Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΜΑ΄-ΜΓ΄: Πτώσεις, αόρατος πόλεμος και εσωτερική κάθαρση

Η διάκριση μεταξύ εκουσίων και ακουσίων αμαρτημάτων, η ένταση του αγώνα κατά των παθών και η σημασία της προφύλαξης από αμελείς συναναστροφές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 6 από 11

ΛΟΓΟΣ ΜΑʹ ΠΕΡΙ ΑΜΑΡΤΙΩΝ ΕΚΟΥΣΙΩΝ ΚΑΙ ΑΚΟΥΣΙΩΝ ΚΑΙ ΤΩΝ ΑΠΟ ΤΙΝΟΣ ΣΥΜΒΕΒΗΚΟΤΟΣ ΓΙΝΟΜΕΝΩΝ Ἔστιν ἁμαρτία ἀπὸ ἀσθενείας γινομένη, εἰς ἣν ἀκουσίως ὁ ἄνθρωπος ἀνθέλκεται, καὶ ἔστιν ἁμαρτία ἑκουσίως γινομένη καὶ ἀπὸ ἀγνοίας, συμβαίνει δὲ πάλιν ἀπὸ τῆς διαμονῆς καὶ τῆς ἐν τῷ κακῷ ἕξεως. Οὗτοι δὲ πάντες οἱ τρόποι καὶ τὰ εἴδη τῶν ἁμαρτιῶν, εἰ καὶ πάντες ἄξιοι μομφῆς εἰσιν, ἀλλ’ οὖν εὑρίσκεται κατὰ σύγκρισιν τὴν πρὸς ἐκδίκησιν εἷς μείζων τοῦ ἑτέρου.

Καί τινος μὲν ἡ μέμψις μεγίστη καὶ μετὰ κόπου προσδέχεται τούτου ἡ μετάνοια, τινὸς δὲ ἐγγυτέρα ἐστὶν ἡ ἁμαρτία τῆς συγχωρήσεως. Καὶ ὥσπερ ὁ Ἀδὰμ καὶ ἡ Εὔα καὶ ὁ ὄφις, πάντες μὲν ἐδέξαντο παρὰ Θεοῦ τῆς ἁμαρτίας τὴν ἀμοιβήν, διαφορᾷ δὲ πολλῇ τὴν κατάραν ἐκληρώσαντο, οὕτω καὶ ἐν τοῖς υἱοῖς αὐτῶν, ἑκάστῳ κατὰ τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν πόθον τὸν εἰς τὴν ἁμαρτίαν, οὕτω καὶ τὸ σφοδρὸν τῆς κολάσεως. Ἐὰν δέ τις μὴ βουλόμενος μὲν ἀκολουθῆσαι τῇ ἁμαρτίᾳ, ὑπὸ δὲ τῆς ἀμελείας τῆς εἰς τὴν ἀρετὴν ἀνθέλκεται πρὸς ἐκείνην, ἐκ τοῦ μὴ σχολάσαι ταύτῃ, εἰ καὶ βαρύ ἐστιν αὐτῷ συνεῖναι τῇ ἁμαρτίᾳ, ἀλλ’ οὖν ἡ κόλασις αὐτοῦ ἐπιβαρής. Ἐὰν δὲ συμβῇ τινι ἐπιμελουμένῳ τῆς ἀρετῆς πειρασθῆναι ἔν τινι πλημμελήματι, ὅμως τὸ ἔλεος ἐγγύς ἐστι τοῦ καθαρισμοῦ αὐτοῦ ἀδιστάκτως.

Ἄλλη ἐστὶν ἡ ἁμαρτία ἡ γινομένη, ὅταν εὐρεθῇ ὁ ἄνθρωπος ἐπιμελούμενος τῆς ἀρετῆς καὶ ἐμμένων τῇ ἐργασίᾳ καὶ νυκτὸς μὲν οὐ καθεύδει, φροντίζων μηδὲν ζημιωθῆναι, ὧν ἐπιμελεῖται, ἡμέρας δέ, περιερχόμενος καὶ βαστάζων τὸ βάρος, καὶ πᾶσα ἡ φροντὶς αὐτοῦ ἐν τῇ ἀρετῇ. Καὶ ἐν ὅσῳ ἐστὶν ἐν τούτοις καὶ τοῖς τοιούτοις, ἢ διά τινα ἄγνοιαν ἢ ἀπὸ τῶν πραγμάτων τῶν ἐναντιουμένων ἐν τῇ ὁδῷ αὐτοῦ, ἤτοι τῆς ἀρετῆς καὶ τῶν κυμάτων τῶν ὑψουμένων ἐν παντὶ καιρῷ ἐν τοῖς μέλεσιν αὐτοῦ ἢ διὰ τὴν ἔκκλισιν τὴν ἐνδεχομένην εἶναι ἐν αὐτῷ εἰς τὸ δοκιμάζεσθαι αὐτοῦ τὸ αὐτεξούσιον, κλίνει ἡ πλάστιγξ τοῦ ζυγοῦ αὐτοῦ μικρὸν εἰς τὰ ἀριστερά, καὶ ἀνθέλκεται ὑπὸ τῆς ἀσθενείας τοῦ σώματος εἰς ἓν εἶδος τῆς ἁμαρτίας, ἐν οἷς λυπεῖται καὶ ἀδημονεῖ καὶ στενάζει μετὰ πόνου κατὰ τῆς ψυχῆς αὑτοῦ, διὰ τὴν ταλαιπωρίαν τὴν ἐπισυμβᾶσαν αὐτῷ ὑπὸ τῶν ἐναντίων.

Ἑτέρα δέ, ὅταν εὑρεθῇ ὁ ἄνθρωπος χαῦνος καὶ ἀμελὴς εἰς τὴν ἐργασίαν τῆς ἀρετῆς καὶ παντελῶς τὴν ὁδὸν ἐγκαταλιπὼν καὶ δραμὼν δουλικῶς εἰς τὴν ὑπακοὴν πάσης ἡδονῆς τῶν ἁμαρτημάτων καὶ ζῆλον ἐνδεικνύμενος, μηχανὰς εὑρῆσαι εἰς ὁλοκληρίαν αὐτῆς, καὶ ὢν ἕτοιμος, ὥσπερ τις δοῦλος, εἰς τὸ ἐπιμελῶς ποιῆσαι τὸ θέλημα τοῦ ἐχθροῦ αὑτοῦ καὶ ἑτοιμάσαι τὰ μέλη αὑτοῦ ὅπλα τῷ διαβόλῳ ἐν πάσῃ ὑπακοῇ αὐτοῦ, καὶ μηδαμῶς βουλόμενος προσέχειν τῇ μετανοίᾳ μήτε προσεγγίσαι τῇ ἀρετῇ μήτε ποιῆσαι ἐκκοπὴν καὶ τέλος τῆς ὀλεθρίας ὁδοῦ αὐτοῦ.

Καὶ ἄλλη μέν ἐστιν ἡ ἐξ ὀλισθήσεων καὶ ἐκπτώσεων τῶν ἐνδεχομένων γενέσθαι ἐν τῇ ὁδῷ τῆς ἀρετῆς καὶ ἐν τῇ τρίβῳ τῆς δικαιοσύνης, κατὰ τὰ τῶν Πατέρων λόγια τὰ φάσκοντα, ὅτι εὑρίσκονται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς καὶ ἐν τῇ τρίβῳ τῆς δικαιοσύνης ἐκπτώσεις καὶ ἐναντιώσεις καὶ ἀναγκασμοί, καὶ τὰ αὐτοῖς ὅμοια.

Ἑτέρα δέ ἐστιν ἡ πτῶσις τῆς ψυχῆς καὶ ἡ ὁλόκληρος ἀπώλεια καὶ ἡ τελεία ἐγκατάλειψις. Καὶ φανερός ἔστι τις ἐκ τούτων, ὅταν πέσῃ, μὴ ἐπιλάθηται τῆς ἀγάπης τοῦ οἰκείου πατρός, ἀλλ’, ἐὰν συμβῇ αὐτῷ ποικίλοις ἐμπεσεῖν παραπτώμασιν, ἔσται μὴ ἀμελῶν τοῦ ἀγαθοῦ καὶ τοῦ δρόμου αὐτοῦ στάσιν μὴ ποιῶν, ἀλλὰ καὶ νικώμενος, πάλιν ἀνίσταται πρὸς ἀγῶνα τὸν κατὰ τῶν ἐναντίων αὐτοῦ καὶ τῆς καταλυθείσης οἰκοδομῆς καθ’ ἑκάστην ἡμέραν ἀρχὴν θεμελίων ἐμβάλλει, τὸ προφητικὸν λόγιον κατὰ στόμα ἔχων, μέχρι τῆς ἐξόδου αὐτοῦ ἀπὸ τοῦδε τοῦ κόσμου· «μὴ ἐπιχαρῇς μοι ὁ ὑπεναντίος μου, ὅτι πέπτωκα. Πάλιν γὰρ ἐγὼ ἀναστήσομαι.

Καὶ ἐὰν ἐν τῷ σκότει καθήσω, ὁ Κύριος ἐπιλάμψει μοι». Καὶ μηδαμοῦ τοῦ πολέμου παύσηται μέχρι τοῦ θανάτου καὶ οὐ μὴ προδῷ τῇ ἥττῃ τῆς ψυχῆς αὑτοῦ ἐν ὅσῳ ἐστὶν αὐτῷ πνοὴ καὶ ἐν αὐτῇ τῇ ἥττῃ αὐτός. Ἀλλὰ καὶ ἐὰν καθ’ ἡμέραν κλασθῇ αὐτοῦ τὸ σκάφος καὶ ναυαγήσῃ τὰ ἀγώγιμα αὐτοῦ, οὐ μὴ παύσηται περιποιούμενος καὶ φροντίζων, ἅμα δὲ καὶ δανειζόμενος καὶ εἰς ἕτερα πλοῖα ἀναβαίνων καὶ ἐπ’ ἐλπίδι πλέων, ἕως ἂν ὁ Κύριος κατιδὼν αὐτοῦ τὸν ἀγῶνα καὶ σπλαγχνισθεὶς ἐπὶ τῇ συντριβῇ αὐτοῦ, καταπέμψῃ ἐπ’ αὐτὸν τὸ ἔλεος αὑτοῦ καὶ δῷ αὐτῷ κινήσεις ἰσχυράς, εἰς τὸ ὑπομεῖναι καὶ ἀπαντῆσαι τοῖς καυστικοῖς βέλεσι τοῦ ἐχθροῦ. Καὶ αὕτη ἐστὶν ἡ δεδομένη σοφία παρὰ Θεοῦ. Καὶ οὗτός ἐστιν ὁ σοφὸς ἄρρωστος, ὁ μὴ ἐκκόψας τὴν ἐλπίδα αὑτοῦ.

Κρεῖσσον κατακριθῆναι ἡμᾶς ἐν ἐνίοις τῶν πραγμάτων καὶ μὴ ἐπὶ τῇ καταλείψει τῶν πάντων. Καὶ διὰ τοῦτο ὁ ἀββᾶς Μαρτινιανὸς παρεγγυᾷ, μὴ ῥαθυμῆσαι πρὸς τὸ πλῆθος τῶν ἀγώνων καὶ πρὸς τὸ ποικίλον τοῦ πολέμου καὶ συνεχὲς τὸ ἐν τῇ ὁδῷ τῆς δικαιοσύνης, καὶ μὴ στραφῆναι εἰς τὰ ὀπίσω καὶ παραδοῦναι τῷ ἐχθρῷ τὴν καθ’ ἡμῶν νίκην ἐν ἑνὶ τῶν αἰσχρῶν τρόπων. Ὥσπερ γάρ τις φιλότεκνος πατὴρ εὐτάκτως καὶ στοιχηδὸν διορίζων, ταῦτα λέγει.

Παραίνεσις τοῦ ὁσίου Μαρτινιανοῦ. «Τέκνα, εἴ ἐστε ἐν ἀληθείᾳ ἀγωνισταὶ προσέχοντες τῇ ἀρετῇ καὶ ἔστιν ὑμῖν ἐπιμέλεια ψυχική, παραστῆσαι θελήσατε τὸν νοῦν ὑμῶν τῷ Χριστῷ καθαρὸν καὶ ἐργάζεσθε πρᾶξιν τὴν οὖσαν αὐτῷ εὐάρεστον. Δέον γὰρ ὑμᾶς πάντως ἀναδέξασθαι ὑπὲρ τούτου πάντα πόλεμον ἐγειρόμενον ὑπὸ τῶν παθῶν τῆς φύσεως καὶ τῆς ἀνθολκῆς τοῦ κόσμου τούτου καὶ τῆς διαμονῆς, τῆς τε συνεχείας τῶν κακιῶν τῶν δαιμόνων, ἐν οἷς εἰώθασι προσαπαντᾶν ὑμῖν καὶ πάσης τούτων ἐνέδρας. Καὶ μὴ φοβηθῆτε διὰ τὸ συνεχὲς καὶ ἐπίμονον τῆς σφοδρότητος τοῦ πολέμου καὶ μὴ διστάσητε διὰ τὸ διαρκὲς τοῦ ἀγωνίσματος καὶ μὴ ὀκλάσητε, μήτε τρομάξητε ἀπὸ τῶν στρατευμάτων τῶν ἐχθρῶν, καὶ μὴ ἐμπέσητε εἰς βόθυνον ἀνελπιστίας, εἰ συμβῇ ὑμῖν ἴσως ὀλισθῆναι πρὸς καιρὸν καὶ ἁμαρτῆσαι. Ἀλλ’ ἄν τι πάθητε ἐν τούτῳ τῷ μεγίστῳ πολέμῳ καὶ κατὰ πρόσωπον ἂν λάβητε καὶ τραυματισθῆτε, μηδαμῶς ἐμποδίσῃ ὑμᾶς τοῦτο τοῦ ἀγαθοῦ σκοποῦ ὑμῶν, μᾶλλον δὲ ἐν τῇ ᾑρετισμένῃ ὑμῖν ἐργασίᾳ διαμείνατε καὶ κτήσασθε τοῦτο τὸ ἐπιθυμητὸν καὶ ἐπαινετόν, τὸ φανῆναι, λέγω δή, ἐν τῷ πολέμῳ ἑδραῖοι καὶ ἀμετακίνητοι καὶ τῷ αἵματι τῶν τραυματισμῶν ὑμῶν πεφοινιγμένοι, καὶ μὴ παύσησθε παντελῶς ἀπὸ τῆς μετὰ τῶν ἀντιδίκων ὑμῶν παλαίστρας».

Αὐταί εἰσιν αἱ παραινέσεις τοῦ μεγάλου γέροντος. Ὥστε οὐ χρὴ ὑμᾶς χαυνοῦσθαι ἢ ῥαθυμῆσαι, δι’ οὓς τρόπους ἔφημεν. Οὐαὶ δὲ τῷ μοναχῷ ἐκείνῳ ψευδομένῳ ἐν τῇ ὑποσχέσει αὑτοῦ καὶ προτείνοντι χεῖρα τῷ διαβόλῳ ἐν τῷ καταπατεῖν τὴν συνείδησιν αὑτοῦ, τοῦ ἐπαρθῆναι αὐτὸν κατ’ αὐτοῦ ἔν τινι μικρῷ ἢ μεγάλῳ τῶν τῆς ἁμαρτίας τρόπων καὶ μὴ δυναμένῳ πάλιν στῆναι κατ’ ἐνώπιον τῶν ἐχθρῶν αὑτοῦ ἐν τῷ διερρωγότι μέρει τῆς ψυχῆς αὑτοῦ. Ἐν ποίῳ ἄρα προσώπῳ μέλλει ὑπαντῆσαι τῷ κριτῇ, ἡνίκα οἱ ἑταῖροι αὐτοῦ καθηγνισμένοι προσυπαντήσουσιν ἀλλήλοις, ἐκεῖνοι, ἀφ’ ὧν τὴν ὁδὸν αὑτοῦ ἀφώρισε καὶ τὴν τρίβον τῆς ἀπωλείας ἐβάδισε καὶ τῆς παρρησίας ἐκπέπτωκεν, ἥτις ἐστὶ τοῖς ὁσίοις πρὸς τὸν Θεόν, καὶ τῆς προσευχῆς τῆς ἀνιούσης ἀπὸ τῆς καθαρᾶς καρδίας καὶ ὑψουμένης καὶ διαπερώσης τὰς ἀγγελικὰς δυνάμεις καὶ μὴ κωλυομένης, ἕως ἂν τεύξηται τῆς αἰτήσεως αὐτῆς καὶ ὑποστρέψῃ μετὰ χαρᾶς πρὸς τὸ ἐκπέμψαν αὐτὴν στόμα; Καὶ τὸ δὴ φοβερώτερον πάντων, ὅτι, ὥσπερ αὐτὸς ἐνταῦθα τὴν ὁδὸν αὑτοῦ ἀπ’ αὐτῶν ἀφώρισεν, οὕτως ἀφορίσει αὐτὸν ἀπ’ αὐτῶν ὁ Χριστὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἡνίκα βαστάζει ἡ φωτεινὴ νεφέλη ἐπὶ νῶτα αὑτῆς τὰ διαστίλβοντα σώματα ἀπὸ τῆς καθαρότητος καὶ εἰσάξει εἰς τὰς οὐρανίους πύλας.

Διὰ γὰρ τοῦτο «οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει», διότι ἀπ’ ἐντεῦθεν ἡ πρᾶξις αὐτῶν κέκριται, «οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων» ἐν τῇ ἀναστάσει τῆς κρίσεως.

ΛΟΓΟΣ ΜΒʹ ΠΕΡΙ ΔΥΝΑΜΕΩΣ ΚΑΙ ΕΝΕΡΓΕΙΑΣ ΤΩΝ ΚΑΚΙΩΝ ΤΗΣ ΑΜΑΡΤΙΑΣ ΥΠΟ ΤΙΝΩΝ ΣΥΝΙΣΤΑΝΤΑΙ ΚΑΙ ΥΠΟ ΤΙΝΩΝ ΠΑΥΟΝΤΑΙ Ἕως ἂν μὴ ἐκ καρδίας ἀληθῶς μισήσῃ τις τὴν αἰτίαν τῆς ἁμαρτίας, ἐκ τῆς ἡδονῆς τῆς ἐνεργείας αὐτῆς οὐκ ἐλευθεροῦται.

Οὗτός ἐστιν ὁ ἀγὼν ὁ σφοδρότατος, ὅστις ἀντικαθίσταται τῷ ἀνθρώπῳ μέχρις αἵματος, ἐν ᾧ δοκιμάζεται αὐτοῦ τὸ αὐτεξούσιον ἐν τῇ ἑνάδι τῆς ἀγάπης αὐτοῦ τῶν ἀρετῶν. Αὕτη ἐστὶν ἡ δύναμις, ἥντινα καλοῦσιν ἐρεθισμὸν καὶ παράταξιν, ἀφ’ ὧν τινων τῆς ὀσμῆς ἐξασθενεῖ ἡ ψυχὴ ἡ ταλαίπωρος χάριν τῆς ἀπαραιτήτου παρατάξεως τῆς οὔσης ἐν αὐτῇ.

Αὕτη ἐστὶν ἡ δύναμις τοῦ μεγέθους τῆς ἁμαρτίας, ἐν ᾗ τὰς ψυχὰς τῶν σωφρόνων ὁ ἐχθρὸς συμφύρειν εἴωθε καὶ τὰς καθαρὰς κινήσεις ἀναγκάζει πεῖραν λαβεῖν, ὧν ὅλως οὐδέποτε εἰλήφασιν. Ἐνταῦθα δεικνύομεν τὴν ὑπομονὴν ἡμῶν, ὦ ἀγαπητοὶ ἀδελφοί, καὶ τὸν ἀγῶνα καὶ τὴν σπουδήν· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀθλήσεως, δι’ ἧς λέγεται, ὅτι ἡ τάξις τῶν μοναχῶν νικᾷ. Τῇ προσαπαντήσει τούτου τοῦ πολέμου ταχέως συμφύρεται ὁ εὐσεβὴς νοῦς, ἐὰν μὴ μεγάλως παρατάξηται.

Εὐχή Δυνατὸς εἶ, Κύριε, ἡ πηγὴ τῆς πάσης βοηθείας, ὑποστηρίξαι ἐν τοῖς τοιούτοις καιροῖς, οἵτινές εἰσι μαρτυρίας καιροί, τὰς νυμφευσαμένας σοι ἑαυτὰς μετὰ χαρᾶς ψυχὰς τῷ οὐρανίῳ νυμφίῳ καὶ δεδωκυίας τὰς συνθήκας τῆς ἁγιότητος ἐν συνέσει μετὰ εἰλικρινείας κινήσεων, καὶ οὐ μετὰ πανουργίας. Διὸ δώρησαι αὐταῖς δύναμιν μετὰ παρρησίας καθελεῖν ὠχυρωμένα τείχη, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς ἀληθείας, ἵνα μὴ τοῦ ἰδίου σκοποῦ ἀστοχήσωσι βίᾳ ἀνυποίστῳ καὶ ἀνυπομονήτῳ ἐν τῷ καιρῷ, ἐν ᾧ περὶ αἵματος ἀνταγώνισμα γίνεται.

Οὐ πάντοτε δὲ γίνεται ἀγώνισμα σωφροσύνης ἐν τούτῳ τῷ σφοδρῷ πολέμῳ. Γίνεται γὰρ ἐγκατάλειψις καὶ πρὸς δοκιμασίαν. Οὐαὶ δὲ τῷ δοκιμαζομένῳ ἐν τούτῳ τῷ διακριτικῷ πολέμῳ. Διότι μεγίστην ἰσχὺν κέκτηται οὗτος ὁ πόλεμος ἐκ τῆς συνηθείας, ἧς ἔλαβεν ἐξ ἐκείνων τῶν παραδεδωκότων ἑαυτοὺς τῇ ἥττῃ, ἐν συγκαταθέσει τῶν ἰδίων λογισμῶν.

Παραφυλάττεσθε, ὦ ἀγαπητοί, ἀπὸ τῆς ἀργίας, διότι ἐγκέκρυπται ἐν αὐτῇ ἐγνωσμένος θάνατος· καθότι χωρὶς αὐτῆς ταῖς χερσὶ τῶν αἰχμαλωτίσαι τὸν μοναχὸν σπευδόντων ἐμπίπτειν οὐκ ἔστιν. Οὐ περὶ ψαλμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατακρινεῖ ἡμᾶς ὁ Θεός, οὐδὲ περὶ τῆς ἐκ τῆς προσευχῆς ἀργίας, ἀλλ’ ὅτι τῇ καταλείψει τούτων εἴσοδος γίνεται τοῖς δαίμοσιν.

Ἡνίκα δ’ ἂν εὕρωσι χώραν καὶ εἰσέλθωσι καὶ συγκλείσωσι τὰς θύρας τῶν ὀφθαλμῶν ἡμῶν, τότε πληρώσουσιν εἰς ἡμᾶς τυραννικῶς καὶ ἀκαθάρτως ἅτινα ὑπὸ τὴν θείαν ἀπόφασιν συνέχουσι τοὺς ἐργάτας αὐτῶν μετὰ ἐκδικήσεως σφοδροτάτης. Καὶ γινόμεθα ὑποχείριοι, χάριν τῆς ἐγκαταλείψεως τῶν μικρῶν τούτων, ἅτινα διὰ τὸν Χριστὸν φροντίδος ἀξιοῦνται, ὡς γέγραπται παρὰ τῶν σοφωτάτων.

Ὁ μὴ ὑποτάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέλημα, ὑποταγήσεται τῷ ἀντιδίκῳ αὑτοῦ. Ὥστε ταῦτα τὰ μικρά σοι φαινόμενα, ὡς τείχη σοι λογισθήσονται κατέναντι τῶν αἰχμαλωτιζόντων ἡμᾶς, ὧντινων ἡ τελείωσις ἔνδοθεν τοῦ κελλίου ὑπὸ τῶν κρατούντων τὴν τάξιν τῆς Ἐκκλησίας σοφῶν τέθειται, πρὸς φυλακὴν τῆς ἡμετέρας ζωῆς ἐν Πνεύματι ἀποκαλύψεως, ὧν ἡ κατάλειψις ὑπὸ τῶν ἀσόφων μικρὰ λογίζεται. Τὴν δὲ ὑπ’ αὐτῶν ζημίαν μὴ λογιζομένων τούτων, ἥ τε ἀρχὴ τῆς ὁδοῦ καὶ ἡ μεσότης, ἐλευθερία ἀπαίδευτος, ἥτις ἐστὶ μήτηρ τῶν παθῶν.

Κρεῖσσον γὰρ ἀγωνίσασθαι μὴ ἐγκαταλεῖψαι τὰ μικρά, ἢ τόπον δοῦναι τῇ ἁμαρτίᾳ ἐν τῷ πλατυσμῷ αὐτῶν. Ταύτης γὰρ τῆς ἀκαίρου ἐλευθερίας, δουλεία τὸ τέλος ἀπότομος. Ἐν ὅσῳ τὰς αἰσθήσεις ζώσας ἔχεις πρὸς ἀπάντησιν τῶν συμβεβηκότων, νεκρὸν σαυτὸν ὑπολάμβανε. Διότι οὐ μή τοι λείψῃ ἔκκαυσις ἁμαρτίας ἐν πᾶσι τοῖς μέλεσί σου καὶ οὐ μὴ δυνήσῃ κτήσασθαι σεαυτῷ σωτηρίαν. Ἐάν τις τῶν μοναχῶν εἴπῃ ἐν τῇ καρδίᾳ αὑτοῦ, ὅτι παραφυλάττεται ἐκ τούτων, οὗτος οὐ θέλει μαθεῖν πότε ῥαπίζεται.

Ὅστις ἀπατήσει τὸν ἑαυτοῦ ἑταῖρον, τῆς κατάρας ἠξίωται τοῦ νόμου, ὁ δὲ ἑαυτὸν ἐξαπατήσας, ποίας τεύξεται ἐκδικήσεως; Διότι, ἐπιστάμενος τὴν κακίαν τοῦ πονηροῦ ἔργου, ἄγνοιαν προσποιεῖται. Ὅτι δὲ ἐπίσταται, δείκνυσιν ὁ ἔλεγχος τοῦ συνειδότος. Καὶ τοῦτο δύσκολον αὐτῷ φαίνεται, διότι ἐπίσταται ὃ ἀγνοεῖν προσποιεῖται.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΜΓʹ ΠΕΡΙ ΦΥΛΑΚΗΣ ΚΑΙ ΤΗΡΗΣΕΩΣ ΤΗΣ ΕΚ ΤΩΝ ΧΑΥΝΩΝ ΚΑΙ ΑΜΕΛΩΝ ΚΑΙ ΟΤΙ ΕΚ ΤΟΥ ΠΛΗΣΙΑΣΜΟΥ ΑΥΤΩΝ ΒΑΣΙΛΕΥΕΙ ΕΠΙ ΤΩι ΑΝΘΡΩΠΩι Η ΑΜΕΛΕΙΑ ΚΑΙ Η ΧΑΥΝΟΤΗΣ ΚΑΙ ΠΛΗΡΟΥΤΑΙ ΑΠΟ ΠΑΝΤΟΣ ΠΑΘΟΥΣ ΑΚΑΘΑΡΤΟΥ. ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΦΥΛΑΞΑΣΘΑΙ ΕΑΥΤΟΝ ΑΠΟ ΤΗΣ ΕΓΓΥΤΗΤΟΣ ΤΩΝ ΝΕΩΤΕΡΩΝ, ΙΝΑ ΜΗ ΜΟΛΥΝΘΗι Ο ΝΟΥΣ ΕΝ ΤΟΙΣ ΑΚΟΛΑΣΤΟΙΣ ΛΟΓΙΣΜΟΙΣ Ὁ κωλύων τὸ στόμα αὑτοῦ ἐκ τῆς καταλαλιᾶς, φυλάττει τὴν καρδίαν αὑτοῦ ἐκ τῶν παθῶν. Ἐν πάσῃ ὥρᾳ θεωρεῖ τὸν Κύριον, οὗτινος ἡ μελέτη διαπαντός ἐστιν ἐν τῷ Θεῶ, φυγαδεύει τοὺς δαίμονας ἀπ’ αὑτοῦ καὶ ἐκριζοῖ τὸ σπέρμα τῆς κακίας αὐτῶν. Ὁ ἐπισκεπτόμενος τὴν ἑαυτοῦ ψυχὴν ἐν πάσῃ ὥρᾳ, εὐφραίνεται ἐν ταῖς ἀποκαλύψεσιν ἡ καρδία αὐτοῦ, καὶ ὁ συνάγων τὴν θεωρίαν τοῦ νοὸς αὑτοῦ ἔσωθεν αὑτοῦ ἐν αὐτῷ, θεωρεῖ τὴν αὐγὴν τοῦ Πνεύματος. Ὅστις ἐβδελύξατο πάντα μετεωρισμόν, θεωρεῖ τὸν Δεσπότην αὑτοῦ ἔσωθεν τῆς καρδίας αὑτοῦ. Ἐὰν ἀγαπᾷς τὴν καθαρότητα, ἐν ᾗ καθορᾶται ὁ τῶν ὅλων Δεσπότης, μὴ καταλαλήσῃς τινός, μηδὲ ἀκούσῃς τινὸς καταλαλοῦντος τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ ἐὰν διαμάχωνταί τινες ἔμπροσθέν σου, κλεῖσον τὰ ὦτά σου καὶ φεῦγε ἐκεῖθεν, ἵνα μὴ ἀκούσῃς ῥημάτων ὀργῆς καὶ ἀποθάνῃ ἡ ψυχή σου ἐκ τῆς ζωῆς. Καρδία θυμώδης διάκενός ἐστιν ἐκ τῶν μυστηρίων τοῦ Θεοῦ, ὁ δὲ πραῢς καὶ ταπεινόφρων πηγή ἐστι τῶν μυστηρίων τοῦ καινοῦ αἰῶνος.

Ἰδού, ὁ οὐρανὸς ἔσωθέν σου, εἰ καθαρὸς ἔσῃ, καὶ ἐν σεαυτῷ ὄψει τοὺς Ἀγγέλους σὺν τῷ φωτὶ αὐτῶν, καὶ τὸν Δεσπότην αὐτῶν μετ’ αὐτῶν τε καὶ ἔσωθεν αὐτῶν. Ὁ ἐπαινούμενος δικαίως, οὐ ζημιοῦται, ἀλλ’ ἐὰν ἡδυνθῇ αὐτῷ ὁ ἔπαινος, ἐργάτης ἐστὶν ἄμισθος. Ὁ θησαυρὸς τοῦ ταπεινόφρονος ἔσωθεν αὐτοῦ ἐστιν, ὅς ἐστιν ὁ Κύριος, καὶ ὁ τηρούμενος τῇ γλώσσῃ αὑτοῦ εἰς τὸν αἰῶνα οὐ συληθήσεται ἐξ αὐτῆς. Στόμα σιωπηλὸν ἑρμηνεύει τὰ μυστήρια τοῦ Θεοῦ, ὁ δὲ ταχύλαλος μακρύνεται ἀπὸ τοῦ πλάσαντος αὐτόν. Ἡ ψυχὴ τοῦ ἀγαθοῦ λάμπει ὑπὲρ τὸν ἥλιον καὶ ἐν τῇ θεωρίᾳ τῶν ἀποκαλύψεων ἐν πάσῃ ὥρᾳ εὐφραίνεται.

Καὶ ὁ ἀκολουθῶν τῷ ἀγαπῶντι τὸν Θεόν, πλουτήσει ἐκ τῶν μυστηρίων τοῦ Θεοῦ, ὁ δὲ ἀκολουθῶν τῷ ἀδίκῳ καὶ ὑπερηφάνῳ μακρυνθήσεται ἐκ τοῦ Θεοῦ καὶ ἐκ τῶν φίλων αὐτοῦ μισηθήσεται. Ὁ τῇ γλώσσῃ σιγηλός, ἐν πᾶσι τοῖς σχήμασιν αὑτοῦ κτήσεται τάξιν ταπεινόφρονα, καὶ οὗτος χωρὶς κόπου ἐξουσιάσει τῶν παθῶν. Τὰ πάθη ἐκριζοῦνται καὶ φυγαδεύονται ἐν τῇ ἀδιαλείπτῳ ἐν Θεῷ μελέτῃ, καὶ τοῦτό ἐστι τὸ ξῖφος τὸ ἀποκτεῖνον αὐτά. Καθάπερ ἐν τῇ ἡσυχίᾳ καὶ γαλήνῃ τῆς αἰσθητῆς θαλάσσης κινεῖται καὶ νήχεται ὁ δελφίς, οὕτω καὶ ἐν τῇ ἡσυχίᾳ καὶ γαλήνῃ τῆς θαλάσσης τῆς καρδίας ἐκ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς ἐν παντὶ καιρῷ κινεῖται ἐν αὐτῇ τὰ μυστήρια καὶ αἱ θεῖαι ἀποκαλύψεις, πρὸς εὐφροσύνην αὑτῆς.

Ὁ θέλων ἰδεῖν τὸν Κύριον ἐντὸς αὑτοῦ, μηχανᾶται καθαρίσαι ἑαυτοῦ τὴν καρδίαν ἐν ἀδιαλείπτῳ μνήμῃ τοῦ Θεοῦ, καὶ οὕτως ἐν τῇ λαμπρότητι τῶν ὀφθαλμῶν τῆς διανοίας αὑτοῦ ἐν πάσῃ ὥρᾳ ὄψεται τὸν Κύριον. Ὅπερ συμβαίνει τῷ ἰχθύϊ ἐξεληλυθότι ἐκ τοῦ ὕδατος, τοῦτο καὶ τῷ νοῒ συμβαίνει ἐξεληλυθότι ἐκ τῆς μνήμης τοῦ Θεοῦ καὶ μετεωριζομένῳ ἐν τῇ μνήμῃ τοῦ κόσμου. Ὅσον μακρύνεται ὁ ἄνθρωπος ἐκ τῆς συνομιλίας τῶν ἀνθρώπων, τοσοῦτον ἀξιοῦται τῆς μετὰ τοῦ Θεοῦ παρρησίας ἐν τῷ νοῒ αὑτοῦ, καὶ καθ’ ὅσον κόπτει ἐξ αὐτοῦ τὴν παράκλησιν τοῦ κόσμου τούτου, κατὰ τοσοῦτον ἀξιοῦται τῆς χαρᾶς τοῦ Θεοῦ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Καὶ καθάπερ ἀπόλλυνται οἱ ἰχθύες ἐκ τῆς λείψεως τοῦ ὕδατος, οὕτω καὶ ἐκ τῆς καρδίας τοῦ μοναχοῦ αἱ νοεραὶ κινήσεις, αἱ διὰ τοῦ Πνεύματος βλαστάνουσαι, τοῦ συνεχῶς μετὰ τῶν κοσμικῶν ἀναστρεφομένου καὶ διάγοντος.

Κρείσσων κοσμικὸς ταλαιπωρῶν ἐν τοῖς κοσμικοῖς καὶ τοῖς βιωτικοῖς κακοπαθῶν, μοναχοῦ τοῖς βιωτικοῖς κακοπαθοῦντος καὶ τοῖς κοσμικοῖς συνδιάγοντος. Φοβερός ἐστι τοῖς δαίμοσι καὶ ποθητὸς τῷ Θεῷ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ ὁ μετὰ θερμοῦ ζήλου ἐκζητῶν ἐν τῇ καρδίᾳ αὑτοῦ τὸν Θεὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ καὶ ἐκριζῶν ἀπ’ αὐτῆς τὰς προσβολὰς τὰς ὑπὸ τοῦ ἐχθροῦ φυομένας. Τοῦ καθαροῦ ἐν τῇ ψυχῇ ἡ χώρα ἡ νοητὴ ἔνδοθεν αὐτοῦ ἐστι, καὶ ὁ ἥλιος ὁ λάμπων ἐν αὐτῷ, τὸ φῶς τῆς ἁγίας Τριάδος ὑπάρχει, καὶ ὁ ἀήρ, ὃν πνέουσιν οἱ οἰκήτορες αὐτῆς, τὸ παράκλητον καὶ πανάγιον Πνεῦμά ἐστιν, οἱ δὲ συγκάθεδροι αὐτοῦ, αἱ ἅγιαι καὶ ἀσώματοι φύσεις. Καὶ ἡ ζωὴ καὶ ἡ χαρὰ καὶ ἡ εὐφροσύνη αὐτῶν, ὁ Χριστός ἐστι, τὸ ἐκ φωτὸς τοῦ Πατρὸς φῶς.

Ὁ τοιοῦτος καὶ ἐν τῇ θεωρία τῆς ψυχῆς αὑτοῦ ἐν πάσῃ ὥρᾳ εὐφραίνεται καὶ ἐν τῷ κάλλει ἑαυτοῦ θαυμάζει, τηλαυγεστέρῳ ὄντι ἑκατονταπλασίως τῆς τοῦ ἡλίου λαμπρότητος. Αὕτη ἐστὶν ἡ Ἱερουσαλὴμ καὶ τοῦ Θεοῦ ἡ βασιλεία, ἐντὸς ἡμῶν κεκρυμμένη, κατὰ τὸ τοῦ Κυρίου λόγιον. Αὕτη ἡ χώρα, νεφέλη ἐστὶ τῆς δόξης τοῦ Θεοῦ, εἰς ἣν μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ εἰσελεύσονται, τοῦ θεάσασθαι τὸ πρόσωπον τοῦ ἰδίου Δεσπότου καὶ καταυγασθῆναι τοὺς νόας αὐτῶν διὰ τῆς ἀκτῖνος τοῦ φωτὸς αὐτοῦ.

Ὁ δὲ θυμώδης καὶ ὁ ὀργίλος καὶ ὁ φιλόδοξος καὶ ὁ πλεονέκτης καὶ ὁ γαστρίμαργος καὶ ὁ κοσμικοῖς συναναστρεφόμενος καὶ ὁ τὸν ἴδιον θέλημα στῆσαι θέλων καὶ ὁ ὀξύχολος καὶ ὁ παθῶν πλήρης, οἱ τοιοῦτοι ὡς ἐν νυκτομαχίᾳ διάγουσι καὶ σκότος ψηλαφοῦσιν, ἔξωθεν ὄντες τῆς χώρας τῆς ζωῆς καὶ τοῦ φωτός· ἐκείνη γὰρ ἡ χώρα τοῖς ἀγαθοῖς καὶ ταπεινόφροσι καὶ τοῖς καθαρίσασι τὰς ἑαυτῶν καρδίας κεκλήρωται.

Οὐ δύναται ἄνθρωπος θεάσασθαι τὸ κάλλος τὸ ὂν ἔνδοθεν αὐτοῦ, πρὶν ἢ ἀτιμάσει καὶ βδελύξηται πᾶν κάλλος ἔξωθεν αὐτοῦ. Καὶ οὐ δύναται ἀτενίσαι γνησίως πρὸς τὸν Θεόν, ἕως ἂν ἀπαρνήσηται τελείως τὸν κόσμον.

Ὁ ἐξευτελίζων καὶ σμικρύνων ἑαυτόν, ὑπὸ τοῦ Κυρίου σοφισθήσεται, καὶ ὁ νομίζων ἑαυτὸν εἶναι σοφόν, τῆς τοῦ Θεοῦ σοφίας ἀποπεσεῖται. Ἐν ὅσῳ ἡ γλῶττα τῆς πολυλογίας ἀπέχεται, ἐν τοσούτῳ καταυγάζεται τοῦ διαιρεῖν τὰ διανοήματα· ἐκ γὰρ τῆς πολυλογίας συμφύρεται καὶ ὁ λογικώτατος νοῦς.

Ὁ πτωχεύων ἐκ τῶν κοσμικῶν πραγμάτων, πλουτήσει ἐν τῷ Θεῷ, καὶ ὁ φίλος τῶν πλουσίων, πτωχεύσει ἐκ τοῦ Θεοῦ. Ὁ σωφρονῶν καὶ ταπεινοφρονῶν καὶ βδελυττόμενος τὴν παρρησίαν καὶ τὸν θυμὸν ἐκ τῆς καρδίας ἀπωσάμενος, ἐγὼ πιστεύω, ὅτι, ὅταν ἀναστῇ ἐν τῇ προσευχῇ, καθορᾷ ἐν τῇ ψυχῇ αὑτοῦ τὸ φῶς τοῦ ἁγίου Πνεύματος καὶ σκιρτᾷ ἐν ταῖς λαμπηδόσιν αὐτοῦ τῆς ἐλλάμψεως τοῦ φωτὸς καὶ εὐφραίνεται ἐν τῇ θεωρίᾳ τῆς δόξης αὐτῆς καὶ ἐν τῇ ἑαυτῆς ἀλλοιώσει πρὸς τὴν αὐτοῦ ὁμοιότητα. Οὐκ ἔστιν ἄλλη ἐργασία δυναμένη οὕτω καταλύσαι τὰς παρεμβολὰς τῶν ἀκαθάρτων δαιμόνων, ὡς ἡ ἐν τῷ Θεῷ θεωρία.

Διήγησις ἁγίου ἀνδρός Διηγήσατο γάρ μοί τις τῶν πατέρων οὕτως· ὅτι· Ἐν μιᾷ ἡμέρᾳ ὡς ἐκαθήμην, ᾐχμαλωτίσθη ὁ νοῦς μου ἐν τῇ θεωρίᾳ, καὶ ὅτε ἐν ἐμαυτῷ γέγονα, ἐστέναξα ἐν ἰσχύϊ. Ὁ δὲ κατ’ ἐναντίας ἱστάμενος δαίμων, ὡς ἤκουσεν, ἐφοβήθη καὶ ὥσπερ ὑπὸ ἀστραπῆς τινος κατεπόθη, ἔκ τε τῆς ἀνάγκης κράξας καὶ ὡς ὑπό τινος διωχθεὶς φυγὰς ᾤχετο.

Μακάριος ὁ μνημονεύων τῆς ἐξόδου αὑτοῦ, τῆς ἐκ τοῦδε τοῦ βίου, καὶ ἀπέχων αὐτοῦ τὴν σχέσιν ἐκ τῆς τοῦ κόσμου τούτου τρυφῆς. Διότι πολλαπλασίως λήψεται τὸν μακαρισμὸν ἐν τῇ ἐξόδῳ αὑτοῦ καὶ οὐκ ἐκλείψει ἐξ αὐτοῦ ὁ μακαρισμὸς οὗτος. Οὗτός ἐστιν ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ καὶ τὸ ἅγιον Πνεῦμα τυγχάνει τροφὸς αὐτοῦ καὶ ἐκ τοῦ κόλπου αὐτοῦ θηλάζει τὴν ζωτικὴν τροφὴν καὶ ὀσφραίνεται τῆς ὀσμῆς αὐτοῦ πρὸς εὐφροσύνην αὐτοῦ. Ὁ δὲ τοῖς κοσμικοῖς συνδεδεμένος καὶ τῷ κόσμῳ καὶ τῇ τούτου ἀναπαύσει καὶ ἀγαπῶν τὴν ὁμιλίαν αὐτοῦ, οὗτος ἐστέρηται τῆς ζωῆς, καὶ οὐκ ἔχω τι εἰπεῖν περὶ αὐτοῦ, ἀλλ’ ἢ μετὰ κλαυθμοῦ πενθῆσαι πένθος ἀπαραμύθητον, οὗ ἡ ἀκοὴ συντρίβει τὰς τῶν ἀκουόντων καρδίας.

Οἱ ἐν τῷ σκότει διακείμενοι ὑψώσατε τὰς κεφαλὰς ὑμῶν, ἵνα λάμψωσι τὰ πρόσωπα ὑμῶν ἐν τῷ φωτί. Ἐξέλθετε ἐκ τῶν παθῶν τοῦ κόσμου, ἵνα ἐξέλθῃ πρὸς ὑπάντησιν ὑμῶν τὸ ἐκ τοῦ Πατρὸς φῶς καὶ τοὺς λειτουργοὺς τῶν μυστηρίων αὐτοῦ προτρέψηται τοὺς δεσμοὺς ὑμῶν λύσαι, τοῦ περιπατεῖν ἐν τοῖς ἴχνεσιν αὐτοῦ πρὸς τὸν Πατέρα. Οὐαὶ ἐν ποίοις ἐσμὲν συνδεδεμένοι καὶ ἀπὸ τίνος ἐσμὲν καθειργμένοι, τοῦ μὴ ἰδεῖν τὴν δόξαν αὐτοῦ. Εἴθε διεκόπτοντο ἡμῶν οἱ δεσμοί, ἵνα ζητήσαντες εὕρωμεν τὸν Θεὸν ἡμῶν.

Εἰ θέλεις γνῶναι τὰ τῶν ἀνθρώπων μυστήρια καὶ οὔπω κατέλαβες μαθεῖν ἐκ τοῦ Πνεύματος, ἔκ τε τῶν λόγων ἑκάστου καὶ τῆς διαγωγῆς καὶ τῆς διοικήσεως μαθήσῃ, εἰ σοφὸς κεχρημάτικας. Ὁ καθαρὸς τὴν ψυχὴν καὶ ἁγνὸς τὴν διαγωγήν, οὗτος πάντοτε μετὰ σωφροσύνης λαλεῖ τὰ λόγια τοῦ Πνεύματος καὶ κατὰ τὸ οἰκεῖον μέτρον περί τε τῶν θείων διαλέγεται καὶ περὶ τῶν ἐν αὐτῷ, ὁ δὲ τοῖς πάθεσι συντετριμμένος τὴν καρδίαν, ὑπ’ αὐτῶν ἔχει καὶ τὴν γλῶσσαν κινουμένην. Καὶ κἂν περὶ πνευματικῶν λαλῇ, ἀλλ’ ὅμως ἐμπαθῶς διαλέγεται, ἵνα ἀδίκως νικήσῃ. Τὸν τοιοῦτον ὁ σοφὸς ἐκ μόνης ἀπαντήσεως σημειοῦται καὶ ὁ καθαρὸς ἐνοσφραίνεται τῆς δυσοσμίας αὐτοῦ.

Ὁ ἐμμένων ταῖς ματαιολογίαις καὶ τοῖς μετεωρισμοῖς ψυχῇ καὶ σώματι πόρνος ἐστί, καὶ ὁ συνευδοκῶν αὐτῷ καὶ ὁ συνασχολούμενος μοιχός ἐστι, καὶ ὁ συγκοινωνῶν αὐτῷ εἰδωλολάτρης ἐστίν. Ἡ πρὸς τοὺς νεωτέρους φιλία βδελυκτὴ πορνεία παρὰ τῷ Θεῷ, τῇ συντριβῇ τοῦ τοιούτου οὐκ ἔστιν ἐπίπλασμα, ὁ δὲ πάντας ἐξ ἴσου ἀγαπῶν συμπαθῶς καὶ ἀδιακρίτως, οὗτος ἔφθασε τὴν τελειότητα. Νέος νεωτέρῳ ἀκολουθῶν, ποιεῖ τοὺς διακριτικοὺς ἐπ’ αὐτοὺς πενθεῖν καὶ κλαίειν, γέρων δὲ ἀκολουθῶν νεωτέρῳ, δυσωδέστερον τοῦ τῶν νεωτέρων κέκτηται πάθος, κἂν περὶ ἀρετῶν διαλεχθῇ πρὸς αὐτούς, ἀλλ’ ἡ καρδία αὐτοῦ πεπληγμένη ὑπάρχει. Νέος ταπεινόφρων καὶ ἡσύχιος, καθαρός τε τὴν καρδίαν ἀπὸ ζήλου καὶ θυμοῦ, ἀπεχόμενός τε ἀπὸ παντὸς ἀνθρώπου καὶ ἑαυτῷ προσέχων, ταχέως συνιεῖ τὰ πάθη τοῦ ἀμελοῦς γέροντος. Γέροντα μὴ ἐξ ἴσου ἔχοντα τὸν γέροντα καὶ τὸν νεώτερον, τῷ τοιούτῳ πάσῃ δυνάμει μὴ συναναστραφῇς, ἀλλὰ μᾶλλον μακρύνθητι ἀπὸ αὐτοῦ.

Οὐαὶ τοῖς ἀμελεστέροις, τοῖς προσποιουμένοις ἐν σχήματι καθαρῷ διαστρέφειν τὰ ἴδια πάθη, ὁ δὲ τὴν πολιὰν φθάσας ἐν καθαρότητι λογισμῶν καὶ πολιτείᾳ ἀγαθῇ καὶ ἐπικρατείᾳ τῆς γλώττης, ἐνταῦθα μὲν κατατρυφᾷ τῆς γλυκύτητος τοῦ καρποῦ τῆς γνώσεως, ἐν δὲ τῇ ἐξόδῳ αὑτοῦ τῇ ἐκ τοῦδε τοῦ σώματος δέχεται τὴν δόξαν τοῦ Θεοῦ.

Οὐδὲν οὕτω ψυχραίνει τὸ πῦρ τὸ ἐκ τοῦ ἁγίου Πνεύματος ἐμπνεόμενον ἐν τῇ καρδίᾳ τοῦ μοναχοῦ πρὸς ἁγιασμὸν τῆς ψυχῆς, ὡς ἡ συναναστροφὴ καὶ ἡ πολυλογία καὶ ἡ συντυχία, ἐκτὸς τῆς μετὰ τῶν τέκνων τῶν μυστηρίων τοῦ Θεοῦ καὶ πρὸς αὔξησιν τῆς γνώσεως αὐτοῦ καὶ πολλαπλασιασμόν. Ἡ τοιαύτη γὰρ συντυχία ἐξυπνίζει τὴν ψυχὴν πρὸς τὴν ζωὴν καὶ ἐκριζοῖ τὰ πάθη καὶ τοὺς αἰσχροὺς λογισμοὺς κατακοιμίζει ὑπὲρ πάσας τὰς ἀρετάς.

Μὴ κτήσῃ φίλους μηδὲ συμμύστας, ἀλλ’ ἢ τοὺς τοιούτους, ἵνα μὴ πρόσκομμα ποιήσῃς τῇ σῇ ψυχῆ καὶ ἐκκλίνῃς ἀπὸ τῆς ὁδοῦ τοῦ Κυρίου. Μεγαλυνθήτω ἐν τῇ καρδίᾳ σου ἡ τῷ Θεῷ ἑνοῦσά σε καὶ συνάπτουσα ἀγάπη, ἵνα μὴ αἰχμαλωτεύσῃ σε ἡ ἀγάπη τοῦ κόσμου, ἧς τὸ αἴτιον καὶ τὸ τέλος φθορά.

Ἡ μετὰ τῶν ἀγωνιστῶν διαγωγὴ καὶ συναναστροφὴ πλουτίσαι ἀμφοτέρους ποιεῖ τῶν μυστηρίων τοῦ Θεοῦ, ἡ δὲ πρὸς τοὺς ῥαθύμους καὶ ὀκνηροὺς ἀγάπη, ἐμπλῆσαι τὴν γαστέρα κατακόρως καὶ ἀπλήστως ποιεῖ ἐν τῷ μετεωρισμῷ τῷ μετ’ ἀλλήλων γινομένῳ. Τῷ τοιούτῳ ἀηδῆ φαίνεται τὰ βρώματα χωρὶς τοῦ ἑταίρου αὐτοῦ, καί φησιν· «οὐαὶ τῷ ἐσθίοντι τὸν ἄρτον αὑτοῦ μόνως, ὅτι οὐχ ἡδυνθήσεται αὐτῷ», οἵτινες καλοῦνται ἀλλήλοις πρὸς εὐωχίας καὶ ἀμείβονται ἀλλήλους, ὡς μισθωτοί.

Φεῦγε, ὦ ἀδελφέ, τοὺς ἐθισθέντας τοῖς τοιούτοις καὶ μηδαμῶς τούτοις συνεσθίειν θέλε, μηδὲ ἐάν σοι ἀνάγκη συμβῇ· ἡ γὰρ τράπεζα αὐτῶν ἐναγὴς καὶ τοὺς δαίμονας ὑπηρέτας κέκτηνται· οἱ φίλοι τοῦ νυμφίου Χριστοῦ ταύτης οὐ γεύονται.

Ὁ τὰς εὐωχίας συνεχῶς ἐκτελῶν, ἐργάτης ἐστὶ τοῦ τῆς πορνείας δαίμονος καὶ τὴν ψυχὴν τοῦ ταπεινόφρονος μολύνει. Ἄρτος εὐτελὴς ἀπὸ τραπέζης ἁγνοῦ ἁγνίζει τὴν ψυχὴν τοῦ ἐσθίοντος ἀπὸ παντὸς πάθους. Ὀσμὴ τραπέζης γαστριμάργου, ἡ δαψίλεια τῶν ἐδεσμάτων καὶ τῶν τηγανισμάτων, ὁ δὲ ἄφρων καὶ ἀσύνετος ἀνθέλκεται πρὸς αὐτήν, ὥσπερ κύων πρὸς μάκελλον.

Τοῦ δὲ τῇ προσευχῇ προσκαρτεροῦντος διαπαντὸς ἡ τράπεζα ἡδυτέρα πάσης ὀσμῆς μόσχου καὶ μυρωδίας, ὁ δὲ φιλόθεος ταύτην ἐπιποθεῖ, ὥσπερ θησαυρὸν ἀτίμητον. Ἀπὸ τραπέζης νηστευόντων καὶ ἀγρυπνούντων καὶ κοπιώντων ἐν Κυρίῳ λάβε σεαυτῷ φάρμακον ζωῆς καὶ διέγειρον τῆς ψυχῆς σου τὴν θνῆξιν. Ὁ γὰρ ἠγαπημένος ἀνακέκλιται ἐν μέσῳ αὐτῶν ἁγιάζων, καὶ τὸ πικρὸν τῆς κακουχίας αὐτῶν μεταβάλλει εἰς τὴν γλυκύτητα αὐτοῦ τὴν ἀνεκδιήγητον, οἱ δὲ πνευματικοὶ καὶ ἐπουράνιοι λειτουργοὶ αὐτοῦ ἐπισκιάζουσιν αὐτοὺς καὶ τὰ ἅγια αὐτῶν βρώματα. Οἶδα ἐγώ τινα τῶν ἀδελφῶν ὀφθαλμοφανῶς τοῦτο βλέποντα.

Μακάριος ὁ ἀποστομίσας ἑαυτὸν ἀπὸ πάσης ἡδυπαθείας, τῆς χωριζούσης αὐτὸν ἀπὸ τοῦ κτίσαντος αὐτόν. Μακάριος ὁ ἔχων τροφὴν τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα καὶ ζωὴν δεδωκότα τῷ κόσμῳ. Μακάριος ὁ ἐν τῇ πεδιάδι αὑτοῦ ἑωρακὼς τὴν ἀρδείαν τῆς ζωῆς, τὴν ἐξ ἐλέους προϊοῦσαν ἐκ τῶν κόλπων τοῦ Πατρὸς καὶ πρὸς αὐτὴν τὸ ὄμμα διατείνας.

Ὅταν γὰρ πίῃ ἐξ αὐτῆς, εὐφρανθήσεται καὶ ἀναθάλλει ἡ καρδία αὐτοῦ καὶ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἔσται. Ὁ ἑωρακὼς ἐν τῇ ἰδίᾳ τροφῇ τὸν ἑαυτοῦ Κύριον, ὑποκλέπτει ἑαυτὸν καὶ μόνος αὐτοῦ μεταλαμβάνει, μὴ κοινωνῶν τοῖς ἀναξίοις, ἵνα μὴ συμμεταλάβῃ αὐτοῖς καὶ γυμνωθῇ τῆς ἀκτῖνος αὐτοῦ, ὁ δὲ ἔχων μεμιγμένον ἰὸν θανάτου ἐν τῇ βρώσει αὑτοῦ, οὐ δύναται ἡδέως ταύτης μεταλαμβάνειν χωρὶς τῶν ἑταίρων αὐτοῦ. Λύκος θνησιμαίων γευόμενός ἐστιν ὁ τὴν φιλίαν ἔχων διὰ τὴν ἰδίαν γαστέρα. Πόσον σου τὸ ἀκόρεστον, ὦ ἄφρον, ὅτι ἐμπλῆσαι τὴν γαστέρα βούλει ἐκ τῆς τραπέζης τῶν ἀμελῶν, ἐξ ὧν ἡ ψυχή σου παντὸς πάθους πληροῦται. Αὖται αἱ παραφυλακαὶ αὐταρκοῦσι τοῖς δυναμένοις κατακρατῆσαι τῆς γαστρός.

Ὀσμὴ νηστευτοῦ ἡδυτάτη, καὶ ἡ ἀπάντησις αὐτοῦ εὐφραίνει καρδίας διακριτικῶν, τῷ δὲ γαστριμάργῳ ἐκ τῆς συναναστροφῆς αὐτοῦ ἐπιπεσεῖται φόβος καὶ μηχανᾶται μὴ συνεσθίειν αὐτῷ. Προσφιλὴς τῷ Θεῷ ἡ διαγωγὴ τοῦ ἐγκρατοῦς, οὗ ἡ γειτνίασις βαρυτάτη τῷ φιλοκτήμονι. Λίαν ἐπαινεῖται παρὰ τοῦ Χριστοῦ ὁ σιγηλός, τοῖς δὲ αἰχμαλωτισθεῖσιν ὑπὸ τῶν δαιμόνων ἔν τε παιγνίοις καὶ μετεωρισμοῖς οὐχ ἡδυνθήσεται ὁ πλησιασμὸς αὐτοῦ. Τίς οὐκ ἀγαπᾷ τὸν ταπεινόφρονα καὶ πρᾷον, ἀλλ’ ἢ ὑπερήφανοι καὶ καταλάλοι οἱ ὄντες ξένοι τῆς αὐτοῦ ἐργασίας;

Διήγησις Ἁγίου τινός Διηγήσατό μοί τις ἐξ ὧν ἐδοκίμασεν ὅτι· Ἐν αἷς ἡμέραις συναναστρέφομαί τισιν, ἐσθίω τρεῖς παξαμάτας ἢ τέσσαρας τῆς ἡμέρας, ἐὰν δὲ παραβιάσω ἐμαυτὸν εἰς τὴν προσευχήν, παρρησίαν ὁ νοῦς μου οὐκ ἔχει πρὸς τὸν Θεόν, οὐδὲ δύναμαι πρὸς αὐτὸν ἀτενίσαι, ὅταν δὲ ἐμαυτὸν χωρίσω ἐκ τούτων εἰς τὴν ἡσυχίαν, τῇ μὲν πρώτῃ ἡμέρᾳ παραβιάζω ἐμαυτὸν ἐσθίειν ἕνα ἥμισυ, τῇ δὲ δευτέρᾳ ἕνα.

Ὅταν δὲ παγιωθῇ ὁ νοῦς μου εἰς τὴν ἡσυχίαν, ἀγωνίζομαι φαγεῖν ἕνα ὁλόκληρον καὶ οὐ δύναμαι, ὁ δὲ νοῦς μου ἀκαταπαύστως μετὰ παρρησίας διαλέγεται πρὸς τὸν Θεόν, ἐμοῦ μὴ ἀναγκάζοντος, καὶ ἡ ἔλλαμψις αὐτοῦ ἀδιαλείπτως με καταυγάζει καὶ καθέλκει με ἰδεῖν καὶ εὐφρανθῆναι ἐν τῷ κάλλει τοῦ θείου φωτός. Ἐὰν δὲ συμβῇ ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐλθεῖν τινα καὶ συνδιαλεχθῆναί μοι, κἂν μίαν ὥραν, ἀδύνατόν μοι τότε μὴ προσθεῖναι εἰς τὴν βρῶσιν, λεῖψαι δὲ ἐκ τοῦ κανόνος, χαυνωθῆναί τε τὸν νοῦν εἰς τὴν θεωρίαν τοῦ φωτὸς ἐκείνου.

Ἰδοὺ ὁρᾶτε, ἀδελφοί μου, τί καλὴ καὶ ὠφέλιμος ἡ ὑπομονὴ καὶ ἡ μόνωσις καὶ οἵαν δύναμιν παρέχει καὶ εὐκολίαν τοῖς ἀγωνισταῖς. Μακάριος ὁ διὰ τὸν Θεὸν ὑπομένων ἐν τῇ ἡσυχίᾳ καὶ ἐσθίων μόνος τὸν ἄρτον αὑτοῦ, ὅτι διαπαντὸς μετὰ τοῦ Θεοῦ διαλέγεται.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.