ εἴρηται, ὅτι διὰ τῆς ἐντολῆς κρυπτῶς ἁμαρτάνουσιν.

Ἐὰν οὖν συμβῇ ἀνθρώπῳ καὶ ἐπέλθῃ αὐτῷ πειρασμὸς καὶ ἀναγκασθῇ καταλύσαι μίαν τῶν ἐντολῶν μου τούτων, ἤγουν καταλεῖψαι τὴν σωφροσύνην ἢ τὴν μοναχικὴν πολιτείαν ἢ ἀρνήσασθαι τὴν πίστιν ἢ μὴ ἀγωνίσασθαι διὰ Χριστὸν ἢ καταργῆσαι μίαν τῶν ἐντολῶν, οὗτος, ἐὰν δειλιάσῃ καὶ μὴ ἀντιστῇ γενναίως πρὸς πρὸς τοὺς πειρασμούς, ἐκπεσεῖται τῆς ἀληθείας.

Λοιπὸν πάσῃ δυνάμει περιφρονήσωμεν τοῦ σώματος καὶ παραδῶμεν τῷ Θεῷ τὴν ψυχὴν καὶ εἰσέλθωμεν ἐν ὀνόματι Κυρίου εἰς τὸν ἀγῶνα τῶν πειρασμῶν. Καὶ ὁ διασώσας τὸν Ἰωσὴφ ἐν γῇ Αἰγύπτου καὶ ἀναδείξας αὐτὸν εἰκόνα καὶ τύπον τῆς σωφροσύνης, καὶ ὁ τὸν Δανιὴλ ἀλώβητον φυλάξας ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ τοὺς τρεῖς νεανίας ἐν τῇ καμίνῳ τοῦ πυρός, καὶ τὸν Ἰερεμίαν ἐκ τοῦ λάκκου τῶν βορβόρων καὶ ὁ ῥυσάμενος αὐτὸν καὶ χαρισάμενος αὐτῷ ἔλεος ἐν μέσῳ τοῦ στρατοπέδου τῶν Χαλδαίων, καὶ ἐξαγαγὼν τὸν Πέτρον ἐκ τοῦ δεσμωτηρίου κεκλεισμένων τῶν θυρῶν καὶ τὸν Παῦλον διασώσας ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων καί, ἁπλῶς εἰπεῖν, ὁ πάντοτε ἐν παντὶ τόπῳ καὶ χώρᾳ συνὼν τοῖς δούλοις αὑτοῦ καὶ δεικνύων αὑτοῦ τὴν δύναμιν καὶ νίκην ἐν αὐτοῖς καὶ διατηρῶν αὐτοὺς ἐν πολλοῖς τεραστίοις καὶ ἐμφανίζων αὐτῶν τὸ σωτήριον αὑτοῦ ἐν πάσαις ταῖς θλίψεσιν αὐτῶν, αὐτὸς καὶ ἡμᾶς ἐνισχύσοι καὶ διασώσοι ἐν μέσῳ τῶν κυμάτων τῶν περικυκλούντων ἡμᾶς. Ἀμήν.

Ἔστω οὖν ἡμῖν ζῆλος ἐν ταῖς ψυχαῖς ἡμῶν κατὰ τοῦ διαβόλου, καὶ τῶν αὐτοῦ ταξεωτῶν, οἷον εἶχον οἱ Μακκαβαῖοι καὶ οἱ ἅγιοι προφῆται, καὶ οἱ Ἀπόστολοι καὶ μάρτυρες καὶ ὅσιοι καὶ δίκαιοι, οἵτινες συνεστήσαντο τοὺς θείους νόμους καὶ τὰς ἐντολὰς τοῦ Πνεύματος ἐν χώραις φοβεραῖς καὶ πειρασμοῖς χαλεπωτάτοις καὶ ἀπέρριψαν τὸν κόσμον καὶ τὸ σῶμα ὀπίσω αὑτῶν καὶ ὑπέμειναν ἐν τῇ δικαιοσύνῃ αὑτῶν, μὴ ἡττηθέντες ὑπὸ τῶν κινδύνων τῶν κυκλωσάντων σὺν ταῖς ψυχαῖς αὐτῶν καὶ τὰ σώματα, ἀλλὰ νικήσαντες ἀνδρείως. Ὧν τὰ ὀνόματα γέγραπται ἐν βίβλῳ ζωῆς μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ, καὶ ἡ διδαχὴ αὐτῶν τετήρηται διὰ προσταγῆς Θεοῦ πρὸς ἡμετέραν διδασκαλίαν καὶ ἀνάρρωσιν, ὡς μαρτυρεῖ ὁ μακάριος Ἀπόστολος, ἵνα σοφοὶ γενώμεθα καὶ μάθωμεν τὰς ὁδοὺς τοῦ Θεοῦ, καὶ ὑπ’ ὄψιν ἔχωμεν τὰ διηγήματα καὶ τοὺς βίους αὐτῶν, ὡς ἐμψύχους καὶ ζώσας εἰκόνας, καὶ λάβωμεν ἐξ αὐτῶν τύπον καὶ δράμωμεν ἐν τῷ δρόμῳ αὐτῶν καὶ ὁμοιωθῶμεν αὐτοῖς.

Ὡς ἡδέα τὰ θεῖα λόγια τῇ συνετωτάτῃ ψυχῇ, ὥσπερ τροφὴ θάλπουσα τὸ σῶμα, ἐπιθυμητὰ δὲ τὰ διηγήματα τῶν δικαίων ἐν τοῖς ὠσὶ τῶν πατέρων, ὡς διηνεκὴς ἀρδεία τῷ νεωστὶ πεφυτευμένῳ φυτῷ. Ἔχε οὖν, ἀγαπητέ, κατὰ νοῦν τὴν πρόνοιαν τοῦ Θεοῦ, ἣν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν προνοεῖται, ὥσπερ τι καλὸν φάρμακον ἀσθενέσιν ὄμμασι, καὶ κάτεχε παρὰ σεαυτῷ τούτου τὴν μνήμην ἐν πάσῃ ὥρᾳ, καὶ διαλογίζου καὶ φρόντισον καὶ παιδεύθητι ἐν αὐτοῖς, ἵνα μάθῃς λαβεῖν μνήμην ἐν τῇ σῇ ψυχῇ τῆς μεγαλωσύνης τῆς τιμῆς τοῦ Θεοῦ καὶ εὕρῃς τῇ σῇ ψυχῇ ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, τῷ γενομένῳ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, ὡς ἐξ ἀμφοτέρων ἡνωμένῳ, οὗ τῇ δόξῃ τῇ περικυκλούσῃ τὸν θρόνον αὐτοῦ τῆς τιμῆς αἱ τῶν Ἀγγέλων τάξεις προσπελάσαι οὐ δύναται, δι’ ἡμᾶς δὲ φανέντι ἐν κόσμῳ ἐν εὐτελεῖ καὶ ταπεινῷ προσχήματι, καθώς φησιν ὁ Ἠσαΐας· «εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος», Ἐκεῖνος ὁ πάσῃ τῇ κτιστῇ φύσει ἀόρατος καὶ σῶμα ἐνδυσάμενος καὶ τελειώσας τὴν οἰκονομίαν εἰς σωτηρίαν καὶ ζωὴν πάντων τῶν καθαρισθέντων δι’ αὐτοῦ ἐθνῶν.

Ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΣΤʹ ΠΕΡΙ ΤΩΝ ΕΙΔΩΝ ΤΩΝ ΔΙΑΦΟΡΩΝ ΠΕΙΡΑΣΜΩΝ ΚΑΙ ΠΟΣΗΝ ΕΧΟΥΣΙΝ ΗΔΥΤΗΤΑ ΟΙ ΠΕΙΡΑΣΜΟΙ, ΟΙ ΥΠΕΡ ΤΗΣ ΑΛΗΘΕΙΑΣ ΓΙΝΟΜΕΝΟΙ ΚΑΙ ΥΠΟΜΕΝΟΜΕΝΟΙ. ΚΑΙ ΒΑΘΜΟΙ ΚΑΙ ΤΑΞΕΙΣ, ΕΝ ΑΙΣ Ο ΑΝΘΡΩΠΟΣ Ο ΣΥΝΕΤΟΣ ΠΟΡΕΥΕΤΑΙ Αἱ ἀρεταὶ ἀλλήλας διαδέχονται, διὰ τὸ μὴ γίνεσθαι τὴν ὁδὸν τῆς ἀρετῆς ἐπαχθῆ καὶ βαρεῖαν καὶ διὰ τὸ κατὰ τάξιν αὐτὰς κατορθοῦσθαι καὶ οὕτω προσφιλῆ ἔσεσθαι τὰ δυσχερῆ τὰ ὑπὲρ τοῦ ἀγαθοῦ, ὡς τὰ ἀγαθά. Οὐδεὶς γὰρ δύναται κτήσασθαι τὴν ἀκτημοσύνην ἐν ἀληθείᾳ, εἰ μὴ πείσῃ ἑαυτὸν καὶ ἑτοιμάσῃ ἑαυτὸν ὑπομεῖναι τοὺς πειρασμοὺς μετὰ χαρᾶς. Καὶ οὐδεὶς δύναται ὑπομεῖναι τοὺς πειρασμούς, εἰ μὴ ὁ πιστεύσας, ὅτι ἔστι τι ὑπερέχον τὴν σωματικὴν ἀνάπαυσιν, ἀντὶ τῶν θλίψεων, οὗ ἡ μετοχῇ γενέσθαι παρεσκεύασεν ἑαυτὸν ὑποδέξασθαι.

Πᾶς οὖν ὁ τῇ ἀκτημοσύνῃ ἑαυτὸν ἑτοιμάσας, πρῶτον μὲν ἡ ἀγάπη τῶν θλίψεων κινεῖται ἐν αὐτῷ, καὶ τότε ἐπέρχεται αὐτῷ λογισμὸς τοῦ ἀκτημονεῖν τῶν τοῦ κόσμου τούτου. Καὶ πᾶς ὁ ἐγγίζων τῇ θλίψει, πρῶτον μὲν διὰ πίστεως στερεοῦται, καὶ τότε προσεγγίζει ταῖς θλίψεσιν. Ὅστις στερήσῃ ἑαυτὸν τῆς ἐνεργείας τῶν αἰσθήσεων, ὁράσεως λέγω καὶ ἀκοῆς, διπλῆν θλῖψιν προὐξένησεν ἑαυτῷ καὶ διπλασίως ταλαιπωρήσει καὶ θλιβήσεται. Μᾶλλον δέ, τί ὄφελος στερηθῆναι τῶν αἰσθητῶν πραγμάτων καὶ διὰ τῶν αἰσθήσεων ἐνηδύνεσθαι ἐν αὐτοῖς; τὸ αὐτὸ γὰρ πάσχει ἐκ τῶν ἐν αὐτοῖς παθῶν, ὅπερ ἔπασχε πρῴην πρακτικῶς· διότι ἡ μνήμη τῆς συνηθείας αὐτῶν οὐκ ἀφίσταται τῆς διανοίας αὐτοῦ. Εἰ γὰρ αἱ φαντασίαι αὐτῶν νοητῶς γινόμεναι ὀδύνην τῷ ἀνθρώπῳ παρέχουσιν ἄνευ τῶν πραγμάτων αὐτῶν, τί ἔχομεν εἰπεῖν περὶ τῆς συνυπάρξεως τῆς ἐγγιζούσης;

Λοιπὸν καλὴ ἡ ἀναχώρησις, λίαν γὰρ συνεργεῖ. Τοὺς γὰρ λογισμοὺς γενναίως καταπραΰνει καὶ δύναμιν ἐν τῇ διατριβῇ ἐντίθησι καὶ ὑπομονὴν καὶ μεγάλην διδάσκει τὸν ἄνθρωπον τῶν ἐπερχομένων αὐτῷ ἀναγκαίως θλίψεων.

Μὴ ζητήσῃς λαβεῖν βουλὴν παρά τινος, μὴ ὄντος ἐν τῇ διαγωγῇ σου, κἂν λίαν σοφὸς ὑπάρχῃ. Ἀνάθου δὲ μᾶλλον τὸν λογισμόν σου ἰδιώτῃ ἐν πείρᾳ γεγονότι τῶν πραγμάτων, ἤπερ φιλοσόφῳ λογίῳ ὁμιλοῦντι ἐκ τῆς ἐξετάσεως, ἄνευ τῆς πείρας τῶν πραγμάτων.

Τί δέ ἐστι πεῖρα; Ἡ πεῖρά ἐστιν, οὐχὶ τὸ εἰσελθεῖν τινα καὶ κατασκοπεῦσαί τινα τῶν πραγμάτων, μήπω λαβόντα τὴν γνῶσιν αὐτῶν εἰς ἑαυτόν, ἀλλὰ τὸ αἰσθηθῆναι τῆς πείρας τῆς ὠφελείας αὐτῶν καὶ τῆς ζημίας ἐνεργῶς διὰ τὸ χρονίσαι ἐν αὐτοῖς.

Καὶ γὰρ πολλάκις φαίνεται πρᾶγμα ζημίαν ἔχον, ἔνδον δὲ αὐτοῦ εὑρίσκεται πᾶσα πραγματεία γέμουσα ὠφελείας. Τὸν αὐτὸν δὲ τρόπον νόει καὶ ἐν τῷ ἐναντίῳ τούτου· τουτέστι, πολλάκις φαίνεται πρᾶγμα ὠφέλειαν ἔχον, ἔσωθεν δέ ἐστι μεμεστωμένον ζημίας. Διὸ καὶ πολλοὶ τῶν ἀνθρώπων πάλιν ἐκ τῶν φαινομένων ἐπικερδῶν πραγμάτων ζημίαν εὑρίσκουσι. Καὶ οὐδὲ ἐκ τούτων ἡ μαρτυρία τῆς γνώσεως ἀληθινή ἐστιν.

Ἐκείνῳ οὖν συμβούλῳ χρῆσαι, τῷ ἐπισταμένῳ δοκιμάσαι ἐν ὑπομονῇ τὰ πράγματα τῆς διακρίσεως. Διὰ τοῦτο οὐχὶ ἕκαστος ἐστὶν ἀξιόπιστος τοῦ δοῦναι βουλήν, εἰ μὴ ὅστις πρῶτος καλῶς τὴν ἐλευθερίαν αὐτοῦ ἐκυβέρνησε καὶ οὐ φοβεῖται κατηγορίας καὶ συκοφαντίας.

Ὅταν γὰρ εὕρῃς εἰρήνην ἐν τῇ ὁδῷ σου ἀναλλοίωτον, τότε φοβήθητι. Διότι μακρὰν ἀπέχεις ἐκ τῆς εὐθείας τρίβου τῆς πατουμένης ὑπὸ τῶν μοχθηρῶν ποδῶν τῶν ἁγίων. Ὅσον γὰρ διαβαίνεις ἐν τῇ ὁδῷ τῆς πόλεως τῆς βασιλείας καὶ τῇ τοῦ Θεοῦ πόλει πλησιάζεις, τοῦτο ἔστω σοι τὸ σημεῖον· ἡ ἰσχὺς τῶν πειρασμῶν ἀπαντᾷ σοι. Καὶ ὅσον πλησιάζεις καὶ προκόπτεις, τοσοῦτον οἱ πειρασμοὶ πληθύνονται κατὰ σοῦ. Ὅταν οὖν αἴσθῃ ἐν τῇ ψυχῇ σου διαφόρους καὶ ἰσχυροτέρους πειρασμοὺς ἐν τῇ ὁδῷ σου, γνῶθι ὅτι ἐν τοῖς καιροῖς ἐκείνοις ὄντως ἐδέξατο ἡ ψυχή σου βαθμὸν ἐν τῷ κρυπτῷ ἄλλον ὑψηλὸν καὶ προσετέθη αὐτῇ χάρις ἐν τῇ καταστάσει, ἐν ᾗ ἵστατο ἐν αὐτῇ.

Κατὰ γὰρ τὸ μέτρον τῆς χάριτος, κατὰ τοσοῦτον εἰς τὴν θλῖψιν τῶν πειρασμῶν εἰσφέρει ὁ Θεὸς τὴν ψυχήν. Οὐχὶ εἰς τοὺς πειρασμοὺς τοὺς κοσμικούς, οἵτινες γίνονταί τισι διὰ τὸ χαλινῶσαι τὴν κακίαν καὶ τὰ φανερὰ πράγματα, μηδὲ σωματικὰς ταραχὰς νόει τούτους, ἀλλὰ πειρασμοὺς ἁρμόζοντας μοναχοῖς ἐν τῇ ἡσυχίᾳ αὐτῶν, οὕς περ ὕστερον μέλλομεν διαιρεῖν.

Ἐὰν δὲ ἔχῃ ἡ ψυχὴ ἀσθένειαν καὶ οὐχ ἱκανοῖ πρὸς τοὺς πειρασμοὺς τοὺς μεγάλους καὶ αἰτῆσαι μὴ εἰσελθεῖν εἰς αὐτοὺς καὶ εἰσακούσῃ αὐτῆς ὁ Θεός, γνῶθι σαφῶς, ὅτι καθ’ ὅσον ἀνίκανοι πρὸς τοὺς μεγάλους πειρασμούς, κατὰ τοσοῦτον καὶ πρὸς τὰ μεγάλα χαρίσματα. Οὐ δίδωσι γὰρ ὁ Θεὸς χάρισμα μέγα, χωρὶς μεγάλου πειρασμοῦ. Κατὰ γὰρ τοὺς πειρασμοὺς καὶ τὰ χαρίσματα ὡρίσθησαν ὑπὸ τοῦ Θεοῦ, κατὰ τὴν σοφίαν αὐτοῦ, ἣν οὐ καταλαμβάνουσι οἱ δημιουργηθέντες ὑπ’ αὐτοῦ. Λοιπὸν ἐκ τῶν δυσχερῶν θλίψεων τῶν συμβαινουσῶν σοι ὑπὸ τῆς προνοίας τοῦ Θεοῦ, καταλαμβάνεις πόσην ἐδέξατο ἡ ψυχή σου ἐκ τῆς μεγαλωσύνης αὐτοῦ τιμήν. Κατὰ γὰρ τὴν λύπην, καὶ ἡ παράκλησις.

Ἐρώτησις. Τί οὖν λοιπόν; πρῶτον ὁ πειρασμός, καὶ τότε τὸ χάρισμα; ἢ τὸ χάρισμα πρῶτον, καὶ οὕτως ὀπίσω αὐτοῦ ὁ πειρασμός;

Ἀπόκρισις. Οὐκ ἔρχεται ὁ πειρασμός, εἰ μὴ πρῶτον δέξεται ἡ ψυχὴ ἐν τῷ κρυπτῷ μέγεθος ὑπὲρ τὸ μέτρον αὐτῆς, καὶ τὸ πνεῦμα τῆς χάριτος, ὅπερ ἐδέξατο πρῶτον. Καὶ μαρτυρεῖ περὶ τούτου ὁ πειρασμὸς τοῦ Κυρίου, ὁμοίως καὶ οἱ πειρασμοὶ τῶν Ἀποστόλων. Οὐ γὰρ παρεχωρήθησαν εἰσελθεῖν εἰς πειρασμούς, ἕως ἂν ἐδέξαντο τὸν Παράκλητον. Οἱ γὰρ κοινωνοῦντες τοῖς ἀγαθοῖς, ἁρμόζει αὐτοῖς ὑπομεῖναι τοὺς πειρασμοὺς αὐτῶν· ὅτι μετὰ τοῦ ἀγαθοῦ ἡ θλῖψις αὐτῶν. Οὕτω γὰρ ἤρεσε τῷ σοφῷ Θεῷ ἐν πᾶσι ποιεῖν. Καὶ εἰ τοῦτο οὕτω, τουτέστιν ἡ χάρις πρὸ τοῦ πειρασμοῦ, ἀλλ’ ὅμως πάντως προηγήσατο ἡ αἴσθησις τῶν πειρασμῶν τῆς αἰσθήσεως τῆς χάριτος, διὰ τὴν δοκιμὴν τῆς ἐλευθερίας. Οὐδέποτε γὰρ ἡ χάρις προλαμβάνει εἴς τινα, πρὸ τοῦ γεύσασθαι τῶν πειρασμῶν. Προηγεῖται μὲν οὖν ἡ χάρις ἐν τῷ νοΐ, ἐν δὲ τῇ αἰσθήσει βραδύνει.

Λοιπὸν πρέπει ἡμᾶς ἐν τοῖς καιροῖς τούτων τῶν πειρασμῶν ἔχειν δύο τινὰ ἐναντία ἀλλήλοις καὶ κατὰ μηδὲν ὁμοιοῦντα. Ταῦτα δέ εἰσι χαρὰ καὶ φόβος. Χαρὰ μέν, ὅτι ἐν τῇ ὁδῷ τῇ πατηθείσῃ ὑπὸ τῶν ἁγίων, μᾶλλον δὲ ὑπὸ τοῦ ζωοποιοῦντος τὰ πάντα, εὑρέθης βαδίζων. Καὶ τοῦτο δῆλον ἐκ τῆς διαγνώσεως τῶν πειρασμῶν. Τὸν φόβον δὲ ὀφείλομεν ἔχειν, ὅτι μήπως ἐκ τῆς αἰτίας τῆς ὑπερηφανίας πειραζόμεθα ἐν τούτοις.

Ὅμως σοφίζονται ὑπὸ τῆς χάριτος οἱ ταπεινόφρονες τοῦ δύνασθαι ταῦτα πάντα διακρῖναι καὶ γνῶναι τίς ἐστιν ὁ πειρασμὸς ὁ ἐκ τοῦ καρποῦ τῆς ὑπερηφανίας, καὶ τίς ὁ ἐκ τῶν ῥαπισμάτων τῶν τυπτομένων ἐκ τῆς ἀγάπης· διακέκρινται γὰρ οἱ πειρασμοὶ τοῦ ἐκβιβασμοῦ καὶ τῆς αὐξήσεως τῆς πολιτείας ἐν τῷ ἀγαθῷ ἐκ τῶν πειρασμῶν τῆς παραχωρήσεως τῆς εἰς παιδείαν διὰ τὴν ὑπερηφανίαν τῆς καρδίας.

Οἱ πειρασμοὶ τῶν φίλων τοῦ Θεοῦ, οἵτινές εἰσιν οἱ ταπεινόφρονες. Οἱ ὑπὸ τῆς πνευματικῆς ῥάβδου εἰς προκοπὴν καὶ αὔξησιν τῆς ψυχῆς γινόμενοι πειρασμοί, ἐν οἷς γυμνάζεται καὶ δοκιμάζεται ἡ ψυχὴ καὶ ἀγωνίζεται, εἰσὶν οὗτοι· ἡ ὀκνηρία, βάρος τοῦ σώματος, ἡ χαύνωσις τῶν μελῶν, ἡ ἀκηδία, ἡ σύγχυσις τῆς διανοίας, ὑπόνοια ἀσθενείας τοῦ σώματος, τὸ κόψαι τὴν ἐλπίδα πρὸς ὥραν, ἡ σκότωσις τῶν λογισμῶν, ἡ ἔκλειψις τῆς ἀνθρωπίνης βοηθείας, ἡ ἔνδεια τῆς σωματικῆς χρείας, καὶ τὰ ὅμοια τούτων. Ἐκ τούτων τῶν πειρασμῶν κτᾶται ὁ ἄνθρωπος ψυχὴν μεμονωμένην καὶ ἀπροστάτευτον καὶ καρδίαν νενεκρωμένην καὶ ταπείνωσιν, καὶ ἐκ τούτου δοκιμάζεταί τις ἐλθεῖν εἰς ἐπιθυμίαν τοῦ κτίσαντος. Καὶ ταῦτα πρὸς τὴν δύναμιν ὁ προνοητὴς οἰκονομεῖ καὶ πρὸς τὴν χρείαν τῶν ὑποδεχομένων αὐτά.

Τούτοις συγκέκραται ἡ παράκλησις καὶ αἱ ἐπιφοραί, τὸ φῶς καὶ τὸ σκότος, οἱ πόλεμοι καὶ αἱ ἀντιλήψεις, καὶ συντόμως εἰπεῖν, στένωσις καὶ πλατυσμός. Καὶ τοῦτό ἐστι τὸ σημεῖον τῆς προκοπῆς τοῦ ἀνθρώπου διὰ τῆς βοηθείας τοῦ Θεοῦ.

Οἱ πειρασμοὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ, οἵτινές εἰσιν οἱ ὑπερήφανοι. Οἱ δὲ πειρασμοί, οἱ γινόμενοι ἐκ τῆς παραχωρήσεως τοῦ Θεοῦ κατὰ τῶν ἀναισχυντούντων καὶ ἐπαιρομένων ἐν ταῖς διανοίαις αὑτῶν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ καὶ ἀδικούντων τὴν ἀγαθότητα τοῦ Θεοῦ ἐν τῇ ὑπερηφανίᾳ αὑτῶν, εἰσὶν οὗτοι· οἱ πειρασμοὶ οἱ φανεροὶ τῶν δαιμόνων, οἱ καὶ ὑπὲρ τὸν ὅρον τῆς δυνάμεως ὑπάρχοντες τῆς ψυχῆς, ἡ στέρησις τῶν δυνάμεων τῆς σοφίας τῆς οὔσης ἐν αὐτοῖς, αἴσθησις δριμεῖα τῆς ἐννοίας τῆς πορνείας τῆς παραχωρουμένης κατ’ αὐτῶν εἰς ταπείνωσιν τῆς ἐπάρσεως αὐτῶν, τὸ θυμοῦσθαι ταχέως, τὸ θέλειν στῆσαι τὸ ἴδιον θέλημα, τὸ φιλονεικεῖν ἐν λόγοις, τὸ ἐπιτιμῆσαι, ἡ καταφρόνησις τῆς καρδίας, πλάνη τοῦ νοῦ τελεία, βλασφημία κατὰ τοῦ ὀνόματος τοῦ Θεοῦ, ἔννοιαι μωραὶ πεπληρωμέναι γέλωτος, μᾶλλον δὲ κλαυθμοῦ, τὸ καταφρονεῖσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ ἀφανίζεσθαι τὴν τιμὴν αὐτῶν, τὸ γενέσθαι αἰσχύνη καὶ ὄνειδος ὑπὸ τῶν δαιμόνων ἐν πολλοῖς τρόποις κρυπτῶς καὶ φανερῶς, ἐπιθυμία τοῦ μιγῆναι καὶ συναστραφῆναι τῷ κόσμῳ, τὸ λαλεῖν καὶ ληρεῖν ἀφρόνως πάντοτε, τὸ εὑρεῖν ἑαυτῷ καινισμὸν ἀεὶ σὺν ψευδοπροφητείᾳ, τὸ ἐπαγγέλλεσθαι πολλὰ ὑπὲρ τὴν δύναμιν αὑτοῦ. Καὶ ταῦτα μὲν τὰ ψυχικά.

Ἐν δὲ τοῖς σωματικοῖς, συμβαίνουσιν αὐτῷ συμβάσεις ὀδυνηραί, διαμένουσαι ἀεὶ συμπεπλεγμέναι καὶ δύσλυτοι, ἀπαντήσεις κακῶς ἀεὶ καὶ ἀθέων ἀνθρώπων, τὸ ἐμπεσεῖν εἰς χεῖρας θλιβόντων ἀνθρώπων, τὸ κινεῖσθαι τὴν καρδίαν αὐτοῦ ἀεὶ ἀναιτίως ὑπὸ τοῦ θείου φόβου ἐξαίφνης, τὸ πολλάκις πάσχειν αὐτοὺς πτώματα μεγάλα ἐκ πετρῶν καὶ ἀπὸ ὑψηλῶν τόπων καὶ τῶν ὁμοίων τούτοις τῶν γινομένων εἰς συντριβὴν τοῦ σώματος. Καὶ τέλος ἔνδεια τῶν ἀντιλαμβανομένων τὴν καρδίαν ὑπὸ τῆς θεϊκῆς δυνάμεως καὶ τῆς ἐλπίδος τῆς πίστεως αὐτῶν, καὶ συντόμως εἰπεῖν, ὅσα ἀδύνατα καὶ ὑπὲρ δύναμιν ἐπάγονται αὐτοῖς σὺν τοῖς ἑαυτῶν. Ταῦτα γὰρ πάντα ὅσα ἐτάξαμεν καὶ ἠριθμήσαμέν εἰσιν ἐκ τῶν τρόπων τῶν πειρασμῶν τῆς ὑπερηφανίας.

Φαίνεται δὲ ἡ ἀρχὴ τούτων ἐν τῷ ἀνθρώπῳ, ὅταν τις ἄρξηται ἔχειν σοφὸν ἑαυτὸν ἐν ὀφθαλμοῖς αὑτοῦ, καὶ οὗτος μετακινεῖται ἐν πᾶσι τοῖς κακοῖς τούτοις κατὰ τὸ μέτρον τῆς ὑποδοχῆς τῶν τοιούτων λογισμῶν τῆς ὑπερηφανίας. Λοιπὸν ἐκ τῶν εἰδῶν τῶν πειρασμῶν σου καταλάμβανε τὰς ὁδοὺς τῆς λεπτότητος τῆς διανοίας σου. Ἐὰν δὲ ἴδῃς τινὰς τούτων τῶν πειρασμῶν μεμιγμένους μετὰ τῶν πρὸ τούτων τῶν εἰρημένων πειρασμῶν, γνῶθι ὅτι καθ’ ὅσον ἔχεις ἐκ τούτων, κατὰ τοσοῦτον ἡ ὑπερηφανία ἐν σοὶ ἐνέσκηψεν.

Περὶ ὑπομονῆς Ἄκουσον δὲ πάλιν καὶ τρόπον ἄλλον. Πᾶσαι αἱ περιστάσεις καὶ αἱ θλίψεις αἱ μὴ μετέχουσαι ὑπομονῆς, διπλῆ ἐστιν ἡ βάσανος αὐτῶν. Ὑπομονὴ γὰρ ἀνθρώπου ἀποβάλλει τὰς συμφορὰς αὐτοῦ. Μικροψυχία δὲ μήτηρ ἐστὶ τῆς κολάσεως. Ὑπομονή ἐστι μήτηρ τῆς παρακλήσεως καὶ δύναμίς τις, ἥτις ἐκ τῆς εὐρυχωρίας τῆς καρδίας ἀποτίκτεσθαι πέφυκεν, ἥν τινα δύναμιν δυσχερὲς τὸν ἄνθρωπον εὑρεῖν ἐν ταῖς θλίψεσιν αὐτοῦ, ἐκτὸς τοῦ θείου χαρίσματος, τοῦ ἐκ τῆς καταδιώξεως τῆς εὐχῆς καὶ τῆς ἐκχύσεως τῶν δακρύων εὑρισκομένου.

Περὶ μικροψυχίας Ὅταν βουληθῇ ὁ Θεὸς ἐπὶ πλεῖον θλῖψαι ἄνθρωπον, παραχωρεῖ αὐτὸν εἰσελθεῖν εἰς τὰς χεῖρας τῆς μικροψυχίας. Καὶ αὕτη τίκτει ἐν αὐτῷ κραταιὰν δύναμιν τῆς ἀκηδίας, ἐν ᾗ γεύεται τοῦ ψυχικοῦ πνιγμοῦ, ὅπερ ἐστὶ γεῦσις τῆς γεέννης. Καὶ ἐκ τούτου ἐπάγεται τὸ πνεῦμα τῆς ἐκστάσεως, ἐξ οὗ πηγάζουσιν οἱ μύριοι πειρασμοί· ἡ σύγχυσις, ὁ θυμός, ἡ βλασφημία, ἡ μεμψιμοιρία, οἱ διεστραμμένοι λογισμοί, ἡ ἀπὸ χώρας εἰς χώραν μετάστασις, καὶ τὰ ὅμοια τούτοις. Ἐὰν δὲ εἴπῃς, ἡ αἰτία τούτων τίς ἐστι; λέγω σοι, ὅτι ἡ σὴ ἀμέλεια. Οὐ γὰρ ἐμερίμνησας ἐκζητῆσαι τὴν ἰατρείαν αὐτῶν. Ἡ ἰατρεία γὰρ τούτων πάντων μία ἐστίν, ἐν ᾗ ἐν τῇ χειρὶ αὐτῆς εὑρίσκει τις παράκλησιν ἐν τῇ ψυχῇ αὑτοῦ εὐθέως. Καὶ τίς ἐστιν αὕτη; ἡ ταπεινοφροσύνη τῆς καρδίας, καὶ ἐκτὸς ταύτης καταλύσαι τὸν φραγμὸν τῶν κακιῶν τούτων οὐ δύναταί τις, ἀλλὰ μᾶλλον εὑρίσκει αὐτὰς ὑπερισχυούσας κατ’ αὐτοῦ.

Μὴ θυμωθῇς κατ’ ἐμοῦ, ὅτι λέγω σοι τὴν ἀλήθειαν. Οὐκ ἐζήτησας ταύτην ἐν ὅλῃ σου τῇ ψυχῇ ποτε. Ἐὰν δὲ θέλῃς, γενοῦ ἐν τῇ χώρᾳ αὐτῆς καὶ ὄψει πῶς δώσει σοι τὴν λύσιν τῆς κακίας σου. Πρὸς γὰρ τὸ μέτρον τῆς ταπεινοφροσύνης δίδοταί σοι καὶ ὑπομονὴ ἐν ταῖς συμφοραῖς σου, καὶ κατὰ τὴν ὑπομονήν σου ἐλαφρύνεται τὸ βάρος τῶν θλίψεών σου καὶ τῆς παρακλήσεως τεύξῃ. Κατὰ δὲ τὴν παράκλησίν σου, μεγαλύνεται ἡ πρὸς Θεὸν ἀγάπη σου, καὶ κατὰ τὴν ἀγάπην σου, μεγαλύνεται ἡ χαρά σου ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.

Τῶν δὲ ἐν ἀληθείᾳ υἱῶν ὄντων ὁ οἰκτίρμων, ὅτε εὐδοκήσει ἔκβασιν ποιήσασθαι τῶν πειρασμῶν αὐτῶν, οὐχὶ λήψει λαμβάνει τοὺς πειρασμοὺς ἐξ αὐτῶν, ἀλλ’ ὑπομονὴν παρέχει αὐτοῖς ἐν τοῖς πειρασμοῖς αὐτῶν, καὶ ταῦτα πάντα τὰ ἀγαθὰ ἐν τῇ χειρὶ τῆς ὑπομονῆς αὐτῶν δέχονται πρὸς τελειότητα τῶν ψυχῶν αὐτῶν.

Ἀξιώσαι δὲ ἡμᾶς Χριστὸς ὁ Θεὸς ἐν τῇ χάριτι αὐτοῦ ὑπομένειν τὰ κακὰ διὰ τὴν ἀγάπην αὐτοῦ ἐν εὐχαριστίᾳ τῆς καρδίας. Ἀμήν.